De legationibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Ὅτι Ῥωμαῖοι, προσπεσούσης αὐτοῖς τῆς Ζακανθαίων ἁλώσεως τῆς ὑπὸ Ἀννίβου γενομένης, πρεσβευτὰς ἔπεμπον ἐξαιτήσοντας Ἀννίβαν παρὰ Καρχηδονίων. ἅμα δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο καταστήσαντες ὑπάτους Πόπλιον Κορνήλιον καὶ Τιβέριον Σεμπρώνιον. 8. Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Ἱερωνύμου τοῦ βασιλέως Συρακουσίων ἐκχωρήσαντος τοῦ Θράσωνος, οἱ περὶ τὸν Ζώιππον καὶ Ἀδρανόδωρον πείθουσι τὸν Ἱερώνυμον εὐθέως 32 πρεσβευτὰς πρὸς τὸν Ἀννίβαν πέμψαι. προχειρισάμενος δὲ Πολύκλειτον Κυρηναῖον καὶ Φιλόδημον τὸν Ἀργεῖον τούτους μὲν εἰς Ἰταλίαν ἀπέστειλε δοὺς ἐντολὰς λαλεῖν ὑπὲρ κοινοπραγίας τοῖς Καρχηδονίοις, ἅμα δὲ καὶ τοὺς ἀδελφοὺς εἰς Ἀλεξάνδρειαν ἐπέπεμψεν. Ἀννίβας δὲ τοὺς περὶ Πολύκλειτον καὶ Φιλόδημον ἀποδεξάμενος φιλανθρώπως καὶ πολλὰς ἐλπίδας ὑπογράψας τῷ μειρακίῳ Ἱερωνύμῳ σπουδῇ πάλιν ἀπέπεμπε τοὺς πρέσβεις, σὺν δὲ τούτοις Ἀννίβαν τὸν Καρχηδόνιον ὄντα τότε τριήραρχον καὶ τοὺς Συρακουσίους Ἱπποκράτην καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον Ἐπικύδην. συνέβαινε δὲ τούτους τοὺς ἄνδρας καὶ πλείω χρόνον ἤδη στρατεύεσθαι μετ' Ἀννίβου, πολιτευομένους παρὰ Καρχηδονίοις διὰ τὸ φεύγειν αὐτῶν τὸν πάππον ἐκ Συρακουσῶν δόξαντα προσενηνοχέναι τὰς χεῖρας ἑνὶ τῶν Ἀγαθοκλέους υἱῶν Ἀγαθάρχῳ. παραγενομένων δὲ τούτων εἰς τὰς Συρακούσας, καὶ τῶν μὲν περὶ Πολύκλειτον ἀποπρεσβευσάντων, τοῦ δὲ Καρχηδονίου διαλεχθέντος κατὰ τὰς ὑπ' Ἀννίβου δεδομένας ἐντολάς, εὐθέως ἕτοιμος ἦν κοινωνεῖν Καρχηδονίοις τῶν πραγμάτων, καὶ τόν τε παραγεγονότα πρὸς αὑτὸν Ἀννίβαν ἔφη δεῖν πορεύεσθαι κατὰ τάχος εἰς τὴν Καρχηδόνα, καὶ παρ' αὑτοῦ συμπέμπειν ἐπηγγείλατο τοὺς διαλεχθησομένους τοῖς Καρχηδονίοις. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ὁ τεταγμένος ἐπὶ Λιλυβαίου στρατηγὸς τῶν Ῥωμαίων*** εἴτ' ἐν μίσει ὄντων τῶν πρεσβευτῶν, εἴτ' ἐν μίσει ὄντων τῶν Καρχηδονίων, ἔφη συλλυπεῖσθαι τοῖς Ῥωμαίοις, ὅτι κακοὶ κακῶς ἐν ταῖς κατὰ τὴν Ἰταλίαν μάχαις ἀπολώλασιν ὑπὸ Καρχηδονίων. τῶν δὲ καταπλαγέντων τὴν ἀστοχίαν, ὅμως δὲ προσπυθομένων τίς λέγει ταῦτα περὶ αὐτῶν, ἔδειξε τοὺς Καρχηδονίους παρόντας καὶ τούτους ἐκέλευσε διελέγχειν, εἴ τι τυγχάνουσι ψευδόμενοι. τῶν δὲ φησάντων οὐ πάτριον εἶναι σφίσι πιστεύειν τοῖς πολεμίοις, παρακαλούντων δὲ μηδὲν ποιεῖν παρὰ τὰς συνθήκας, ὅτι τοῦτο καὶ δίκαιόν ἐστι καὶ συμφέρον αὐτῷ μάλιστ' ἐκείνῳ, περὶ μὲν τούτων ἔφη βουλευσάμενος αὐτοῖς πάλιν διασαφήσειν, ἤρετο δὲ πῶς πρὸ τῆς τελευτῆς τοῦ πάππου πλεύσαντες ἕως τοῦ Παχύνου πεντήκοντα ναυσὶ πάλιν ἀνακάμψαιεν. συμβεβήκει δὲ Ῥωμαίους βραχεῖ χρόνῳ πρότερον ἀκούσαντας 33 Ἱέρωνα μετηλλαχέναι καὶ διαγωνιάσαντας, μή τι νεωτερίσωσιν ἐν ταῖς Συρακούσαις καταφρονήσαντες τῆς τοῦ καταλελειμμένου παιδὸς ἡλικίας, πεποιῆσθαι τὸν ἐπίπλουν, πυθομένους δὲ τὸν Ἱέρωνα ζῆν αὖθις εἰς τὸ Λιλύβαιον ἀναδραμεῖν. διὸ καὶ τότε παρομολογούντων πεποιῆσθαι μὲν τὸν ἐπίπλουν θέλοντας ἐφεδρεῦσαι τῇ νεότητι τῇ ἐκείνου καὶ συνδιαφυλάξαι τὴν ἀρχὴν αὐτῷ, προσπεσόντος δὲ ζῆν τὸν πάππον ἀποπλεῦσαι πάλιν, ῥηθέντων δὲ τούτων πάλιν ὑπολαβὸν τὸ μειράκιον· ἐάσατε τοίνυν, ἔφη, κἀμὲ νῦν, ἄνδρες Ῥωμαῖοι, διαφυλάξαι τὴν ἀρχὴν παλινδρομήσαντα πρὸς τὰς Καρχηδονίων ἐλπίδας. οἱ δὲ Ῥωμαῖοι συνέντες τὴν ὁρμὴν αὐτοῦ τότε μὲν κατασιωπήσαντες ἐπανῆλθον καὶ διεσάφουν τὰ λεγόμενα τῷ πέμψαντι, τὸ δὲ λοιπὸν ἤδη προσεῖχον καὶ παρεφύλαττον ὡς πολέμιον. Ἱερώνυμος δὲ προχειρισάμενος Ἀγάθαρχον καὶ Ὀνησιγένη καὶἹπποσθένη πέμπει μετ' Ἀννίβου πρὸς Καρχηδονίους δοὺς ἐντολὰς ἐπὶ τοῖσδε ποιεῖσθαι τὰς συνθήκας, ἐφ' ᾧ Καρχηδονίους βοηθεῖν καὶ πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσι καὶ συνεκβαλόντας Ῥωμαίους ἐκ Σικελίας οὕτω διελέσθαι τὰ κατὰ τὴν νῆσον ὥστε τῆς ἑκατέρων ἐπαρχίας ὅρον εἶναι τὸν Ἱμέραν ποταμόν, ὃς μάλιστά πως δίχα διαιρεῖ τὴν ὅλην Σικελίαν. οὗτοι μὲν οὖν ἀφικόμενοι πρὸς Καρχηδονίους διελέγοντο περὶ τούτων καὶ ταῦτ' ἔπραττον, εἰς πᾶν ἑτοίμως συγκαταβαινόντων τῶν Καρχηδονίων· οἱ δὲ περὶ τὸν Ἱπποκράτην λαμβάνοντες εἰς τὰς χεῖρας τὸ μειράκιον τὰς μὲν ἀρχὰς ἐψυχαγώγουν ἐξηγούμενοι τὰς ἐν Ἰταλίᾳ πορείας Ἀννίβου καὶ παρατάξεις καὶ μάχας, μετὰ δὲ ταῦτα φάσκοντες μηδενὶ καθήκειν μᾶλλον τὴν ἁπάντων Σικελιωτῶν ἀρχὴν ὡς ἐκείνῳ, πρῶτον μὲν διὰ τὸ τῆς Πύρρου θυγατρὸς υἱὸν εἶναι Νηρηίδος, ὃν μόνον κατὰ προαίρεσιν καὶ κατ' εὔνοιαν Σικελιῶται πάντες εὐδόκησαν σφῶν αὐτῶν ἡγεμόνα εἶναι καὶ βασιλέα, δεύτερον δὲ κατὰ τὴν Ἱέρωνος τοῦ πάππου δυναστείαν. καὶ τέλος ἐπὶ τοσοῦτον ἐξωμίλησαν τὸ μειράκιον ὥστε καθόλου μηδενὶ προσέχειν τῶν ἄλλων διὰ τὸ καὶ φύσει μὲν ἀκατάστατον ὑπάρχειν, ἔτι δὲ μᾶλλον ὑπ' ἐκείνων τότε μετεωρισθέν,† ἀκμὴν τῶν περὶ Ἀγάθαρχον ἐν τῇ Καρχηδόνι τὰ προειρημένα διαπραττομένων, ἐπιπέμπει πρεσβευτὰς τὴν μὲν τῆς Σικελίας ἀρχὴν φάσκων αὑτῷ καθήκειν ἅπασαν, ἀξιῶν δὲ Καρχηδονίους μὲν βοηθεῖν περὶ Σικελίας, αὐτὸς δὲ Καρχηδονίοις ὑπισχνούμενος ἐπαρκεῖν 34 εἰς τὰς κατὰ τὴν Ἰταλίαν πράξεις. τὴν μὲν οὖν ὅλην ἀκαταστασίαν καὶ μανίαν καλῶς συνθεωρούμενοι Καρχηδόνιοι τοῦ μειρακίου, νομίζοντες δὲ κατὰ πολλοὺς τρόπους συμφέρειν σφίσι τὸ μὴ προέσθαι τὰ κατὰ τὴν Σικελίαν, ἐκείνῳ μὲν ἅπαντα συγκατένευον, αὐτοὶ δὲ καὶ πρότερον ἤδη παρασκευασάμενοι ναῦς καὶ στρατιώτας ἐγίνοντο πρὸς τὸ διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Σικελίαν. οἱ δὲ Ῥωμαῖοι ταῦτα πυνθανόμενοι πάλιν ἔπεμψαν πρὸς αὐτὸν πρέσβεις διαμαρτυρόμενοι μὴ παραβαίνειν τὰς πρὸς τοὺς προγόνους αὐτοῦ τεθειμένας συνθήκας. ὑπὲρ ὧν Ἱερώνυμος ἀθροίσας τὸ συνέδριον ἀνέδωκε διαβούλιον τί δέει ποιεῖν. οἱ μὲν οὖν ἐγχώριοι τὴν ἡσυχίαν ἦγον δεδιότες τὴν τοῦ προεστῶτος ἀκρισίαν· Ἀριστόμαχος δ' ὁ Κορίνθιος καὶ Δάμιππος ὁ Λακεδαιμόνιος καὶ Αὐτόνους ὁ Θετταλὸς ἠξίουν ἐμμένειν ταῖς πρὸς Ῥωμαίους συνθήκαις. Ἀδρανόδωρος δὲ μόνος οὐκ ἔφη δεῖν παριέναι τὸν καιρόν· εἶναι δὲ τὸν ἐνεστῶτα μόνον, ἐν ᾧ κατακτήσασθαι δυνατόν ἐστι τὴν τῆς Σικελίας ἀρχήν. τοῦ δὲ ταῦτα εἰπόντος, ἤρετο τοὺς περὶ τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώμης· τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον. καὶ τὰ μὲν τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον· βουλόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρεσβευταῖς εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε, δι' ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν ἀλλὰ καὶ προσκόπτειν ἔμελλε προφανῶς. ἔφη γὰρ ἐμμένειν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν, ὃ παρὰ Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρ' ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακουσίων. οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς τε δυνάμεις ἤθροιζον καὶ καθώπλιζον, τάς τε λοιπὰς χορηγίας ἡτοίμαζον.
7.1.2
Ὅτι Κρήτη ἐξ ἀρχῆς εὐνοϊκῶς ἔχειν ἐδόκει Μιθριδάτῃ βασιλεύοντι Πόντου, καὶ ὑπὲρ αὐτῷ μισθοφορῆσαι πολεμοῦντι Ῥωμαίοις ἐλέγετο. ἔδοξε δὲ καὶ τοῖς πλεονάσασι τότε λῃσταῖς ἐς χάριν τοῦ Μιθριδάτου συλλαβεῖν καὶ συμμαχῆσαι σαφῶς διωκομένοις ὑπὸ Γαΐου Ἀντωνίου, πρεσβευσαμένου δὲ τοῦ Ἀντωνίου πρὸς αὐτοὺς ὑπεριδεῖν καὶ ὑπερηφάνως ἀποκρίνασθαι. καὶ πολεμῆσαι μὲν αὐτοῖς εὐθὺς ἐπὶ τῷδε Ἀντώνιος, καὶ οὐ πρᾶξαι καλῶς, χρηματίσαι δ' ὅμως διὰ τὴν πρᾶξιν Κρητικός. καὶ ἦν ὅδε πατὴρ Μάρκου Ἀντωνίου τοῦ πολεμήσαντος ὕστερον Καίσαρι τῷ κληθέντι Σεβαστῷ περὶ Ἄκτιον. ψηφισαμένων δὲ Ῥωμαίων Κρησὶ πολεμεῖν διὰ τάδε, οἱ Κρῆτες ἐπρέσβευσαν ἐς Ῥώμην περὶ διαλλαγῶν. οἱ δὲ οὐκ ἐδέξαντο.
7.1.3
Ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιντῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καίπερ καὶ ἐκείνου Καρθάλωνα ἐπ' αὐτὸ τοῦτο ἀντιπέμψαντος. ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλ' εὐθὺς δι' ὀργῆς ἀνέστρεψεν.
7.1.4
Ὅτι Χοσρόης Παῦλον τὸν ἑρμηνέα παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ τῇ ἀναχωρήσει ληψόμενος. καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσ 99 ρόην οἱ πρέσβεις εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες ἀνεχώρησαν· τῇ δὲ ὑστεραίᾳ τῶν Ἀντιοχέων ὁ δῆμος πολλὰ ἐς τὸν Χοσρόην ὕβριζον ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθαζον, καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.
