Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1.1
Ὅτι ἕως μέν τινος οἱ περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην ἐχρῶντο τοῖς ὑπὲρ τῆς διαλύσεως λόγοις, οὐδενὸς δὲ προσέχοντος αὐτοῖς ἐπεισήγαγον μηχανήν. παρῆν γὰρ ἐκ πορείας εἰς τὸ θέατρον γραμματηφόρος φέρων ἐπιστολὴν παρὰ Κοΐντου Μαρκίου, δι' ἧς παρεκάλει τοὺς Ἀχαιοὺς ἀκολουθοῦντας τῇ Ῥωμαίων προαιρέσει πειρᾶσθαι διαλύειν τοὺς βασιλεῖς· συνέβαινε γὰρ καὶ τὴν σύγκλητον ἀπεσταλκέναι πρεσβευτὰς τοὺς περὶ Νεμέσιον διαλύσοντας τοὺς βασιλεῖς. ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως. ἀλλ' οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι, τοῖς δ' Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται. οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν ἑτοίμας ἔχοντες ἐπιστολὰς παρὰ τῶν βασιλέων, δι' ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον.

Intertext edge

Open linked passage

Note