Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.1.1
Ὅτι ὁ Φαρνάκης, ἐξαπιναίου καὶ βαρείας αὐτῷ τῆς ἐφόδους γενομένης, ἕτοιμος ἦν πρὸς πᾶν τὸ προτεινόμενον· πρέσβεις γὰρ ἐξαπέστειλε πρὸς Εὐμένη καὶ Ἀριαράθην. τῶν δὲ περὶ Εὐμένη καὶ Ἀριαράθην προσδεξαμένων τοὺς λόγους καὶ παραχρῆμα συνεξαποστειλάντων πρεσβευτὰς παρ' αὑτῶν πρὸς τὸν Φαρνάκην, καὶ τούτου γενομένου πλεονάκις παρ' ἑκατέρων, ἐκυρώθησαν αἱ διαλύσεις ἐπὶ τούτοις· εἰρήνην ὑπάρχειν Εὐμένει καὶ Προυσίᾳ καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην καὶ Μιθριδάτην εἰς τὸν πάντα χρόνον. Γαλατίας μὴ ἐπιβαίνειν Φαρνάκην κατὰ μηδένα τρόπον. ὅσαι γεγόνασι πρότερον συνθῆκαι Φαρνάκῃ πρὸς Γαλάτας, ἀκύρους ὑπάρχειν· ὁμοίως Παφλαγονίας ἐκχωρεῖν ἀποκαταστήσαντα τοὺς οἰκήτορας οὓς πρότερον ἐξαγηόχει, σὺν δὲ τούτοις ὅπλα καὶ βέλη καὶ τὰς ἄλλας παρασκευάς. ἀποδοῦναι δὲ καὶ Ἀριαράθῃ τῶν τε χωρίων ὅσα παρῄρητο μετὰ τῆς προϋπαρχούσης κατασκευῆς καὶ τοὺς ὁμήρους. ἀποδοῦναι δὲ καὶ Τίειον παρὰ τὸν Πόντον, ὃ μετά 300 τινα χρόνον Εὐμένης ἔδωκε Προυσίᾳ πεισθεὶς μετὰ μεγάλης χάριτος. ἐγράφη δὲ καὶ τοὺς αἰχμαλώτους ἀποκαταστῆσαι Φαρνάκην χωρὶς λύτρων καὶ τοὺς αὐτομόλους ἅπαντας· πρὸς δὲ τούτοις τῶν χρημάτων καὶ τῆς γάζης, ἧς ἀπήνεγκε παρὰ Μορζίου καὶ Ἀριαράθου, ἀποδοῦναι τοῖς προειρημένοις βασιλεῦσιν ἐννακόσια τάλαντα, καὶ τοῖς περὶ τὸν Εὐμένη τʹ προσθεῖναι τῆς εἰς τὸν πόλεμον δαπάνης. ἐπεγράφη δὲ καὶ Μιθριδάτῃ τῷ τῆς Ἀρμενίας σατράπῃ τʹ τάλαντα, διότι παραβὰς τὰς πρὸς Εὐμένη συνθήκας ἐπολέμησεν Ἀριαράθῃ. περιελήφθησαν δὲ ταῖς συνθήκαις τῶν μὲν κατὰ τὴν Ἀσίαν δυναστῶν Ἀρταξίας ὁ τῆς πλείστης Ἀρμενίαςἄρχων καὶ Ἀκουσίλοχος, τῶν δὲ κατὰ τὴν Εὐρώπην Γάταλος ὁ Σαρμάτης, τῶν δ' αὐτονομουμένων Ἡρακλεῶται Μεσημβριανοὶ Χερρονησῖται, σὺν δὲ τούτοις Κυζικηνοί. περὶ δὲ τῶν ὁμήρων τελευταῖον ἐγράφη πόσους δεήσει καὶ τίνας δοῦναι τὸν Φαρνάκην· ὧν καὶ παραγενηθέντων ἐξ αὐτῆς ἀνέζευξαν αἱ δυνάμεις. καὶ τοῦ μὲν Εὐμένει καὶ Ἀριαράθῃ πρὸς Φαρνάκην συστάντος πολέμου τοιοῦτον ἀπέβη τὸ τέλος.
50.1.2
Ὅτι τοῦ Τραιανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀσρόου ἐνέτυχε τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου, κατέδεισε, καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει καὶ ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι· τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτ' ἄλλο τι ἀπεκρίνατο ἢ καὶ ἐπέστειλε πλὴν ὅτι ἡ φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ τοῦτ', ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν ἐπί τε τῆς Ἀσίας καὶ ἐπὶ Λυκίας τῶν τε ἐχομένων ἐθνῶν ἐς Σελεύκειαν ἐκομίσθη. γενομένῳ δὲ αὐτῷ ἐν Ἀντιοχείᾳ Ἄγβαρος ὁ Ὀσροηνὸς αὐτὸς μὲν οὐκ ὤφθη, δῶρα δὲ δὴ καὶ λόγους φιλίους ἔπεμψεν· ἐκεῖνόν τε γὰρ ὁμοίως καὶ τοὺς Πάρθους φοβούμενος ἐπημφοτέριζε καὶ διὰ τοῦτ' οὐκ ἠθέλησέν οἱ συμμῖξαι.

Intertext edge

Open linked passage

Note