Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
572.1.1
μὴ νῦν ἀπεχθείας παλαιὰς ὁρᾶν μᾶλλον ἢ ὅπως τι τῷ κοινῷ γένοιτο πάντως ὠφέλιμον. εὐθὺς οὖν ὁ βασιλεὺς τὴν βουλὴν συγκαλέσας γνώμην αὐτοῖς προύθηκεν, ὅ τι δέοι ποιῆσαι. οἱ δὲ ἀμφοτέροις μὲν οὐκ ἔφασαν ἱκανὸν τὸ δημόσιον εἶναι συντάξεις τε καὶ μισθὸν ἐπαρκέσαι προχείρως, ὁπότε γε μηδὲ αὐτοῖς μόνοις τοῖς στρατιώταις ἀμέμπτους ὑποτελεῖν τὰς χορηγίας δυνάμεθα. ὁπότερον δὲ αὐτῶν δεῖ φίλον προελέσθαι, τούτου κύριον αὐτὸν τὸν βασιλέα καθίστασαν. ὁ δὲ ἐπὶ τὴν αὐλὴν τούς τε κατὰ τὴν πόλιν στρατιώτας καλέσας καὶ τὰς σχολὰς ἁπάσας, ἀναβὰς ἐπὶ βῆμα πολλὰ τοῦ Θευδερίχου κατηγόρει, ἐν τούτοις ὅπως τε τοῖς Ῥωμαίοις ἐχθρὸς ἄνωθεν εἴη, καὶ ὡς ἐλυμήνατο τοῖς τὴν Θρᾴκην οἰκοῦσι χεῖράς τε ἀποτέμνων ἅμα τῷ Ἁρματίῳ καὶ τὸ γεωργοῦν ἅπαν ποιήσας ἀνάστατον· ὅπως τε τυραννίδα πάλιν ἐπὶ τοῖς κοινοῖς τὴν Βασιλίσκου ἐπήγειρε καὶ ὡς τοὺς στρατιώτας ἐκεῖνον ἀνέπεισεν ἐκποδὼν ποιήσασθαι, ὡς τῶν Γότθων ἀρκούντων. καὶ νῦν δὲ πρεσβεύεσθαι οὐκ εἰρήνης γε μᾶλλον ἢ στρατηγίας δεόμενον. ἣν οὖν ἔχετε γνώμην καὶ ὑμεῖς περὶ τούτων, ταύτην, ἔφη, παρ' ὑμῶν ἀκοῦσαι βουλόμενος νυνὶ παρεκάλεσα, εἰδὼς τῶν βασιλέων τούτους ἀσφαλῶς πράττειν, οἳ ἂν τὰ βουλεύματα τοῖς στρατιώταις κοινώσουσιν. οἱ δὲ ἧς κατέτεινε κατηγορίας ἀκούσαντες καὶ ἐκ ταύτης διδαχθέντες ὃ χρῆν ἀποκρίνασθαι πάντες ἀνεβόησαν ἐχθρὸν εἶναι Ῥωμαίοις Θευδέριχον καὶ πάντας, εἴ τις ἐκείνῳ συνέστηκεν. οὐ μέντοι τοῖς πρέσβεσι ταύτην εὐθὺς ἔδωκεν ἀπόκρισιν ὁ Ζήνων, ἀλλ' ἐπεῖχεν, ἕως τι πλέον ἀκούσει τῶν ἔξωθεν. ἐν τούτῳ δὲ γράφοντες τὰ ἔνδον γινόμενα τῶν ἐν τῇ πόλει τινὲς τῷ Θευδερίχῳ ἑάλωσαν, Ἄνθιμός τε ἰατρὸς καὶ Μαρκελλῖνος καὶ Στέφανος, καὶ οὐ μόνον ἑαυτῶν ἐπιστολὰς ἔπεμπον, ἀλλὰ καὶ τῶν ἐν τέλει πλαττόμενοι