Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ὅτι ὁ Μαχατᾶς πυθόμενος τὰ γεγονότα περὶ τοὺς Λακεδαιμονίους καὶ τοὺς βασιλεῖς ἧκε πάλιν ὑποστρέψας εἰς τὴν Σπάρτην καὶ παρεκάλει τοὺς ἐφόρους καὶ τοὺς βασιλέας ἐξενεγκεῖν τοῖς Ἀχαιοῖς τὸν πόλεμον· μόνως γὰρ οὕτως ἔφη λῆξαι τὴν τῶν Λακεδαιμονίων φιλονεικίαν τῶν ἐκ παντὸς τρόπου διακοπτόντων τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, τήν τε τῶν ἐν Αἰτωλίᾳ τὰ παραπλήσια τούτοις πραττόντων. πεισθέντων δὲ τῶν ἐφόρων καὶ τῶν βασιλέων, ὁ μὲν Μαχατᾶς ἐπανῆλθε συντετελεσμένος τὴν πρόθεσιν διὰ τὴν ἄγνοιαν τῶν συμπραττόντων.
6.1.2
Ὅτι Ἀριοῦνστος ὁ Γερμανῶν βασιλεὺς φίλος γενόμενος Ῥωμαίων ἐς λόγους ἦλθε τῷ Καίσαρι, καὶ διαχωρισθέντων ἀπ' ἀλλήλων αὖθις συνελθεῖν ἐς λόγους ἠξίωσεν. τοῦ δὲ Καίσαρος οὐ συνελθόντος, ἀλλὰ τοὺς πρωτεύοντας Γαλατῶν ἀποστείλαντος, ἔδησε τοὺς πρέσβεις. καὶ ὁ Καῖσαρ ἐστράτευεν ἐπ' αὐτὸν μετὰ ἀπειλῆς. δέος δ' ἐμπίπτει κατὰ κλέος τῷ στρατῷ τῶν Γερμανῶν.
6.1.3
Ὅτι οἱ Ῥωμαῖοι τοὺς Ἰσσαίους προσχωρήσαντας αὐτοῖς, 83 ἀνθυπουργεῖν τι εὐθὺς τούτοις προθύμως, ὡς τοῖς πρὸς ἑαυτοὺς ἐσπουδακόσι βοηθεῖν δοκεῖν, καὶ τοὺς Σαρδιαίους ἀμύνεσθαι, διότι τοὺς ἐκ τοῦ Βρεντεσίου ἐκπλέοντας ἐκακούργουν, ἐθελήσαντες ἔπεμψαν πρὸς Ἄγρωνα, τοὺς μὲν παραιτούμενοι, τὸν δὲ ὅτι μηδὲν προπαθὼν ἀδικοίη σφᾶς αἰτιώμενοι. καὶ ἐκεῖνον μὲν οὐκ ἔτι περιόντα εὗρον, ἀλλά τι παιδίον Πίννην ὄνομα καταλιπὼν ἐτεθνήκει, Τεύτα δὲ ἡ γυνὴ αὐτοῦ, μητρυιὰ δὲ τοῦ Πίννου, ἐκράτει τῶν Σαρδιαίων. ὑπὸ θρασύτητος οὖσα οὐδὲν μέτριον αὐτοῖς ἀπεκρίνατο, ἀλλ' οἷα γυνὴ πρὸς τῇ ἐμφύτῳ προπετείᾳ καὶ ὑπὸ τῆς δυνάμεως ἧς ἦρχε χαυνουμένη, τοὺς μὲν ἔδησε τῶν πρέσβεων, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὅτι ἐπαρρησιάσαντο. καὶ τότε μὲν ταῦτ' ἔπραξε καὶ φρόνημα ἀπ' αὐτῶν, ὥσπερ τινὰ ἰσχὺν ἐν τῷ προχείρῳ τῆς ὠμότητος ἐπιδεδειγμένη, ἔλαβεν, διήλεγξε δὲ δι' ἐλαχίστου τὴν τοῦ γυναικείου γένους ἀσθένειαν ταχὺ μὲν ὑπὸ βραχύτητος γνώμης ὀργιζομένην, ταχὺ δὲ καὶ ὑπὸ δειλίας φοβουμένην. ἐπειδὴ γὰρ τάχιστα τὸν πόλεμον τοὺς Ῥωμαίους ἐψηφίσθαι οἱ ἐπύθετο, κατέπτηξε καὶ τούς τε ἄνδρας οὓς εἶχεν αὐτῶν ἀποδώσειν ὑπέσχετο, καὶ ἐπὶ τοῖς τετελευτηκόσιν ἀπελογεῖτο λέγουσα ὑπὸ λῃστῶν τινῶν αὐτοὺς πεφονεῦσθαι. τῶν τε Ῥωμαίων τὰ τῆς στρατείας διὰ τοῦτ' ἐπισχόντων, τοὺς δὲ αὐτόχειρας ἐξαιτησάντων, κατεφρόνησέ τε αὖθις, ὅτι μηδέπω τὰ δεινὰ αὐτῇ παρῆν, καὶ οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν στράτευμα ἀπέστειλεν. ἐπειδὴ δὲ τοὺς ὑπάτους παρόντας ᾔσθετο, κατέδεισεν αὖ καὶ τοῦ θυμοῦ ὑφῆκε καὶ ἐς πᾶν ὁτιοῦν ἐπακοῦσαι σφῶν ἑτοίμη ἐγένετο· οὐ μέντοι καὶ παντάπασιν ἐσωφρονίσθη. τῶν γὰρ ὑπάτων πρὸς Κέρκυραν περαιωθέντων, ἀνεθάρσησε καὶ ἀποστᾶσα ἐπὶ Ἐπίδαμνον στράτευμα ἀπέστειλεν, τῶν δὲ Ῥωμαίων τὰς πόλεις ῥυσαμένων καὶ πλοῖα αὐτῆς μετὰ χρημάτων λαμβανόντων, ἐμέλλησεν αὖθις πειθαρχῆσαι σφίσιν· ἐπεὶ δὲ ἀναβάντες ὑπὲρ τῆς θαλάσσης κακῶς περὶ τὸν Ἀτύριον 84 λόφον ἀπήλλαξαν, ἐπέσχεν ἐλπίσασα αὐτούς (ἤδη γὰρ καὶ χειμὼν ἦν) ἀπαναστήσεσθαι. αἰσθομένη δὲ τὸν Ἀλβῖνον κατὰ χώραν μένειν, καὶ τὸν Δημήτριον ἔκ τε τῆς ἐμπληξίας ἐκείνης καὶ ἐκ τοῦ τῶν Ῥωμαίων φόβου μεθεστηκότα καί τινας ἄλλους αὐτομολῆσαι πεπεικότα, παντελῶς κατέδεισε καὶ τὴν ἀρχὴν ἀφῆκεν.
6.1.4
Ὅτι Γερμανὸς ὁ Ἰουστινιανοῦ ἀνεψιὸς ἐν Ἀντιοχείᾳ ὤν, καὶ τῶν Περσῶν ἐπιόντων, ἐς δέος ἦλθεν, καὶ ἔδοξέν οἱ χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν. Μέγαν τοίνυν τὸν Βεροίας ἐπίσκοπον ἄνδρα ξυνετὸν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε) Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱερᾶς πόλεως οὐ μακρὰν ἄποθεν. Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι, οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον, οὔτε τῇ Περσῶν στρατείᾳ οἷοί τε ἀντιτείνειν εἰσίν. πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι** ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκῇ, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης ὡς τὸ εἰκὸς ἐξαρτύεσθαι, ἀλλ' οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσιν. ταῦτα Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ' ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη. Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱερὰν πόλιν ἐπῆγε τὸ στράτευμα. οὗ δὴ ἀφικόμενός τε καὶ στρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει Παῦλον ἑρμηνέα παρ' αὐτοὺς πέμψας. ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτο ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ 96 Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι. οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργυρίου σταθμὰ δισχίλια δώσειν. τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκ ἔτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς. καὶ ὁ μὲν Μέγας ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνεν, καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει. ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυεν. τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον, καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτῆς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδεν. Βεροιαῖοι δὲ (θαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον) ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμὰ τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοί τε εἶναι, ἐγκειμένου τε σφίσι διὰ ταῦτα τοῦ Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες, ὃ ἐν τῇ ἀκροπόλει ἦν, κατέφυγον. τῇ δὲ ὑστεραίᾳ ἐστέλλοντό τινες πρὸς Χοσρόου ἐς τὴν πόλιν, ἐφ' ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελον. καὶ οἳ τῷ τείχει κλίμακας ἐπιθέντες ἀπεπειρῶντο τῆς ἀνόδου καὶ οὐδενὸς σφίσιν ἀντιστατοῦντος ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς πύλας κατ' ἐξουσίαν ἀνέῳγον, ἐδέχοντο δὲ τῇ πόλει τόν τε στρατὸν ἅπαντα καὶ Χοσρόην. ὁ δὲ Χοσρόης τὴν πόλιν ὀλίγου δέοντος ἐνέπρησεν· ἐπὶ δὲ τὸ φρούριον ἀναβὰς τειχομαχεῖν ἔγνω. οἱ δὲ στρατιῶται τῶν Ῥωμαίων ἀμυνόμενοι πολλοὺς ἔκτεινον τῶν πολεμίων. τοῦ δὲ ὕδατος ἐπιλείψαντος τοῖς Βεροιαίοις, ὁ Μέγας ἐς Ἀντιόχειαν 97 ἀφικόμενος ἀναγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην συνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν οὐδαμῆ ἔπειθεν. ἐτύγχανε γὰρ ὁ Ἰουστινιανὸς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα (ἀσηκρῆτις καλοῦσι τὸ ἀξίωμα Ῥωμαῖοι) πρέσβεις παρὰ Χοσρόην στείλας. οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε τῶν πρέσβεων ἅτερος διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφρέμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα. διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφρέμιος δὲ δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας ἦλθεν, οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον. Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλεν. ὁ δὲ ἀπεκρίνατο· τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι. οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τὰ νῦν ἀφῖξαι, τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη. οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργυρίου δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλὰ ἀναίδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾶς δήπου, καθίστασθαι. οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν εἰς τοὺς αἰτίους ἐπιτελέσειν. Καὶ ὁ μὲν Χοσρόης ταῦτα. ὁ δὲ Μέγας ἀντεῖπεν· εἰ μέν, ὅτι ὁ βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖ, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν. τῇ γὰρ ἄλλῃ ἐξουσίᾳ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν. ἢν δέ τῳ ἐξῇ τὰ ἄλλα ἀποσεισαμένῳ 98 τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δέ, ἅπαντα ἀκούσῃ πράως. ἐγὼ μὲν γάρ, ἐπειδὴ Ἀντιοχεῦσιν ἅπερ ἐπήγγελες δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων (οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;) ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ τῆς ψυχῆς ἀγῶνα καθίστανται μόνον κρείσσους, οἶμαι, γεγενημένοι ἢ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν. τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα, ἐν οἷς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν. ἡ μὲν γὰρ τρόπου ἀκολασία ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι ὡς τὸ εἰκὸς εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν. ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοῖς αἰτίοις γενέσθαι. καὶ χρήματα μέντοι, ὅσα λαβὼν ἔχεις, διαρκεῖν οἴου μὴ τῷ σῷ ταῦτα σταθμώμενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν περαιτέρω ἡμᾶς βιάζου μηδέν, μήποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι. τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται. ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν. Τοσαῦτα τὸν Μέγαν εἰπόντα Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα. ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκεν. Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο, ὡς ἕκαστός πη ἐβούλετο.
6.1.5
Ὅτι τοῦ Ἀττήλα τὸν παρὰ Θεοδοσίου τεταγμένον φόρον ζητοῦντος ἢ πόλεμον ἀπειλοῦντος, τῶν Ῥωμαίων στέλλειν παρ' αὐτὸν πρέσβεις ἀποκριναμένων, Ἀπολλώνιος ἐπέμπετο, οὗπερ ὁ ἀδελφὸς τὴν Σατορνίλου γεγαμήκει θυγατέρα, ἣν ὁ Θεοδόσιος ἐβούλετο Κωνσταντίῳ κατεγγυᾶν, Ζήνων δὲ Ῥούφῳ ἐδεδώκει πρὸς 151 γάμον· τότε δὲ ἐξ ἀνθρώπων ἐγεγόνει. τοῦ Ζήνωνος οὖν τῶν ἐπιτηδείων ὁ Ἀπολλώνιος γεγονὼς καὶ τὴν στρατηγίδα λαχὼν ἀρχὴν παρὰ τὸν Ἀττήλαν ἐπέμπετο πρεσβευσόμενος, καὶ τὸν μὲν Ἴστρον ἐπεραιοῦτο, οὐκ ἔτυχε δὲ τῆς πρὸς τὸν βάρβαρον προσόδου. ἐν ὀργῇ γὰρ ἐκεῖνος ποιούμενος τὸ μὴ κεκομίσθαι τοὺς φόρους, οὓς ἔλεγεν αὐτῷ παρὰ τῶν βελτιόνων καὶ βασιλικωτέρων τετάχθαι, οὐδὲ τὸν πρεσβευσάμενον ἐδέχετο τοῦ πέμψαντος κατολιγωρῶν. ὁ δὲ Ἀπολλώνιος ἀνδρὸς ἔργον κατὰ τοῦτον τὸν καιρὸν φαίνεται διαπραξάμενος. τοῦ γὰρ Ἀττήλα μὴ προσιεμένου τὴν αὐτοῦ πρεσβείαν μηδὲ ἐς λόγους αὐτῷ ἐλθεῖν βουλομένου, παρακελευομένου δὲ πέμπειν ἅπερ αὐτῷ ἐκ βασιλέως δῶρα ἐκόμιζεν, καὶ θάνατον ἀπειλοῦντος, εἰ μὴ δοίη, ἔφησεν· οὐκ αἰτεῖν προσῆκε Σκύθαις ἅπερ αὐτοῖς ἔξεστιν ἢ δῶρα ἢ σκῦλα λαβεῖν, παραδηλῶν δῶρα μὲν αὐτοῖς δοθήσεσθαι, εἰ αὐτὸν προσδέξοιντο πρεσβευόμενον, σκῦλα δέ, εἰ ἀνελόντες ἀφέλοιντο. οὕτω μὲν οὖν ἄπρακτος ἐπανῄει.
6.1.6
Ὅτι τὸν ἄρχοντα Αἰγύπτου ἐπὶ μόλις χρυσίου λίτραις νʹ ἐκπεμπόμενον, ὥσπερ εὐδαιμονεστέρας γενομένης ἢ πρόσθεν, ἐπὶ πεντακοσίαις ὁμοῦ λίτραις ἀπέστειλεν.
6.1.7
Ὅτι Ἰουστῖνος ὁ βασιλεὺς ἐπεὶ ἐπύθετο ὡς ἐν Σουανίᾳ εἴη πέμψας, καὶ ὅτι τοῖς Ῥωμαίων οὐ προσέθεντο Σουάνοι, ἐχαλέπαινεν, οἷα εἰκός. καὶ παραπρεσβείας ἐκρίνετο Ἰωάννης, ἅτε οὐ πρὸς τὸ συνοῖσον τῇ πολιτείᾳ διαπραξάμενος. οὐδὲ γὰρ χρῆναι αὐτὸν ἔφασκε στεῖλαι, εἴ γε μὴ τοῦτο ἐνεκελεύσατό οἱ ὁ βασιλεύς, κἀκ τούτου δοῦναι πρόφασιν Πέρσαις τὸ ἀδίκημα ξυσκιάζειν καὶ προφέρειν λόγους, ὡς αὐτοὶ Σουάνοι ἀπηνήναντο τὰ Ῥωμαίων, ἀλλ' οὐδὲ ἐν ἀρχῇ τὴν τοιαύτην προσδέξασθαι πρόκλησιν, ἢ Σουάνους προτρέψασθαι εἶναι ὑπὸ Ῥωμαίους, ἢ τούτου γε ἕνεκα πρεσβευτὴν ἐν Βυζαντίῳ γενέσθαι. οὐδέτερον γὰρ ἐξ ἀμφοῖν εὐπρεπὲς εἶναι τῇ πολιτείᾳ ἡγήσατο. Ἰωάννην οὖν περιφρονήσας ὁ αὐτοκράτωρ ἐν τῇ τῶν ἀνεπιτηδείων ἔταξε μοίρᾳ, ἐγνωμάτευσε δὲ ὅπως τὰ ἡμαρτημένα εὖ διαθείη.
