Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
79.1.1
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων· τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην. πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς. διὸ 324 καὶ παρ' ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν. τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατ' αὐτῶν, ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δὲ αὑτοῦ ποιεῖσθαι τοὺς λόγους· βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν. ἐφ' οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατ' ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσιν. τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους. Τοιαύτης δ' οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στράτιον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρ' αὐτῷ πίστιν εἶχεν, τὰ μὲν ὑποδείξας, τὰ δὲ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν. ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους (καὶ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πιστικόν), μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς θεὶς ὑπὸ τὴν ὄψιν, ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν, εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν ἀεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδ' εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν· οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανε κατὰ φύσιν υἱὸς ὢν αὐτῷ ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν. τὸ δὲ συνέχον θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς. μεγάλην γὰρ† εἶναι πᾶσι τοῖς θεοῖς χάριν, εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ 325 χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον. εἰ δὲ νῦν εἰς στάσιν καὶ διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι, διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας. ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στράτιος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων. Διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθ' αὑτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν πρὸς Περσέα πόλεμον, ἀπελογίσατο· παραπλησίως δὲ καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε διὰ πλειόνων. ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνιτῶν πόλεως ἀξιῶν αὑτῷ δοθῆναι ταύτας ἐν δωρεᾷ· τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος παρεσιώπησεν. ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι τούς τε πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς, ἐπηγγείλατο δὲ καὶ τὰς προειρημένας πόλεις δώσειν. ἐπειδὴ δὲ παραυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν, ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρωνίαν ἠλευθέρωσεν ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίνιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας. οἷς ποίας μὲν ἔδωκεν ἐντολάς, εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δὲ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές. τοῦτο δ' ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν. Ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην. οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἀγέπολιν. ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου, παραυτίκα 326 τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν. οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατ' ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων τὴν πρὸς αὑτούς, εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον. ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον, τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν, ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδ' ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν. μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης, ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, δι' ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι, περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν. ἦν δ' ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ δι' ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα δι' αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι. ὁ δ' Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς ἐκεῖ μένουσι τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν. ἐξέβαλε γὰρ ἔγγραπτον μετὰ ταῦτα ποιήσας τὴν σύνταξιν τῆς δικαιολογίας, ἣ τοῖς πλείστοις τῶν ἀναλαμβανόντων εἰς τὰς χεῖρας ἄτοπος ἐφαίνετο καὶ τελέως ἀπίθανος. συνεστήσατο γὰρ τὴν δικαιολογίαν οὐ μόνον ἐκ τῶν τῆς πατρίδος δικαίων, ἔτι δὲ μᾶλλον ἐκ τῆς τῶν ἄλλων κατηγορίας. τὰ μὲν γὰρ εὐεργετήματα καὶ συνεργήματα παραβάλλων καὶ συγκρίνων τὰ μὲν τῶν ἄλλων ἐπειρᾶτο ψευδοποιεῖν καὶ ταπεινοῦν, τὰ δὲ τῶν Ῥοδίων ηὔξανε πολλαπλασιάζων καθ' ὅσον οἷός τ' ἦν· τὰ δ' ἁμαρτήματα κατὰ τοὐναντίον τὰ μὲν τῶν ἄλλων ἐξωνείδιζε πικρῶς καὶ δυσμενικῶς, τὰ δὲ τῶν Ῥοδίων ἐπειρᾶτο περιστέλλειν, ἵνα κατὰ τὴν παράθεσιν τὰ μὲν οἰκεῖα μικρὰ καὶ 327 συγγνώμης ἄξια φανῇ, τὰ δὲ τῶν πέλας ἀπαραίτητα καὶ μεγάλα τελέως, ἐφ' οἷς ἔφη συγγνώμης τετευχέναι τοὺς ἡμαρτηκότας ἅπαντας. τὸ δὲ γένος τοῦτο τῆς δικαιολογίας οὐδαμῶς ἂν πρέπειν ἀνδρὶ πολιτικῷ δόξειεν, ἐπεί τοι καὶ τῶν κοινοπραγησάντων περί τινων ἀπορρήτων οὐ τοὺς διὰ φόβον ἢ πόρον μηνυτὰς γενομένους τῶν συνειδότων ἐπαινοῦμεν, ἀλλὰ τοὺς πᾶσαν ἐπιδεξαμένους βάσανον καὶ τιμωρίαν καὶ μηδὲν τῶν συνειδότων παραιτίους γενομένους τῆς αὐτῆς συμφορᾶς, τούτους ἀποδεχόμεθα καὶ τούτους ἄνδρας ἀγαθοὺς νομίζομεν. ὁ δὲ διὰ τὸν ἄδηλον φόβον πάντα τὰ τῶν ἄλλων ἁμαρτήματα τιθεὶς ὑπὸ τὴν ὄψιν τοῖς κρατοῦσι καὶ καινοποιήσας, ὑπὲρ ὧν ὁ χρόνος εἰς λήθην ἀγηόχει τοὺς ὑπερέχοντας, πῶς οὐκ ἔμελλε δυσαρεστήσειν τοῖς ἱστορήσασιν. Τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος. προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον. οὕτως ἀεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων. διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίτητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον, καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους. τοῦτο δ' ἐποίησαν βουλόμενοι διὰ τοῦ ψηφίσματος† καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, δι' αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι· τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νόμων. οὕτω γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων, ὡς σχεδὸν ἔτη μʹ πρὸς τοῖς ρʹ κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν. τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθ' αὑτούς, οὐκ ἄξιον παραλιπεῖν. βουλόμενοι γὰρ μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπίζειν τὴν ἐξ αὑτῶν ἐπικουρίαν καὶ συμμαχίαν οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς 328 αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλ' ἀκέραιοι διαμένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας. τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν βουλόμενοι ταύτης τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμμαχίας οὐδ' ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν πλὴν αὐτῶν τῶν Ῥωμαίων, ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως. ἄρτι δὲ τῶν περὶ τὸν Θεαίτητον καταπεπλευκότων, ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασσεῖς τὰς ἐν Εὐρώμῳ πόλεις. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα, διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον. τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρθώσαντο· τοὺς μὲν γὰρ Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφ' αὑτοὺς τάττεσθαι, καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασσεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων μετὰ στρατιᾶς ἐπ' Ὀρθωσίαν. τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονεν, μάταιαι δὲ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες.

Intertext edge

Open linked passage

Note