De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1.1
Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε πρεσβευτὰς Πλευράτον τε τὸν Ἰλλυριὸν ὄντα φυγάδα παρ' αὐτῷ καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδόνων φιλίαν καὶ συμμαχίαν. οἳ καὶ ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες διὰ τὸ δυσέργους ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν, καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ διατρίβειν διεπέμψαντο πρὸς αὐτόν. τοῦ δὲ ταχέως αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν ἀλλότριος εἶναι τῆς πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο δὲ τοῦ μὴ παραχρῆμα συγκατατίθεσθαι τοῖς ἀξιουμένοις τὴν ἀχορηγησίαν καὶ μὴ δύνασθαι χωρὶς χρημάτων ἀναδέξασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον. οἱ μὲν οὖν περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀποκρίσεις ἐπανῆγον. ὁ δὲ Περσεὺς παραγενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησε καὶ τὴν δύναμιν ἀνέπαυσε προσδεχόμενος τοὺς περὶ τὸν Πλευράτον. παραγενομένων δ' αὐτῶν ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ 310 οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος, τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβῆναι εἰς τὰ παρακαλούμενα. τούτων δ' ἀφορμησάντων ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐπ' Ἀκκύναν.
64.1.2
Ὅτι τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάννοις πρεσβευσαμένοις δύο μυριάδες ἑκατέροις στρατιωτῶν ἐν τείχεσιν ὄντες οὔτε νέμειν οὔτε γεωργεῖν οὔτ' ἄλλο τι μετὰ ἀδείας ποιεῖν**, ἀλλὰ καὶ αὐτομόλους παρ' αὐτῶν καὶ αἰχμαλώτους τῶν σφετέρων πολλοὺς ὑπεδέχοντο, μὴ πάνυ τι αὐτοὶ ταλαιπωρούμενοι διὰ τὸ καὶ Βαλανεῖα καὶ πάντα ἀφθόνως ἔχειν τὰ ἐπιτήδεια, ὥστε τοὺς Κουάδους μὴ φέροντας τὸν ἐπιτειχισμὸν μεταναστῆναι πανδημεὶ πρὸς Σεμνόνας ἐπιχειρῆσαι. ὁ δὲ Ἀντωνῖνος προμαθὼν τὴν διάνοιαν αὐτῶν, τὰς διόδους ἀποφράξας ἐκώλυσεν. οὕτως οὐ τὴν χώραν αὐτῶν προσκτήσασθαι, ἀλλὰ τοὺς ἀνθρώπους τιμωρήσασθαι ἐπεθύμει.