6.1.8
Ὅτι τῶν Ἀβάρων ἐπιτρεχόντων τὰ τῆς Θρᾴκης ἡ σύγκλητος παρῄνει τῷ Μαυρικίῳ πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλεσάμενος τὸν Ἁρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν Ἁρμάτων ἐς τὰ Δριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας ἀποδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενος· ἐχθρῶν ἄδωρα δῶρα. καὶ γοῦν ὁ πρέσβις πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρβαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε· κρίναι ὁ θεὸς ἀνὰ μέσον Μαυρικίου καὶ ἀνὰ μέσον Χαγάνου, ἀνὰ μέσον Ἀβάρων καὶ ἀνὰ μέσον Ῥωμαίων. κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ Ῥωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν ἀτυχήμασιν. διομολογεῖται Ῥωμαίοις καὶ Ἀβάροις ὁ Ἴστροςμεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα Ἀβάροις καὶ Ῥωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν.
6.1.9
Ὅτι Ἀντιόχου διατρίβοντος ἐν τῇ Χαλκίτιδι καὶ τοῦ χειμῶνος καταρχομένου παρεγένοντο πρὸς αὐτὸν πρεσβευταὶ παρὰ μὲν τοῦ τῶν Ἠπειρωτῶν ἔθνους οἱ περὶ Χάροπα, παρὰ δὲ τῆς τῶν Ἠλείων πόλεως οἱ περὶ Καλλίστρατον. οἱ μὲν οὖν Ἠπειρῶται παρεκάλουν αὐτὸν μὴ προεμβιβάζειν σφᾶς εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον θεωροῦντα διότι πρόκεινται πάσης τῆς Ἑλλάδος πρὸς τὴν Ἰταλίαν· ἀλλ' εἰ μὲν αὐτὸς δύναται προκαθίσας τῆς Ἠπείρου παρασκευάζειν σφίσι τὴν ἀσφάλειαν, ἔφασαν αὐτὸν δέξασθαι καὶ ταῖς πόλεσι καὶ τοῖς λιμέσιν, εἰ δὲ μὴ κρίνει τοῦτο πράττειν κατὰ τὸ παρόν, συγγνώμην ἔχειν ἠξίουν αὐτοῖς δεδιόσι τὸν ἀπὸ Ῥωμαίων πόλεμον. οἱ δὲ Ἠλεῖοι παρεκάλουν πέμπειν τῇ πόλει βοήθειαν· ἐψηφισμένων γὰρ τῶν Ἀχαιῶν τὸν πόλεμον εὐλαβεῖσθαι τὴν τούτων ἔφοδον. ὁ δὲ βασιλεὺς τοῖς μὲν Ἠπειρώταις ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς διαλεχθησομένους αὐτοῖς ὑπὲρ τῶν κοινῇ συμφερόντων, τοῖς δ' Ἠλείοις ἐξαπέστειλε χιλίους πεζοὺς ἡγεμόνα συστήσας Ἐμφανῆ τὸν Κρῆτα.
6.1.10
Ὅτι Ἡρώδης μετὰ τὸ κτίσαι τὸν ναὸν τὴν εἰς Ἰταλίανὁρμὴν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ὑπεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν.
6.1.11
Ὅτι Λαγγιοβάρδων καὶ Ὀβίων ἑξακισχιλίων τὸν Ἴστρονπεραιωθέντων, τῶν περὶ Βίνδικα ἱππέων ἐξελασάντων καὶ τῶν ἀμφὶ Κάνδιδον πεζῶν ἐπιφθασάντων, εἰς παντελῆ φυγὴν οἱ βάρβαροι ἐτράποντο. ἐφ' οἷς οὕτω πραχθεῖσιν ἐν δέει καταστάντες ἐκ πρώτης ἐπιχειρήσεως οἱ βάρβαροι πρέσβεις παρὰ Ἰάλλιον Βάσσον τὴν Παιονίαν διέποντα στέλλουσι, Βαλλομάριόν τε τὸν βασιλέα Μαρκομάννων καὶ ἑτέρους δέκα, κατὰ ἔθνος ἐπιλεξάμενοι ἕνα. καὶ ὅρκοις τὴν εἰρήνην οἱ πρέσβεις πιστωσάμενοι οἴκαδε χωροῦσιν.
6.1.12
Ὅτι ὁ Ἀντίοχος πυθόμενος τοὺς Ῥωμαίους εἰς τὴν Ἀσίαδιαβεβηκέναι πρεσβευτὴν ἐξέπεμψε πρὸς τὸν ὕπατον Ἡρακλείδην τὸν Βυζάντιον περὶ διαλύσεων, ἀποδιδοὺς μὲν τὴν ἡμίσειαν τῆς δαπάνης, διδοὺς δὲ Λάμψακον καὶ Σμύρναν καὶ Ἀλεξάνδρειαν, δι' 399 ἃς ὁ πόλεμος ἐδόκει κεκινῆσθαι. αὗται γὰρ αἱ πόλεις πρῶται τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἐπεπρεσβεύκεισαν πρὸς τὴν σύγκλητον παρακαλοῦσαι περὶ τῆς ἐλευθερίας αὑτῶν.
6.1.13
Ὅτι ἐπικηρυκευσάμενοι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι τῶν τε ἐπιταχθέντων σφίσιν ὑπ' αὐτοῦ οὐδὲν ὅτι οὐχ ὑποσχόμενοι, οἷα μηδὲν αὐτῷ παρέξειν μέλλοντες, χρήματα μὲν αὐτῷ εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν, ὑπὲρ δὲ τῶν ἄλλων ἐς τὴν Ῥώμην ἐπρεσβεύσαντο. καὶ αὐτοὺς ἐκεῖνοι τότε οὐ προσεδέξαντο λέγοντες οὐκ εἶναι σφίσι πάτριον στρατοπέδων τισὶν ἐν τῇ Ἰταλίᾳ ὄντων ὑπὲρ εἰρήνης χρηματίζειν, ὕστερον δὲ ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος λόγον αὐτοῖς ἔδοσαν, καὶ ἦλθον μὲν ἐς ἀμφισβήτησιν πρὸς ἀλλήλους, ἐπ' ἀμφότερα ταῖς γνώμαις γενόμενοι, τέλος δὲ ἐψηφίσαντο τὰς σπονδὰς ἐφ' οἷς ὁ Σκιπίων συνετέθειτο.
