De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Ὅτι Πύρρου τοῦ Ἠπειρώτου βασιλέως ἐπὶ τὴν Ῥώμηνστρατιὰν ἐξαγαγόντος, ἐβουλεύσαντο πρεσβευτὰς ἀποστεῖλαι τοὺς ἀξιώσοντας Πύρρον ἀπολυτρῶσαι σφίσι τοὺς αἰχμαλώτους εἴτε ἀντιδιαλλαξάμενον ἑτέρων σωμάτων εἴτε ἀργύριον κατ' ἄνδρα ὁρίσαντα. καὶ ἀποδεικνύουσι πρέσβεις Γάιον Φαβρίκιον, ὃς ἐνιαυτῷ τρίτῳ πρότερον ὑπατεύων Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους ἐνίκησε μεγάλαις μάχαις καὶ τὴν Θουρίων πολιορκίαν ἔλυσεν, καὶ Κόιντον Αἰμίλιον τὸν συνάρξαντα τῷ Φαβρικίῳ καὶ τὴν ἡγεμονίαν τοῦ Τυρρηνικοῦ πολέμου σχόντα, καὶ Πόπλιον Κορνήλιον, ὃς ἐνι 15 αυτῷ τετάρτῳ πρότερον ὑπατεύων Κελτῶν ἔθνος ὅλον τοὺς καλουμένους Σένωνας ἐχθίστους Ῥωμαίων ὄντας πολεμῶν ἅπαντας ἡβηδὸν κατέσφαξεν. οὗτοι πρὸς Πύρρον ἀφικόμενοι καὶ διαλεχθέντες ὅσα τῇ τοιαύτῃ χρείᾳ πρόσφορα ἦν, ὡς ἀτέκμαρτον πρᾶγμα τύχη, καὶ ταχεῖαι τῶν πολέμων αἱ τροπαί, καὶ τῶν συμβησομένων οὐδὲν ἀνθρώποις προειδέναι ῥᾴδιον, ἐπ' ἐκείνῳ τὴν αἵρεσιν ἐποίουν, εἴτε ἀργύριον ἀντὶ τῶν αἰχμαλώτων ἐβούλετο λαβεῖν εἴτε ἑτέρους αἰχμαλώτους. Πύρρος δὲ μετὰ τῶν φίλων βουλευσάμενος ἀποκρίνεται τάδε αὐτοῖς· Σχέτλιόν τι πρᾶγμα ποιεῖτε, ὦ ἄνδρες Ῥωμαῖοι, φιλίαν μὲν οὐ βουλόμενοι συνάψαι πρὸς ἐμέ, τοὺς δὲ ἁλόντας κατὰ πόλεμον ἀξιοῦντες ἀπολαβεῖν, ἵνα τοῖς αὐτοῖς τούτοις σώμασιν εἰς τὸν κατ' ἐμοῦ πόλεμον ἔχοιτε χρῆσθαι. ἀλλ' εἰ τὰ κράτιστα βουλεύεσθε πράττειν καὶ τὸ κοινῇ συμφέρον ἀμφοτέροις ἡμῖν σκοπεῖτε, σπεισάμενοι τὸν πόλεμον τὸν πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς συμμάχους ἀπολάβετε τοὺς ἰδίους προῖκα παρ' ἐμοῦ πολίτας τε καὶ συμμάχους ἅπαντας· ἄλλως δ' οὐκ ἂν ὑπομείναιμι πολλοὺς καὶ ἀγαθοὺς ὑμῖν προέσθαι. Ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν· ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών· ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι καὶ τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων τε ἄπορον καὶ καθ' ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν. τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν, καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ' ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον. μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ' ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί' οὐκ ἐλάττω*** καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δὲ 16 ἀντὶ τούτων μήτε ἄδικον μήτε αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ' ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ ἑαυτοῦ πατρίδι. καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτε εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ. πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς† εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς ἑαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. γενομένης δὲ τῆς εἰρήνης, ἴθι μετ' ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν· ἐὰν δὴ συνενέγκωμεν ταῦτ' εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ' ἀλλήλων ἀποισόμεθα. Παυσαμένου δὲ αὐτοῦ, μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπεν· περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς, ἢ κατὰ τὰς κοινὰς πράξεις, ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ' ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρ' ἑτέρων· οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῇ καὶ φαῦλον οἰκίδιον καὶ οὔτε ἀπὸ δανεισμάτων οὔτε ἀπ' ἀνδραπόδων ὁ βίος· φαίνῃ γὰρ καὶ τούτων ἀκριβῶς ἀκηκοέναι παρ' ἑτέρων. περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν δι' ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτε ἀκούσας τινὸς εἴτε αὐτὸς εἰκάζων. ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ' ἔστιν, οὐδὲ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ' ἐν τοῖς κοινοῖς 17 πράγμασιν οὔτ' ἐν τοῖς ἰδίοις. τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ; πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ' οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν; ὃς ἄρχω τε τὰς μεγίστας ἀρχὰς καὶ πρεσβεύω τὰς ἐπιφανεστάτας πρεσβείας καὶ σεβασμοὺς ἱερῶν πιστεύομαι τοὺς ἁγιωτάτους καὶ γνώμην ἀγορεύειν ἀξιούμενος περὶ τῶν ἀναγκαιοτάτων καλοῦμαι ἐν ᾧ προσήκει με τόπῳ, ἐπαινοῦμαί τε καὶ ζηλοῦμαι καὶ οὐδενὸς δεύτερος εἰμὶ τῶν μέγιστα δυναμένων, καὶ παράδειγμα τοῖς ἄλλοις εἶναι δοκῶ καλοκαγαθίας, οὐδὲν ἐκ τῆς ἐμῆς οὐσίας εἰς ταῦτα δαπανῶν, ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς. οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων, ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστιν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς· ἀλλ' αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας· ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἀπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους. ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ' ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρηκα τῆς τύχης, ὅτι οὐχ ὑμῖν† ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός; ἀλλὰ μὴν ἔν γε τοῖς ἰδίοις τοσοῦτον ἀπέχω κακοδαιμονίας, ὥστε ἐν ὀλίγοις πάνυ τῶν μακαρίων ἐμαυτὸν εἶναι δοκῶ παρὰ τοὺς πλουσίους ἐξετάζων, καὶ ἐπὶ τούτῳ μέγιστον φρονῶ, ἐπειδὴ τὰ μὲν ἀναγκαῖα τὸ λυπρὸν ἀπόχρη μοι γήδιον φιλεργοῦντι καὶ ταμιευομένῳ παρέχειν, τὰ δ' ἔξω τῶν ἀναγκαίων οὐ βιάζεται ζητεῖν ἡ φύσις, ἀλλὰ καὶ τροφὴ πᾶσα ἡδεῖά μοι, ἣν ἂν ὁ λιμὸς σκευάσῃ, καὶ ποτὸν ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον. ὥστε οὐδὲ κατὰ τοῦτο δίκαιος εἴην τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν 18 οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν, τῶν δ' ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτε εὐπορίαν ἔδωκεν. Νὴ Δί', ἀλλ' οὐ περίεστί μοι τοῖς πλησίον ἐπαρκεῖν, οὐδ' ἐκ περιουσίας ἐπιστήμην ἔδωκέ μοι θεὸς ἔχειν οὐδὲ μαντικήν, αἷς ὠφέλουν ἂν τοὺς δεομένους, οὐδὲ ἄλλα πολλά· ἃ δ' ἐστὶν ἐν ἐμοί, τούτων μεταδιδοὺς καὶ πόλει καὶ φίλοις, καὶ ἀφ' ὧν δύναμαι ποιεῖν εὖ τινας, ταῦτα κοινὰ τοῖς δεομένοις παρέχων, οὐκ ἂν ἡγησαίμην αἴτιον ἐμαυτόν. ταῦτα δ' ἐστίν, ἃ σὺ κράτιστα νομίζεις εἶναι καὶ πολλῶν χρημάτων αἴτιος εἶ πρίασθαι. εἰ δὲ δὴ καὶ τὰ μάλιστα διὰ τὰς εὐεργεσίας τῶν δεομένων τὸ πολλὰ κεκτῆσθαι χρήματα μεγάλης ἦν σπουδῆς καὶ φιλοτιμίας ἄξιον, καὶ μακαριωτάτους ὑπῆρχεν εἶναι τοὺς πλουσιωτάτους, ὡς τοῖς βασιλεῦσιν ὑμῖν δοκεῖ, πότερος ἦν μοι τρόπος εὐπορίας κρείττων; ἀφ' ὧν σύ μοι νῦν μεταδίδως αἰσχρῶς, ἢ ἀφ' ὧν αὐτὸς ἐκτησάμην καλῶς πρότερον; παρέσχε γάρ μοι τὰ πολιτικὰ πράγματα χρηματισμῶν ἀφορμὰς δικαίας, πολλάκις μὲν καὶ πρότερον, μάλιστα δ', ἐπεὶ ἐπὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ Βρεττίους στρατιὰν ἄγων ἐστάλην τετάρτῳ πρότερον ἐνιαυτῷ τὴν ὕπατον ἀρχὴν ἔχων, καὶ πολλὴν μὲν χώραν ἐλεηλάτησα, πολλαῖς δὲ μάχαις τοὺς ἀντιταξαμένους ἐνίκησα, πολλὰς δὲ καὶ εὐδαίμονας πόλεις κατὰ κράτος ἑλὼν ἐξεπόρθησα, ἐξ ὧν τὴν στρατιὰν ἅπασαν ἐπλούτισα, καὶ τὰς εἰσφορὰς τοῖς ἰδιώταις, ἃς εἰς τὸν πόλεμον προεισήνεγκαν, ἀπέδωκα, καὶ υʹ τάλαντα μετὰ τὸν θρίαμβον εἰς τὸ ταμιεῖον εἰσήνεγκα. ἔπειτ', ἐκείνων τῶν δορυκτήτων ἐξόν μοι λαβεῖν ὁπόσα βουλοίμην, οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτοις συχνοί, δι' οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεάς, καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα; ἐκείνῃ μέν γε τῇ κτήσει καὶ τὸ μεθ' ἡδονῆς ποιεῖσθαι τὰς ἀπολαύσεις πρὸς τῷ καλῶς καὶ δικαίως προσῆν· ταύτης δὲ καὶ τοῦτ' ἄπεστι. δανείσματα 19 γάρ ἐστιν, ὅσα προσλαμβάνουσιν ἄνθρωποι παρ' ἑτέρων, βαρύ19 νοντα τὴν ψυχὴν ἕως ἂν ἀποδοθῇ, κἂν ὀνόμασι καλοῖς αὐτὰ κοσμήσῃ τις φιλανθρωπίας καλῶν καὶ δωρεὰς ἢ χάριτας. φέρε, ἐὰν δὲ μανεὶς δέξωμαι χρυσόν, ὃν δίδως μοι, καὶ τοῦθ' ἅπασι Ῥωμαίοις γένηται φανερόν, ἔπειθ' οἱ τὴν ἀνυπεύθυνον ἔχοντες ἀρχήν, οὓς ἡμεῖς τιμητὰς καλοῦμεν, οἷς ἀποδέδοται τοὺς ἁπάντων Ῥωμαίων ἐξετάζειν βίους καὶ τοὺς ἐκβαίνοντας ἐκ τῶν πατρίων ἐθῶν ζημιοῦν, καλέσαντές με λόγον ἀποδοῦναι κελεύσωσι τῆς δωροδοκίας ἁπάντων παρόντων./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Πολυβίου.*/ Λόγος αʹ.
5.1.2
Ὅτι Φίλιππος ὁ βασιλεὺς συνελθὼν πρὸς Κερδιλαΐδαν διελέγετο περὶ φιλίας καὶ συμμαχίας καὶ τοῦτον ἔπεισε μεθέξειν τῆς κοινῆς συμμαχίας. καὶ οἱ ἀποσταλέντες πρέσβεις πρὸς τοὺς συμμάχους ἀφικόμενοι πρῶτον εἰς Ἀκαρνανίαν ἐνετύγχανον τούτοις. οἱ δ' Ἀκαρνανεῖς τό τε δόγμα γνησίως συνεπεκύρωσαν καὶ τὸν ἀπὸ χώρας πόλεμον ἐξήνεγκαν τοῖς Αἰτωλοῖς· καίπερ τούτοις, εἰ καί τισιν ἑτέροις, δίκαιον ἦν συγγνώμην ἔχειν ὑπερτιθεμένοις καὶ καταμέλλουσι καὶ καθόλου δεδιόσι τὸν ἀπὸ τῶν ἀστυγειτόνων πόλεμον καὶ διὰ τὸ παρακεῖσθαι μὲν συντερμονοῦντας τῇ τῶν Αἰτωλῶν χώρᾳ, πολὺ δὲ μᾶλλον διὰ τὸ κατ' ἰδίαν εὐχειρώτους ὑπάρχειν, τὸ δὲ μέγιστον, διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις πεῖραν εἰληφέναι τῶν δεινοτάτων διὰ τὴν πρὸς Αἰτωλοὺς ἀπέχθειαν. ἀλλά μοι δοκοῦσιν οἱ γνήσιοι τῶν ἀνδρῶν καὶ κοινῇ καὶ κατ' ἰδίαν οὐδέποτε περὶ πλείονος οὐθὲν ποιεῖσθαι τοῦ καθήκοντος. Ἠπειρῶται δ' ἐκ παραθέσεως διακούσαντες τῶν πρέσβεων τὸ μὲν δόγμα παραπλησίως ἐπεκύρωσαν, τὸν δὲ πόλεμον ἐκφέρειν ἐψηφίσαντο τοῖς Αἰτωλοῖς, ἐπειδ' ἂν καὶ Φίλιππος ὁ βασιλεὺς ἐξενέγκῃ, τοῖς δὲ παρὰ τῶν Αἰτωλῶν πρεσβευταῖς ἀπεκρίθησαν, 30 ὅτι δέδοκται τοῖς Ἠπειρώταις διατηρεῖν πρὸς αὐτοὺς τὴν εἰρήνην, ἀγεννῶς καὶ ποικίλως χρώμενοι τοῖς πράγμασιν. ἀπεστάλησαν δὲ καὶ πρὸς βασιλέα Πτολεμαῖον πρέσβεις οἱ παρακαλέσοντες αὐτὸν μήτε χρήματα πέμπειν τοῖς Αἰτωλοῖς μήτ' ἄλλο μηδὲν χορηγεῖν κατὰ Φιλίππου καὶ τῶν συμμάχων. Μεσσήνιοι δέ, δι' οὓς ὁ πόλεμος τὴν ἀρχὴν ἔλαβεν, ἀπεκρίθησαν, ὅτι, τῆς Φιγαλείας κειμένης ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ ταττομένης ὑπ' Αἰτωλούς, οὐκ ἂν ἐπιδέξαιντο τὸν πόλεμον πρὶν ἢ ταύτην ἀπ' Αἰτωλῶν ἀποσπασθῆναι τὴν πόλιν. περὶ δὲ τῆς ἀποφάσεως ταύτης κατίσχυσαν, οὐδαμῶς εὐδοκούντων τῶν πολλῶν Αἰτωλῶν, οἱ ἐφορεύοντες ἀγνοοῦντες καὶ πολὺ παραπαίοντες τοῦ δέοντος κατά γε τὴν ἐμὴν γνώμην. ἐγὼ μὲν γὰρ φοβερὸν εἶναί φημι τὸν πόλεμον, οὐ μὴν οὕτω γε φοβερὸν ὥστε πᾶν ὑπομένειν χάριν τοῦ μὴ προσδέξασθαι πόλεμον. Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι· τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν. οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν. Ὁ δὲ Μάχατις ἐκκλησίαν συναγαγὼν παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς. μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον. οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαναγαγόντες, ἐπ' ἄλλης ἐγένοντο γνώμης. τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίαν, καὶ ὁ Μαχατᾶς ἄπρακτος ἐπανῄει εἰς τὴν οἰκείαν. οἱ δὲ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν αὖθις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων. κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δ' ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας. ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος· τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτ' ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας. ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δ' ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν. ἐποίουν δὲ ταῦτα διὰ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον, οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας.