7.1.5
Ὅτι Γεζερίχου τὴν Ῥώμην πορθήσαντος, καὶ βασιλεύοντος Ἀβίτου, Μαρκιανὸς ὁ τῶν τῆς ἕω Ῥωμαίων βασιλεὺς παρὰ τὸν Γεζέριχον τὸν τῶν Βανδίλων ἄρχοντα πρέσβεις ἔστελλεν, ὥστε τῆς Ἰταλῶν ἀπέχεσθαι γῆς καὶ τὰς βασιλείους ἐκπέμπειν γυναῖκας αἰχμαλώτους ἀγομένας, τήν τε Βαλεντινιανοῦ γαμετὴν καὶ τὰς αὐτῆς θυγατέρας. καὶ οἱ πρέσβεις ἐς τὴν ἕω ἄπρακτοι ἐπανῄεσαν· οὐδενὶ γὰρ τῶν ἐπεσταλμένων παρὰ τοῦ Μαρκιανοῦ ὁ Γεζέριχος ὑπήκουσεν, οὐδὲ μὴν λύειν τὰς γυναῖκας ἐβούλετο. ὁ δὲ Μαρκιανὸς ἕτερα πρὸς αὐτὸν διέπεμπε γράμματα καὶ τὸν πρεσβευσόμενον Βλήδαν· ἦν δὲ τῆς τοῦ Γεζερίχου αἱρέσεως ἐπίσκοπος· τῆς γὰρ τῶν Χριστιανῶν θρησκείας καὶ τοὺς Βανδίλους εἶναι συμβαίνει. ὃς ἐπειδὴ παρ' αὐτὸν ἀφίκετο καὶ ἔγνω τῇ αὐτοῦ μὴ ὑπακούοντα πρεσβείᾳ, αὐθαδεστέρων λόγων ἥπτετο καὶ ἔφη μὴ συνοίσειν αὐτῷ, εἴπερ ὑπὸ τῆς παρούσης εὐημερίας ἀρθεὶς καὶ τῶν κατὰ τὴν ἕω Ῥωμαίων βασιλέα πρὸς πόλεμον αὐτῷ ἀναστῆναι παρασκευάσοι τὰς βασιλείους μὴ λύων γυναῖκας. ἀλλ' οὔτε ἡ τῶν προηγησαμένων ἐπὶ τῇ πρεσβείᾳ ῥημάτων ἐπιείκεια οὔτε ὁ ἀπειληθεὶς φόβος μέτρια τὸν Γεζέριχον φρονεῖν ἠνάγκασεν· ἄπρακτον γὰρ καὶ τὸν 152 Βλήδαν ἀπέπεμπε καὶ ἐς τὴν Σικελίαν αὖθις καὶ ἐς τὴν πρόσοικον αὐτῇ Ἰταλίαν δύναμιν διαπεμψάμενος πᾶσαν ἐδῄου. ὁ δὲ Ἄβιτος ὁ τῶν ἑσπερίων Ῥωμαίων βασιλεὺς ἐπρεσβεύετο καὶ αὐτὸς παρὰ τὸν Γεζέριχον τῶν πάλαι αὐτὸν ὑπομιμνήσκων σπονδῶν, ἃς εἰ μὴ φυλάττειν ἕλοιτο, καὶ αὐτὸν παρασκευάσασθαι πλήθει τε οἰκείῳ πίσυνον καὶ τῇ τῶν συμμάχων ἐπικουρίᾳ. ἔπεμπε δὲ καὶ παρὰ τὸν Ῥεκίμερ ἐς τὴν Σικελίαν σὺν στρατῷ.
7.1.6
Ὅτι ἐν τῷ αὐτῷ χρόνῳ ὁ Ζήνων αἰσθόμενος ὡς τὰ μὲν Θευδερίχου τοῦ παιδὸς Βαλαμήρου ἀεὶ ἀσθενέστερα καὶ ἐλάττονα γίγνοιντο, ὁ δὲ τοῦ Τριαρίου ἔθνη τε συναθροίζει καὶ συστρέφει δυνάμεις, ἐνόμισε βέλτιον ἐπὶ μετρίοις αὐτῷ, εἰ συμβῆναι βούλοιτο, καταλῦσαι τὴν ἔχθραν. καὶ πρέσβεις ἀποστείλας ἠξίου τόν τε υἱὸν παραδοῦναι ὅμηρον, ὡς πάλαι προυκαλεῖτο, καὶ ἰδιώτην ὄντα ἐν τοῖς ἑαυτοῦ μένειν μηδὲν ἐνοχλούμενον, ὥσπερ ᾔτησε τότε, λαβεῖν τε τὴν οὐσίαν ὁπόσης ἀφῄρητο καὶ τἄλλα ἡσυχάζειν οὐδὲν ἔχοντα κακὸν οὐδὲ ἑτέρῳ παρέχοντα. ὁ δὲ ἀπεκρίνατο ὅτι οὔτε τὸν υἱὸν ἔτι ὅμηρον δώσοι, οὔτε δύνασθαι ἔτι ἐκ μόνης τῆς οὐσίας ἰδιώτης διάγειν. ἕως μὲν γὰρ ἦν μόνος μήπω ἔθνη τοσαῦτα περὶ αὑτὸν ἔχων, μόνην ἂν τὴν οὐσίαν σφόδρα συστελλομένῳ ἴσως ἂν ἐπαρκέσαι· νῦν δέ, ἐπείπερ αὐτὸν εἰς ἀνάγκην τοῦ ἔθνη συλλέξαι κατέστησαν, ἐκ τῆς ἀνάγκης εἶναι ἢ τρέφειν τοὺς ἐλθόντας ἢ σὺν αὐτοῖς πολεμεῖν, ἕως παθὼν ἢ δράσας ἓν ἀναμφισβήτητον τῷ παντὶ πέρας ἐξοίσειεν. ταῦτα ὡς ἀπηγγέλθη, ἔδοξεν εἰς ἀκριβῆ κατασκευάζεσθαι πόλεμον. καὶ τάγματα μὲν πάντα, ὅσα τε πρὸς τῷ Πόντῳ καὶ κατὰ τὴν Ἀσίαν καὶ ὅσα τοῖς ἑῴοις ἐνίδρυτο μέρεσι, 167 κατὰ τάχος ἐκάλει, καὶ παρῆν πανταχόθεν οὐκ ὀλίγον τι πλῆθος. κατεσκευάζοντο δὲ ἅμαξαι σκευοφόροι καὶ βόες ἐωνοῦντο καὶ σῖτός τε καὶ ὅσα χρήσιμα στρατοπέδῳ πάντα ἐγίνετο ἕτοιμα, ὡς αὐτοῦ γε μέλλοντος Ἰλλοῦ ἐξιέναι.
7.1.7
Ὅτι τῶν Τούρκων τῶν Σακῶν καλουμένων τὸ πάλαι πρεσβείαν ποιησαμένων πρὸς Ἰουστῖνον περὶ εἰρήνης, ἐν βουλῇ ἐποιήσατο ὁ βασιλεὺς ἐκπέμψαι πρεσβείαν ὡς Τούρκους· καὶ δὴ Ζημάρχῳ τῷ Κίλικι ἔλεγε παρασκευάζεσθαι ἐπὶ τούτῳ, ὃς τῶν πρὸς ἕω πόλεων τηνικαῦτα ὑπῆρχε στρατηγός. ἐπεὶ οὖν ἅπαντα αὐτῷ τὰ ὅσα πρὸς μακρὰν ὁδὸν ἐξηρτυμένα ἦν, ἡνίκα πρὸς τὸ πέρας ἠνύετο τῆς Ἰουστίνου βασιλείας τὸ τέταρτον ἔτος, τῷ δευτέρῳ ἐνιαυτῷ τῆς πεντεκαιδεκαετηρίδος περιφορᾶς, περὶ τὰ προοίμια τοῦ παρὰ Λατίνοις Αὐγούστου μηνός, ὁ μὲν Ζήμαρχος ἀπῆρεν ἐκ Βυζαντίου ξὺν αὐτῷ Μανιάχῳ καὶ τοῖς ἀμφ' αὐτόν.
