De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1.1
Ὅτι κατὰ τὴν Κρήτην δεδιότες Κυδωνιᾶται τοὺς Γορτυ 313 νίους διὰ τὸ καὶ τῷ πρότερον ἔτει παρ' ὀλίγον κεκινδυνευκέναι τῇ πόλει τῶν περὶ Νοθοκράτην ἐπιβαλλομένων αὐτὴν κατασχεῖν, ἐξέπεμψαν πρέσβεις πρὸς Εὐμένη βοήθειαν αἰτούμενοι κατὰ τὴν συμμαχίαν. ὁ δὲ βασιλεὺς προχειρισάμενος Λέοντα καὶ στρατιώτας σὺν τούτῳ τʹ ἐξαπέστειλε κατὰ σπουδήν, ὧν παραγενομένων οἱ Κυδωνιᾶται τάς τε κλεῖς τῶν πυλῶν τῷ Λέοντι παρέδωκαν καὶ καθόλου τὴν πόλιν ἐνεχείρισαν. 68. Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας ἀεὶ μᾶλλον ἐπέτεινεν. προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν ᾧ διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασιν, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίτητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ· τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἀγησίλοχος Ἡγησίου Νικαγόρας Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἀγόπολις Ἀρίστων Παγκράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως, οἱ δὲ περὶ τὸν Ἀγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους. τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου, καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν. περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, ὃ δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν 314 πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς· ἐπεὶ γὰρ καθ' ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθα ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρ' ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστι τοῦτο συμβαίνειν περὶ τὴν γραφήν. Οἱ δὲ περὶ τὸν Ἀγόπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειαν στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. ὁ δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἀνηκόντων ἐπεμέτρησεν. ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. τοῦ δ' Ἀγεσιπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατ' ἰδίαν εἰς τὰς χεῖρας ὁ Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύσειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. πότερα δὲ τοῦτ' ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων, μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος (ἤδη γὰρ τότε συνέβαινε συγκεχύσθαι τὸν περὶ Κοίλης Συρίας πόλεμον), ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν, δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετ' ὀλίγον συμβάντα τοῖς Ῥοδίοις. οἵ γε περὶ τὸν Ἀγεσίπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν. γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ 315 μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως· οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρ' αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον. ὅτε δὲ καὶ τὸν Ἀγεσίπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατ' ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον, τότε δὴ τελέως οἱ περὶ τὸν Δείνωνα συνέθεσαν ἐν κακοῖς μεγάλοις εἶναι τοὺς Ῥωμαίους. ἀπέστειλαν δὲ καὶ πρεσβευτὰς εἰς τὴν Ἀλεξάνδρειαν τοὺς διαλύσοντας τὸν ἐνεστῶτα πόλεμον Ἀντιόχῳ καὶ Πτολεμαίῳ.
67.1.2
Ὅτι τοῖς Βούροις ὁ Κόμμοδος εἰρήνην ἔδωκε πρεσβεύσα 435 σι. πρότερον μὲν γάρ, καίτοι πολλάκις αὐτὴν αἰτηθείς, οὐκ ἐποιήσατο, ὅτι τε ἔρρωντο καὶ ὅτι οὐκ εἰρήνην ἀλλὰ ἀνοχὴν ἐς τὸ παρασκευάσασθαι λαβεῖν ἤθελον· τότε δέ, ἐπειδὴ ἐξετρυχώθησαν, συνηλλάγη σφίσιν ὁμήρους λαβὼν καὶ αἰχμαλώτους παρά τε τῶν Βούρων πολλοὺς καὶ παρὰ τῶν ἄλλων μυρίους καὶ πεντακισχιλίους κομισάμενος, καὶ ἀναγκάσας τοὺς ἄλλους ὀμόσαι ὥστε μήτ' ἐνοικήσειν ποτὲ μήτε ἐννεμεῖν τεσσαράκοντα στάδια τῆς χώρας σφῶν τῆς πρὸς τῇ Δακίᾳ οὔσης. ὁ αὐτὸς Σαβινιανὸς καὶ Δακῶν τῶν προσόρων μυρίους καὶ δισχιλίους ἐκ τῆς οἰκείας ἐκπεσόντας καὶ μέλλοντας τοῖς ἄλλοις βοηθήσειν ὑπηγάγετο γῆν τινα αὐτοῖς ἐν τῇ Δακίᾳ τῇ ἡμετέρᾳ δοθήσεσθαι ὑποσχόμενος.