5.1.3
Ὅτι τὸ τῶν Σεσόνων ἔθνος ἔνσπονδον ἦν Ῥωμαίοις, καὶ ἐμισθοφόρουν κατὰ Ῥωμαίων. ἡ δὲ βουλὴ πρέσβεις ἔπεμψεν ἐγκαλέσοντας, ὅτι ὄντες ἔνσπονδοι μισθοφοροῦσι κατὰ Ῥωμαίων. τούτους Βριτόμαρις ὁ Κελτὸς ἀγανακτῶν ὑπὲρ τοῦ πατρός, ὅτι συμμαχῶν Τυρρηνοῖς ὑπὸ Ῥωμαίων ἐν τῷδε τῷ πολέμῳ διέφθαρτο, τά τε κηρύκια φέροντας. καὶ τὴν ἄσυλον ἐσθῆτα περικειμένους κατέτεμεν ἐς πολλὰ καὶ τὰ μέρη τῶν σωμάτων διέρριψεν ἐς τὰ πεδία. καὶ τοῦ μύσους ὁ Κορνήλιος ἐν ὁδῷ πυθόμενος, ἐς τὰς Σεσόνων πόλεις συντόνῳ σπουδῇ διὰ Σαβίνων καὶ Πικεντίνων ἐσβαλὼν ἅπαντα καθῄρει καὶ ἐνεπίμπρη, τῶν τε ἀνθρώπων τὰς μὲν γυναῖκας καὶ τὰ παιδία ἠνδραποδίζετο, τοὺς δ' ἐν ἥβῃ πάντας ἔκτεινεν ὁμαλῶς, καὶ τὴν χώραν ἐλυμαίνετο ποικίλως καὶ 71 ἄοικον ἐς τὸ λοιπὸν ἐποίει. Βριτόμαριν δὲ μόνον ἦγεν αἰχμάλωτον ἐπὶ λύμῃ. ὕστερον δὲ Σέσονες οὐκ ἔχοντες ἔτι πατρίδας, ἐς ἃς διαφύγωσιν, συνέπεσον εἰς χεῖρας ὑπὸ τόλμης τῷ Δομετίῳ, καὶ ἡττώμενοι σφᾶς αὐτοὺς ὑπὸ ὀργῆς διεχρῶντο μανικῶς. καὶ δίκη μὲν ἤδη παρανομίας ἐς πρέσβεις ἐγένετο Σέσοσιν.
5.1.4
Ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος φρουράν τε σφίσι πρὸς τὰ μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν καὶ ἐξένισε λαμπρῶς καὶ τἄλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν, οἵαν ἡττηθέντας εἰκὸς ἦν, ποιήσεσθαι.
5.1.5
Ὅτι ὁ Χοσρόης ἀκούσας τὰ τῶν Ἀρμενίων καὶ τὰ [τὴν] Οὐιττίγιδος ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκε περὶ τούτων ἀμφί τε τῷ πρακτέῳ βουλὴν προύθηκεν. ἔνθα δὴ ἐλέχθησαν γνῶμαι πολλαὶ ἐφ' ἑκάτερα φέρουσαι, καὶ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ ἀρχὴν ἔχοντος. οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν. Χοσρόου δὲ πολεμησείοντος ὡς ᾔσθετο Ἰουστινιανὸς παραίνεσιν ἐποιήσατο καὶ πρέσβιν Ἀναστάσιον ἔπεμψε γράψας καὶ γράμματα. Ταῦτα ἐπεὶ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ' αὐτοῦ μένειν ἠνάγκαζεν. ἐπειδὴ δὲ ὁ χειμὼν ἤδη ὑπέληγεν, τρίτον δὲ καὶ 95 δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκρατορικὴν ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τῶν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ ἐπέβαλλε τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. κατεῖχε δὲ τὸν πρέσβιν μέχρις ἐπόρθησε Σοῦριν τὴν πόλιν, οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο τὸν πρεσβευτὴν τῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας, ὅποι ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.
5.1.6
Ὅτι οἱ ἀμφὶ τὸν Ἀνατόλιον καὶ Νόμον τὸν Ἴστρον περαιωθέντες ἄχρις τοῦ Δρέγκωνος λεγομένου ποταμοῦ ἐς τὴν Σκυθικὴν διέβησαν. αἰδοῖ γὰρ τῶν ἀνδρῶν ὁ Ἀττήλας ὥστε μὴ τῷ τῆς ὁδοῦ ἐπιτρίβεσθαι διαστήματι ἐν ἐκείνῳ τῷ χωρίῳ τὴν πρὸς αὐτοὺς ἐποιήσατο ἔντευξιν. καὶ πρῶτον μὲν ὑπερηφάνως διαλεχθεὶς ὑπήχθη τῷ πλήθει τῶν δώρων, καὶ λόγοις προσηνέσι μαλαχθεὶς φυλάττειν τὴν εἰρήνην ἐπὶ ταῖς αὐταῖς ἐπώμνυτο συνθήκαις, ἀναχωρεῖν δὲ καὶ τῆς τῷ Ἴστρῳ ὁριζομένης Ῥωμαίων γῆς καὶ τοῦ πράγματα ἔτι παρέχειν περὶ φυγάδων βασιλεῖ, εἰ μή γε Ῥωμαῖοι αὖθις ἑτέρους καταφεύγοντας παρ' αὐτοῦ δέξοιντο. ἠφίει δὲ καὶ Βιγίλαν τὰς νʹ τοῦ χρυσοῦ λίτρας δεξάμενος· ταύτας γὰρ αὐτῷ ἐκεκομίκει ὁ παῖς σὺν τοῖς πρέσβεσιν ἐς τὴν Σκυθικὴν διαβάς· καὶ αἰχμαλώτους ἄνευ λύτρων ἀφῆκε πλείστους Ἀνατολίῳ καὶ Νόμῳ χαριζόμενος. δωρησάμενος δὲ καὶ ἵππους αὐτοῖς καὶ θηρίων δοράς, αἷς οἱ βασίλειοι κοσμοῦνται Σκύθαι, ἀπέπεμπε συμπέμψας καὶ τὸν Κωνστάντιον ὥστε αὐτῷ βασιλέα ἐς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν. ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις καὶ ἅπαντα τά τε παρ' αὐτῶν τά τε παρὰ τοῦ βαρβάρου διεξῆλθον, κατεγγυᾶται τῷ Κωνσταντίῳ γυνὴ γαμετὴ Ἀρματίου γενομένη παιδὸς Πλίνθου τοῦ παρὰ Ῥωμαίοις στρατηγήσαντος καὶ τὴν ὕπατον ἀρχὴν ἄρξαντος. συνεβεβήκει δὲ τὸν Ἀρμάτον ἐς τὴν Λιβύων διαβάντα ἐπὶ τῇ πρὸς Αὐσοριανοὺς μάχῃ εὐημερῆσαι μὲν ἐν τῷ πρὸς ἐκείνους πολέμῳ, νοσήσαντα δὲ τελευτῆσαι τὸν βίον. οὗ δὴ τὴν γαμετὴν καὶ γένει καὶ περιουσίᾳ διαπρέπουσαν ἔπεισεν ὁ βασιλεὺς τῷ Κωνσταντίῳ γήμασθαι. οὕτω καὶ τῶν πρὸς Ἀττήλαν λυθέντων διαφόρων, ὁ Θεοδόσιος ἐδεδίει μήποτε καὶ Ζήνων τυραννίδι ἐπιθήσεται.
5.1.7
Ὅτι*** φεύγειν τε καὶ πλανᾶσθαι καὶ μηδαμῶς δύνασθαι τῶν κακῶν ἀναπνεῦσαι, παρ' οἷς μοι τοῦ πταίσματος ἤλπιζον εἶναι παραψυχήν.
