Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
53.1.1
Ὅτι ἡ σύγκλητος, παραγενομένων τῶν ἐκ τῆς Ῥόδου πρεσβευτῶν, διακούσασα τῶν λόγων ὑπερέθετο τὴν ἀπόκρισιν. ἡκόντων δὲ τῶν Δαρδανίων καὶ περὶ τοῦ πλήθους τῶν Βασταρνῶν καὶ περὶ τοῦ μεγέθους τῶν ἀνδρῶν καὶ τῆς ἐν τοῖς κινδύνοις τόλμης ἐξηγουμένων, καὶ διασαφούντων περὶ τῆς Περσέως κοινοπραγίας καὶ τῶν Γαλατῶν, καὶ φασκόντων τοῦτον ἀγωνιᾶν μᾶλλον ἢ τοὺς Βαστάρνας καὶ διὰ ταῦτα δεομένων σφίσι βοηθεῖν, παρόντων δὲ καὶ Θετταλῶν καὶ συνεπιμαρτυρούντων τοῖς Δαρδανίοις, καὶ παρακαλούντων καὶ τούτων ἐπὶ τὴν βοήθειαν, ἔδοξε τῇ συγκλήτῳ πέμψαι τινὰς τοὺς αὐτόπτας ἐσομένους τῶν προσ 302 αγγελλομένων. καὶ παραυτίκα καταστήσαντες Αὖλον Ποστόμιον ἐξαπέστειλαν καὶ σὺν τούτῳ τινὰς τῶν νέων./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους λόγος κζʹ.*/
53.1.2
Ὅτι τοῦ Τραιανοῦ ἐς Μεσοποταμίαν ἐλθόντος, καὶ τοῦ Μάννου ἐπικηρυκευσαμένου, καὶ τοῦ Μανισάρου πρέσβεις ὑπὲρ εἰρήνης διὰ τὸ τὸν Ὀσρόην ἐπιστρατεύειν αὐτῷ πέμψαντος καὶ τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας ἑαλωκυίας ἀποστῆναι ἑτοίμως ἔχοντος, οὔτε ἐκείνῳ πιστεύσειν τι ἔφη πρὶν ἂν ἐλθὼν πρὸς αὐτόν, ὥσπερ ὑπισχνεῖτο, τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσῃ, καὶ τὸν Μάννον ὑπώπτευεν ἄλλως τε καὶ ὅτι συμμαχίαν Μηβαρσάπῃ τῷ τῆς Ἀδιαβηνῆς βασιλεῖ πέμψας πᾶσαν αὐτὴν ὑπὸ τῶν Ῥωμαίων ἀποβεβλήκει. διόπερ οὐδὲ τότε ἐπιόντας αὐτοὺς ὑπέμεινεν, ἀλλ' ἐς τὴν Ἀδιαβηνὴν πρὸς ἐκείνους ἐξεχώρησε. καὶ οὕτω τά τε Σίγγαρα καὶ ἄλλα τινὰ ἀμαχεὶ διὰ τοῦ Λουσίου κατεσχέθη.

Intertext edge

Open linked passage

Note