6.1.14
Ὅτι ἠγγέλθη Ἰουστίνῳ ὡς ἐκ τῆς Περσῶν ἐπικρατείας ἐξώρμησεν ὁ Ζὶχ πρεσβευσόμενός τε καὶ διαλεχθησόμενος περὶ Σουάνων, ἐν ταὐτῷ καὶ φιλοφροσύνης ῥήματα ἀποκομίσων βασιλεῖ, ἔτι τε καὶ τὰ ἐφ' οἷς Ῥωμαῖοι προσεγκαλοῦσιν εὖ διαθησόμενος. ὁ δὲ Ἰουστῖνος ἐν βουλῇ ἐποιεῖτο ἢ μὴ προσδέξασθαι τὴν πρεσβείαν ἢ προσδεχόμενον εἰδέναι τὸν Ζὶχ ὡς τὰ κατὰ νοῦν αὐτῷ ἀνυσθήσεται οὐδαμῶς. καὶ δὴ ξυγκροτηθείσης αὐτῷ ἐκκλησίας, δοκεῖ κατάδηλον γενέσθαι ἔτι ὁδοιποροῦντι τῷ Ζὶχ διὰ συλλαβῶν Ἰωάννου, ὡς τὸ παράπαν οὐδὲν τῶν δοκηθέντων προσεδέξατο ὁ 447 βασιλεύς. τούτου γενομένου, τὸ γράμμα ἐνεχειρίσθη Τιμοθέῳ τῶν ἅμα Ἰωάννῃ γενομένων ἑνὶ κατὰ δὴ τὴν Περσῶν πρὸ τοῦ. καὶ οὖν Τιμοθέῳ ἐνεκελεύσατο βασιλεὺς ῥήματα μὲν δῆθεν τῆς ὡς Ῥωμαίους φιλίας ἀποκομίσαι βασιλεῖ τῶν Περσῶν, ὑπαντιάζοντι δέ, ὥσπερ εἰκός, τῷ πρεσβευτῇ ἐπιδεῖξαι τὴν Ἰωάννου ἐπιστολήν, ὡς ἂν ἔσοιτο ἐξεπιστάμενος ὁ Ζὶχ καὶ σαφέστατα προγινώσκων τὴν βασιλέως βουλήν. Τιμόθεος οὖν, τοῦτο ἐπιτετραμμένον αὐτῷ, παρεγένετο ἐν τοῖς ὁρίοις· γνοὺς δὲ ὡς οὔπω πάρεστιν ὁ Περσῶν πρεσβευτής, ἐπορεύετο ὅ γε αὐτίκα πρὸς Χοσρόην. ξυμβὰν δὲ οὕτω, τοῦ Ζὶχ δι' ἑτέρας ἀτραποῦ ἐς τὴν Νίσιβιν ἀφικομένου ἐκεῖ τε διατρίψαντος τῷ διατεθῆναι τὸ σῶμα ἀρρώστως, ἐν τοσούτῳ Τιμόθεος πρὸς τοῦ Περσῶν βασιλέως ἀφεθεὶς ἐπικατέλαβε τὸν Ζὶχ ἐπανερχόμενος κατὰ δὴ τὴν Νίσιβιν ἔτι νοσώδη τά τε γραφέντα οἱ πρὸς Ἰωάννου ἐνεχείρισεν. ὁ δὲ καταμαθὼν ὡς ἐς τοὐναντίον αὐτῷ τῶν ἐλπισθέντων ἡ ὁδὸς γίνεται καὶ ὡς οὐκ αἰσίως οἱ προβήσεται τὰ τῆς πρεσβείας, δυσθυμίᾳ περιπεσὼν καὶ τῇ νόσῳ κάτοχος ὢν κατέστρεψε τὸν βίον. καὶ μὲν δὴ καὶ Ἰωάννην αὐτίκα συνέβη τεθνάναι. μετὰ ταῦτα ἀγγέλλεται ἐν Βυζαντίῳ ὡς ἕτερος ἥξοι πρεσβευτὴς ὁ προσαγορευόμενος Μεβώδης. οὗτος ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος καὶ ἐλπίδα ἔχων, ὡς περὶ Σουανίας αὐτῷ κινηθήσονται λόγοι, καὶ ὅτι Πέρσας ἀρέσκουσαι γενήσονται ξυνθῆκαι. ταύτῃ τῇ διανοίᾳ ἐπηρμένος ἐν Βυζαντίῳ ᾔει αὐθαδέστερον ἢ κατὰ πρεσβευτὴν θέμενος τοῖς κατὰ τὴν ὁδοιπορίαν. παραγενομένου δέ, (βασιλεὺς γὰρ ἤδη ἐπέπυστο Μεβώδου τῆς ἀλαζονείας πέρι, καὶ ὁποῖα ἄττα ἐλπίζων τὴν ἄφιξιν ἐποιήσατο), τὰς μὲν ἐκ βασιλέως Περσῶν ἔδοξε δέχεσθαι προσρήσεις κατὰ τὸν εἰωθότα θεσμόν, περιεφρόνησε δὲ ὅμως τὸν Μεβώδη καὶ ἀπεφλαύριζε μηδὲ τὴν οἱανοῦν συνουσίαν ὡς αὐτὸν ποιούμενος. ὡς δὲ ἐς τοὐναντίον ἢπερ ἐβούλετο τὰ τῆς πρεσβείας οἱ ἐχώρει, καὶ τὸ παράπαν οὐδὲν αὐτῷ ἔλεξε περὶ Σουανίας ὁ βασιλεύς, ἔπειτα ἐξελιπάρει ὁ Μεβώδης τοὺς ἅμα οἱ Σαρακηνοὺς ἐς λόγους ἰέναι τῷ αὐτοκράτορι. εἵποντο γὰρ ἀμφὶ τοὺς τεσσαράκοντα οἰκείῳ τινὶ πρεσβευτῇ ταττόμενοι. ὁ γὰρ τῶν Σαρακηνῶν φύλαρχος Ἄμβρος ἐκπέμψας ὑπῆρχε καὶ ὅγε ξὺν τῷ Μεβώδῃ πρεσβείαν διαλεχθησομένους περὶ ὧν χρημάτων πρὸς Ἰουστινιανοῦ 448 ἐκομίζοντο. Μεβώδης οὖν τοῦ σκοποῦ τοῦ περὶ Σουανίας ἁμαρτών, ὡς ἂν μὴ πάντη ἄπρακτος ἀναχωρήσοι, ἐπιμελέστατά πως ἠντιβόλει τῆς ὡς βασιλέα τυχεῖν εἰσόδου τοὺς Σαρακηνούς. καὶ τοίνυν ὑπολαβὼν ὁ αὐτοκράτωρ· τί γὰρ δῆτα, ἔφη, βούλονται οἱ καθ' ὑμᾶς Σαρακηνοί; ὡς δὲ ἐγκείμενον ἑώρα, κατένευσε μόνῳ εἰσιέναι τῷ ἐκείνων πρεσβευτῇ. ἠπίστατο γὰρ ὡς ἀπαυθαδιαζόμενος οὐκ ἂν ἕλοιτο ἄνευ τῶν οἱ ἑπομένων ὡς βασιλέα φοιτῆσαι, ἀλλ' ὥσπερ ἡνίκα παρὰ Ἰουστινιανὸν ξὺν ἅπασι τοῖς ἅμα αὐτοῖς τῶν Σαρακηνῶν οἱ πρέσβεις ἐγίνοντο, καὶ τὸν οὕτω βούλεσθαι τὸ σύνηθες διασώζοντα ποιήσειν. ἐντεῦθέν τε εὐπρόσωπον ᾤετο ἕξειν αἰτίαν, ὡς αὐτὸς μὲν τὰ ἁρμόδια βασιλεῖ διεπράξατο, ὁ δὲ Σαρακηνὸς ἥκιστα ἔγνω τὰ δέοντα· εἶτα κατὰ δὴ τοῦ βαρβάρου ἀντιστραφήσεται τὸ ἐπίκλημα. καὶ οὐκ ἄλλως ἀπέβη ἢ βασιλεὺς ἐστοχάσατο. ὁ γὰρ δὴ Σαρακηνὸς