Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Ὅτι μετὰ τὴν ἅλωσιν Ζακανθαίων Ῥωμαῖοι πρέσβεις ἐς Καρχηδόνα ἔπεμπον, οἷς εἴρητο ἐξαιτεῖν παρὰ Καρχηδονίων Ἀννίβαν ὡς ἐς τὰς συνθήκας ἁμαρτόντα, εἰ μὴ κοινὸν ἡγοῦνται τὸ ἔργον· ἢν δὲ μὴ διδῶσιν, εὐθέως αὐτοῖς πόλεμον προαγορεύειν. καὶ οἱ μὲν ἔπραξαν ὧδε καὶ τὸν πόλεμον αὐτοῖς οὐκ ἐκδιδοῦσι τὸν Ἀννίβαν ἐπήγγειλαν· λέγεται δὲ οὕτω γενέσθαι. ὁ μὲν πρεσβευτὴς 72 αὐτοῖς γελώμενος ἔφη τὸν κόλπον ἐπιδεικνύς· ἐνταῦθ' ὑμῖν, ὦ Καρχηδόνιοι, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον φέρω· ὑμεῖς δ' ὁπότερα αἱρεῖσθε λάβετε. οἱ δ' ἔφασαν· σὺ μὲν οὖν ἃ βούλει δίδου. προτείναντος δὲ τὸν πόλεμον, ἐξεβόησαν ὁμοῦ πάντες· δεχόμεθα. καὶ εὐθὺς ἐπέστελλον τῷ Ἀννίβᾳ πᾶσαν ἤδη τὴν Ἰβηρίαν ἀδεῶς ἐπιτρέχειν ὡς τῶν σπονδῶν λελυμένων.
8.1.2
Ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοὶ τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες (διηνέχθησαν γὰρ ἀλλήλοις) ὡς τῶν συμβεβηκότων σφίσιν αἰτίοις γεγονόσιν, Διαίου ὅτι μάλιστα τοῦ στρατηγοῦ αὐτοὺς ἐνάγοντος. καὶ τῶν γε Ῥωμαίων καταλλάκτας αὐτοῖς πολλάκις πεμψάντων οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις, οὓς ἐκεῖνοι διασπάσαι πη τὸ Ἑλληνικόν, ὅπως ἀσθενέστεροι ὦσιν, ἐθελήσαντες ἔπεμψαν, πρόφασιν τὸ μὴ δεῖν τὰς πόλεις τὰς τοῦ Φιλίππου γενομένας, ὧν καὶ Κόρινθος ἦν ἔς τε τὰ ἄλλα ἀνθοῦσα καὶ ἐν τῷ συνεδρίῳ κρατιστεύουσα, μετέχειν αὐτοῦ ποιησάμενοι, παρ' ὀλίγον ἦλθον ἀποκτεῖναι. φυγῇ δ' οὖν αὐτῶν ἐκ τοῦ Ἀκροκορίνθου, ἐν ᾧ ἦσαν, προαποχωρησάντων, ἐπρεσβεύσαντο μὲν ἐς τὴν Ῥώμην ἀπολογούμενοι ὑπὲρ τοῦ γεγονότος· οὐ γὰρ ἐπ' ἐκείνους, ἀλλ' ἐπὶ τοὺς Λακεδαιμονίους τοὺς μετ' αὐτῶν ὄντας ὁρμῆσαι ἔφασκον· τῶν δὲ Ῥωμαίων τὴν μὲν σκῆψιν αὐτῶν οὐκ ἐλεγξάντων (τοῖς τε γὰρ Καρχηδονίοις ἔτι ἐπολέμουν καὶ τὰ τῶν Μακεδόνων οὐδέπω καλῶς βέβαια εἶχον), ἄνδρας δὲ στειλάντων καὶ τὴν ἄδειαν αὐτοῖς, ἂν μηδὲν ἔτι νεωτερίσωσιν, δώσειν ὑποσχομένων, τὸ συνέδριον αὐτοῖς οὐ παρέσχον, ἀλλ' ἐς ἕτερον σφᾶς σύλλογον, ὃς μεθ' ἕκμηνον ἔμελλεν ἔσεσθαι, ἀνεβάλλοντο.
8.1.3
Ὅτι τῶν πρέσβεων τῶν Ῥωμαίων μετὰ τὴν ἅλωσιν Ἀντιοχείας εἰπόντων τινὰ πρὸς Χοσρόην, Χοσρόης ταῦτα ἀκούσας διϊσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ λελύσθαι καὶ τὰς αἰτίας κατέλεγεν, ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλεγμένας· μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας. ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. οἱ μέντοι πρέσβεις πῆ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ' ἐς τῶν ὑπουργηκότων τινάς, πῆ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. τέλος δὲ χρήματα μέν οἱ πολλὰ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν ἅπαντα αἰῶνα κρατύνασθαι. τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασιν. δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις· οὕτω γὰρ αὐτοῖς, ἔφη, τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσιν. τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκ ἔτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται. οὐκοῦν, οἱ πρέσβεις ἔφασαν, ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν. οὔκ, ἀλλὰ στρατιώτας οἰκείους, ὁ Χοσρόης εἶπεν, ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν, ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ' ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν 100 ἅπαντα αἰῶνα. τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες ξυνέβησαν ὕστερον, ἐφ' ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα λαβόντα πρὸς Ῥωμαίων, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν ἅπαντα αἰῶνα δασμὸν μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν, ἀλλ' αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι. τότε ὁ Χοσρόης ἐς Σελεύκειαν πόλιν ἐπιθαλασσίαν Ἀντιοχείας τριάκοντα καὶ ρʹ σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐν τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε ἡλίῳ καὶ οἷς τισιν ἄλλοις ἐβούλετο πολλά τε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν, ἐς δὲ τὸ στρατόπεδον ἀφικόμενος ἐπιθυμίαν οἱ ἔφασκεν εἶναί τινα τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου του ἕνεκα ἢ ἱστορίας θεάσασθαι. ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ' ᾧ μέντοι αὐτὸν θεασάμενον τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας οὐδέν τε ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω. ἔνδηλος δὲ ἦν τοῖς τε πρέσβεσι καὶ πᾶσιν, ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνη χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη τὸ Ἀντιοχείας προάστειον, ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα ἐπιεικῶς ἐστιν· καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας.
8.1.4
Ὅτι τῶν Ῥωμαίων ἐς Κόλχους ἐλθόντων καὶ συμβαλόντων πόλεμον πρὸς Λαζούς, ὁ μὲν Ῥωμαϊκὸς στρατὸς ἐς τὰ σφέτερα ἐπανέζευξεν, καὶ οἱ ἀμφὶ τὰ βασίλεια πρὸς τὴν ἑτέραν μάχην παρεσκευάζοντο βουλευόμενοι, πότερον τὴν αὐτὴν ἢ τὴν δι' Ἀρμενίας τῆς Περσῶν χώρας προσοίκου πορευθέντες ὁδὸν τὸν πόλεμον ἐπάξουσι, πρότερον πρεσβείᾳ τὸν μόναρχον τῶν Παρθυαίων πείσαντες· κατὰ γὰρ θάλατταν ἄπορον αὐτοῖς πᾶν ἐνομίζετο τὰς δυσχωρίας παραπλεῖν, ἀλιμένου τῆς Κόλχου τυγχανούσης. ὁ δὲ Γωβάζης ἐπρεσβεύετο μὲν καὶ αὐτὸς παρὰ τοὺς Παρθυαίους, ἐπρεσβεύετο δὲ καὶ παρὰ τὸν βασιλέα Ῥωμαίων. καὶ ὁ μὲν τῶν Πάρθων μόναρχος, ὡς πολέμου αὐτῷ συνισταμένου πρὸς Οὔννους τοὺς Κιδαρίτας καλουμένους, ἀπεσείσατο παρ' αὐτὸν τοὺς Λαζοὺς καταφεύγοντας.
