Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
86.1.1
Ὅτι ἐξεπολέμησαν κατὰ τὸν καιρὸν τοῦτον Κνώσιοι μετὰ Γορτυνίων πρὸς τοὺς Ῥαυκίους καὶ συνθήκας ἐποιήσαντο πρὸς ἀλλήλους ἐνόρκους, μὴ πρότερον λύσειν τὸν πόλεμον πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Ῥαῦκον. Οἱ δὲ Ῥόδιοι κομισάμενοι τὰ περὶ τῶν Καυνίων καὶ θεωροῦντες οὐ καταλήγουσαν τὴν ὀργὴν τῶν Ῥωμαίων, ἐπειδὴ περὶ πάντων ἀκολούθως ταῖς ἀποκρίσεσιν ἐπειθάρχησαν, εὐθέως τοὺς περὶ Ἀριστοτέλην πρεσβευτὰς καταστήσαντες ἐξέπεμπον εἰς τὴν 333 Ῥώμην δόντες ἐντολὰς πειράζειν πάλιν περὶ τῆς συμμαχίας. οἳ καὶ παραγενηθέντες εἰς τὴν Ῥώμην θερείας ἀκμαζούσης εἰσῆλθον εἰς τὴν σύγκλητον καὶ παραυτίκα περὶ τοῦ πεπειθαρχηκέναι τὸν δῆμον τοῖς ἐπιταττομένοις διεσάφουν, καὶ παρεκάλουν ὑπὲρ τῆς συμμαχίας πολλοὺς καὶ ποικίλους διαθέμενοι λόγους. ἡ δὲ σύγκλητος ἔδωκεν ἀπόκρισιν, ἐν ᾗ τὴν μὲν φιλίαν παρεσιώπησεν, περὶ δὲ τῆς συμμαχίας οὐκ ἔφη καθήκειν αὑτῇ τοῦτο συγχωρεῖν Ῥοδίοις κατὰ τὸ παρόν.

Intertext edge

Open linked passage

Note