ἀπρεπὲς εἶναι τὸ παρεῖναί οἱ μόνῳ ὡς βασιλέα ὑποτοπήσας, καὶ τὸ κρατῆσαν δῆθεν καταλύειν οὐχ αἱρετέον αὐτῷ, ἀπηνήνατο τὴν ἐς βασιλέα πάροδον. τότε ὁ βασιλεὺς τὸν μὲν Σαρακηνὸν τελεώτατα περιεφρόνησεν, ὁ δὲ ἐς τὸν Μεβώδη παρήγαγε τὰς αἰτίας. ὁ δὲ τῶν Περσῶν πρεσβευτής· ὦ δέσποτα, ἔλεξεν, οὐ πάρειμι συνεπαμύνων, εἴ γε ὁ Σαρακηνὸς ἐπλημμέλησέ τι, ἄλλως δὲ ἀκουσόμενος, ὅπως, εἰ μὲν ἁρμόδια τῷ δικαίῳ λέγοι, μὴ περιόψομαι, εἰ δέ γε ἐς τοὐναντίον ὀφθήσεται ἀδίκως ἐπεγκαλῶν, αὐτὸς ἐγὼ καταδιαιτήσω τοῦ Σαρακηνοῦ. ὁ βασιλεὺς ἐπιτωθάζων· ἥκεις, ὡς ἔοικεν, οὐχὶ πρεσβευσόμενος, ἀλλὰ δικάσων. ὁ Μεβώδης αὐτίκα ὅγε τῷ πληκτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο. τοιγαροῦν παραχρῆμα τὸν αὐτοκράτορα προσειπὼν ᾗπερ θέμις οὕτως ἀνεχώρησεν. ὀλίγαις δὲ ὕστερον ἡμέραις αὖθις ἐς τὰ βασίλεια παρελθὼν παρῃτεῖτο λιπαρῶς περὶ τῆς τῶν Σαρακηνῶν εἰσόδου. τοῦ δὲ βασιλέως ἀνανεύοντος, οὐχ ὅσιον ἔφασκεν εἶναι μὴ τὰ ὅσα ἐπετέλει πρὸ τοῦ παρὰ Ῥωμαίους πρεσβευόμενος ὁ Ζὶχ καὶ ἐμὲ αὖθις ἐπιτελεῖν. οἱ γὰρ καθ' ἡμᾶς Σαρακηνοὶ ἅμα αὐτῷ παρὰ βασιλέα ἐγίνοντο. δεῖ οὖν καὶ ἐμὲ τῶν ἴσων ἐκείνῳ ἀπολαύειν, ὡς ἂν μὴ ὥσπερ λελωβημέναι ὦσιν αἱ μεταξὺ Ῥωμαίων τε καὶ Περσῶν συνθῆκαι. ὁ βασιλεὺς πρὸς ταῦτα ὀργίλως ἔχων· τί οὖν, εἰ καὶ πεφώραται ὁ Ζὶχ ἐπὶ μοιχείᾳ ἢ καὶ ἑτέρῳ ὅτῳ πλημμελήματι τῶν ἀνηκέστων ἁλούς, καὶ σοὶ κατ' ἴχνος ἐκείνῳ ἰτέα; ἢ οὐ ξυναι 449 σθάνῃ βασιλεῖ Ῥωμαίων καὶ Ἰουστίνῳ διαλεγόμενος; τότε κατορρωδήσας ὁ Μεβώδης περιδεής τε γενόμενος πρηνὴς ἔκειτο ἐπ' ἐδάφους, πρὸς ἄρνησίν τε καταφεύγων καὶ ἀναινόμενος εἰρῆσθαί οἱ τὰ τοιάδε. ταύτῃ τῇ ἀπολογίᾳ χρωμένου, ὁ αὐτοκράτωρ ἔδοξεν ὑπάγεσθαι τῇ πειθοῖ ἔλεξέ τε· ἔοικεν οὖν ὁ ἑρμηνεὺς ἡμῖν ἕτερα ἀνθ' ἑτέρων φράσαι. εἰ τοίνυν οὐδὲν λέλεκταί σοι παρὰ τὸ προσῆκον, ἴσθι τὸ ἐπίκλημα ἀπονιψάμενος. οὕτως ὁ βασιλεὺς ἑκοντὶ ἀποπροσποιησάμενος τὰ λεχθέντα πρὸς αὐτοῦ εἰδέναι τῶν εἰρημένων τὴν ἄγνοιαν ὑπεκρίνατο, καὶ δὴ ἐς τὸ ἠπιώτερον μετηνέχθη, ὡς ἂν μὴ θρασύτερός τε καὶ κατὰ τὸ μᾶλλον ὑψαγόρας ἔσοιτο ὁ Μεβώδης τῷ ἐς ἔννοιαν ἔχειν συνειδέναι τὸν αὐτοκράτορα τῇ τῶν ῥημάτων τραχύτητι. οὕτω δὴ οὖν τοῦ βασιλέως παρακρουσαμένου τὴν ὑπόνοιαν· οἰμωζέτω, ἦ δὲ ὁ Μεβώδης, καὶ τὰ Σαρακηνικὰ φῦλα ἅπαντα καὶ Ἄμβρος αὐτὸς καὶ ἡ πρεσβεία ἡ κατ' αὐτούς· ἐμοὶ γὰρ σιγὴ ἔσοιτο ἕκατί τε αὐτῶν, οὐδ' εἴποιμί τι τὸ λοιπόν. τούτων οὕτω κεκινημένων, πλεῖστα μὲν καὶ ἄλλα ὁ βασιλεὺς τὸν Σαρακηνὸν εἶπε κακῶς, καὶ ὡς μεταβολεύς τε καὶ παλιγκάπηλος ἥκοι. πρὸς τοῖς δ' ἔφασκεν ὡς οὐχ οἷός τε πέφυκε λήσειν ὅτου ἕνεκα βασιλεῖ ἐντευξόμενος ἀφίκετο. φησὶ γὰρ ὡς ἐθέλοι τὰ συνήθη χρήματα κομίσασθαι πρὸς ἡμῶν, ἀνθ' ὧν, οἶμαι, κομιεῖται ξυμφορὰς ὁ κατάρατός τε καὶ ἀπολούμενος. γελοιῶδες γάρ, εἰ Σαρακηνῶν ἔθνει, καὶ ταῦτα νομάδων, Ῥωμαῖοί γε ὄντες τεταξόμεθα ἐς φόρων ἀπαγωγήν. ὁ Μεβώδης· εἶεν, ἔφη, ὦ δέσποτα, εἰ καὶ ἄπρακτον, ὅμως ἀποπέμψεις αὐτόν. ὁ βασιλεύς· καὶ εἰ μὴ παρεγένετο, ὅσον τό γε ἐφ' ἡμῖν, ἀλλ' οὖν ἀπίτω. καὶ ἐμὲ ξὺν αὐτῷ κέλευσον, ἦ δὲ ὁ Μεβώδης. ἐς τέλος ἐλθούσης τῆς πρεσβείας ἐν τούτοις, τόν τε Περσῶν πρεσβευτὴν καὶ τοὺς Σαρακηνοὺς ὁ βασιλεὺς ἅμα ἀφῆκεν ἐς τὰ πάτρια ἤθη ἀπονοστήσοντας. οὕτω τε ἀπεσιγήθη ἅπαντα τῇ τοῦ αὐτοκράτορος νουνεχείᾳ τὰ ὅσα Ἰωάννης ἐπὶ τῇ πρεσβείᾳ διεπράξατο οὐ κατὰ τὸ προσῆκον. ὡς δὲ οἱ Σαρακηνοὶ ἔνδον τῆς ἑαυτῶν ἐγένοντο ἀπήγγειλάν τε τῷ Ἄμβρῳ τὴν τοῦ βασιλέως βουλὴν περὶ τοὺς μηδίζοντας τῶν Σαρακηνῶν, τότε ὁ Ἄμβρος Καβώσῃ τῷ ἀδελφῷ, ὃς Ἀλαμουνδάρῳ τῷ τῶν ὑπὸ Ῥωμαίους Σαρακηνῶν ἡγουμένῳ ἀντικαθιστάμενος ἦν, 450 σημαίνει καταδραμεῖν τὴν Ἀλαμουνδάρου γῆν. ἥδε δὲ ἡ γῆ ὑπὸ Ἀραβίαν τελεῖ.