7.1.8
Ὅτι κατὰ τοὺς αὐτοὺς χρόνους ὁ Χοσρόης ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι ἐξ αἰτίας τοιᾶσδε· ἐκ τῶν Σαρακηνῶν γὰρ 227 ἔνιοι τοῖς Ῥωμαίοις σύμμαχοι ἦσαν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν διαπονεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ Μαυρίκιος εἰς τὴν Περσίδα πέμπει πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο· τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι Ῥωμαῖοι. ὁ δὲ Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν πρέσβιν καὶ πολλὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλείας εἰσόδου μηδαμῶς τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς Ῥωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ ὁ Χοσρόης τὴν ἡσυχίαν ἀσπάζεται. ὁ δὲ πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ' οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπεῖν πρὸς τὸν βασιλέα· ὁ Περσῶν βασιλεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν. τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις. 8. Ὅτι ὁ Φωκᾶς Λίλιον χειροτονήσας ἄγγελον τῆς τυραννικῆς χειροτονίας πρὸς Χοσρόην ἀπέπεμψε καὶ δῶρα βασιλικὰ προσεπιφερόμενον. ὁ μὲν οὖν Χοσρόης ὑπόθεσιν πολέμου τὴν τυραννίδα πραγματευσάμενος τὴν κοσμοφθόρον ἐκείνην ἐστράτευσε σάλπιγγα· αὕτη γὰρ λυτήριος γέγονε τῆς Ῥωμαίων τε καὶ Περσῶν εὐπραγίας. ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέχεσθαι τῆς ὁσίας τοῦ αὐτοκράτορος Μαυρικίου μνήμης. οὕτω μὲν οὖν ὁ Περσικὸς πόλεμος τὴν γένεσιν ἐκληρώσατο, ὁ δὲ Λίλιος διετέλει παρὰ τοῖς Πέρσαις σκληραγωγούμενος./* 229 [Περὶ πρέσβεων ἐθνῶν πρὸς Ῥωμαίους.] [̓ Εκ τῆς ἱστορίας Πολυβίου.]*/
7.1.9
Ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως. ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλησον· οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν. ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας· δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετ' αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο. 240 γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων. οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προφερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους· ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων δι' ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας δι' Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς. διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις. οἱ δ' Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες,† ὡς οὐ διὰ τοῦτο λειοτέρου σφίσι ἡλοιοῦ ὑπάρξοντος. παρὰ δὲ Ῥωμαίοις ἰσοδυναμεῖ τό τε εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι. Πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν· οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν. ὁ δὲ Μάνιος μεταλαβών· οὐκοῦν οὕτως ἔχει ταῦτα, φησίν, ὦ ἄνδρες Αἰτωλοί; τῶν δὲ κατανευσάντων· τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατ' ἰδίαν μήτε κατὰ κοινοῦ δόγματος, δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην, ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμανῶν τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς. ὁ δὲ Φαινέας μεσολαβήσας· ἀλλ' οὔτε δίκαιον, ἔφησεν, οὔθ' Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον. ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτὸν ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις· ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε, 241 φησίν, καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτο ἐμοὶ δόξῃ. ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον. οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων· ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί. τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας· ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα. τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν, παραγενόμενοι δ' εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης. διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων. διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος, ὥστ' οὐδ' ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον. τοῦ δ' ἀδυνάτου κωλύσαντος βουλεύσασθαι περὶ τῶν ἐπιταττομένων, ἅμα δὲ καὶ τοῦ Νικάνδρου κατὰ τὸν καιρὸν τοῦτον καταπλεύσαντος ἐκ τῆς Ἀσίας εἰς τὰ Φάλαρα τοῦ κόλπου τοῦ Μηλιέως, ὅθεν καὶ τὴν ὁρμὴν ἐποιήσατο, καὶ διασαφοῦντος τὴν τοῦ βασιλέως εἰς αὐτὸν προθυμίαν καὶ τὰς εἰς τὸ μέλλον ἐπαγγελίας, ἔτι μᾶλλον ὠλιγώρησαν, τοῦ μηδὲν γενέσθαι πέρας ὑπὲρ τῆς εἰρήνης, ὅθεν ἅμα τῷ διελθεῖν τὰς ἐν ταῖς ἀνοχαῖς ἡμέρας κατάμονος αὖθις ὁ πόλεμος ἐγεγόνει τοῖς Αἰτωλοῖς. Περὶ δὲ τῆς συμβάσης τῷ Νικάνδρῳ περιπετείας οὐκ ἄξιον παρασιωπῆσαι. παρεγενήθη μὲν γὰρ ἐκ τῆς Ἐφέσου δωδεκαταῖος εἰς τὰ Φάλαρα πάλιν, ἀφ' ἧς ὥρμηθ' ἡμέρας· καταλαβὼν δὲ τοὺς 242 Ῥωμαίους ἔτι περὶ τὴν Ἡράκλειαν, τοὺς Μακεδόνας μὲν ἀφεστῶτας ἀπὸ τῆς Λαμίας, οὐ μακρὰν δὲ στρατοπεδεύοντας τῆς πόλεως, τὰ μὲν χρήματα εἰς τὴν Λαμίαν διεκόμισε παραδόξως, αὐτὸς δὲ τῆς νυκτὸς ἐπεβάλετο κατὰ τὸν μεταξὺ τόπον τῶν στρατοπέδων διαπεσεῖν εἰς τὴν Ὑπάταν. ἐμπεσὼν δ' εἰς τοὺς προκοίτους τῶν Μακεδόνων ἀνήγετο πρὸς τὸν Φίλιππον ἔτι τῆς συνουσίας ἀκμαζούσης, πρὸς τὸ† πείσεσθαί τι δεινὸν πεσὼν ὑπὸ τοῦ Φιλίππου τὸν θυμὸν ἢ παραδοθήσεσθαι τοῖς Ῥωμαίοις. τοῦ δὲ πράγματος ἀγγελθέντος τῷ βασιλεῖ, ταχέως ἐκέλευσε τοὺς ἐπὶ τούτων ὄντας θεραπεῦσαι τὸν Νίκανδρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν αὐτοῦ ποιήσασθαι φιλάνθρωπον. μετὰ δέ τινα χρόνον αὐτὸς ἐξαναστὰς συνέμιξε τῷ Νικάνδρῳ, καὶ πολλὰ καταμεμψάμενος τὴν κοινὴν τῶν Αἰτωλῶν ἄγνοιαν, ἐξ ἀρχῆς μὲν ὅτι Ῥωμαίους ἐπαγάγοιεν τοῖς Ἕλλησι, μετὰ δὲ ταῦτα πάλιν Ἀντίοχον, ὅμως ἔτι καὶ νῦν παρεκάλει λήθην ποιησαμένους τῶν προγεγονότων ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας καὶ μὴ θελῆσαι συνεπεμβαίνειν τοῖς κατ' ἀλλήλων καιροῖς. ταῦτα μὲν οὖν παρῄνει τοῖς προεστῶσι τῶν Αἰτωλῶν ἀναγγέλλειν· αὐτὸν δὲ τὸν Νίκανδρον παρακαλέσας μνημονεύειν τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας ἐξέπεμπε μετὰ προπομπῆς ἱκανῆς, παραγγείλας τοῖς ἐπὶ τούτῳ τεταγμένοις ἀσφαλῶς εἰς τὴν Ὑπάταν αὐτὸν ἀποκαταστῆσαι. ὁ δὲ Νίκανδρος τελέως ἀνελθὼν καὶ παραδόξου φανείσης αὐτῷ τῆς ἀπαντήσεως, τότε μὲν ἀνεκομίσθη πρὸς τοὺς οἰκείους, κατὰ δὲ τὸν ἑξῆς χρόνον ἀπὸ ταύτης τῆς συστάσεως εὔνους ὢν διετέλει τῇ Μακεδόνων οἰκίᾳ. διὸ καὶ μετὰ ταῦτα κατὰ τοὺς Περσικοὺς καιροὺς ἐνδεδεμένος τῇ προειρημένῃ χάριτι καὶ δυσχερῶς ἀντιπράττων ταῖς τοῦ Περσέως ἐπιβολαῖς εἰς ὑποψίας καὶ διαβολὰς ἐνέπεσε καὶ τέλος ἀνακληθεὶς εἰς Ῥώμην ἐκεῖ μετήλλαξε τὸν βίον.
7.1.10
Ὅτι Ἡρώδης ὁ βασιλεὺς ἐπεὶ ἐπύθετο Μάρκον Ἀγρίππανκαταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρ' ἀνδρὸς ξένου καὶ φίλου. κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπ' αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, ἃ πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. ἦγεδὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ἀπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενος. αὐτὸς δὲ ὅσον 370 ἐπὶ τῷ καθ' ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν. Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. ὁ δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατιὰν προῃρημένον. καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχε περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δὲ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νηῶν. ὁ δὲ ἐπεὶ διέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ πολλοὺς μὲν τῶν προσιόντων δεξιούμενος ἀνελάμβανε βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως τὰ πεπτωκότα τῶν τειχῶν ἀνήγειρεν. λήξαντος δὲ τοῦ πνεύματος εἰς Μιτυλίνην κἀκεῖθεν εἰς Βυζάντιον παρακομισθείς, ὡς ἤκουσεν ἐντὸς Κυανέων ἤδη πεπλευκέναι τὸν Ἀγρίππαν, μετέσπευδε ὡς ἐνῆν. καὶ περὶ Σινώπην τὴν ἐν τῷ Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππαν, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο. πᾶν γοῦν ἦν αὐτῷ κατὰ τὴν στρατιὰν Ἡρώδης, ἔν τε τοῖς πραγματικοῖς συναγωνιστὴς κἀν τοῖς κατὰ μέρος σύμβουλος, ἡδὺς δὲ κἀν ταῖς ἀνέσεσι καὶ μόνος ἁπάντων κοινωνὸς ὀχληρῶν μὲν διὰ τὴν εὔνοιαν, ἡδέων δὲ διὰ τὴν τιμήν. ὡς δὲ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκ ἔτι ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, εἶτα εἰς Σάμον. πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγίνοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν δεξιώσεως οὐ παρέλιπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρ' Ἀγρίππα τινῶν ἐπι 371 ζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους. ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον ἡ τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν. Ἰλιεῦσι μὲν γὰρ αὐτὸν διήλλαξεν ὀργιζόμενον, διέλυσε δὲ Χίοις τὰ πρὸς τοὺς Καίσαρος ἐπιτρόπους χρήματα καὶ τῶν εἰσφορῶν ἀπήλλαξεν, τοῖς δὲ ἄλλοις καθὸ δεηθεῖεν ἕκαστοι παρίστατο.
7.1.11
Ὅτι Κούαδοι πρέσβεις ἔπεμψαν πρὸς Μάρκον εἰρήνην αἰτούμενοι, καὶ ἔτυχον. καὶ πολλοὺς μὲν ἵππους, πολλοὺς δὲ βόας δεδώκασι, καὶ αἰχμαλώτους τότε μὲν μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ ἑτέρους πλείστους ἀπέλυσαν.
7.1.12
Ὅτι ὁ Ἀντίοχος Ποπλίῳ Σκιπίωνι τῷ τοῦ συνεδρίου προεστῶτι τὸν υἱὸν προσεπηγγείλατο ἄνευ λύτρων ἀποδώσειν, ὃν ἦν εἰληφὼς ὅτε περὶ Εὔβοιαν διέτριβεν, οὐδὲν δ' ἧττον καὶ χρημάτων πλῆθος συνεπιλαβομένῳ τῆς εἰρήνης. ὁ δὲ Σκιπίων ὑπὲρ μὲν τῆς κατὰ τὸν υἱὸν ἀποδόσεως ἔφησε χάριν ἕξειν τῷ βασιλεῖ, χρημάτων δὲ πλήθους μὴ προσδεῖσθαι. ἀντὶ δὲ ταύτης τῆς εὐεργεσίας συμβουλεύειν αὐτῷ μὴ παρατάττεσθαι Ῥωμαίοις πεπειραμένον τῆς ἀρετῆς αὐτῶν. ὁ δὲ δόξας βαρύτερα τοῦ προσήκοντος προστάττειν τούτου οὐ προσεδέξατο τὰς ἀποκρίσεις.
7.1.13
Ὅτι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι ἐπέθεντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοῦ δὲ Σκιπίωνος ἀγανακτήσαντος ἐπὶ τούτῳ καὶ ἔγκλημα ποιησαμένου οὔτε τι μέτριον τοῖς πρέσβεσιν ἀπεκρίναντο, καὶ προσέτι καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασιν· καὶ εἴγε μὴ ἄνεμος σφίσι κατὰ τύχην ἐπιγενόμενος ἐβοήθησεν, ἥλωσαν ἂν ἢ ἀπώλοντο. καὶ διὰ τοῦτο ὁ Σκιπίων, καίπερ ἐπελθόντων ἐν τούτῳ τῶν τὴν εἰρήνην αὐτοῖς φερόντων, οὐκ ἔτ' αὐτὴν ἐποιήσατο.