γράμματα ἐκείνῳ ἐπέστελλον θαρσύνειν βουλόμενοι, ὡς ἱκανοὺς ἔχοντα τοὺς συμπράττοντας ἔνδον. καὶ τρεῖς τῶν ἀπὸ βουλῆς, τοῦ μαγίστρου παρόντος, ἐξετάσαντες ταῦτα καὶ πληγὰς τὰ σώματα πολλὰς ἐπιθέμενοι φυγὴν εἰς ἅπαξ ἐπέθηκαν. δῆθεν γὰρ ἀπέχεσθαι θανάτου καὶ σφαγῶν δοκεῖν ὁ Ζήνων ἐβούλετο. 5. Ὅτι τῷ αὐτῷ ἔτει πρέσβεις ἐκ Καρχηδόνος ἐς Βυζάντιον ἦλθον, οὓς Ἀλέξανδρος ἦγεν ὁ τῆς Ὀλυβρίου γυναικὸς ἐπίτροπος· 573 ὃς ἐτύγχανε πεμφθεὶς ὑπὸ Ζήνωνος πάλαι, συνθελούσης καὶ αὐτῆς τοῦτο τῆς Πλακιδίας. ἔλεγον δὲ οἱ πρέσβεις ὅτι Ὀνώριχος φίλος τε τῷ βασιλεῖ καθεστήκοι ἀδόλως καὶ στέργοι τὰ Ῥωμαίων, καὶ ἀφίησι πάντα, ἃ πρόσθεν ἐνεκάλει περί τε τῶν προσόδων καὶ τῶν ἄλλων χρημάτων, ἃ τῆς αὐτοῦ γυναικὸς προειλήφει ὁ Λέων, καὶ ὅσα τῶν ἐμπόρων τῶν ἐκ τῆς Καρχηδόνος ἄρτι καθισταμένου τοῦ πολέμου ἐλήφθη, καὶ εἴ τι ἄλλο πάλαι ὁ πατὴρ πρὸς Ῥωμαίους ὁπωσοῦν ἔσχεν αἰτίαν· τήν τε εἰρήνην ἔχειν ἀξιοίη βεβαίαν, καὶ μηδὲν εἶναι λοιπὸν τοῖς Ῥωμαίοις ὕποπτος τῷ μὴ οὐχὶ γνησίως τὰς σπονδὰς ἐμπεδώσειν καὶ ὅσα ἤδη συνέκειτο. εἰδέναι γὰρ χάριν, ὅτι τὴν Ὀλυβρίου τετιμήκοι γυναῖκα· καὶ ταῦτα πυθόμενος πάντα ἕτοιμος ἦν βασιλεῖ πράττειν ἃ βούλοιτο. ἦν δὲ τοῦτο πρόσχημα εὐπρεπὲς τῷ λόγῳ, ἐπεὶ τό γε ἀληθὲς πᾶσαν ἐδεδοίκεσαν ὑποψίαν πολέμου, καὶ μετὰ τὸν θάνατον Γινζιρίχου πεσόντες ἐς πᾶσαν μαλακίαν οὔτε τὴν αὐτὴν ῥώμην ἐς πράγματα ἔσχον οὔτε τὰς αὐτὰς ἔτι συνεῖχον παρασκευάς, ἃς ἐκεῖνος πρὸς πᾶσαν πρᾶξιν εἶχεν ἐφόρμους, ὡς θᾶττον ἀεὶ πράττειν ἢ ὡς ἂν ἄλλοι βουλεύσαιντο. δεξάμενος δὲ αὐτοὺς φιλοφρόνως ὁ Ζήνων τιμῆς μὲν ἠξίωσε δεούσης τοὺς πρέσβεις, καὶ δώροις ἀπέπεμψε τοῖς πρέπουσι κοσμήσας, Ἀλέξανδρον δὲ ποιεῖ τῶν πριβάτων κόμητα. 6. Ὅτι συνθήκας πρὸς ἀλλήλους ποιησάμενοι Θευδέριχος καὶ ὁ Τριαρίου οἱ Γότθοι μὴ πολεμεῖν ἀλλήλοις πέμπουσιν ἄμφω πρέσβεις ἐπὶ τὸ Βυζάντιον, ὁ μὲν τοῦ Βαλαμείρου τῷ βασιλεῖ ἐγκαλῶν ὅτι προδεδομένος ὑπ' ἐκείνου τυγχάνει, καὶ ὡς τῶν συντεθέντων οὐδὲν εὑρὼν ἀληθὲς Θευδερίχῳ συμβαίη, αἰτῶν δὲ χώραν αὐτῷ, ἐν ᾗ μένοι, δοθῆναι καὶ σῖτον, ὅστις αὐτῷ καὶ μέχρι καρποῦ τὸν στρατὸν ἐξαρκέσει διάγειν, καὶ τοὺς προαγωγέας τῶν λημμάτων τῆς ἀρχῆς, οὓς δομεστίκους καλοῦσι Ῥωμαῖοι, ἐκπέμπειν ὡς τάχιστα, λόγον διδόντας ὧν ἔλαβον· ἢ μὴ ταῦτα ποιουμένων πρὸς αὐτὸν τῶν Ῥωμαίων οὐ δυνήσεσθαι αὐτὸς πολὺν ὄχλον κατέχειν τοῦ μὴ ὅθεν δύναιντο δι' ἁρπαγῆς ἑαυτοῖς ἐπανορθοῦσθαι τὴν ἔνδειαν. ταῦτα μὲν ὁ ἕτερος Θευδέριχος ἔλεγεν· ὁ μέντοι Τριαρίου τά τε ἐπὶ Λέοντος συντεθέντα ἠξίου αὐτῷ πάντως γενέσθαι, καὶ τῶν προτέρων χρόνων τὰς συντάξεις λαμβάνειν, τούς τε κηδεστὰς αὐτῷ ζῶντας ἀποδοθῆναι· εἰ δὲ καὶ ἄρα τεθνήκασι, τὸν 574 Ἰλλοῦν περὶ τούτων ἐπομόσαι καὶ ἄλλους, οἷς αὐτὸς ἐπὶ τούτῳ τῶν Ἰσαύρων πιστεύει. Ζήνων δὲ πυθόμενος πρὸς μὲν τὸν Βαλαμείρου ἀπεκρίνατο, ὅτι αὐτὸς εἴη προδότης καὶ πάντα ἐναντία οἷς ὑπέσχετο δράσας, ὅστις διαπολεμεῖν ὑποσχόμενος μόνος εἶτα καὶ βοήθειαν προσκαλέσηται ἄλλην, πάλιν δὲ τὴν δύναμιν τῶν Ῥωμαίων καλέσας κρύφα πρὸς Θευδέριχον πράττει περὶ φιλίας· οὗ δὴ καὶ αἰσθόμενον τὸν στρατηγὸν τῆς Θρᾴκης καὶ τοὺς ἄλλους, ὁπόσοι τὰ Ῥωμαίων φρονοῦσι, μήτε ἀπηντηκέναι μήτε συμβάλλειν αὐτῷ τὰς δυνάμεις θαρσῆσαι φοβουμένους ἐνέδραν. νῦν τε, εἰ θελήσαι πρὸς αὐτὸν πολεμῆσαι, ἐπαγγέλλεσθαι αὐτῷ ταῦτα δώσειν νικῶντι, χρυσίου λίτρας χιλίας, μυριάδας δʹ ἀργυρίου, πρόσοδόν τε πρὸς τούτοις νομισμάτων μυρίων· καὶ γάμον αὐτῷ δώσειν τῆς Ὀλυβρίου παιδὸς ἢ ἄλλης τῶν ἐνδόξων γυναικῶν ἐν τῇ πόλει. ταῦτά τε ἅμα λέγων τῶν τε ἀποσταλέντων παρ' αὐτοῦ τοὺς πλείονας ἀξίαις ἐτίμησε καὶ πρέσβεις ἀπέστειλε πρῶτον