De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1.1
Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων, διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο ὁ πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει 306 τῶν αὐτῶν. ἐὰν γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν. ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων· συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος Βαλάκρου καὶ Μήδων Βεροιεύς. ὧν παραγενομένων πρὸς τὸν Λικίνιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων. ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι τὴν ἀπόκρισιν. ἴδιον γὰρ τοῦτο πάντη παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς ἐπιτυχίας ὡς μετριωτάτους. τοῦτο διότι καλόν, πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθ' αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ' ἀκούσαντες ἐπανῆλθον καὶ διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὐτῷ τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίνιον. προκόπτων δ' οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων, ὅτι νικῶν ποιεῖ τὰ τοῦ λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν.
58.1.2
Ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μάρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος. ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν ὁ Μάρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς, ἐπίπαν ἐξελεῖν ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάννους πρότερον, ὡς ἔτι ἐπολέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτ' ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους πάντας ἀπέδοσαν, ἀλλ' ὀλίγους καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν οὔτε ἐς ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δ' οὖν τινας καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ τούς γε συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσιν. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες Ἀριόγαισον αὐτοὶ ἐφ' ἑαυτῶν βασιλέα σφίσιν ἐστήσαντο. καὶ τούτοις διὰ ταῦτα ὁ αὐτοκράτωρ οὔτε ἐκεῖνον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνενεώσατο.