De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1.1
κόντων αὐτῷ. ταύτην δεξάμενος Ἰόβιος τὴν ἐπιστολὴν οὐ καθ' ἑαυτὸν ἀνελίξας ἀνέγνω ταύτην, ἀλλ' εἰς ἐπήκοον Ἀλλαρίχου. καὶ τὰ μὲν ἄλλα μετρίως ἤνεγκεν, ὡς δὲ ἀρνηθεῖσαν εἶδεν ἑαυτῷ τε καὶ γένει τὴν τῆς στρατηγίας ἀρχήν, ἀναστὰς εἰς ὀργὴν αὐτόθεν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τοὺς σὺν αὐτῷ βαρβάρους ἐκέλευεν, ὡς αὐτίκα τὴν εἰς αὐτὸν καὶ τὸ γένος ἀπαμυνόμενος ὕβριν. Ἰόβιος δὲ ἀπορηθεὶς ἐπὶ τῷ παραλόγῳ τῶν τοῦ βασιλέως γραμμάτων εἰς τὴν Ῥαουένναν ἐπανῄει, βουλόμενος δὲ τῆς μέμψεως ἑαυτὸν ἀπολῦσαι κατελάμβανεν ὅρκοις Ὀνώριον, ἦ μὴν εἰρήνην μή ποτε ἔσεσθαι πρὸς Ἀλλάριχον, ἀλλ' ἄχρι παντὸς αὐτῷ πολεμήσειν. ὤμνυε δὲ καὶ αὐτὸς ὅρκον τῆς βασιλέως ἁψάμενος κεφαλῆς καὶ τοὺς ἄλλους, οἳ τὰς ἀρχὰς εἶχον, τοῦτο ποιῆσαι παρασκευάσας. Τούτων δὲ πραχθέντων βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς συμμαχίαν Οὔννους ἐπεκαλεῖτο, τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι παροῦσι· βουλόμενος σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς Δελματίας εἰσφέρειν ἐκέλευεν, ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας, ὅπως τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς δυνάμεις συνήθροιζεν. Ἀλλάριχος δὲ εἰς μετάμελον ἐλθὼν ἐπὶ τῇ κατὰ τῆς Ῥώμης ὁρμῇ τοὺς κατὰ πόλιν ἐπισκόπους ἐξέπεμπε πρεσβευσομένους ἅμα καὶ παραινοῦντας τῷ βασιλεῖ μὴ ὑπεριδεῖν τὴν ἀπὸ πλειόνων ἢ χιλίων ἐνιαυτῶν τοῦ πολλοῦ τῆς γῆς βασιλεύουσαν μέρους ἐκδεδομένην βαρβάροις εἰς πόρθησιν, μηδὲ οἰκοδομημάτων μεγέθη τηλικαῦτα διαφθειρόμενα πολεμίῳ πυρί, θέσθαι δὲ τὴν εἰρήνην ἐπὶ μετρίαις σφόδρα συνθήκαις. οὐδὲ γὰρ ἀρχῆς ἢ ἀξίας δεῖσθαι τὸν βάρβαρον, οὐδὲ τὰς πρότερον ἐπαρχίας ἔτι πρὸς οἴκησιν βούλεσθαι καὶ ἐπὶ τοῦ παρόντος λαβεῖν, ἀλλὰ μόνους ἄμφω Νωρικοὺς ἐν ταῖς ἐσχατιαῖς που τοῦ Ἴστρου κειμένους συνεχεῖς τε ὑφισταμένους ἐφόδους καὶ εὐτελῆ φόρον τῷ δημοσίῳ εἰσφέροντας, καὶ σῖτον ἐπὶ τούτοις ἔτους ἑκάστου τοσοῦτον, ὅσον ἀρκεῖν ὁ βασιλεὺς οἰηθείη, συγχωρεῖν δὲ καὶ τὸ χρυσίον, εἶναί τε φιλίαν καὶ ὁμαιχμίαν αὐτῷ καὶ Ῥωμαίοις κατὰ παντὸς αἴροντος ὅπλα καὶ πρὸς πόλεμον κατὰ τῆς βασιλείας ἐγειρομένου. ταῦτα ἐπιεικῶς καὶ σωφρόνως Ἀλλαρίχου προτεινομένου, καὶ πάντων ὁμοῦ τὴν τοῦ ἀνδρὸς μετριότητα θαυμαζόντων, Ἰόβιος καὶ οἱ τῷ βασιλεῖ παραδυναστεύοντες ἀνήνυτα ἔφασκον τὰ αἰτούμενα εἶναι, πάντων, ὅσοι τὰς ἀρχὰς εἶχον, ὀμωμοκότων μὴ ποιεῖσθαι 78 πρὸς Ἀλλάριχον εἰρήνην. εἰ μὲν γὰρ πρὸς τὸν θεὸν τετυχήκει δεδομένος ὅρκος, ἦν ἂν ὡς εἰκὸς παριδεῖν ἐνδιδόντας τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ τὴν ἐπὶ τῇ ἀσεβείᾳ συγγνώμην, ἐπεὶ δὲ κατὰ τῆς τοῦ βασιλέως ὀμωμόκεσαν κεφαλῆς, οὐκ εἶναι θεμιτὸν αὐτοῖς εἰς τὸν τοσοῦτον ὅρκον ἐξαμαρτεῖν. τοσοῦτον ἐτύφλωττεν ὁ νοῦς τῶν τότε τὴν πολιτείαν οἰκονομούντων θεοῦ προνοίας ἐστερημένος. Ἀλλάριχος μὲν οὖν ἐπὶ ταῖς μικραῖς αἰτήσεσιν περιυβρισθεὶς ἤλαυνεν ἐπὶ τὴν Ῥώμην. Τέλος τῆς ἱστορίας Ζωσίμου./* Περὶ πρέσβεων. Ἐκ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας Ἰωσήπου.*/
77.1.2
Ὅτι κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμφοτέρων Πτολεμαίου καὶ Πτολεμαίου περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω πολλὴν ἔχοντα φιλοτιμίαν. τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν, τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν ὑπάρχουσαν συμμαχίαν. ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν τἀδελφῷ. καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιοὺς αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ σʹ, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δ' ἱππέων Πολύβιον. πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον διεπέμψαντο παρακαλοῦντες αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν. τῶν δὲ πρεσβευτῶν παραγενομένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων ὄντα μεγάλα, καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν ὄψιν ἀγόντων, καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν (ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν), οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδ' ὅλως, ἀλλ' ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι χρείας. μάλιστα γὰρ ἦν τότε προσδόκιμος ὁ περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πολύβιον ἐδίδασκον ἄλλα τε καὶ πλείω προφερόμενοι καὶ διότι, τῷ πρότερον ἔτει ψηφισαμένων τῶν Ἀχαιῶν πανδημεὶ συστρατεύειν τοῖς Ῥωμαίοις καὶ πεμψάντων πρεσβευτὴν τὸν Πολύβιον, ὁ Κόιντος ἀποδεξάμενος τὴν προθυμίαν ἀπείπατο μὴ χρείαν ἔχειν τῆς βοηθείας, ἐπεὶ 322 κεκράτηκε τῆς εἰς Μακεδονίαν εἰσβολῆς. ἐξ ὧν ἀπεδείκνυσαν σκῆψιν οὖσαν τὴν Ῥωμαίων χρείαν πρὸς τὸ διακωλῦσαι βοηθεῖν. διὸ παρεκάλουν τοὺς Ἀχαιούς, ὑποδεικνύοντες τὸ μέγεθος τῆς περιστάσεως, ἐν ᾗ συνέβαινε τότε τὴν βασιλείαν ὑπάρχειν, μὴ παριδεῖν τὸν καιρόν, ἀλλὰ μνημονεύοντας τῶν ὁμολογιῶν καὶ τῶν εὐεργεσιῶν, μάλιστα δὲ τῶν ὅρκων, ἐμπεδοῦν τὰς συνθήκας. τῶν δὲ πολλῶν ἐπιφερομένων πάλιν βοηθεῖν, τότε μὲν οἱ περὶ τὸν Καλλικράτην ἐξέβαλον τὸ διαβούλιον διασείσαντες τοὺς ἄρχοντας, ὡς οὐκ οὔσης ἐξουσίας κατὰ τοὺς νόμους ἐν ἀγορᾷ βουλεύεσθαι περὶ βοηθείας. μετὰ δέ τινα χρόνον συγκλήτου συναχθείσης εἰς τὴν τῶν Σικυωνίων πόλιν, ἐν ᾗ συνέβαινε μὴ μόνον συμπορεύεσθαι τὴν βουλήν, ἀλλὰ πάντας τοὺς ἀπὸ τριάκοντ' ἐτῶν, καὶ λόγων γινομένων πλειόνων, καὶ μάλιστα τοῦ Πολυβίου διοριζομένου πρῶτον μὲν περὶ τοῦ χρείαν μὴ ἔχειν τοὺς Ῥωμαίους τῆς βοηθείας καὶ δοκοῦντος οὐκ εἰκῇ ταῦτα λέγειν διὰ τὸ γεγονέναι τὴν παρελθοῦσαν† νύκτα ἐν τῇ Μακεδονίᾳ περὶ τοῦ Φιλίππου, δεύτερον δὲ φάσκοντος, ἐὰν καὶ δέωνται Ῥωμαῖοι τῆς συμμαχίας, οὐ διὰ τοὺς σʹ ἱππεῖς καὶ χιλίους πεζοὺς τοὺς ἀποσταλησομένους εἰς Ἀλεξάνδρειαν ἀδυνατήσειν τοὺς Ἀχαιοὺς βοηθεῖν Ῥωμαίοις (καλῶς γὰρ ποιοῦντας αὐτοὺς καὶ τρεῖς ἄγειν καὶ δʹ μυριάδας ἀνδρῶν μαχίμων), εὐδοκοῦντες τοῖς λεγομένοις ἔρρεπον οἱ πολλοὶ πρὸς τὸ πέμπειν τὴν συμμαχίαν. τῇ δὲ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τοὺς νόμους ἔδει τὰ ψηφίσματα προσφέρειν τοὺς βουλομένους, οἱ μὲν περὶ τὸν Λυκόρταν προσήνεγκαν, διότι δεῖ πέμπειν τὴν βοήθειαν, οἱ δὲ περὶ τὸν Καλλικράτην, διότι δεῖ πρεσβευτὰς ἐξαποστέλλειν τοὺς διαλύσοντας τοὺς βασιλεῖς πρὸς τὸν Ἀντίοχον. πάλιν δὲ τῶν διαβουλίων προτεθέντων ἀγὼν ἐγίνετο νεανικός, πολύ γε μὴν ὑπερεῖχον οἱ περὶ τὸν Λυκόρταν. αἵ τε γὰρ βασιλεῖαι συγκρινόμεναι μεγάλην εἶχον διαφοράν· ὑπὸ μὲν γὰρ τῆς Ἀντιόχου σπάνιον ἦν εὑρεῖν οἰκεῖόν τι γεγονὸς καθόλου πρὸς τοὺς Ἕλληνας ἔν γε τοῖς ἀνώτερον χρόνοις (καὶ γὰρ ἡ τοῦ τότε βασιλεύοντος μεγαλοψυχία δῆλος ἐγένετο τοῖς Ἕλλησιν), ὑπὸ δὲ τῆς Πτολεμαίου τοσαῦτα καὶ τηλικαῦτα τοῖς Ἀχαιοῖς ἐγεγόνει φιλάνθρωπα κατὰ τοὺς ἀνώτερον χρόνους ὥστ' ἂν† μηδενὶ πλεῖον ἀξίως. ἃ διατιθέμενος ὁ Λυκόρτας μεγάλην ἐποιεῖτο φαντασίαν, ἅτε τῆς παραθέσεως 323 ὁλοσχερῆ τὴν διαφορὰν ἐχούσης· καθ' ὅσον γὰρ οὐκ ἐξαριθμήσασθαι ῥᾴδιον ἦν τὰς τῶν ἐν Ἀλεξανδρείᾳ βασιλέων εὐεργεσίας, κατὰ τοσοῦτον ἁπλῶς οὐδὲν ἦν εὑρεῖν φιλάνθρωπον ἐκ τῆς Ἀντιόχου βασιλείας ἀπηντημένον εἰς πραγμάτων λόγον τοῖς Ἀχαιοῖς.