6.1.15
Ὅτι ὁ Χοσρόης μετὰ τὴν αἴτησιν τῆς πρεσβείας τῆς πρὸς Μαυρίκιον σταλείσης ἐπὶ τὴν λεγομένην Ἱερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ' ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμψεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγόμενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος μεγαλονοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν Ἀρμενίαν ἀπέστελλεν ἐς τὸ Ἀδραβίγανον ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι. καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης 484 ὑπὸ τὰς πτέρνας καταβαλόμενος πεμπταῖον ἄγγελον κατέπεμπεν τοῖς τὴν Μαρτυρόπολιν κατοικοῦσι Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν. ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ, ἐνεχείρει ὡς βασιλέα γενέσθαι Ῥωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν τούτου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ὡς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος· διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι τοῦτον, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ τῆς τυραννίδος καθιδρυνθείη ἐγχείρημα. ἦρος δ' ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτοκράτωρ βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτιρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] Λεχθέντων δὲ μεταξὺ πολλῶν, καὶ τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ Ῥωμαίους, τῷ δὲ Βαρὰμ κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ βασιλέως κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ Ῥωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν περὶ τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ' οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα, τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, τοὺς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ Ῥωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς πρέσβεσιν ἐξαπέστειλεν. ὁ δὲ Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ βασιλέως διαγνοὺς τήν τε τῶν Ῥωμαίων ἀγασθεὶς ἀρετήν, τὴν Ἱερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντίναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτηνῆς 485 προεστὼς (Δομετιανὸς δ' ἄρα οὗτος) βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δὲ αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς Ἀντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντίναν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέποτε τῷ νεωτέρῳ τῆς καθαιρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον.
6.1.16
Ὅτι ὁ τῶν Περσῶν βασιλεὺς ἐπέστελλε τοῖς Ἴβηρσι τὰ νόμιμα τῆς αὐτοῦ πολιτείας τηρεῖν. διὸ Γουργένης ὁ βασιλεὺς αὐτῶν προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν, ὡς οὔποτε Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ' ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμπει ἐς ξυμμαχίαν. οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. ἐπεὶ δὲ Πρόβος ἄπρακτος ἐνθένδε ἀνεχώρησε, Πέτρον στρατηγὸν ξὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα.
6.1.17
Ὅτι παρεγένοντο παρὰ Ἀλέξανδρον τῶν Μαλλῶν τῶν ὑπολειπομένων πρέσβεις ἐνδιδόντες τὸ ἔθνος, καὶ παρὰ Ὀξυδρακῶν οἵ τε ἡγεμόνες τῶν πόλεων καὶ οἱ νομάρχαι αὐτοὶ καὶ ἄλλοι ἅμα τούτοις ἑκατὸν καὶ πεντήκοντα οἱ γνωριμώτατοι αὐτοκράτορες περὶ σπονδῶν δῶρά τε ὅσα μέγιστα παρ' Ἰνδοῖς κομίζοντες καὶ τὸ ἔθνος καὶ οὗτοι ἐνδιδόντες. συγγνωστὰ δὲ ἁμαρτεῖν ἔφασαν οὐ πάλαι παρ' αὐτὸν πρεσβευσάμενοι· ἐπιθυμεῖν γάρ, ὥσπερ τινὲς ἄλλοι, ἔτι μᾶλλον αὐτοὶ ἐλευθερίας τε καὶ αὐτόνομοι εἶναι, ἥντινα ἐλευθερίαν ἐξ ὅτου Διόνυσος ἐς Ἰνδοὺς ἧκε σώαν σφίσιν εἶναι ἐς Ἀλέξανδρον· εἰ δὲ Ἀλεξάνδρῳ δοκοῦν ἐστιν, ὅτι καὶ Ἀλέξανδρον ἀπὸ θεοῦ γενέσθαι λόγος κατέχει, ξατράπην τε ἀναδέξασθαι ὅντινα τάττοι Ἀλέξανδρος καὶ φόρους ἀποίσειν τοὺς Ἀλεξάνδρῳ δόξαντας· διδόναι δὲ καὶ ὁμήρους ἐθέλειν ὅσους ἂν αἰτῇ Ἀλέξανδρος. ὁ δὲ χιλίους ᾔτησε τοὺς κρατιστεύοντας τοῦ ἔθνους, οὕς, εἰ μὲν βούλοιντο, ἀντὶ ὁμήρων καθέξειν, εἰ δὲ μή, ξυστρατεύοντας ἕξειν, ἔστ' ἂν διαπολεμηθῇ αὐτῷ πρὸς τοὺς ἄλλους Ἰνδούς. οἱ δὲ τούς τε χιλίους ἔπεμψαν τοὺς κρατίστους καὶ μεγίστους σφῶν ἐπιλεξάμενοι, καὶ ἅρματα πεντακόσια οὐκ αἰτηθέντες καὶ τοὺς ἀμβάτας τῶν ἁρμάτων. Ἀλέξανδρος δὲ ξατράπην μὲν τούτοις τε καὶ τῶν Μαλλῶν τοῖς ἔτι σωζομένοις ἐπέταξε Φίλιππον· τοὺς ὁμήρους δὲ αὐτοῖς ἀφῆκεν, τὰ δὲ ἅρματα ἔλαβεν.
6.1.18
Ὅτι οἱ Σαλύων τοῦ ἔθνους ἡττηθέντες ὑπὸ Ῥωμαίων ἐς Ἀλλούβριγας κατέφυγον. καὶ αὐτοὺς ἐξαιτοῦντες οἱ Ῥωμαῖοι στρατεύουσιν ἐπὶ τοὺς Ἀλλούβριγας οὐκ ἐκδιδόντας, ἡγουμένου σφῶν Γναίου Δομιτίου. ᾧ παροδεύοντι τὴν τῶν Σαλύων ἐντυγχάνει πρεσβευτὴς Βιτοίτου βασιλέως τῶν Ἀλλουβρίγων, ἐσκευασμένος τε πολυτελῶς, καὶ δορυφόροι παρείποντο αὐτῷ κεκοσμημένοι καὶ κύνες· δορυφοροῦνται γὰρ δὴ καὶ πρὸς κυνῶν οἱ τῇδε βάρβαροι. μουσικός τε ἀνὴρ εἵπετο βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτ' Ἀλλούβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν· οὗ δὴ καὶ μάλιστα ἕνεκα αὐτοὺς οἱ τῶν πρεσβευτῶν ἐπιφανεῖς ἐπάγονται. ἀλλ' ὁ μὲν συγγνώμην αἰτῶν τοῖς Σαλύων δυνάσταις ἀπέτυχεν.
