De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
537.1.1
ὑψηλὸν ἔστησαν ἐπὶ τῆς πρῴρας καὶ τὰς χεῖρας ὤρεγον ἐς τὸν Σκιπίωνα ἱκετῶν τρόπον. ὁ δὲ αὐτοὺς ἐκέλευσεν ἥκειν ἐς τὸ στρατόπεδον καὶ ἐλθοῦσιν ἐφ' ὑψηλοῦ προκαθήμενος ἐχρημάτιζεν. οἱ δὲ μετ' οἰμωγῆς ἑαυτοὺς ἐρρίπτουν ἐς τὸ ἔδαφος, καὶ τῶν ὑπηρετῶν ἀνιστάντων καὶ λέγειν κελευόντων ὅ τι θέλοιεν, Ἀσδρούβας ὁ Ἔριφος εἶπεν· ἐμοὶ μὲν ἔστιν, ὦ Ῥωμαῖοι, καὶ Ἄννωνι τῷδε, καὶ ὅσοι Καρχηδονίων εὔφρονες, καθαρεύειν ἁμαρτημάτων ὧν ἡμῖν ἐπικαλεῖτε· τοὺς γὰρ πρέσβεις ὑμῶν, ἐς οὓς ἐξήμαρτεν ἡ πατρὶς ἄκουσα ὑπὸ λιμοῦ, περιεσώζομεν καὶ πρὸς ὑμᾶς ἐπέμπομεν. χρὴ δ' ὑμᾶς μηδὲ Καρχηδονίων καταγινώσκειν ἁπάντων, οἵ γε τὴν εἰρήνην καὶ πρότερον ᾔτησαν καὶ λαβόντες προθύμως ὤμνυον. εἰσὶ δ' αἱ πόλεις ἐπὶ τὸ χεῖρον εὐεπίτρεπτοι, καὶ τὸ πρὸς χάριν ἀεὶ παρὰ τοῖς πλήθεσιν ἐπικρατεῖ. ἃ καὶ ἡμεῖς ἐπάθομεν οὔτε πεῖσαι δυνηθέντες τὸ πλῆθος οὔτε ἐπισχεῖν διὰ τοὺς ἐκεῖ μὲν διαβαλόντας ἡμᾶς, παρὰ δ' ὑμῖν τὴν παρρησίαν ἀφῃρημένους. μὴ δὴ ἀπὸ τῆς ὑμετέρας εὐπειθείας ἢ εὐβουλίας, ὦ Ῥωμαῖοι, τὰ παρ' ἡμῖν κρίνετε, ἀλλ', εἴ τῳ καὶ τὸ πεισθῆναι τοῖς ἐπιτρίβουσιν ἀδίκημα εἶναι δοκεῖ, τὸν λιμὸν ὑπείδεσθε καὶ τὴν ἀνάγκην, ἣ γέγονεν ἡμῖν ὑπὸ τοῦ πάθους. οὐ γὰρ δὴ τῶν αὐτῶν ἔργον ἑκούσιον ἦν ἄρτι μὲν περὶ εἰρήνης παρακαλεῖν καὶ χρήματα τοσαῦτα διδόναι καὶ τῶν νεῶν τῶν μακρῶν πλὴν ὀλίγων ἀφίστασθαι καὶ τὸ πολὺ τῆς ἀρχῆς ὑμῖν παριέναι καὶ περὶ τῶνδε ὀμνύναι τε καὶ ὁρκοῦν πέμψαντας ἐς Ῥώμην, ἔτι δ' ὄντων τῶν ἡμετέρων πρέσβεων παρ' ὑμῖν ἑκόντας ἁμαρτεῖν, ἀλλὰ μάλιστα μὲν θεῶν τις ἔβλαπτε καὶ ὁ χειμὼν ὁ τὴν ἀγορὰν ὑμῶν ἐς Καρχηδόνα καταγαγών, ἐπὶ δὲ τῷ χειμῶνι ὁ λιμὸς ἡμᾶς ἀφείλετο μὴ καλῶς ὑπὲρ τῶν ἀλλοτρίων φρονῆσαι πάντων ἐνδεεῖς ὄντας. οὐδὲ λογισμὸν αἰτεῖν ἄξιον παρὰ πλήθους ἀσυντάκτου καὶ ἀτυχοῦντος. εἰ δὲ καὶ ὣς ἀδικεῖν ὑμῖν δοκοῦμεν, οὐκ ἀτυχεῖν, ὁμολογοῦμεν, καὶ δι' αὐτὸ καὶ παρακαλοῦμεν. ἔστι δὲ τῶν μὲν οὐδὲν ἁμαρτόντων δικαιολογία, τῶν δὲ ἁμαρτόντων παράκλησις. ἐφ' ᾗ ταχύτερός ἐστιν ὁ τῶν εὐτυχούντων ἔλεος τὰ ἀνθρώπεια ὑφορωμένων, ὅτ' ἂν αἴσθωνται διὰ τὰς αἰφνιδίους μεταβολὰς παρακαλοῦντας τοὺς ἐχθὲς ἀδικεῖν δυναμένους. οἷα Καρχηδόνιοι, πόλις ἡ τῆς Λιβύης μεγίστη καὶ δυνατωτάτη ναυσὶ 538 καὶ χρήμασιν ὁμοῦ καὶ ἐλέφασι καὶ στρατῷ πεζῷ τε καὶ ἱππικῷ καὶ ὑπηκόοις πολλοῖς, ἑπτακοσίοις ἔτεσιν ἀνθήσασα καὶ Λιβύης πάσης καὶ ἄλλων ἐθνῶν καὶ νήσων καὶ θαλάσσης τοσῆσδε ἄρξασα καὶ ὑμῖν αὐτοῖς ἐς ἀμφήριστον ἐπὶ πλεῖστον ἐλθοῦσα, νῦν οὐκ ἐν τῇ θαλάσσῃ καὶ ταῖς ναυσίν, οὐδ' ἐν τοῖς ἐλέφασι καὶ ἵπποις, οὐδ' ἐν τοῖς ὑπηκόοις, ὧν πάντων ὑμῖν ἀφίσταται, τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλ' ἐν αὐτοῖς ὑμῖν ἔχει τοῖς προπεπονθόσι κακῶς. ἃ χρὴ θεωροῦντας ὑμᾶς καὶ τὴν ἐπ' αὐτοῖς νέμεσιν φυλασσομένους μετριοπαθῶς χρῆσθαι ταῖς εὐπραξίαις καὶ τῆς σφετέρας αὐτῶν, ὦ Ῥωμαῖοι, μεγαλοφροσύνης καὶ τῆς Καρχηδονίων ποτὲ τύχης ἄξια πράσσειν, τὰς δὲ τοῦ δαιμονίου μεταβολὰς ἀνεπιφθόνως ἐν ταῖς ἡμετέραις συμφοραῖς διατίθεσθαι, ἵνα καὶ πρὸς τοὺς θεοὺς ἀναμάρτητα ᾖ τὰ ὑμέτερα ὑμῖν, καὶ πρὸς ἀνθρώπους ἀξιέπαινα πάντας. οὐ γὰρ δὴ μὴ μετάθωνταί γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἐστίν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δ' ἀναμαρτησίας τοῖς μὲν σώφροσιν ἡ εὐβουλία φυλακή, τοῖς δ' ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι, βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδ' ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι· τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δ' εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδ' εὐκλεὲς οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστι πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον ἢ περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δὲ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ἀρχῆς ποτε ἀξίωμα, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, ἣ μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφ' ὑμῖν τὰ ἑαυτῶν τιθεμένους. Τοσαῦτ' εἰπὼν ὁ Σέριφος ἐπέκλαυσεν. ὁ δὲ Σκιπίων μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν ἀρίστων ἐπὶ πολύ. ὡς δ' ἔκρινεν, ἐσκαλέσας αὐτοὺς ἔλεγεν ὧδε· ἐστὲ μὲν οὐδεμιᾶς συγγνώμης ἄξιοι, πολλάκις ἐς σπονδὰς ἡμῶν ὑβρίσαντες καὶ τὰ τελευταῖα νῦν καὶ ἐς πρεσβείας ἁμαρτόντες οὕτω φανερῶς καὶ ἀθεμίτως, ὡς μήτε ἐξαρνεῖσθαι μήτε ἀντιλέγειν ὅτι μὴ τῆς ἐσχάτης 539 ἐστὲ τιμωρίας ἄξιοι. τί δὲ δεῖ κατηγορεῖν τῶν ὁμολογούντων; ἐς ἱκεσίας καταφεύγετε οἱ μηδ' ὄνομα Ῥωμαίων ὑπολιπόντες ἄν, εἰ ὑμεῖς ἐκρατήσατε. ἀλλ' ἡμεῖς μὲν οὐδέποθ' ὑμῖν ὅμοια ποιήσομεν, ἐπεὶ καὶ τοὺς πρέσβεις ὑμῶν ἔτι ὄντας ἐν Ῥώμῃ, παρεσπονδηκότων ὑμῶν καὶ ἐς πρέσβεις ἁμαρτόντων, ἥ τε πόλις ἀπέλυσε, κἀγὼ καταχθέντας ἐς τὸ στρατόπεδον πρὸς ὑμᾶς ἤδη πολεμοῦντας ἀπέλυσα ἀπαθεῖς. χρὴ δ' ὑμᾶς καταγινώσκοντας αὑτῶν, ὅ τι ἂν λάβητε, κέρδος ἡγεῖσθαι. λέξω δ' ἅ μοι δοκεῖ, καὶ ἡ σύγκλητος ἐπιψηφιεῖ ἃ ἂν δοκιμάσῃ. δίδομεν ὑμῖν τὴν εἰρήνην ἔτι καὶ νῦν, ὦ Καρχηδόνιοι, ἢν τάς τε ναῦς τὰς μακρὰς παραδιδῶτε Ῥωμαίοις χωρὶς δέκα μόνων καὶ τοὺς ἐλέφαντας, ὅσους ἔχετε, καὶ ὅσα ἡρπάσατε πρώην, ἢ τὴν τῶν ἀπολωλότων τιμήν, ἐμοῦ τὰ ἀμφίβολα κρίνοντος, καὶ αἰχμάλωτα πάντα καὶ αὐτομόλους, ὅσους Ἀννίβας ἐξ Ἰταλίας ἤγαγεν. ταῦτα μὲν ἐν τριάκοντα ἡμέραις, ἀφ' οὗ ἂν ἡ εἰρήνη κριθῇ· ἐν δ' ἑξήκοντα ἡμέραις Μάγωνα χρὴ Λιγύων ἀποστῆναι, καὶ τὰς φρουρὰς ὑμᾶς ἐξαγαγεῖν ἐκ τῶν πόλεων ὅσαι τῶν Φοινικίδων τάφρων ἐκτός εἰσιν, καὶ ὅσα αὐτῶν ἔχετε ὅμηρα ἀποδοῦναι, καὶ ἐς Ῥώμην ἑκάστου ἔτους ἀναφέρειν Εὐβοϊκὰ τάλαντα διακόσια ἐπὶ πεντήκοντα ἐνιαυτούς, καὶ μήτε ξενολογεῖν ἀπὸ Κελτῶν ἢ Λιγύων ἔτι, μήτε Μασσανάσσῃ μήτε ἄλλῳ Ῥωμαίων φίλῳ πολεμεῖν, μηδὲ στρατεύειν τινὰ Καρχηδονίων ἐπ' ἐκείνους ἀπό γε τοῦ κοινοῦ. τὴν δὲ πόλιν ὑμῖν ἔχειν καὶ τὴν χώραν, ὅσην ἐντὸς τῶν Φοινικίδων τάφρων εἴχετε ἐμοῦ διαπλέοντος ἐς Λιβύην, Ῥωμαίων τε εἶναι φίλους καὶ συμμάχους κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἢν ἀρέσκῃ ταῦτα τῇ βουλῇ· ἀρεσάντων δέ, Ῥωμαίους ἀναχωρεῖν ἐκ Λιβύης πεντήκοντα καὶ ἑκατὸν ἡμέραις. ἀνοχὰς δὲ ἢν ἐθέλητε λαβεῖν ἔστε πρεσβεύσητε ἐς Ῥώμην, δώσετε μὲν ἡμῖν αὐτίκα ὅμηρα πεντήκοντα καὶ ἑκατὸν παῖδας, οὓς ἂν αὐτὸς ἐπιλέξωμαι, δώσετε δὲ ἐς δαπάνην τῇ στρατιᾷ τάλαντα ἄλλα χίλια καὶ ἀγοράν. καὶ γενομένων τῶν σπονδῶν ἀπολήψεσθε τὰ ὅμηρα. Ταῦτα τοῦ Σκιπίωνος εἰπόντος, οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περί τινων ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δ' ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι 540 μᾶλλον ἢ τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν καὶ ἠγανάκτουν, εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφ' ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δ' ἔγνωσαν Ἀννίβαν ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δ' ἐν πόλει Βαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. ὁ δ' ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. ὁ δὲ δῆμος καὶ τόνδε ὑπὸ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι τῆς πόλεως ἀπογνόντας. οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι ὁλκάδας ἐπ' αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν ὅ τι ἂν ἡ τύχη κρίνῃ, μᾶλλον ἢ Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι καὶ συνετίθεντο τῷ Σκιπίωνι καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην· καὶ ὁ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο εἰσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβὼν καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν τοῖς ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφ' ἑαυτοῦ συνθήσεται. Οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, ἣ πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν ἢ τρίτην εἶχεν ἡγεμονίαν· οἱ σύμβουλοι δ' ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπὲς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν· οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν ἡ φροντίς, ὦ ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων ἀμελήσωμεν ἐν τοῖς μείζοσιν· ἃ 541 μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλ' ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, ἣ καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο. οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δ' ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλ' ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, ὃ πάντας ἐξαιρεῖν δύναται λογισμούς. Ἐγὼ δ' οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων (οὐ γὰρ ἄξιον), οὐδ' ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι· ἃ δ' ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τῶνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων, τούς τε αὖ μετ' ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Βολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον, καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δ' ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν οὐδὲ τοὺς ἄλλους, ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδ' ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρυττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον ἢ νουθετεῖν. Τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξομεν τὴν φύσιν, ᾗ χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν ἡ πόλις αὕτη; δι' αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλ' ὅτι πολλάκις παρεσπόνδησεν εἰς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαν 542 τες. ἀλλ' ὅτι μικρὰν νῦν ὑφίσταται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων ὁ πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιβύων ἑτέρους ἄγει πολλούς, καὶ Βερμινᾶς ὁ Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρ' ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δ' οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐς αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν. ἃ καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ὑμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δ' ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δ' ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον ἔτι συνορᾶν ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδ' ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνε καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. ὃ καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. Εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας· οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δ' αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὐξῆσαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι· νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχέσονται, ὕστερον δ' ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, 543 οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί. Εἰ δ' ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δ' αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; ἃ μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. ἢ τοῦτο μὲν οὐ πράξομεν νέμεσίν τε θεῶν φυλαττόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δ' ἔχειν δώσομεν; ἀλλ' εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδ' ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλ' ἡ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει· πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεῖ. ἀλλ' ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δὲ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. ἃ καὶ αὐτά μοι δοκεῖ συνιδὼν ὁ Σκιπίων κελεύειν ὑμῖν δέχεσθαι καὶ τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ. Ὁ μὲν οὕτως εἶπεν, Πούπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξασθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως· τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολεμίοις, ὦ ἄνδρες, χρήσιμον· καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δ' ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Καρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν ᾧ πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξῆσαι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδ' ἀμετρίας μοι δοκῶ δόξαν οἴεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται, καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων. οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ 544 νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δ' αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν. Οὗτοι Ζακανθαίους, πόλιν Ἰβηρίας ἐπιφανῆ σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερράνων δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μάρκον τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπὸ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δ' Ἀννίβας ἢ πολεμῶν ἢ ἐνεδρεύων ἢ παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ τὰς πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν, πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δ' αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δ' ἀλλήλοις μονομαχεῖν ἐκέλευον ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δ' ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν. Τούτοις οὖν τίς ἐστιν ἔλεος ἢ μετριοπάθεια παρ' ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδ' ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδ' ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν· ἀλλὰ πίστις ἐστὶ βέβαιος ἡ δεξιά. ποία; τίς σπονδή, τίς 545 ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα οὖν, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμότητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλ' ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ μὲν νενικημένων, ᾧ πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δ' ἡμεῖς, καί, ὅ τι ἂν δῶμεν, εἴσονται χάριν οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοις ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν [δ'] ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι· τὰ δ' ἀμφίλογα εὐπροφάσιστα. ὅτ' ἂν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφ' ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δ' ὅ τι ἂν παρ' ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν· εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει. Τοιαῦτα καὶ ὁ Πούπλιος εἶπεν· ἡ δὲ βουλὴ κατὰ ἄνδρα παρ' ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην οἱ πλείους συνέδραμον. ἐγίνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ ὁ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν· εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς ἐς ἀεὶ φόβον καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνίᾳ. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε Ῥωμαίοις Κάτων ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. ὁ δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνεν.