Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
63.1.1
Ὅτι κατὰ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας εἰς Θούριον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρεμίας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν· εἶναι γὰρ παρ' αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας. Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν· οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· οὐδὲν δὲ πεποιηκότας Ἀκαρ 309 νᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατ' οὐδένα τρόπον. τοὺς δὲ περὶ Χρέμιν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσσης πρὸς τὸν ἀνθύπατον.
63.1.2
Ὅτι ὁ Μάρκος τοὺς πρεσβευομένους τῶν ἐθνῶν ἐδέχετο οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντας, ἀλλ' ὥς που ἕκαστοι αὐτῶν ἢ πολιτείαν ἢ ἀτέλειαν ἢ ἀίδιον ἢ καὶ πρὸς χρόνον τινὰ ἄνεσιν τοῦ φόρου λαβεῖν ἢ καὶ τὴν τροφὴν ἀθάνατον ἔχειν ἄξιοι ἦσαν. καὶ ἐπειδὴ οἱ Ἰάζυγες χρησιμώτατοι αὐτῷ ἐγίγνοντο, πολλὰ καὶ ἐκ τῶν ἐπιτεταγμένων σφίσιν ἀφῆκεν, μᾶλλον δὲ πάντα πλὴν τῶν κατά τε τὰς συνόδους αὐτῶν καὶ κατὰ τὰς ἐπιμιξίας συγκειμένων, τοῦ τε μὴ ἰδίοις πλοίοις σφᾶς χρῆσθαι καὶ τοῦ τῶν νήσων τῶν ἐν τῷ Ἴστρῳ 434 ἀπέχεσθαι. καὶ ἐφῆκεν αὐτοῖς πρὸς τοὺς Ῥοξολάνους διὰ τῆς Δακίας ἐπιμίγνυσθαι, ὁσάκις ἂν ὁ ἄρχων αὐτῆς ἐπιτρέψῃ σφίσιν.

Intertext edge

Open linked passage

Note