De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
Ὅτι μετὰ τὴν ἀποστολὴν τῶν ὑπάτων Τιβερίου καὶ Κλαυδίου τὴν πρὸς Ἴστρους καὶ Ἀγρίους ἡ σύγκλητος ἐχρημάτισετοῖς παρὰ τῶν Λυκίων ἥκουσι πρεσβευταῖς, ἤδη τῆς θερείας ληγούσης, οἵτινες παρεγένοντο μὲν εἰς τὴν Ῥώμην ἤδη καταπεπολεμημένων τῶν Λυκίων, ἐξαπεστάλησαν δὲ χρόνοις ἱκανοῖς ἀνώτερον. οἱ γὰρ Ξάνθιοι καθ' ὃν καιρὸν ἔμελλον εἰς τὸν πόλεμον ἐμβαίνειν ἐξέπεμψαν πρεσβευτὰς εἴς τε τὴν Ἀχαΐαν καὶ τὴν Ῥώμην τοὺς περὶ Νικόστρατον, οἳ τότε παραγενηθέντες εἰς τὴν Ῥώμην πολλοὺς εἰς ἔλεον ἐξεκαλέσαντο τῶν ἐν τῷ συνεδρίῳ, τιθέντες ὑπὸ τὴν ὄψιν τήν τε Ῥοδίων βαρύτητα καὶ τὴν αὑτῶν περίστασιν. καὶ τέλος εἰς τοῦτ' ἤγαγον τὴν σύγκλητον ὥστε πέμψαι πρεσβευτὰς εἰς τὴν Ῥόδον τοὺς διασαφήσοντας ὅτι, τῶν ὑπομνηματισμῶν ἀναληφθέντων ὧν οἱ δέκα πρέσβεις ἐποιήσαντο κατὰ τὴν Ἀσίαν, ὅτε τὰ πρὸς Ἀντίοχον ἐχείριζον, εὕρηνται Λύκιοι δεδομένοι Ῥοδίοις οὐκ ἐν δωρεᾷ, τὸ δὲ πλεῖον ὡς φίλοι καὶ σύμμαχοι. τοιαύτης δὲ γενομένης διαλύσεως, οὐδ' ὅλως ἤρεσκε πολλοῖς τὸ γεγονός. 301 ἐδόκουν γὰρ οἱ Ῥωμαῖοι τὰ κατὰ τοὺς Ῥοδίους καὶ Λυκίους διαγωνοθετεῖν θέλοντες ἐκδαπανᾶσθαι τὰς παραθέσεις τῶν Ῥοδίων καὶ τοὺς θησαυρούς, ἀκηκοότες τήν τε νυμφαγωγίαν τὴν νεωστὶ τῷ Περσεῖ γεγενημένην ὑπ' αὐτῶν καὶ τὴν ἀνάπειραν τῶν πλοίων. συνέβαινε γὰρ βραχεῖ χρόνῳ πρότερον ἐπιφανῶς καὶ μεγαλομερῶς ταῖς παρασκευαῖς ἀναπεπειρᾶσθαι τοὺς Ῥοδίους ἅπασι τοῖς σκάφεσι τοῖς ὑπάρχουσιν αὐτοῖς. καὶ γὰρ ξύλων πλῆθος εἰς ναυπηγίαν ἐδίδοτο παρὰ τοῦ Περσέως τοῖς Ῥοδίοις, καὶ στελγίδα χρυσῆν ἑκάστῳ τῶν ἀφρακτιτῶν ἐδεδώρητο τῶν νεωστὶ νενυμφαγωγηκότων αὐτῷ τὴν Λαοδίκην.
51.1.2
Ὅτι ὁ Παρθαμάσιρις βίαιόν τι ἐποίησε. γράψας δὲ δὴ τὰ πρῶτα τῷ Τραιανῷ ὡς βασιλεύς, ἐπειδὴ μηδὲν ἀντεγράφη, ἐπέστειλέ τε αὖθις τὸ ὄνομα τοῦτο περικόψας καὶ ᾔτησε Μάρκον Ἰούνιον τὸν τῆς Καππαδοκίας ἄρχοντα πεμφθῆναί οἱ ὡς καὶ δι' αὐτοῦ τι αἰτησόμενος. ὁ οὖν Τραιανὸς ἐκείνῳ μὲν τὸν τοῦ Ἰουνίου 429 υἱὸν ἔπεμψεν, αὐτὸς δὲ μέχρι Σαμωσάτου προχωρήσας καὶ ἀμαχεὶ αὐτὰ παραλαβὼν ἐς τὰ Σάταλα ἦλθε καὶ Ἀγχίαλον τὸν Ἡνιόχων τε καὶ Μαχελόνων βασιλέα δώροις ἠμείψατο. ἐν δὲ Ἐλεγείᾳ τῆς Ἀρμενίας τὸν Παρθαμάσιριν προσεδέξατο. καθῆστο δὲ ἐπὶ βήματος ἐν τῷ ταφρεύματι· καὶ ὃς ἀσπασάμενος αὐτὸν τό τε διάδημα ἀπὸ τῆς κεφαλῆς ἀφεῖλε καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε, σιγῇ τε εἱστήκει καὶ προσεδόκα αὐτὸ ἀπολήψεσθαι. συμβοησάντων δὲ ἐπὶ τούτῳ τῶν στρατιωτῶν καὶ αὐτοκράτορα τὸν Τραιανὸν ὡς καὶ ἐπὶ νίκῃ τινὶ ἐπικαλεσάντων (νίκην γὰρ ἀσέλινον ἄναιμον ὠνόμαζον, ὅτι τὸν βασιλέα τὸν Ἀρσακίδην, τὸν Πακόρου παῖδα, τὸν Ὀσρόου ἀδελφιδοῦν, προσεστηκότα αὐτῷ ἄνευ διαδήματος εἶδον ὥσπερ αἰχμάλωτον), ἐξεπλάγη τε καὶ ἐνόμισεν ἐπὶ ὕβρει καὶ ὀλέθρῳ αὑτοῦ γεγονέναι. καὶ μετεστράφη μὲν ὡς καὶ φευξούμενος, ἰδὼν δὲ ὅτι περιεστοίχισται ἐξῃτήσατο τὸ μὴ ἐν τῷ ὄχλῳ τι εἰπεῖν, καὶ οὕτως ἐς τὴν σκηνὴν ἐσαχθεὶς οὐδενὸς ἔτυχεν ὧν ἐβούλετο. ἐκπηδήσαντος οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου, μετεπέμψατο αὐτὸν ὁ Τραιανός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκουόντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας σφίσιν εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο ὁ Παρθαμάσιρις οὐκ ἔτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλ' ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν ἀπολήψεται ὥσπερ καὶ ὁ Τιριδάτης παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ ὁ Τραιανὸς πρός τε τἄλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη (Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον ἕξειν), ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν. καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων τῶν συνόντων οἱ ἀπέπεμψεν, ἀγωγοὺς σφίσιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς· τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετ' αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ ἤδη ὄντας, μεῖναι.