8.1.5
Ὅτι ὁ Ζήνων Μαρτινιανὸν προβαλόμενος στρατηγόν, καὶ τοῦ στρατοῦ ἐς ἀταξίαν ἐλθόντος, ὡς ταῦτα καλῶς ἔχειν ἐδόκει, πέμπει ἄνδρας αὐτίκα παρὰ τὸν Βαλαμήρου λέγοντας, ὅτι οὐ δεῖ τρίβειν ἔτι τὴν μάχην, ἀλλ' ἔργου νῦν ἔχεσθαι καὶ πληροῦν τὰς ἐλπίδας, ἐφ' αἷς τῆς στρατηγίας ἠξιώθη Ῥωμαίων. ὁ δὲ ταῦτα ἀκούσας ἀντιπέμπει καὶ αὐτὸς ὡς Βυζάντιον πρέσβεις λέγων, ὡς οὐ πρότερον ἐγχειρήσοι τῷ ἔργῳ, εἰ μὴ καὶ ὁ βασιλεὺς καὶ ἡ σύγκλητος αὐτῷ ἐπομόσαιτο πᾶσα, ὡς οὐδέποτε ἐπὶ τῷ Τριαρίου συμβήσονται. οἱ μὲν οὖν ἀπὸ βουλῆς καὶ οἱ ἄρχοντες ὤμοσαν μὴ συμβαίνειν, εἰ μὴ βασιλεὺς θέλοι, αὐτὸς δὲ ὁ βασιλεὺς μηδὲν ἀποστήσεσθαι τῶν ἤδη συγκειμένων, εἰ μὴ πρῶτον ἐκεῖνον παραβαίνοντα ἴδοι. τούτων δὲ ὀμοθέντων, αὐτὸν μὲν Θευδέριχον ἔδοξε κινήσαντα τὴν αὐτοῦ δύναμιν ἐν Μαρκιανοῦ πόλει τὴν πᾶσαν ἱδρυμένην εἰς τὸ εἴσω ἐλαύνειν· ἐπειδὰν δὲ γένηται πρὸς ταῖς πύλαις τοῦ Αἵμου, τότε τὸν τῆς Θρᾴκης στρατηγὸν δισχιλίοις ἱππεῦσι καὶ ὁπλίταις μυρίοις ἀπαντῶντα συμμίξαι· ὑπερβάντι δὲ Αἷμον ἄλλην ἀπαντήσεσθαι δύναμιν πρὸς τῷ Ἕβρῳ καὶ Ἀδριανουπόλει, πεζοὺς μὲν δισμυρίους, ἑξακισχιλίους δὲ μετὰ τούτων ἱππέας. ἀπὸ δὲ Ἡρακλείας καὶ τῶν πρὸς Βυζαντίῳ πόλεων καὶ φρουρίων ἄλλην ἔλεγον εἶναι δύναμιν, εἰ δεήσοι, ὥστε μηδὲν ἐλλείπειν τῶν εἰς ἐλπίδα χρηστὴν συντελούντων τῷ ἔργῳ. ταῦτα ὑποσχόμενος ὁ Ζήνων τοῖς πρέσβεσι κατὰ τάχος ἐκπέμπει. ἄρας δὲ Θευδέριχος τῷ αὐτοῦ στρατεύματι ᾔει ἐπὶ τὰς πύλας, καθάπερ συνέκειτο. ἐρχομένῳ δὲ αὐτῷ οὔτε ὁ στρατηγὸς τῆς Θρᾴκης ἀπήντα οὔτε οἱ πρὸς τῷ Ἕβρῳ ὑποκαθῆσθαι λεγόμενοι, ἀλλὰ δι' ἐρημίας διελθὼν τὰ ἐν μέσῳ εἰς τοὺς περὶ Σόνδιν παραγίνεται χώρους· ὄρος δέ ἐστι τοῦτο ὑψηλόν τε καὶ μέγα καὶ ἄπορον ἐπελθεῖν, εἴ τις ἄνω κωλύοι· ἐν ᾧ στρατοπεδεύων ὁ Τριαρίου ἐτύγχανεν. κἀντεῦθεν προσβάλλοντες ἐξ ἐφόδων ἀλλήλοις ποίμνιά τε καὶ ἵππους 168 καὶ λείαν ἄλλην ἀφήρπαζον. ὁ δὲ τοῦ Τριαρίου συνεχῶς προσιππεύων ἐπὶ τὸ στρατόπεδον τὸ ἐκείνου ὕβριζε καὶ ὠνείδιζε πλεῖστα ἐπίορκόν τε καλῶν καὶ παῖδα καὶ ἄφρονα καὶ τοῦ γένους τοῦ κοινοῦ ἐχθρόν τε καὶ προδότην, ὅστις οὐ συνίησι τῆς γνώμης τῆς Ῥωμαίων μηδὲ ὁρᾷ τὴν σκέψιν, ὅτι αὐτοὶ βούλονται καθήμενοι