6.1.19
Ὅτι φωραθέντα τὸν Βιγίλαν ἐπιβουλευόμενον τῷ Ἀττήλᾳ, καὶ τοῦ χρυσίου τὰς ἑκατὸν λίτρας τὰς παρὰ τοῦ Χρυσαφίου τοῦ εὐνούχου σταλείσας ἀφελομένου, παρευθὺ ἔπεμπεν Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλας ἐς τὴν Κωνσταντίνου ἐντειλάμενος τὸν μὲν Ὀρέστην τὸ βαλλάντιον, ἐν ᾧπερ ἐμβεβλήκει Βιγίλας τὸ χρυσίον τὸ Ἐδέκωνι δοθησόμενον, τῷ σφετέρῳ περιθέντα τραχήλῳ ἐλθεῖν τε παρὰ βασιλέα καὶ αὐτῷ ἐπιδείξαντα καὶ τῷ εὐνούχῳ ἀνερωτᾶν, εἴ γε αὐτὸ ἐπιγινώσκοιεν, τὸν δὲ Ἤσλαν λέγειν ἀπὸ στόματος εὖ μὲν γεγονότος εἶναι πατρὸς τὸν Θεοδόσιον παῖδα, εὖ δὲ καὶ αὐτὸν φύντα καὶ τὸν πατέρα Μουνδίουχον διαδεξάμενον διαφυλάξαι τὴν εὐγένειαν· ταύτης δὲ τὸν Θεοδόσιον ἐκπεπτωκότα δουλεύειν αὐτῷ τὴν τοῦ φόρου ἀπαγωγὴν ὑφιστάμενον. οὐ δίκαιον οὖν ποιεῖ τῷ βελτίονι καὶ ὃν αὐτῷ ἡ τύχη δεσπότην ἀνέδειξεν ὡς πονηρὸς οἰκέτης λαθριδίως ἐπιτιθέμενος. οὐ λύσειν οὖν τὴν αἰτίαν ἔφη τῶν ἐς αὐτὸν ἡμαρτημένων, εἰ μή γε τὸν εὐνοῦχον ἐκπέμψοι πρὸς κόλασιν. καὶ οὗτοι μὲν ἐπὶ τοῖσδε ἐς τὴν Κωνσταντίνου παρεγένοντο· συνηνέχθη δὲ τὸν Χρυσάφιον ἐξαιτεῖσθαι καὶ παρὰ Ζήνωνος. Μαξιμίνου γὰρ εἰρηκέναι τὸν Ἀττήλαν ἀπαγγείλαντος χρῆναι βασιλέα πληροῦν τὴν ὑπόσχεσιν καὶ τῷ Κωνσταντίῳ τὴν 582 γυναῖκα διδόναι, ἣν οὐδαμῶς παρὰ τὴν ἐκείνου βουλὴν ἑτέρῳ κατεγγυηθῆναι οἷόν τε ἦν (ἢ γὰρ ἂν ὁ τολμήσας ἐκδεδώκει δίκας, ἢ τοιαῦτα τὰ βασιλέως ἐστίν, ὥστε μηδὲ τῶν σφετέρων κρατεῖν οἰκετῶν, καθ' ὧν συμμαχίαν, εἴ γε βούλοιτο, ἕτοιμον εἶναι παρασχεῖν) ἐδήχθη τε ὁ Θεοδόσιος τὸν θυμὸν καὶ δημοσίαν τὴν τῆς κόρης οὐσίαν ποιεῖ. 7. Ὅτι ὡς ἠγγέλθη τῷ Ἀττήλᾳ τὸν Μαρκιανὸν ἐς τὰ κατὰ τὴν ἕω Ῥωμαϊκὰ παρεληλυθέναι βασίλεια μετὰ τὴν Θεοδοσίου τελευτήν, ἠγγέλθη δὲ αὐτῷ καὶ τὰ τῆς Ὀνωρίας πέρι γεγενημένα, πρὸς μὲν τὸν κρατοῦντα τῶν ἑσπερίων Ῥωμαίων ἔστελλε τοὺς διαλεξομένους μηδὲν Ὀνωρίαν πλημμελεῖσθαι, ἣν ἑαυτῷ πρὸς γάμον κατενεγύησε· τιμωρήσειν γὰρ αὐτῇ, εἰ μὴ καὶ τὰ τῆς βασιλείας ἀπολάβῃ σκῆπτρα. ἔπεμπε δὲ καὶ πρὸς τοὺς ἑῴους Ῥωμαίους τῶν ταχθέντων φόρων ἕνεκα. ἀπράκτων δὲ ἐξ ἀμφοτέρων τῶν αὐτοῦ ἐπανελθόντων πρέσβεων· οἱ μὲν γὰρ τῆς ἑσπέρας ἀπεκρίναντο Ὀνωρίαν αὐτῷ ἐς γάμον ἐλθεῖν μήτε δύνασθαι ἐκδεδομένην ἀνδρί· σκῆπτρον δὲ αὐτῇ μὴ ὀφείλεσθαι· οὐ γὰρ θηλειῶν, ἀλλὰ ἀρρένων ἡ τῆς Ῥωμαϊκῆς βασιλείας ἀρχή. οἱ δὲ τῆς ἕω ἔφασαν οὐχ ὑποστήσεσθαι τὴν τοῦ φόρου ἀπαγωγήν, ἣν ὁ Θεοδόσιος ἔταξεν· καὶ ἡσυχάζοντι μὲν δῶρα δώσειν, πόλεμον δὲ ἀπειλοῦντι ὅπλα καὶ ἄνδρας ἐπάξειν τῆς αὐτοῦ μὴ λειπομένους δυνάμεως. ἐμερίζετο οὖν τὴν γνώμην καὶ διηπόρει ποίοις πρότερον ἐπιθήσεται, καὶ ἔχειν αὐτῷ ἐδόκει καλῶς τέως ἐπὶ τὸν μείζονα τρέπεσθαι πόλεμον καὶ ἐς τὴν ἑσπέραν στρατεύεσθαι, τῆς μάχης αὐτῷ μὴ μόνον πρὸς Ἰταλιώτας, ἀλλὰ καὶ πρὸς Γότθους καὶ Φράγγους ἐσομένης, πρὸς μὲν Ἰταλιώτας ὥστε τὴν Ὀνωρίαν μετὰ τῶν χρημάτων λαβεῖν, πρὸς δὲ Γότθους χάριν Γεζερίχῳ κατατιθέμενον.
6.1.20
Ὅτι τῶν Σκυθῶν ἡττηθέντων καὶ ὑπὸ τῶν Οὔννων ἀναιρεθέντων καὶ ἄρδην ἀπολλυμένων τὸ πλῆθος, οἱ μὲν ἐγκαταλαμβανόμενοι σὺν γυναξὶ καὶ τέκνοις διεφθείροντο, καὶ οὐδεμία φειδὼ τῆς περὶ τοὺς φόνους ἦν ὠμότητος. τὸ δὲ συναλισθὲν καὶ πρὸς φυγὴν ὁρμῆσαν πλῆθος μὲν οὐ πολὺ τῶν εἴκοσι μυριάδων ἀποδέουσαι συνῆλθον ἐς τὸ μάχιμον ἀκμαζούσας κινηθέντες καὶ ταῖς ὄχθαις ἐπιστάντες χεῖράς τε ὤρεγον πόρρωθεν μετὰ ὀλοφυρμῶν καὶ βοῆς καὶ προέτεινον ἱκετηρίας, ἐπιτραπῆναι τὴν διάβασιν παρακαλοῦντες καὶ τὴν σφῶν συμφορὰν ὀδυρόμενοι καὶ προσθήκην τῇ συμμαχίᾳ παρέξειν ἐπαγγελλόμενοι. οἱ δὲ ταῖς ὄχθαις ἐπιτεταγμένοι Ῥωμαίων οὐδὲν ἔφασαν πράξειν ἄνευ βασιλέως γνώμης. ἐντεῦθεν ἀναφέρεται μὲν ἐπὶ τὸν βασιλέα ἡ γνῶσις· πολλῆς δὲ ἀντιλογίας γενομένης, καὶ πολλῶν ἐφ' ἑκάτερα γνωμῶν ἐν τῷ βασιλικῷ συλλόγῳ ῥηθεισῶν, ἔδοξε τῷ βασιλεῖ. καὶ γὰρ ὑπῆν τι ζηλοτυπίας αὐτῷ πρὸς τοὺς συμβασιλεύοντας, οἳ παῖδες μὲν ἦσαν ἀδελφοῦ (καὶ γέγραπται οὕτω πρότερον), τὴν βασιλείαν δὲ διῃρῆσθαι κατὰ σφᾶς ἐδόκουν, τὴν διανομὴν οὐκ ἀνενεγκόντες ἐπὶ τὸν θεῖον. τούτων δὴ ἕνεκα, καὶ ὡς μεγάλῃ προσθήκῃ τὸ Ῥωμαϊκὸν αὐξήσων, δεχθῆναι κελεύει τοὺς ἄνδρας τὰ ὅπλα καταθεμένους. πρὶν δὲ τὴν διάβασιν ἐκ βασιλέως ἐπιτραπῆναι, Σκυθῶν οἱ τολμηρότατοι καὶ αὐθάδεις βιάσασθαι τὸν πόρον ἔγνωσαν, καὶ βιαζόμενοι κατεκόπησαν. οἱ δὲ διαφθείραντες τὸν ἀποδασμὸν τοῦτον τῆς τε ἀρχῆς παρελύθησαν καὶ περὶ τοῖς σώμασιν ἐκινδύνευσαν, ὅτι πολεμίους διέφθειραν, οἵ τε παραδυναστεύοντες βασιλεῖ καὶ δυνάμενοι μέγιστον κατεγέλων αὐτῶν τὸ φιλοπόλεμον καὶ στρατη 596 γικόν, πολιτικοὺς δὲ οὐκ ἔφασαν εἶναι. ὁ μὲν γὰρ βασιλεὺς ἐξ Ἀντιοχείας ἐπέτρεπεν αὐτοῖς τὴν ἀχρεῖον ἡλικίαν πρῶτον ὑποδεξαμένοις καὶ παραπέμψασιν εἰς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν καὶ ταύτην ἐς ὁμηρείαν ἀσφαλῶς κατέχουσιν ἐπιστῆναι ταῖς ὄχθαις, καὶ μὴ πρότερον τοὺς μαχίμους δέξασθαι διαβαίνοντας μηδὲ τὰ πλοῖα παρασχεῖν ἐς τὴν περαίωσιν, εἰ μὴ τὰ ὅπλα καταθέμενοι γυμνοὶ διαβαίνοιεν. οἱ δὲ ταῦτα ἐπιτραπέντες, ὁ μὲν ἐκ τῶν διαβεβηκότων ἤρα παιδαρίου τινὸς λευκοῦ καὶ χαρίεντος τὴν ὄψιν, ὁ δὲ ἥλω γυναικὸς εὐπροσώπου τῶν αἰχμαλώτων, ὃς δὲ ἦν αἰχμάλωτος ὑπὸ παρθένου, τοὺς δὲ τὸ μέγεθος κατεῖχε τῶν δώρων τά τε λινᾶ ὑφάσματα καὶ τὸ τῶν στρωμάτων ἐπ' ἀμφότερα θυσανοειδές· ἕκαστος δὲ ἁπλῶς αὐτῶν ὑπελάμβανε καὶ τὴν οἰκίαν καταπλήσειν οἰκετῶν καὶ τὰ χωρία βοηλατῶν καὶ τὴν ἐρωτικὴν λύσσαν τῆς περὶ ταῦτα ἐξουσίας. νικηθέντες δὲ ὑπὸ τούτων νίκην αἰσχίστην καὶ παρανομωτάτην, ὥσπερ τινὰς εὐεργέτας καὶ σωτῆρας παλαιοὺς μετὰ τῶν ὅπλων ἐδέξαντο. οἱ δὲ τοσοῦτον ἀκονιτὶ πρᾶγμα διαπεπραγμένοι καὶ τὴν οἴκοι συμφορὰν εὐτυχήσαντες, οἵ γε ἀντὶ τῆς Σκυθῶν ἐρημίας καὶ τοῦ βαράθρου τὴν Ῥωμαϊκὴν ἀρχὴν ἀπελάμβανον, εὐθὺς πολύ τι βάρβαρον ἐν τῷ παρασπόνδῳ καὶ ἀπίστῳ διέφαινον. ἡ μὲν γὰρ ἄχρηστος ἡλικία προλαβοῦσα κατὰ τὴν διάβασιν μετὰ βαθείας σπουδῆς καὶ φροντίδος τῶν ταῦτα βεβουλευμένων εἰς τὰ ἔθνη κατεχεῖτο καὶ διεσπείρετο. οἰκέται δὲ καὶ γυναῖκες καὶ παῖδες ἐκείνων, οἱ μὲν βασιλικὰ παράσημα ἔχοντες, τὰς δὲ ἦν ἁβροτέρας ὁρᾶν ἢ κατὰ αἰχμάλωτον. παῖδες δὲ αὐτῶν καὶ τὸ οἰκετικὸν πρός τε τὴν εὐκρασίαν τῶν ἀέρων ἀνέδραμον καὶ παρὰ τὴν ἡλικίαν ἥβησαν, καὶ πολὺ τὸ ἐπιφυόμενον ἦν πολέμιον γένος. οἱ μὲν οὖν παλαιοὶ μῦθοι λέγουσι περὶ τὴν Βοιωτίαν καὶ τὴν Κολχίδα δρακοντείων ὀδόντων κατασπαρέντων ἐνόπλους ἅμα τῷ σπόρῳ τοὺς ἄνδρας ἀναπάλλεσθαι· ὁ δὲ καθ' ἡμᾶς χρόνος καὶ τὸν μῦθον τοῦτον εἰς φῶς καὶ ἔργον συνήγαγε καὶ ὀφθῆναι κατηνάγκασεν. οὐ γὰρ ἔφθασαν τοῦ Σκυθικοῦ γένους εἰς τὴν ἐπικράτειαν τὴν Ῥωμαϊκὴν οἱ παῖδες ὥσπερ ὀδόντες διασπαρέντες, καὶ πάντα ἦν μεστὰ θυμοῦ καὶ μανίας καὶ φόνων, ἀνελθόντων αὐτῶν ἐς ἡλικίαν μάχιμον παρὰ τὸν χρόνον. τὸ δὲ ἀκ 597 μάζον τῆς Σκυθικῆς ἀλκῆς καὶ γενναιότατον τοῖς ὑποδεξαμένοις ἀντὶ τῶν ἐκβεβληκότων ἐς ἐπανάστασιν εὐθὺς ἐγερθὲν καὶ μαχόμενον πολὺ δεινότερα καὶ τραγικώτερα συνετόλμησεν ὧν ἔπαθεν. ἡ μὲν γὰρ Θρᾴκη πᾶσα καὶ ἡ συνεχὴς αὐτῇ χώρα Μακεδονία καὶ Θεσσαλία τοιαύτη τίς ἐστι καὶ οὕτω πολυύμνητος, ὥστε οὐδὲ εἷς κατὰ ταῦτα ἀναγράφειν λόγος ἦν. τοσαύτην δὲ οὖσαν αὐτὴν καὶ οὕτω πολυάνθρωπον εὐδαίμονά τε ἅμα καὶ εὔανδρον ἡ τῶν Σκυθῶν ἄπιστος καὶ παράλογος ἐπανάστασις ἐξαπιναίως καὶ παραχρῆμα τῆς διαβάσεως συντολμηθεῖσα καὶ ἀνοιδήσασα κατεστόρεσεν ἐς τοσόνδε καὶ καθημάξευσε ταῖς συμφοραῖς, ὥστε χρυσὸν ἀποδειχθῆναι πρὸς τὰ Θρᾴκια πάθη τὴν Μυσῶν παροιμιώδη λείαν. δόξαν δ' αὐτοῖς στασιάζειν ἀξιομάχου μὴ παρούσης δυνάμεως ἐς ἄμυναν, τῷ τε πλήθει πρὸς ἀνθρώπους ἀφυλάκτους καὶ ἀνόπλους ἐφάνησαν φοβερώτατοι καὶ τῷ φονικωτάτῳ πρὸς τὸ κρατούμενον πάντα ἀνδρῶν ἐχήρωσαν. περιειστήκει δὲ ἐς ἴσον λόγον καὶ Σκύθας Οὔννων μὴ φέρειν ὄνομα καὶ Ῥωμαίους Σκυθῶν. πόλεις γοῦν εὐαρίθμητοι καὶ ὀλίγαι τινὲς διεσώθησαν καὶ ἔτι σώζονται τειχῶν ἕνεκεν καὶ οἰκοδομημάτων· ἡ δὲ χώρα καὶ τὸ πλεῖστον ἀπανάλωται, καὶ ἔστιν ἀοίκητον καὶ ἄβατον διὰ τὸν πόλεμον. βασιλεὺς δὲ ἐπειδὴ τούτων ἐπύθετο τῶν ἀδιηγήτων κακῶν, πρὸς μὲν τοὺς Πέρσας ἀναγκαίαν εἰρήνην συνθέμενος, ἑαυτῷ δὲ πολεμήσας ἐπὶ μεταγνώσει τῆς ὑποδοχῆς, τῷ θυμῷ τε ὑπερέζεσε καὶ πρὸς τὸν πόλεμον ἐντείνων ἑαυτὸν προκαταπέμπει τὸ Σαρακηνῶν ἱππικὸν ὡς ἀντισχῆσον τοῖς βαρβάροις. ἤδη γὰρ καὶ τὴν Κωνσταντινούπολιν κατέτρυχον καὶ τοῖς τείχεσιν ἠνώχλουν περικαθήμενοι, πολέμιόν τε οὐδὲν ὁρῶντες ἐς ἀντίπαλον μάχην καὶ τοῖς φρονήμασιν ἐς πᾶσαν ὕβριν ὠλισθηκότες. ὃ δὴ καὶ περιφανῶς ἔδοξε κάλλιστα στρατηγῆσαι κατὰ τὸν καιρὸν ἐκεῖνον ἡ τύχη.

Intertext edge

Open linked passage

Note