μὲν Φιλόξενον, εἶτα Ἰουλιανόν, εἴ πως ἄρα δύναιντο μεταπεῖσαι ξυρραγῆναι ἐκείνῳ. ὡς δὲ οὐδὲν ἔπειθεν, πέμψας τοὺς στρατιώτας ἐς τὸν πόλεμον ὥρμα καὶ παρεκάλει θαρσεῖν ὡς αὐτὸς ἐκστρατεύσων καὶ κοινῇ σὺν ἐκείνοις ὅ τι ἂν δέοι πεισόμενος. οἱ δὲ ὡς ἐπήκουσαν ὅτι αὐτὸς βασιλεὺς ἐξάγειν ἐθέλοι, οὕτως ἕκαστος αὐτῶν ἠπείγετο ἑαυτὸν ἐπιδεῖξαι βασιλεῖ πολλοῦ ἄξιον ὄντα, ὥστε καὶ οἱ πρότερον τοῖς ἡγεμόσιν αὐτῶν ἐφ' ᾧ μὴ στρατεύοιντο ἀργύριον διδόντες πάλιν εἰς τὸ μετέχειν τῆς ἐξόδου παρεῖχον. καὶ πάντες ἀνθήπτοντο τοῦ πολέμου ὀργῶντες, καὶ τούς τε κατασκόπους τοὺς παρὰ Θευδερίχου πεμφθέντας ἐζώγρησαν, καὶ τῆς τοῦ Βαλαμείρου φυλακῆς μοῖραν ἐλθοῦσαν ἐπὶ τὸ Μακρὸν τεῖχος οἱ ἐκεῖ φυλάττοντες διαπρεπῶς ἀπεκρούσαντο. ἐπεὶ δὲ εἰς τὴν αὐτοῦ φερόμενος ὁ Ζήνων ἀνεχώρησε φύσιν καὶ ὑπὸ τῆς συμφύτου ἀπεσβέσθη δειλίας, ἐνταῦθα ὀργίζονται καὶ χαλεπῶς ἔφερον κατὰ συστάσεις τε γινόμενοι ἐμέμφοντο ἀλλήλους τῆς ὅλης ἀτολμίας, εἰ χεῖράς τε ἔχοντες καὶ βαστάζοντες ὅπλα μαλακίας τοιαύτης ἀκούειν ἀνέχονται, δι' ἧς πόλεις ἅπασαι καὶ ἡ πᾶσα Ῥωμαίων ἰσχὺς ἐξαπόλωλε, πάντων ἐπ' ἐξουσίας περικοπτόντων ἃ βούλοιντο. τοῦτον ὁ Μαρτινιανὸς συναισθόμενος τὸν θροῦν πέμπει Ζήνωνι λέγων ὅτι δεῖ τὸ στρατόπεδον ὡς τάχιστα διαλύειν, μή τι καὶ νεώτερον συνεστη 575 κότες ἐργάσωνται. πέμψας οὖν ἐκέλευεν ἀπιέναι ἑκάστους ἐπὶ τὰ χειμάδια, ὡς πρὸς τὸν Θευδέριχον ἐσομένης εἰρήνης. οἳ τὸν χάρακα ἔλυσαν· καὶ ἀπῆλθον οἱ πλείους τῇ διαλύσει ἀχθόμενοι, καὶ ὅτι θᾶττον αὐτοῖς χωρισθῆναι συνέβη, πρὶν ἄνδρα σκεψαμένους τοῖς κοινοῖς ἐπιστῆσαι, ὃς τῆς παρούσης λύμης ἀνακτᾶσθαι τὴν πολιτείαν ὁπωσοῦν δυνήσεται. Τέλος τῆς ἱστορίας Μάλχου./* Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Πρίσκου ῥήτορος.*/

Intertext edge

Open linked passage

Note