5.1.8
Ὅτι Ἰουστῖνος ὁ ἀνεψιὸς Ἰουστινιανοῦ κατ' ἐκεῖνο καιροῦἸωάννην τὸν Δομνεντιόλου ἐς τὰ Περσῶν ἤθη ἔστειλε πρεσβευσόμενον. παρενεγύησε δέ οἱ ἐκ μὲν τοῦ ἐμφανοῦς ἀνακήρυξιν ποιήσασθαι τῆς αὐτοῦ ἐπὶ τὴν βασιλείαν ἀναγορεύσεως κατὰ τὸ εἰωθὸς Ῥωμαίοις τε καὶ Πέρσαις, ἐν ταὐτῷ δέ, εἴ γε καλέσοι καιρός, καὶ ἀμφὶ Σουανίας κινῆσαι λόγους. ταύτην γὰρ οὔπω Χοσρόης ἀπεκατέστησε Ῥωμαίοις, καίτοι τῆς Λαζικῆς παραχωρήσας, ἧς ὑπήκοος οὖσα ἡ Σουανία ἐτύγχανεν. ἀλλ' αἱ μὲν πεντηκοντούτιδες σπονδαὶ ἦσαν, ἃς ἔθετο Πέτρος ὁ τῶν περὶ βασιλέα καταλόγων ἡγεμών· τὰ δὲ περὶ Σουανίας ἐπ' ἀμφιβόλῳ ἦν, Ἰουστῖνος δὲ ὁ βασιλεὺς ἐνεκελεύσατο Ἰωάννῃ, ὡς εἴ γε βούλοιντο Πέρσαι καὶ ὤνιον ἀποδόσθαι τὴν χώραν, ἑτοιμότατα φῆσαι ἔχειν. ἡ γὰρ 189 Σουανία ἀξιόλογος μὲν οὐδαμῶς, ὅμως δὲ ἐπιτηδείως ἔχουσα θέσεως ἐς τὰ μάλιστα ὀνίνησι τὴν Ῥωμαίων ἀρχὴν τῷ μὴ δι' αὐτῆς ἐπιτιθεμένους Πέρσας τὰ τῶν Κόλχων ὅρια λυμαίνεσθαι. Ἰωάννης οὖν ἐκ Βυζαντίου ἄρας καὶ ὡς τάχιστα τὴν πορείαν ἀνύσας ἐν ταῖς κατὰ τὴν πάροδον πόλεσι τῶν ἀναγκαίων φροντίδα θέμενος πολλήν, τοῦτο προειρημένον αὐτῷ ἐκ βασιλέως, ἀφίκετο ἐς τὸ Δάρας. ἐνταῦθα τὸν κατὰ πόλιν ὁλκὸν τοῦ ὕδατος ἐπεσκεύασε καὶ ὑδροχεῖα ἐπενόησε, καὶ μὲν οὖν ἄλλα ἄττα τῶν ἐν ἄστει ἀναγκαῖα εἰργάσατο. διήγαγε δὲ αὐτοῦ ἡμέρας δέκα τῷ τοὺς ἐν τῇ Νισίβει τῇ πόλει πανηγυρίζειν τε καὶ ἄγειν ἑορτήν, κἀκ τούτου τὴν πρεσβείαν μὴ ὑποδέξασθαι. ὁ δὲ Ἰωάννης δεχθεὶς μετὰ τὴν ἑορτὴν τὴν φουρδίγαν προσαγορευομένην, ὅ ἐστιν ἑλληνιστὶ νεκυία, ἐκ τῶν ἐν τῇ Νισίβει ἀρχόντων ἐξεπέμφθη σὺν τῇ νομιζομένῃ τιμῇ πρεσβεύειν ἐς τὰ βασίλεια Περσῶν, καὶ ἅπαντα, ὧν ἕνεκα ἔσταλτο, ἐν δέοντι καταστησάμενος ἐν τούτοις ὑπῆρχεν. ὁ δὲ Χοσρόης ἐν μιᾷ τῶν ἡμερῶν τῶν Σαρακηνῶν πέρι αὐτῷ ἐκίνησε λόγους. τὰ γὰρ Σαρακηνικὰ φῦλα μυριάδες ταῦτα, καὶ τὸ πλεῖστον αὐτῶν ἐρημονόμοι τε εἰσὶ καὶ ἀδέσποτοι, καὶ μὲν οὖν τῆς Ῥωμαίων, ἐστὶν ἃ καὶ τῆς Περσῶν ὑπήκοα πολιτείας. οὕτω δὲ διακεκριμένων αὐτῶν, Ἰουστινιανός, μεγαλόφρων ἀνὴρ καὶ βασιλικώτατος, τοὺς μηδίζοντας Σαρακηνῶν δώροις ἐδεξιοῦτο κρατούσης εἰρήνης. ὁ δὲ Ἰουστῖνος ἐμβριθής τε ὢν καὶ βαρβάρῳ φρονήματι ἥκιστα ὑποχαλῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο τοὺς ὅσοι ἐμήδιζον τῶν Σαρακηνῶν. οἱ δέ (πλεονεκτικώτατον γὰρ τὸ φῦλον) ἀποκοπὴν τοῦτο ἡγησάμενοι τῷ βασιλεῖ ἐνέκειντο Περσῶν μὴ περιιδεῖν αὐτοὺς αὐτῷ ἀνακειμένους. τῷ τοι ἄρα καὶ Πέτρου ἐκεῖσε πρεσβευσαμένου ὥσπερ τοῖς Σαρακηνοῖς ὑπευθύνους ὄντας Ῥωμαίους ἔλεγε δεῖν ὁ Χοσρόης ἀποδίδοσθαι σφίσι τὸ χρέος. εἶτα καὶ Ἰωάννου αὐτόσε ἀφικομένου τοῖς αὐτοῖς ἐχρήσατο ῥήμασι. διισχυρίζοντο γάρ πως οἱ Σαρακηνοί, ὡς ὑπὲρ τοῦ εἰρήνην ἄγειν καὶ μὴ καταθέειν τὴν Ῥωμαίων τὰ τοιαῦτα ἐκομίζοντο χρήματα, ἐντεῦθέν τε ἐβιάζοντο τὴν τοῦ πράγματος φύσιν. ὁ δὲ Ἰωάννης, ὡς ἑώρα σφᾶς οὐ κατὰ
5.1.9
Ὅτι Φιλίππου πρεσβεύσαντος πρὸς Βοιωτοὺς οἱ Βοιωτοὶ ἀπεκρίθησαν τοῖς πρεσβευταῖς διότι παραγενομένου τοῦ βασιλέως πρὸς αὐτούς, τότε βουλεύσονται περὶ τῶν παρακαλουμένων.
5.1.10
Ὅτι Ἡρώδης ὁ βασιλεὺς Ἰουδαίων ἔγνω τοὺς παῖδας αὐτοῦπέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον συντευξομένους Καίσαρι. τούτοις ἀνελθοῦσι καταγωγὴ μὲν ἦν ὁ Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου βασιλείαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τήν τε βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων καὶ χώραν
5.1.11
Ὅτι παρὰ Κωνσταντίνου τοῦ τυράννου τοῦ ἐν Κελτοῖς ἀφίκετο κατὰ πρεσβείαν Ἰόβιος παιδείᾳ καὶ ἄλλαις ἀρεταῖς διαπρέπων, βεβαιωθῆναι τὴν πρότερον ὁμολογηθεῖσαν εἰρήνην, καὶ ἅμα συγγνώμην αἰτῶν ἕνεκα τῆς ἀναιρέσεως Διδυμίου καὶ Βηνιανοῦ τῶν συγγενῶν Ὀνωρίου τοῦ βασιλέως. ἀπελογεῖτο γὰρ λέγων ὡς οὐ κατὰ προαίρεσιν ἀνῄρηνται Κωνσταντίνου. συντεταραγμένον δὲ τὸν Ὀνώριον θεασάμενος εὔλογον ἔφασκεν εἶναι ταῖς περὶ τὴν Ἰταλίαν ἐνασχολουμένῳ φροντίσιν ἐνδοῦναι. συγχωρούμενος δὲ πρὸς Κωνσταντῖνον ἐκδημῆσαι καὶ τὰ συνέχοντα τὴν Ἰταλίαν ἀναγγεῖλαι, μετ' οὐ πολὺ καὶ αὐτὸν ἄγειν σὺν παντὶ τῷ ἐν Κελτοῖς καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν τῇ Βρεττανικῇ νήσῳ στρατιώταις ταῖς κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην βοηθήσοντα περιστάσεσιν. καὶ ὁ μὲν Ἰόβιος ἐπὶ τούτοις ἀναχωρεῖν ἐπετράπη./* Περὶ πρέσβεων ἐθνικῶν πρὸς Ῥωμαίους. Ἐκ τῆς ἱστορίας Δεξίππου Ἀθηναίου. Λόγος γʹ.*/
5.1.12
Ὅτι πάλιν ὁ Δεκέβαλος πρεσβείαν ἔπεμψε πρὸς Τραιανὸν τῶν παρόντων ἀνακωχὴν κομιζόμενος. ὑπισχνεῖτο δὲ τά τε ὅπλα πάντα καὶ τὰ μηχανήματα παραδιδόναι τῷ Τραιανῷ καὶ τοὺς μηχανοποιοὺς τοὺς Ῥωμαίους τοὺς παρ' αὐτῷ ὄντας καὶ τοὺς αὐτομόλους, καὶ τὰ ἐρύματα πάντα ὅσα κατεσκεύασε καθαιρεῖν, παραχωρεῖν δὲ καὶ τῆς γῆς, ἣν ἐκράτησεν ὁ Τραιανός, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τῶν Ῥωμαίων οἰκείους ἐχθροὺς νομίζειν, καὶ αὐτόμολον μὴ ὑποδέχεσθαι, μηδὲ στρατιώτην Ῥωμαῖον ἔχειν ἐγγὺς ἑαυτοῦ. προσεδέξατο οὖν τὴν πρεσβείαν ὁ Τραιανὸς ἐπὶ ταύταις ταῖς συνθήκαις. ὁ δὲ Δεκέβαλος τὰ ὅπλα ἔρριψεν ἐπὶ αὐτοῦ καὶ εἰς τὴν γῆν πεσὼν προσεκύνησε καὶ εἰς Ῥώμην πρέσβεις ἔπεμψε, καὶ αὐτοὶ ὁμοίως τὰς χεῖρας ἔδησαν ὡς ἐν αἰχμαλώτων τάξει.
5.1.13
Ὅτι τοῖς Αἰτωλοῖς διαπρεσβευσαμένοις περὶ διαλύσεων ἐδογμάτισεν ἡ σύγκλητος ἢ τὰ καθ' ἑαυτοὺς ἐπιτρέπειν Ῥωμαίοις ἢ χίλια τάλαντα ἀργυρίου δοῦναι παραχρῆμα Ῥωμαίοις. οἱ δὲ διὰ τὴν ἀποτομίαν τῆς ἀποκρίσεως οὐ προσδεξάμενοι τὰ προσταττόμενα εἰς φόβους καὶ μεγάλους κινδύνους ἐνέπεσον· συνηγωνισμένοι τε τῷ βασιλεῖ ἐκτενέστατα εἰς ἀπορίαν ἐνέπιπτον οὐδεμίαν ἔκβασιν ἔχοντες τῶν κακῶν.
5.1.14
Ὅτι οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι τὰς σπονδὰς ἀνενεώσαντο, καὶ τὸ μὲν πρῶτον πρεσβείᾳ αὐτῶν ἐλθούσῃ, ὅτι τε τῆς σφετέρας παρασκευῆς ᾔσθοντο καὶ ὅτι αὐτοὶ τῷ πρὸς τοὺς ὁμόρους πολέμῳ ἔτι καὶ τότε κατείχοντο, μέτριον οὐδὲν ἀπεκρίναντο, μετὰ δὲ τοῦτο Ἄννωνός τινος νέου τῇ ἡλικίᾳ καὶ δεινοῦ τῇ παρρησίᾳ πεμφθέντος, καὶ ἄλλα τε πολλὰ ἀπαρακαλύπτως καὶ τέλος ὅτι· εἰ μὴ βούλεσθε εἰρηνεῖν, ἀπόδοτε ἡμῖν καὶ Σαρδὼ καὶ Σικελίαν· οὐ γὰρ πρόσκαιρόν τινα ἀνοχὴν ἀλλ' ἀίδιον 412 φιλίαν ἀπ' αὐτῶν ἐπριάμεθα, εἰπόντος, ἠπιώτεροί τε αἰσχυνθέντες ἐγένοντο.
5.1.15
Ὅτι ἐπὶ Ἰουστίνου τοῦ νέου οἱ τῶν Ἀβάρων πρέσβεις παρεγένοντο ἐν Βυζαντίῳ τὰ συνήθη δῶρα ληψόμενοι, ἅπερ τῷ κατ' αὐτοὺς ἔθνει Ἰουστινιανὸς ὁ πρὸ τοῦ βασιλεὺς ἐδίδου· ἦσαν δὲ 445 καλῴδιά τε χρυσῷ διαπεποικιλμένα, ἐς τὸ εἴργειν τι τῶν ἀποδιδρασκόντων ἐπινενοημένα, καὶ κλῖναι ὁμοίως καὶ ἄλλα τινὰ ἐς τὸ ἁβρότερον ἀνειμένα. τότε δὴ οὖν οἱ πρέσβεις τῶν Ἀβάρων ἐς πεῖραν ἰέναι τοῦ βασιλέως ἐβούλοντο, εἴ γε οὐκ ἄλλως† δῶρα λαμβάνειν αὐτοῖς καὶ τῇ Ῥωμαίων ῥᾳθυμίᾳ ἐπεντρυφᾶν καὶ τὸ ἀμελὲς αὐτῶν οἰκεῖον τίθεσθαι κέρδος· καὶ δὴ παρὰ βασιλέα φοιτᾶν ἠξίουν. καὶ οὖν τοῦτο ἐφειμένον αὐτοῖς, ἔτι γε μὴν καὶ διὰ τῶν ἑρμηνέων ὅ τι βούλονται λέγειν, τοιοῖσδε ἐχρήσαντο λόγοις· Χρεών, ὦ βασιλεῦ, κληρονομοῦντά σε τῆς πατρῴας ἀρχῆς καὶ τοὺς πατρῴους φίλους οὐκ ἄλλως ἤπερ ὁ πατὴρ ὁ σὸς εὖ ποιεῖν, καὶ ταύτῃ φαίνεσθαι μᾶλλον διάδοχον εἶναι τοῦ τετελευτηκότος τῷ μηδὲν ἐναλλάττειν ὧν ἐκεῖνος ἔπραττε περιών. οὕτω γὰρ καὶ ἡμεῖς τῆς αὐτῆς ἀνθεξόμεθα γνώμης, καὶ οὐχ ἧττον τὸ τῆς εὐεργεσίας ὄνομα μεταθήσομεν εἰς σέ, καὶ μετ' ἐκεῖνον εὐεργέτην ἀποκαλέσοιμεν· πρός γε καὶ αἰσχυνθησόμεθα τῷ πεπονθέναι καλῶς μὴ τοῖς ὁμοίοις ἀμείβεσθαι τὸν δεδρακότα. καὶ γὰρ πατέρα τὸν σὸν δώροις ἡμᾶς φιλοφρονούμενον ἀντεδωρούμεθα τῷ καὶ δυνάμενοι μὴ κατατρέχειν τὴν Ῥωμαϊκήν, ἀλλὰ πλέον ἐνδείκνυσθαί τι. τοὺς γὰρ ἐκ γειτόνων ὑμῖν βαρβάρους τὴν Θρᾴκην ἀεὶ περικόπτοντας ἠφανίσαμεν ἀθρόον, καὶ οὐδεὶς ὁστισοῦν αὐτῶν περιλέλειπται τὰ Θρᾳκῶν ὁρίσματα καταδραμούμενος· δεδίασι γὰρ τῶν Ἀβάρων τὴν δύναμιν φιλίως ἔχουσαν πρὸς τὴν Ῥωμαίων ἀρχήν. πεπείσμεθα δὴ οὖν ὡς ἐν τούτῳ μόνῳ καινοτομήσεις ἡμᾶς τῷ πλέον παρέχειν ἡμῖν ἢ ὁ σὸς ἐδίδου πατήρ· ἀνθ' ὧν καὶ ἡμεῖς ἤπερ ἐκείνῳ γενησόμεθά σοι κατὰ τὸ πλέον ὑπεύθυνοι καὶ μείζονας ἐποφλήσομέν σοι τὰς χάριτας. πάρεσμεν οὖν ληψόμενοι τὰ κατὰ τὸ εἰωθός. γνῶθι γὰρ ὡς ἄλλως οὐκ ἔστι δυνατὸν τὸν καθ' ἡμᾶς ἡγεμόνα σοί τε καὶ τῇ Ῥωμαίων εὐνούστατον ἔσεσθαι πολιτείᾳ, εἴ γε μὴ ἐγχειρισθείη πρότερον αὐτῷ τὰ ἐφ' οἷς οὐ κινεῖν ὅπλα κατὰ Ῥωμαίων ἔγνω. Οἱ μὲν τῶν Ἀβάρων πρέσβεις τοιαῦτα διεξῆλθον ἐπαμφοτερίζοντες τῇ γνώμῃ· τοῦτο μὲν γὰρ ἐδόκουν ἱκετεύειν, τοῦτο δὲ ἀπειλεῖν. ᾤοντο γὰρ ὡς ταύτῃ δεδίξονταί τε καὶ ἐκφοβήσουσι τὸν βασιλέα, καὶ ὡς ἐκ τούτου ἀναγκασθήσονται Ῥωμαῖοι ὥσπερ ὑπόφοροι εἶναι Ἀβάρων. ὁ δὲ βασιλεὺς οὐδὲν ἕτερον ἢ ψόφον ἡγησάμενος τῶν Ἀβάρων τὰ ῥήματα ἀντέλεξεν οὕτως· προβαλλομένων ὑμῶν σὺν ἱκετείᾳ τὴν μεγαληγορίαν οἰομένων τε τῇ συγκράσει ταύτῃ τῶν 446 λόγων τὸ σπουδαζόμενον ὑμῖν ἀνύσειν, ἀμφοτέρας, ὡς εἰπεῖν, ἐκπεπτώκατε τῆς ἐλπίδος· οὐδὲ γὰρ ὑποθωπεύοντες ἡμᾶς ἀπατήσετε, οὐδὲ μὴν ἀπειλοῦντες ἐκφοβήσετε. πλείονα δὲ ὑμῖν ἐγὼ παρέξω τοῦ ἡμετέρου πατρὸς τὸ πέρα τοῦ δέοντος ἐπηρμένους ὑμᾶς τῷ πρέποντι σωφρονίζειν· ὁ γὰρ μεταρρυθμίζων τοὺς ἀτάκτους τῶν λογισμῶν καὶ ὥσπερ παιδεύων τε καὶ ἀνακόπτων τῆς ἐπ' ὀλέθρῳ τῶν αὐθαδιζομένων ὁρμῆς ὀφθήσεται κατὰ τὸ μᾶλλον εὐεργέτης ἤπερ ὁ χορηγὸς τῆς τρυφῆς, ὃς φιλεῖν μὲν δοκεῖ, προφάσεως δὲ μικρᾶς ἐπιλαβόμενος τὸν δῆθεν εὐεργετούμενον ἠφάνισεν εὐθέως. ἄπιτε τοιγαροῦν πλείστου πριάμενοι παρ' ἡμῶν κἂν γοῦν ἐν ζῶσι τελεῖν καὶ ἀντὶ τῶν Ῥωμαϊκῶν χρημάτων τὸν καθ' ἡμᾶς φόβον εἰς σωτηρίαν εἰληφότες. οὔτε γὰρ δεηθείην ποτὲ τῆς καθ' ὑμᾶς συμμαχίας, οὔτε τι λήψεσθε παρ' ἡμῶν ἢ καθ' ὅσον ἡμῖν δοκεῖ, ὥσπερ δουλείας ἔρανον, καὶ οὐχ, ὡς οἴεσθε, φορολογίαν τινά. τοιοῦτον ἐπισείσαντος φόβον τοῦ βασιλέως τοῖς πρέσβεσι τῶν Ἀβάρων, κατεγνωκότες ἐκ τῶν εἰρημένων οἱ βάρβαροι ὡς οὐκ ἀνέξεται σφῶν τῆς πλεονεξίας, καὶ ὡς οὐδὲν αὐτοῖς ἐκδοθήσεται ὧν ἐκομίζοντο πρὸ τοῦ, καὶ ὡς τὸ λοιπὸν ἀδεῶς οὐκ ἐπιδραμοῦνται τὴν Ῥωμαϊκήν, ἐν δυσθυμίᾳ τε ἐτύγχανον πολλῇ καὶ ἀναλογιζόμενοι ἦσαν ὅποι τὰ παρόντα ἐκβήσεται καὶ ὅποι τύχης αὐτοῖς χωρήσοι τὰ πράγματα· οὐδὲ γὰρ μένειν ἐν Βυζαντίῳ ἀνόνητα ἤθελον, οὔτε μὴν ἄπρακτοι ἀπιέναι ἐβούλοντο. ὅμως δ' οὖν τῶν κακῶν αὐτοῖς αἱρετώτερον ὑπῆρχεν ἀπονοστῆσαι ὡς τοὺς ὁμοφύλους. καὶ τούτοις ἑνωθέντες ἐς τὴν τῶν Φράγγων χώραν ἀφίκοντο τοῦ βασιλέως τὴν ἀπολογίαν θαυμάσαντες.
5.1.16
Ὅτι Χοσρόης ὁ Περσῶν βασιλεὺς ἡττηθεὶς καὶ ἀποδιωχθεὶς παρὰ Βαρὰμ καὶ τῆς βασιλείας ἐκπεσὼν καὶ δέκα σημείοις ἐχόμενα τοῦ Κιρκηνσίου τῆς πόλεως ἀγραυλιζόμενος ἀπεκπέμπει ἀγγέλους παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου συμμαχικὸν ἀπὸ Ῥωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προίεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ' ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δὲ ἡμέρα, καὶ Χοσρόης ἐζήτει τὸν Πρόβον διὰ γράμματος πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δὲ ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν Ἱερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ἐς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμμένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν Ἱερὰν πόλιν τοῖς ταχυδρομοῦσιν ἄγγελον παρεδίδου ἥξοντα εἰς βασιλέα. ὁ δ' αὐτοκράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο διηρευνᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προσθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτρισώμεθα. Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βασιλεῖ τῶν Ῥωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικουμένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τουτέστιν τῇ δυνατωτάτῃ τῶν Ῥωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζεται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς τεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ δικαιοσύνης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ δυνάμεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέστατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ' ὑμῖν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς 483 προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλουσαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ τρόπαια οἰκουμενικὰ ἐν τῇ Ῥωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτίστας καὶ σωτῆρας καὶ ἰατροὺς τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας ὁπλίζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περσικῆς πολιτείας προσήκει παρ' ὑμῶν κυβερνᾶσθαι· λαμπροτέραν γὰρ ἐντεῦθεν οἱ Ῥωμαῖοι τὴν εὔκλειαν δι' ὑμῶν ἀπολήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασιλείαν διαφυλάξουσιν.
5.1.17
Ὅτι μετὰ θάνατον Ἀναστασίου τὴν βασιλείαν κατασχόντος Ἰουστίνου μέριμνά τις Καβάδῃ ἐγένετο, μή τι Πέρσαι νεωτερίσωσιν εἰς τὸν αὐτοῦ οἶκον, ἐπειδ' ἂν αὐτὸς τελευτήσῃ τὸν βίον. ἐπεὶ δὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ τὴν ἀρχὴν παραπέμψαι ἔμελλεν, ἔδοξεν αὐτῷ τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ' ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο. οὕτω γάρ οἱ μόνως τὸ ἐχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα. ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε προσόντος αὐτοῖς τοῦ δικαίου εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς ξυνδέουσα καὶ τὴν ἀπ' αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν ἐς κόρον δήπου τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσεσθαι ἱκανὴ εἴη. λέγω 491 δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαις. ταῦτα ἐπεὶ ἀπενεχθέντα βασιλεὺς Ἰουστῖνος εἶδεν, αὐτός τε περιχαρὴς γέγονε καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν, καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν εἰσποίησιν ἐν γράμματι θέσθαι, ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶν ἀδοξότατος. ὃς καὶ τότε ἀνταίρων ἔλεξεν ὧδε· νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὐδὲ εἴωθα, ἄλλως δέδοικα πάντων μάλιστα εὖ εἰδώς, ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται. δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον. οὐ γὰρ ἄλλο οἶμαι οὐδὲν ἔν γε τῷ παρόντι ὑμῖν ἐν βουλῇ εἶναι, ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα οὕτως ἀναίδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ὑμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ὠφέλειαν προισχόμενοι, λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. καίτοι ἐχρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο. τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγων ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται. οὕτως γάρ μοι περὶ τούτων διαλογίζεσθε. φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πατρὸς κλήρου, ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν. Οὗτος μὲν τοσαῦτα εἶπεν, βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελ 492 φιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα ἐκπέμψας ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ' ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι, καθ' ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλεν, μέλειν τε αὐτοῖς ἰσχυρίζετο, ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται, καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ' αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ, καθ' ὅ τι δεῖ τὴν εἰσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι, ὅτι δὴ ὡς βαρβάρῳ προσήκει. δηλονότι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ποιοῦνται, ἀλλ' ὅπλων σκευῇ. οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος ὁ βασιλεὺς ἀπεπέμψατο ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους πέμψαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται, γράμμασί τε Καβάδην κατὰ ταῦτα ἠμείψατο.
