Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1.1
Ὅτι μετὰ τὴν τοῦ Περσέως κατάλυσιν, ἅμα τῷ κριθῆναι τὰ ὅλα, πανταχόθεν ἐξέπεμπον πρέσβεις συγχαρησομένους τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν. τῶν δὲ πραγμάτων ὁλοσχερῶς ἐπὶ Ῥωμαίους κεκλικότων, ἐπιπολάζοντες διὰ τὸν καιρὸν οἱ δοκοῦντες εἶναι φίλοι Ῥωμαίων ἐν πᾶσι τοῖς πολιτεύμασιν, εἴς τε τὰς πρεσβείας οὗτοι καθίσταντο καὶ τὰς ἄλλας χρείας. διὸ συνέδραμον εἰς τὴν Μακεδονίαν ἐκ μὲν Ἀχαΐας Καλλικράτης Ἀριστόδαμος Ἀγησίας Φίλιππος, ἐκ δὲ Βοιωτίας οἱ περὶ Μνάσιππον, ἐκ δὲ τῆς Ἀκαρνανίας οἱ περὶ Χρέμαν, παρὰ δὲ τῶν Ἠπειρωτῶν οἱ περὶ τὸν Χάροπα καὶ Νικίαν, παρὰ δὲ τῶν Αἰτωλῶν οἱ περὶ τὸν Λυ 329 κίσκον καὶ Τίσιππον. ἁπάντων δὲ τούτων ὁμοῦ γενομένων καὶ πρὸς τὴν αὐτὴν ὑπόθεσιν ἁμιλλωμένων προθύμως, καὶ μηδενὸς ὑπάρχοντος ἀνταγωνιστοῦ διὰ τὸ τοὺς ἀντιπολιτευομένους ἅπαντας εἴκοντας τοῖς καιροῖς ἀνακεχωρηκέναι τελέως, ἀκονιτὶ κατεκράτησαν τῆς ὑποθέσεως οἱ προειρημένοι. πρὸς μὲν οὖν τὰς ἄλλας πόλεις καὶ τὰς ἐθνικὰς συστάσεις οἱ δέκα δι' αὐτῶν τῶν στρατηγῶν ἐποιήσαντο τὴν ἐπιταγήν, οὓς δεήσει πορεύεσθαι τῶν ἀνδρῶν εἰς τὴν Ῥώμην. οὗτοι δ' ἦσαν ὡς ἐπίπαν οὓς ἀπέγραψαν οἱ προειρημένοι κατὰ τὰς ἰδίας ἀντιπαραγωγάς, πλὴν ὀλίγων τελέως τῶν ἔκδηλόν τι πεποιηκότων. πρὸς δὲ τὸ τῶν Ἀχαιῶν ἔθνος πρεσβευτὰς ἐξέπεμψαν τοὺς ἐπιφανεστάτους ἄνδρας τῶν ιʹ, Γάιον Κλαύδιον καὶ Γνάιον Δομίτιον, διὰ δύο αἰτίας, πρῶτον μὲν εὐλαβούμενοι τοὺς Ἀχαιοὺς μή ποτ' οὐ πειθαρχήσωσι τοῖς γραφομένοις, ἀλλὰ καὶ κινδυνεύσωσιν οἱ περὶ τὸν Καλλικράτην δόξαντες ἐξειργάσθαι τὰς κατὰ πάντων τῶν Ἑλλήνων διαβολάς, ὃ κατ' ἀλήθειαν ἦν, δεύτερον δὲ διὰ τὸ μηθὲν ἐν τοῖς αἰχμαλώτοις γράμμασιν ἀκριβὲς εὑρῆσθαι κατὰ μηδενὸς τῶν Ἀχαιῶν. περὶ μὲν οὖν τούτων μετά τινα χρόνον ἐξέπεμπεν ὁ στρατηγὸς τὰς ἐπιστολὰς καὶ τοὺς πρέσβεις, καίπερ οὐκ εὐδοκούμενος κατά γε τὴν αὑτοῦ γνώμην ταῖς τῶν περὶ τὸν Λυκίσκον καὶ Καλλικράτην διαβολαῖς, ὡς ἐξ αὐτῶν τῶν πραγμάτων ὕστερον ἐγένετο καταφανές.

Intertext edge

Open linked passage

Note