7.1.14
Ὅτι ἀρχομένου τοῦ τετάρτου ἔτους τῆς Ἰουστίνου βασιλείας πρεσβεία τῶν Τούρκων ἀφίκετο ἐν Βυζαντίῳ. ὡς γὰρ τὰ Τούρκων ἐπὶ μέγα ἤρθη, οἱ Σογδαῗται οἱ πρὸ τοῦ μὲν Ἐφθαλιτῶν, τηνικαῦτα δὲ Τούρκων κατήκοοι, τοῦ σφῶν βασιλέως ἐδέοντο πρεσβείαν στεῖλαι ὡς Πέρσας, ὡς ἂν ἐκεῖσε ἀπιόντες οἱ Σογδαῗται ὤνιον παράσχοιντο τὴν μέταξαν τοῖς Μήδοις. καὶ οὖν πείθεται ὁ Σιζάβουλος ἀφίησί τε πρεσβευσομένους Σογδαΐτας· ἐξηγεῖτο δὲ τῆς πρεσβείας Μανιάχ. ἀφικόμενοι δὴ οὖν παρὰ βασιλέα Περσῶν ἐδέοντο τῆς μετάξης πέρι, ὅπως ἄνευ τινὸς κωλύμης αὐτοῖς προέλθοι ἐπ' αὐτῇ τὰ τῆς ἐμπορίας. ὁ δὲ Περσῶν βασιλεύς (οὐδαμῶς γὰρ αὐτῷ ἤρεσκε τὰ τοιάδε, ὡς ἂν μὴ ἐνθένδε ἄδεια ἔσοιτο τούτοις τοῖς Περσῶν ἐμβατεύειν ὁρίοις) ἀνεβάλετο ἐς τὸ αὔριον· καὶ μὲν οὖν αὖθις ἀναβολῇ ἐχρῆτο πάλιν ἑτέρᾳ. ὡς δὲ ἄλλοτε ἄλλως τὸ παρὸν ἀπεκρούετο, τῶν Σογδαϊτῶν ἐκλιπαρούντων τε καὶ ἐγκειμένων, τότε Χοσρόης ἐκκλησιάσας ἀνελογίζετο. καὶ οὖν ὁ Κάτουλφος ἐκεῖνος ὁ Ἐφθαλίτης, ὃς διὰ τὴν ἐκ τοῦ κατ' αὐτὸν βασιλέως γεγενημένην βιαίαν μίξιν τῇ γυναικὶ προύδωκε τὸ ὁμόφυλον τοῖς Τούρκοις, οὗτος γοῦν (μετανάστης γὰρ ἐν τῷ μεταξὺ ἐγεγόνει τοῦ χρόνου καὶ ἐμήδιζεν ἤδη) παρῄνεσε βασιλεῖ τῶν Περσῶν τὴν μέταξαν οὐδαμῶς ἀποπέμψασθαι, ἀλλὰ γὰρ καὶ ὠνήσασθαι, καὶ τὰ ὑπὲρ αὐτῆς μὲν καταθέσθαι τιμήματα, θεωμένων δὲ ἄλλως τῶν πρέσβεων ταύτην ἀφανίσαι πυρί, ὡς ἂν μήτε ἀδικεῖν δόξοι μήτε μὴν βούλεσθαι χρῆσθαι τῇ ἐκ Τούρκων μετάξῃ. καὶ ἡ μὲν μέταξα ἐπυρπολήθη, αὐτοὶ δὲ ἐς τὰ πάτρια ἤθη ἀνεχώρησαν τῷ γεγενημένῳ ἥκιστα χαίροντες. ἐπειδὴ δὲ τῷ Σιζαβούλῳ τὰ ξυγκυρήσαντα ἔφρασαν, αὐτίκα ὅγε καὶ ἑτέρᾳ πρεσβείᾳ ἐχρῆτο ὡς Πέρσας φιλοποιήσασθαι τὴν κατὰ σφᾶς πολιτείαν βουλόμενος. ἐπεὶ δὲ ἡ Τούρκων πρεσβεία αὖθις ἀφῖκτο, ὁ βασιλεὺς ἅμα τοῖς ἐν τέλει Περσῶν καὶ τῷ Κατούλφῳ ἐγνωμάτευε, πάντη ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς Τούρκους· τὸ γὰρ Σκυθικὸν εἶναι παλίμβολον. ταύτῃ τοι καὶ παρενεγύησε δηλητηρίῳ φαρμάκῳ ἐνίους διαφθαρῆναι τῶν πρέσβεων, ὅπως ἀπείποιεν τῆς ἐκεῖσε μετέπειτα παρουσίας. καὶ δὴ οἱ πλεῖστοι τῶν πρεσβευσαμένων Τούρ 451 κων τῇ περὶ τὴν ἐδωδὴν μίξει τῶν ἀναιρετικῶν φαρμάκων αὐτοῦ που τὸν βίον κατέλυσαν πλὴν τριῶν ἢ τεσσάρων. θροῦς δὲ ἐφοίτησε Πέρσαις ὡς διώλοντο τῷ πνιγηρῷ τῶν Περσῶν αὐχμῷ τῶν Τούρκων οἱ πρέσβεις, ἅτε τῆς αὐτῶν χώρας θαμὰ νιφετῷ παλυνομένης, καὶ ἀδύνατον ὂν αὐτοῖς ἄνευ κρυμώδους καταστήματος βιοτεύειν. ταύτῃ τοι καὶ ἄλλως ὑποτοπήσαντες, οἵ γε τὴν ἐπιβουλὴν διέφυγον, οὕτω ξυμβὰν εἰς τὴν πατρῴαν ἐπανελθόντες τὰ ἅπερ οἱ Πέρσαι καὶ οἳ διεψιθύρισαν ταῦτα. ὅμως ὁ Σιζάβουλος (ἀγχίνους γάρ τις καὶ δεινός) οὐκ ἠγνόησε τὸ πραχθέν, ᾠήθη δέ, ὅπερ καὶ ἦν, ὡς ἐδολοφονήθησαν οἱ πρέσβεις. ἔνθεν τοιγαροῦν ἡ δυσμένεια ἤρξατο Περσῶν τε καὶ Τούρκων. καὶ λαβόμενος ὁ Μανιάχ, ὃς τῶν Σογδαϊτῶν προειστήκει, τοιοῦδε καιροῦ ξυμβουλεύει τῷ Σιζαβούλῳ ἄμεινον εἶναι Τούρκοις ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ' αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν, ὥς γε καὶ κατὰ τὸ πλέον τῶν ἄλλων ἀνθρώπων χρωμένους. ἑτοιμότατα δὲ ἔχειν ἔφη ὁ Μανιὰχ καὶ αὐτὸς συναπαίρειν τοῖς πρέσβεσιν τῶν Τούρκων· καὶ ὡς ταύτῃ φίλοι ἔσονται Ῥωμαῖοί τε καὶ Τοῦρκοι. τούτοις δήπου κατανεύσας τοῖς ῥήμασιν ὁ Σιζάβουλος ἐκπέμπει αὐτόν τε καὶ ἑτέρους τινὰς ὡς βασιλέα Ῥωμαίων πρεσβευσομένους προσρήσεις τε ἀποκομιοῦντας καὶ δῶρα μετάξης οὐκ ὀλίγον τι χρῆμα καὶ συλλαβάς τινας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΕΠΙΣΤΟΛΩΝ.] Τοιάσδε τινὰς ἐπιστολὰς ἐπιφερόμενος ὁ Μανιὰχ ἀπήρξατο τῆς ὁδοιπορίας, καὶ δὴ ἐς τὰ μάλιστα πολλὴν διανύσας ἀτραπὸν χώρους τε διελθὼν ἐσότι πλείστους ὄρη τε μέγιστα καὶ ἀγχινεφῆ καὶ πεδία καὶ νάπας λίμνας τε καὶ ποταμούς, εἶτα τὸν Καύκασον τὸ ὄρος ὑπερελθών, τὸ τελευταῖον ἀφίκετο ἐς Βυζάντιον. καὶ τοίνυν εἰς τὰ βασίλεια παρελθὼν καὶ παρὰ βασιλέα γενόμενος ἅπαντα ἔπραξε τὰ ὅσα ἕπεται τῷ τῆς φιλίας θεσμῷ, τό τε γράμμα καὶ τὰ δῶρα ἐνεχείρισε τοῖς ἐς τοῦτο ἀνειμένοις, καὶ ἐδεῖτο μὴ ἀνονήτους αὐτῷ γενέσθαι τοὺς τῆς ὁδοιπορίας ἱδρῶτας. ἀτὰρ ὁ βασιλεὺς ἀναλεξάμενος διὰ τῶν ἑρμηνέων τὸ γράμμα τὸ Σκυθικὸν ἀσμενέστατα προσήκατο τὴν πρεσβείαν. τοιγαροῦν ἤρετο τοὺς πρέσβεις περὶ τῆς τῶν Τούρκων ἡγεμονίας τε καὶ χώρας. οἱ δέ γε ἔφασαν τέτταρας μὲν αὐτοῖς εἶναι ἡγεμονίας, τὸ δέ γε κράτος τοῦ ξύμπαντος ἔθνους ἀνεῖσθαι μόνῳ τῷ Σιζαβούλῳ. πρός γε ἔλεξαν ὡς παρεστήσαντο καὶ Ἐφθαλίτας μέχρι καὶ ἐς φόρου ἀπα 452 γωγήν. πᾶσαν οὖν, ἔφη ὁ αὐτοκράτωρ, τὴν τῶν Ἐφθαλιτῶν† ἐποιήσασθε δύναμιν; πάνυ μὲν οὖν, ἔλεξαν οἱ πρέσβεις. αὖθις ὁ βασιλεύς· κατὰ πόλεις ἤ που ἆρα κατὰ κώμας ᾤκουν οἱ Ἐφθαλῖται; οἱ πρέσβεις· ἀστικοί, ὦ δέσποτα, τὸ φῦλον. εὔδηλον οὖν, ἦ δὲ ὁ βασιλεύς, ὡς ἐκείνων δήπου τῶν πόλεων κύριοι καθεστήκατε. καὶ μάλα, ἔφασαν. ὁ βασιλεύς· ἄρα ἡμᾶς ἀναδιδάξητε ὅση τῶν Ἀβάρων πληθὺς τῆς τῶν Τούρκων ἀφηνίασεν ἐπικρατείας, καὶ εἴ τινες ἔτι παρ' ὑμῖν. εἰσὶ μέν, ὦ βασιλεῦ, οἵ γε τὰ ἡμέτερα στέργουσιν ἔτι, τοὺς δὲ δήπουθεν ἀποδράσαντας οἶμαι ἀμφὶ τὰς εἴκοσιν εἶναι χιλιάδας. εἶτα ἀπαριθμησάμενοι οἱ πρέσβεις ἔθνη κατήκοα Τούρκων τὸ λοιπὸν ἠντιβόλουν τὸν αὐτοκράτορα εἰρήνην τε ξυνεστάναι καὶ ὁμαιχμίαν Ῥωμαίοις τε καὶ Τούρκοις. προσετίθεσαν δὲ ὡς καὶ ἑτοιμότατα ἔχουσι καταπολεμῆσαι τῆς Ῥωμαίων ἐπικρατείας τὸ δυσμενές, ὁπόσον ἐς τὴν κατ' αὐτοὺς ἀγελάζονται ἤπειρον. ἐπὶ τούτοις ἅμα τῷ λέξαι τὼ χεῖρε ὑψοῦ ἀνατείνας ὁ Μανιὰχ οἵ τε ξὺν αὐτῷ ὅρκῳ ἐπιστώσαντο μεγίστῳ ἦ μὴν ὀρθογνώμονι διανοίᾳ ταῦτα εἰρῆσθαι. πρός γε καὶ κατέχεον ἀρὰς σφίσιν αὐτοῖς, ἔτι γε μὴν καὶ τῷ Σιζαβούλῳ, ἀλλὰ γὰρ καὶ παντὶ τῷ ἔθνει, εἴ γε οὐχὶ τὰ ἐπηγγελμένα ἀληθῆ τε εἴη καὶ πρακτέα. οὕτω μὲν οὖν τὸ φῦλον οἱ Τοῦρκοι φίλοι ἐγένοντο Ῥωμαίοις καὶ τῇ καθ' ἡμᾶς οὐχὶ ἄλλως ἐφοίτησαν πολιτείᾳ.
7.1.15
Ὅτι τῷ Βαρὰμ ἐπεὶ κατάδηλον γέγονεν ὡς διεσώθη ὁ Χοσρόης, ὅπως τε Ῥωμαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, πρέσβεις ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν παραδιδόναι Ῥωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα.
7.1.16
Ὅτι Βελισάριος στρατηγὸς τῆς ἑῴας κατεστάθη. ὅσπερ ἐπεί τε ἐς Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο. πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις ξυγχαίρειν τε Ἰουστινιανῷ ἔφασκε καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων 493 ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδήλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, εἰ μὴ αὐτῷ Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος τοὺς πρέσβεις οὐκ ἐς μακρὰν ἀπεπέμψατο.
7.1.17
Ὅτι καὶ παρὰ Ὀσσαδίων γένους αὐτονόμου Ἰνδικοῦ πρέσβεις ἧκον ἐνδιδόντες καὶ οὗτοι τοὺς Ὀσσαδίους. 8. Ὅτι κατιόντι τῷ Ἀλεξάνδρῳ ἐς Βαβυλῶνα Λιβύων τε πρεσβεῖαι ἐνετύγχανον ἐπαινούντων τε καὶ στεφανούντων ἐπὶ τῇ βασιλείᾳ τῆς Ἀσίας, καὶ ἐξ Ἰταλίας Βρέττιοί τε καὶ Λευκανοὶ καὶ Τυρρηνοὶ ἐπὶ τοῖς αὐτοῖς ἐπρέσβευον. καὶ Καρχηδονίους τότε πρεσβεῦσαι λέγεται καὶ ἀπὸ Αἰθιόπων πρέσβεις ἐλθεῖν καὶ Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης, καὶ Κελτοὺς καὶ Ἴβηρας ὑπὲρ φιλίας δεησομένους· ὧν τά τε ὀνόματα καὶ τὰς σκευὰς τότε πρῶτον ὀφ 516 θῆναι πρὸς Ἑλλήνων τε καὶ Μακεδόνων. τοὺς δὲ καὶ ὑπὲρ τῶν ἐς ἀλλήλους διαφορῶν λέγουσιν ὅτι Ἀλεξάνδρῳ διακρῖναι ἐπέτρεπον· καὶ τότε μάλιστα αὐτόν τε αὑτῷ Ἀλέξανδρον καὶ τοῖς ἀμφ' αὐτὸν φανῆναι γῆς τε ἁπάσης καὶ θαλάσσης κύριον.
7.1.18
Ὅτι τῶν Τευτόνων μοῖρα λῃστεύουσα πολύανδρος ἐς τὴν γῆν τῶν Νωρικῶν ἐσέβαλεν, καὶ ὁ Ῥωμαίων ὕπατος Παπίριος Κάρβων δείσας μὴ ἐς τὴν Ἰταλίαν ἐσβάλοιεν, ἐφήδρευε τοῖς Ἀλπίοις, ᾗ μάλιστά ἐστιν ἡ διάβασις στενωτάτη. οὐκ ἐπιχειρούντων δὲ ἐκείνων, αὐτὸς ἐπέβαινεν αὐτοῖς αἰτιώμενος ἐς Νωρικοὺς ἐσβαλεῖν Ῥωμαίων ξένους ὄντας. ἐποιοῦντο δ' οἱ Ῥωμαῖοι ξένους, οἷς ἐδίδοσαν μὲν εἶναι φίλοις, ἀνάγκη δ' οὐκ ἐπῆν ὡς φίλοις ἐπαμύνειν. οἱ μὲν δὴ Τεύτονες πλησιάζοντι τῷ Κάρβωνι προσέπεμπον ἀγνοῆσαί τε τὴν ἐς Ῥωμαίους Νωρικῶν ξενίαν, καὶ αὐτῶν ἐς τὸ μέλλον ἀφέξεσθαι· ὁ δ' ἐπαινέσας τοὺς πρέσβεις καὶ δοὺς αὐτοῖς ὁδῶν ἡγεμόνας κρύφα τοῖς ἡγουμένοις ἐνετείλατο μακροτέραν αὐτοὺς περιάγειν, τῇ βραχυτέρᾳ δὲ αὐτὸς διαδραμών, ἀδοκήτως ἀναπαυομένοις ἔτι τοῖς Τεύτοσιν ἐμπεσὼν ἔδωκε δίκην ἀπιστίας πολλοὺς ἀποβαλών. τάχα δ' ἂν καὶ πάντας ἀπώλεσεν, εἰ μὴ ζόφος καὶ ὄμβρος καὶ βρονταὶ βαρεῖαι τῆς μάχης ἔτι συνεστώσης ἐπιπεσοῦσαι διέστησαν αὐτοὺς ἀπ' ἀλλήλων, καὶ ὁ ἀγὼν ὑπὸ
7.1.19
Ὅτι ἐπὶ Θεοδοσίου τοὺς πρώτους χρόνους τῆς βασιλείας τὸ τῶν Σκυθῶν ἔθνος ἐξελαυνόμενοι τῆς χώρας ὑπὸ τῶν Οὔννων διεβεβήκεσαν τῶν φυλῶν ἡγεμόνες ἀξιώματι καὶ γένει προήκοντες. οὗτοι ταῖς τιμαῖς τοῦ βασιλέως ἐξωγκωμένοι καὶ πάντα ἐφ' ἑαυτοῖς ὁρῶντες κείμενα στάσιν ἐν ἀλλήλοις οὐ μικρὰν ἤγειραν, οἱ 598 μὲν ἀγαπᾶν καὶ δέχεσθαι τὴν παροῦσαν εὐδαιμονίαν κελεύοντες, οἱ δὲ τὸν οἴκοι γεγονότα φυλάττειν ὅρκον αὐτοῖς καὶ μὴ παραβαίνειν ἐκείνας τὰς συνθήκας. αὗται δὲ ἦσαν ἀσεβέσταται καὶ βαρβαρικὸν ἦθος εἰς ὠμότητα παρατρέχουσαι, παντὶ τρόπῳ Ῥωμαίοις ἐπιβουλεύειν καὶ πάσῃ μηχανῇ καὶ δόλῳ τοὺς ὑποδεξαμένους ἀδικεῖν, κἂν τὰ μέγιστα ὑπ' αὐτῶν εὖ πάσχωσιν, ὡς ἂν τῆς ἐκείνων ἁπάσης χώρας ἐγκρατεῖς γένωνται. περὶ τούτου μὲν οὖν ἦν αὐτοῖς ἡ στάσις, καὶ διανεμηθέντες ἀλλήλων ἀπερράγησαν, οἱ μὲν τὰ χείρω προθέμενοι τῆς βουλῆς, οἱ δὲ τὰ εὐσεβέστερα, ἐπικρύπτοντες δὲ ἑκατέρα στάσις τὴν πρόφασιν τῆς ὀργῆς ὅμως. καὶ ὁ βασιλεὺς τιμῶν οὐκ ἔληγεν, ἀλλ' ὁμοτραπέζους εἶχε καὶ ὁμοσκήνους, καὶ πολὺ τὸ φιλόδωρον ἐς αὐτοὺς ἦν· οὐδαμοῦ γὰρ ἐξεφέρετο καὶ παρεγυμνοῦτο τὰ τῆς φιλονεικίας. ἦν δὲ ἡγεμὼν τῆς μὲν θεοφιλοῦς καὶ θείας μερίδος Φράβιθος, ἀνὴρ νέος μὲν κατὰ τὴν ἡλικίαν, γεγονὼς δὲ εἰς ἀρετὴν καὶ ἀλήθειαν ἁπάντων ἀνθρώπων κάλλιστος. θεούς τε γὰρ ὡμολόγει θεραπεύειν κατὰ τὸν ἀρχαῖον τρόπον καὶ οὐδεμίαν ὑπέστη πλάσιν εἰς ἀπάτην καὶ διακράτησιν, ἀλλὰ γυμνὴν καὶ καθαρὰν διέφαινε τὴν ψυχὴν περὶ τοῦ βίου, ἐχθρὸν ὑπολαμβάνων ὁμῶς Ἀΐδαο πύλῃσιν ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. γυναῖκα οὖν ᾔτησε Ῥωμαίαν εὐθύς, ἵνα μηδὲν ὑβρίζῃ διὰ σώματος ἀνάγκην. καὶ ὁ βασιλεὺς ἐπέτρεψε τὸν γάμον, καὶ ὁ πατὴρ τῆς κόρης (ἐτρέφετο γὰρ ὑπὸ πατρί) καὶ τὸ πρᾶγμα ἐθαύμασε μακάριον ἑαυτὸν ὑπολαμβάνων, εἰ τοιοῦτον ἕξοι γαμβρόν. τῶν μὲν οὖν ὁμοφύλων ὀλίγοι τινὲς τὴν εὐσέβειαν καὶ ἀρετὴν ἀγασθέντες τοῦ νεανίσκου πρὸς τὴν ἐκείνου γνώμην ἐχώρησαν καὶ συνεστήκεσαν, οἱ δὲ πολλοὶ καὶ δυνατώτεροι τῶν δεδογμένων ἐξ ἀρχῆς ἀπρὶξ εἴχοντο καὶ πρὸς τὴν ὠδῖνα τῆς ἐπιβουλῆς σφαδάζοντες ἐμεμήνεσαν· ὧν ἦρχεν Ἐρίουλφος, ἀνὴρ ἡμιμανὴς καὶ τῶν ἄλλων λυσσωδέστερος. συμποσίου δὲ προτεθέντος αὐτοῖς παρὰ τοῦ βασιλέως ἁδροτέρου καὶ πολυτελεστέρου, τὴν παροιμίαν ἀποδείξαντες ἀληθῆ τὴν λέγουσαν· οἶνος καὶ ἀλήθεια τοῦ Διονύσον, καὶ τότε ῥήξαντος 599 αὐτοῖς παρὰ πότον τὴν ἐπικρυπτομένην στάσιν, διαλύεται μὲν τὸ συμπόσιον ἀτάκτως, καὶ διὰ θυρῶν ἐχώρουν τεθορυβημένοι καὶ παρακεκινηκότες· ὁ δὲ Φράβιθος δι' ἀρετῆς ὑπερβολὴν τὸ καλὸν καὶ δίκαιον κάλλιον ἅμα καὶ θεοφιλέστερον ὀφθήσεσθαι νομίζων, εἰ προσθείη τάχος, οὐ περιμείνας ἕτερον καιρόν, ἀλλὰ σπασάμενος τὸ ξίφος τῆς πλευρᾶς Ἐριούλφου διήλασεν. καὶ ὁ μὲν ἔκειτο πεσών, ὀνειροπολήσας τὴν ἄδικον ἐπιβουλήν· οἱ δὲ***