5.1.18
Ὅτι παρὰ Ἀβισάρου πρέσβεις ἧκον, ἐνδιδόντες αὐτόν τε Ἀλεξάνδρῳ Ἀβισάρην καὶ τὴν χώραν ὅσης ἦρχε. καίτοι πρό γε τῆς μάχης τῆς πρὸς Πῶρον γενομένης Ἀλεξάνδρῳ ἐπενόει Ἀβισάρης καὶ αὐτὸς ξὺν Πώρῳ τάττεσθαι· τότε δὲ καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν τοῖς ἄλλοις πρέσβεσι παρὰ Ἀλέξανδρον ἔπεμπε χρήματά τε κομίζοντα καὶ ἐλέφαντας τεσσαράκοντα δῶρον Ἀλεξάνδρῳ. ἧκον δὲ καὶ παρὰ τῶν αὐτονόμων τῶν Ἰνδῶν πρέσβεις παρὰ Ἀλέξανδρον καὶ παρὰ Πώρου ἄλλου του ὑπάρχου Ἰνδῶν. Ἀλέξανδρος δὲ Ἀβισάρην διὰ τάχους ἰέναι παρ' αὐτὸν κελεύει ἐπαπειλήσας, 515 εἰ μὴ ἔλθοι, ὅτι αὐτὸν ὄψεται ἥκοντα ξὺν τῇ στρατιᾷ ἵνα οὐ χαιρήσει ἰδών.
5.1.19
Ὅτι ὁ τῶν Κελτῶν βασιλεὺς Βρέννος, τῶν Φαβίων τῶν Ῥωμαίων πολλοὺς ἀνελόντων Κελτῶν, μὴ δεξάμενος τοὺς Ῥωμαίων πρέσβεις, ἐπὶ τούτοις πρέσβεις ἐπιλεξάμενος ἐς κατάπληξιν, οἳ Κελτῶν ἁπάντων μεγάλων τὰ σώματα ὄντων ὑπερέβαλλον, ἐξέπεμπεν ἐς Ῥώμην αἰτιώμενος τοὺς Φαβίους, ὅτι πρεσβεύοντες παρὰ τοὺς κοινοὺς νόμους ἐπολέμησαν, ᾔτει τε τοὺς ἄνδρας ἐς δίκην ἐκδότους οἱ γενέσθαι, εἰ μὴ θέλουσι Ῥωμαῖοι κοινὸν αὐτῶν εἶναι τὸ ἔργον. οἱ δὲ Ῥωμαῖοι συνεγίνωσκον μὲν τοὺς Φαβίους ἁμαρτεῖν, αἰδοῖ δὲ οἴκου διαφέροντος χρήματα τοὺς Κελτοὺς πράξασθαι παρὰ σφῶν παρεκάλουν. οὐ πειθομένων δὲ χειροτονοῦσι τοὺς Φαβίους ἐπὶ τὴν ἐτήσιον ἀρχὴν χιλιάρχους καὶ τοῖς πρεσβεύ 524 ουσι τῶν Κελτῶν ἔφασαν οὐ δύνασθαι νῦν οὐδὲν ἐς τοὺς Φαβίους ἄρχοντας ἤδη, τοῦ δὲ ἐπιόντος ἔτους ἥκειν αὐτούς, ἂν ἔτι μηνίωσιν, ἐκέλευον. Βρέννος δὲ καὶ ὅσοι Κελτῶν ἦσαν ὑπ' ἐκείνῳ νομίσαντες ὑβρίσθαι καὶ χαλεπῶς ἐνεγκόντες ἐς τοὺς ἄλλους Κελτοὺς περιέπεμπον, ἀξιοῦντες αὐτοὺς συνεφάψασθαι τοῦδε τοῦ πολέμου. καὶ πολλῶν ἀφικομένων ἄραντες ἤλαυνον ἐπὶ τὴν Ῥώμην.
5.1.20
Ὅτι καὶ αὖθις Ἐδέκων ἧκε πρέσβις, ἀνὴρ Σκύθης μέγιστα κατὰ πόλεμον ἔργα διαπραξάμενος, σὺν Ὀρέστῃ, ὃς τοῦ Ῥωμαϊκοῦ γένους ὢν ᾤκει τὴν πρὸς τῷ Σάῳ ποταμῷ Παιόνων χώραν τῷ βαρβάρῳ κατὰ τὰς Ἀετίου στρατηγοῦ τῶν ἑσπερίων Ῥωμαίων συνθήκας ὑπακούουσαν. οὗτος ὁ Ἐδέκων ἐς τὰ βασίλεια παρελθὼν ἀπεδίδου τὰ παρὰ Ἀττήλα γράμματα, ἐν οἷς ἐποιεῖτο τοὺς Ῥωμαίους ἐν αἰτίᾳ τῶν φυγάδων πέρι· ἀνθ' ὧν ἠπείλει ἐπὶ τὰ ὅπλα χωρεῖν, εἰ μὴ ἀποδοθεῖεν αὐτῷ καὶ ἀφέξονται Ῥωμαῖοι τὴν δοριάλωτον ἀροῦντες. εἶναι δὲ μῆκος μὲν αὐτῆς κατὰ τὸ ῥεῦμα τοῦ Ἴστρου ἀπὸ τῆς Παιόνων ἄχρι Νοβῶν τῶν Θρᾳκίων, τὸ δὲ βάθος πέντε ἡμερῶν ὁδόν· καὶ τὴν ἀγορὰν τὴν ἐν Ἰλλυριοῖς μὴ πρὸς τῇ ὄχθῃ τοῦ Ἴστρου ποταμοῦ γίνεσθαι, ὥσπερ καὶ πάλαι, ἀλλ' ἐν Ναϊσσῷ, ἣν ὅριον ὡς ἐπ' αὐτοῦ δῃωθεῖσαν τῆς Σκυθῶν καὶ Ῥωμαίων ἐτίθετο γῆς, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ τοῦ Ἴστρου ἀπέχουσαν ποταμοῦ. πρέσβεις δὲ ἐκέλευσε πρὸς αὐτὸν ἀφικνεῖσθαι τοὺς περὶ τῶν ἀμφιβόλων διαλεξομένους, οὐ τῶν ἐπιτυχόντων, ἀλλὰ τῶν ὑπατικῶν ἀνδρῶν τοὺς μεγίστους· οὓς εἰ ἐκπέμπειν εὐλαβηθεῖεν, αὐτὸν δεξόμενον σφᾶς ἐς τὴν 580 Σερδικὴν διαβήσεσθαι. τούτων ἀναγνωσθέντων βασιλεῖ τῶν γραμμάτων, ὡς ὑπεξῆλθεν ὁ Ἐδέκων σὺν τῷ Βιγίλᾳ ἑρμηνεύσαντι ὅσαπερ ὁ βάρβαρος ἀπὸ στόματος ἔφρασε τῶν Ἀττήλᾳ δεδογμένων, καὶ ἐς ἑτέρους οἴκους παρεγένετο, ὥστε αὐτὸν Χρυσαφίῳ τῷ βασιλέως ὑπασπιστῇ οἷα δὴ τὰ μέγιστα δυναμένῳ ἐς ὄψιν ἐλθεῖν, ἀπεθαύμασε τὴν τῶν βασιλείων οἴκων περιφάνειαν. Βιγίλας δέ, ὡς τῷ Χρυσαφίῳ ἐς λόγους ἦλθεν ὁ βάρβαρος, ἔλεγεν ἑρμηνεύων, ὡς ἐπαινοίη ὁ Ἐδέκων τὰ βασίλεια καὶ τὸν παρὰ σφίσι μακαρίζοι πλοῦτον. ὁ δὲ Χρυσάφιος ἔφασκεν ἔσεσθαι καὶ αὐτὸν οἴκων τε χρυσοστέγων καὶ πλούτου κύριον, εἴ γε περιίδοι μὲν τὰ παρὰ Σκύθαις, ἕλοιτο δὲ τὰ Ῥωμαίων. τοῦ δὲ ἀποκριναμένου ὡς τὸν ἑτέρου δεσπότου θεράποντα ἄνευ τοῦ κυρίου οὐ θέμις τοῦτο ποιεῖν, ἐπυνθάνετο ὁ εὐνοῦχος εἴ γε ἀκώλυτος αὐτῷ ἡ παρὰ τὸν Ἀττήλαν εἴη εἴσοδος καὶ δύναμιν παρὰ Σκύθαις ἔχει τινά. τοῦ δὲ ἀποκριναμένου ὡς καὶ ἐπιτήδειος εἴη τῷ Ἀττήλᾳ καὶ τὴν αὐτοῦ ἅμα τοῖς εἰς τοῦτο ἀποκεκριμένοις λογάσιν ἐμπιστεύεται φυλακήν, (ἐκ διαδοχῆς γὰρ κατὰ ῥητὰς ἡμέρας