De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
65.1.1
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτ' ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτ' ἀναγγέλλοντες οὐδὲν ὧν καὶ πρότερον, διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. ὧν ὁ Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων† ἐξηγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον· ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν ἢ δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται [μὲν] τῇ ψυχῇ, παριᾶσι δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν. ὅτι γάρ, εἰ Περσεὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατ' ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς, εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τούτων. νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, δι' ἧς ἢ κρατήσας τῶν ὅλων ἐξουσίαν ὑπερήφανον ἔσχεν, ἢ σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς τύχης πεῖραν αὑτῷ λαβεῖν, ἀλλὰ τὴν ἐναντίαν, δι' ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. 66. Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα δι' αὐτῶν τῶν πραγμάτων ἀπολο 311 γεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς. εἰσήνεγκεν οὖν εἰς τοὺς Ἀχαιοὺς δόγμα, διότι δεῖ πανδημεὶ ποιησαμένους τὴν ἔξοδον εἰς Θετταλίαν κοινωνῆσαι τῶν πραγμάτων ὁλοσχερῶς τοῖς Ῥωμαίοις. καὶ τούτου κυρωθέντος, ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωναγίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους, πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον. καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν πρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν, αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, δι' ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας. ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν· κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν. καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς, διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, ὅταν εἰς ἡλικίαν ἔλθωσιν, ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονὸς ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέστησαν Ἄλκιθον καὶ Πασιάδαν. Οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης, τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον. ἐπεὶ δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθ' Ἡράκλειαν τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν ἅτε τοῦ στρατηγοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων, τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν, διότι βουληθεῖεν αὐτῷ 312 πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν, διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν. τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀποδεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας, οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν, ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων πραγμάτων, ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον παρακαλέσας φροντίζειν, ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον. πότερα δὲ τοῦτ' ἐποίει κηδόμενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος, χαλεπὸν εἰπεῖν. πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ μετ' οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσεν. τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾔτει στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ† καταφροντίζειν τῇ ἰδίᾳ ἐνετείλατο, ταῦτα φροντίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς ὑπαρχούσης* φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσι κατὰ τὸ δόγμα τῆς συγκλήτου· τοῦτο δ' οὐκ ἦν προσκείμενον τοῖς γράμμασιν. διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ δι' ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος οὔσης ὑπὲρ ρʹ εἴκοσι τάλαντα. μεγάλας γε μὴν τοῖς βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας.
65.1.2
Ὅτι καὶ Ναρισταὶ ταλαιπωρήσαντες τρισχίλιοι ἅμα ηὐτομόλησαν καὶ γῆν ἐν τῇ ἡμετέρᾳ ἔλαβον.