ἕκαστον αὐτῶν ἔλεγε μεθ' ὅπλων φυλάττειν τὸν Ἀττήλαν) ἔφασκεν ὁ εὐνοῦχος, εἴπερ πίστεις δέξοιτο, μέγιστα αὐτῷ ἐρεῖν ἀγαθά· δεῖσθαι δὲ σχολῆς· ταύτην δὲ αὐτῷ ὑπάρχειν, εἴ γε παρ' αὐτὸν ἐπὶ δεῖπνον ἔλθοι χωρὶς Ὀρέστου καὶ τῶν ἄλλων συμπρεσβευτῶν. ὑποσχόμενος δὲ τοῦτο ποιεῖν, ἐπὶ τὴν ἑστίασιν πρὸς τὸν εὐνοῦχον παραγενόμενος, καὶ ὑπὸ τῷ Βιγίλᾳ ἑρμηνεῖ δεξιὰς καὶ ὅρκους ἔδοσαν, ὁ μὲν εὐνοῦχος ὡς οὐκ ἐπὶ κακῷ τῷ Ἐδέκωνι, ἀλλ' ἐπὶ μεγίστοις ἀγαθοῖς τοὺς λόγους ποιήσοιτο, ὁ δὲ ὡς οὐκ ἐξείποι τὰ αὐτῷ ῥηθησόμενα, εἰ καὶ μὴ πέρατος κυρήσοι. τότε δὴ ὁ εὐνοῦχος ἔλεγε τῷ Ἐδέκωνι, εἰ διαβὰς ἐς τὴν Σκυθικὴν ἀνέλοι τὸν Ἀττήλαν καὶ παρὰ Ῥωμαίους ἥξει, ἔσεσθαι αὐτῷ βίον εὐδαίμονα καὶ πλοῦτον μέγιστον. τοῦ δὲ ὑποσχομένου καὶ φήσαντος ἐπὶ τῇ πράξει δεῖσθαι χρημάτων, οὐ πολλῶν δέ, ἀλλὰ πεντήκοντα λιτρῶν χρυσίου δοθησομένων τῷ ὑπ' αὐτὸν τελοῦντι πλήθει, ὥστε αὐτῷ τελείως συνεργῆσαι πρὸς τὴν ἐπίθεσιν, καὶ τοῦ εὐνούχου τὸ χρυσίον παραχρῆμα δώσειν ὑποσχομένου, ἔλεγεν ὁ βάρβαρος ἀποπέμπεσθαι μὲν αὐτὸν ἀπαγγελοῦντα τῷ Ἀττήλᾳ περὶ τῆς πρεσβείας, συμπέμπεσθαι δ' αὐτῷ Βιγίλαν τὴν παρὰ τοῦ Ἀττήλα ἐπὶ τοῖς φυγάσιν ἀπόκρισιν δεξόμενον. δι' αὐτοῦ 581 γὰρ περὶ τοῦ αὐτοῦ χρυσίου μηνύσειν, καὶ ὃν τρόπον τοῦτο ἐκπεμφθήσεται. ἀπεληλυθότα γάρ, ὥσπερ καὶ τοὺς ἄλλους, πολυπραγμονήσειν τὸν Ἀττήλαν, τίς τε αὐτῷ δωρεὰ καὶ ὁπόσα παρὰ Ῥωμαίων δέδοται χρήματα· μὴ οἷόν τε δὲ ταῦτα ἀποκρύπτειν διὰ τοὺς συμπορευομένους. ἔδοξε δὴ τῷ εὐνούχῳ εὖ λέγειν, καὶ τῆς γνώμης τὸν βάρβαρον ἀποδεξάμενος ἀποπέμπει μετὰ τὸ δεῖπνον καὶ ἐπὶ βασιλέα φέρει τὴν βουλήν. ὃς Μαρτιάλιον τὴν τοῦ μαγίστρου διέποντα ἀρχὴν προσμεταπεμψάμενος ἔλεγε τὰς πρὸς τὸν βάρβαρον συνθήκας. ἀνάγκῃ δὲ ἐθάρρει τὸ τῆς ἀρχῆς· πασῶν γὰρ τῶν βασιλέως βουλῶν ὁ μάγιστρός ἐστι κοινωνός, οἷα δὴ τῶν τε ἀγγελιαφόρων καὶ ἑρμηνέων καὶ στρατιωτῶν τῶν ἀμφὶ τὴν βασιλέως φυλακὴν ὑπ' αὐτὸν ταττομένων. ἐδόκει δὲ αὐτοῖς βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν, ἀλλὰ γὰρ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν.
5.1.21
Ὅτι τῷ βασιλεῖ Οὐάλεντι ἡσυχίαν ἀπὸ τῶν οἰκείων καὶ τῶν ὀθνείων ἄγοντι τὸ ἐπίλεκτον ἀγγέλλεται τῶν Σκυθῶν στράτευμα πλησίον ἤδη που τυγχάνειν, οὓς ὁ Προκόπιος εἰς συμμαχίαν ἐξεκεκλήκει παρὰ τοῦ Σκυθῶν βασιλέως. γαύρους εἶναι τὰ φρονήματα ἔλεγον τοὺς προσιόντας καὶ περιφρονητικοὺς τῶν ὁρωμένων, ὀλιγώρους τε πρὸς τὸ ἀκόλαστον μεθ' ὕβρεως καὶ πολὺ τὸ ἀγέρωχον καὶ θερμὸν ἐπὶ πᾶσιν ἔχοντας. ὁ δὲ βασιλεὺς συντόμως αὐτοὺς ἀποτεμὼν τῆς ἐπὶ Σκύθας ὑποστροφῆς κατεῖχεν ἐντὸς ἀρκύων καὶ τὰ ὅπλα παραδοῦναι κελεύσας. οἱ δὲ ἔδοσαν τὴν τῆς γνώμης ὑπεροψίαν μέχρι τοῦ κινῆσαι τὰς κόμας ἐπιδειξάμενοι. διασπείρας οὖν αὐτοὺς κατὰ τὰς πόλεις ἐν ἀδέσμῳ κατεῖχε φρουρᾷ, καὶ καταφρόνησιν ἐνεποιεῖτο τοῖς θεωμένοις αὐτῶν τὰ σώματα πρός τε μῆκος ἀχρεῖον ἐλαυνόμενα καὶ βαρύτερα τοῖς ποσίν, κατά τε τὸ μέσον διεσφιγμένα, ᾗπέρ φησιν Ἀριστοτέλης τὰ ἔντομα. δεχόμενοι δ' οὖν αὐτοὺς εἰς τὰς οἰκίας οἱ τὰς πόλεις οἰκοῦντες καὶ πειρώμενοι τῆς ἀσθενείας τὴν ἑαυτῶν ἐξαπάτην γελᾶν ἠναγκάζοντο. τούτους ἀπῄτει τοὺς γενναίους ὁ Σκυθῶν βασιλεύς. καὶ ἦν τὸ πρᾶγμα δριμὺ καὶ πρὸς τὸν τοῦ δικαίου λόγον οὐκ εὐδιαίτητον. ὁ μὲν γὰρ ἔφασκε βασιλεῖ δεδωκέναι κατὰ συμμαχίαν καὶ ὅρκους· ὁ δὲ ἀπέφασκε βασιλέα μὴ τυγχάνειν καὶ αὐτὸν οὐκ ὀμωμοκέναι. ἐκείνου δὲ προστιθέντος τὸν Ἰουλιανόν, καὶ ὅτι διὰ τὴν ἐκείνου δεδώκει συγγένειαν,*** καὶ τὰ τῶν πρέ 595 σβεων ἀξιώματα προστιθέντος, ὁ βασιλεὺς ἀντεφώνει, τούς τε πρέσβεις ἔχειν τὴν δίκην καὶ τοὺς παρόντας ὡς πολεμίους κατέχεσθαι πολεμίῳ πρὸς συμμαχίαν ἥκοντας. ἐκ τούτων δὲ τῶν προφάσεων ὁ Σκυθικὸς ἀνεγείρεται πόλεμος, τῷ μὲν ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι καὶ χωρήσειν πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείς, τῇ δὲ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατενεχθεὶς ἐπὶ τὸ σταθερὸν καὶ ἀσφαλέστερον.