ἡσυχῇ αὐτοὺς περὶ ἑαυτοὺς κατατρῖψαι τοὺς Γότθους. κἀκεῖνοι μὲν τὴν νίκην ἀκονιτὶ ἔχουσιν, ὁπότεροι πέσοιμεν, ἡμῶν δὲ ὁπότεροι τοὺς ἑτέρους φθείρουσι τὴν τοῦ λόγου Καδμείαν ἀποφέρονται νίκην ἐλάττους λειπόμενοι πρὸς τὴν Ῥωμαίων ἐπιβουλήν. νῦν γοῦν σὲ καλέσαντες καὶ ἐπαγγειλάμενοι παρέσεσθαι καὶ αὐτοὶ καὶ κοινῇ συστρατεύειν οὔτε ἐνταῦθα πάρεισιν οὔτε ἐπὶ τὰς πύλας ἀπήντησαν, ὡς εἶπον, μόνον τε ἀπέλιπον ἀπολέσθαι κάκιστα καὶ τῆς γε θρασύτητος δοῦναι δίκην ἀξίαν ᾧ προδέδωκας γένει. ταῦτα ἐπακούσαντες πολλοὶ τῶν ἐκ τοῦ πλήθους συνῇδον τοῖς λόγοις καὶ τῷ σφετέρῳ αὐτῶν στρατηγῷ προσιόντες ἔλεγον ὡς εἰκότα ὀνειδίζοι ἐκεῖνος, καὶ ὅτι οὐ προσήκοι φθείρεσθαι περαιτέρω οὐδὲ τῆς συγγενείας τῆς κοινῆς ἀμελοῦντα τοῖς προδοῦσι προσέχειν. τῇ δὲ ὑστεραίᾳ πάλιν ἀναβὰς Θευδέριχος ἐπί τινα γήλοφον ὑπὲρ τοῦ στρατοπέδου τοῦ ἐκείνων ἐβόα· τί τοὺς ἐμοὺς συγγενεῖς, ὦ κάκιστε, ἀπόλλυς; τί τοσαύτας γυναῖκας ἐποίησας χηρεύειν; ποῦ δὲ οἱ τούτων ἄνδρες; ἢ πῶς ἐξαπόλωλε πάντων ἡ εὐπορία, ἣν ἔχοντες οἴκοθεν συνεστράτευσάν σοι; καὶ σύνδυο καὶ σύντρεις ἕκαστος ἵππους ἔχων νῦν ἄνιπποι χωροῦσι καὶ πεζοὶ καὶ διὰ Θρᾴκης ὥσπερ ἐν ἀνδραπόδων ἑπόμενοι μερίδι· ἀλλὰ† κελευθεροί τε καὶ γένους οὐ χείρονος, ἡ μεδίμνῳ χρυσίου ἐλθόντες ἀπομετρήσονται. ταῦτα ὡς ἐπήκουσε τὸ στρατόπεδον ἅπαν ἄνδρες τε καὶ γυναῖκες ὁμοῦ πάντες ᾔεσαν ἐπὶ τὸν Θευδέριχον τὸν αὐτῶν ἡγεμόνα κραυγῇ τε καὶ θορύβῳ ἀξιοῦντες συμβαίνειν, εἰ δὲ μή, ἀπολείψειν αὐτὸν ἔφασαν πάντες ἐς τὸ συμφέρον χωρήσαντες. ἐνταῦθα ἀποστέλλει πρὸς Θευδέριχον πρέσβεις, καὶ συνέρχονται ἄμφω παρὰ ποταμόν τινα ἐφ' ἑκατέρας ὄχθης. μέσον δὲ ποιησάμενοι τὸν ποταμὸν διελέγοντο, καὶ ποιοῦνται συνθήκας μὴ πο
8.1.6
Ὅτι πολλῶν ἡμερῶν ὁδὸν διανύσαντες οἱ περὶ Ζήμαρχον ἐπειδὴ παρῆσαν ἐν τοῖς τῶν Σογδαϊτῶν τόποις, ὁπηνίκα τῶν ἵππων ἀπέβησαν, τῶν Τούρκων ἔνιοι ὡς ἔοικεν ἐς τοῦτο ἀνειμένοι, ὤνιον σφίσι προΐσχοντο σίδηρον, οἶμαι τῷ ποιήσασθαι ἔνδειξίν τινα, ὡς μέταλλα αὐτοῖς ὑπάρχει σιδήρου· λέγεται γὰρ ὡς παρ' αὐτοῖς οὐκ εὐπόριστόν τι χρῆμα ὁ σίδηρος. Ταύτῃ ἔνεστι τεκμηριῶσαι ὡς ὑπαινιττόμενοι ἔχειν γῆν σιδηροφόρον τῷ τοιῷδε ἐχρήσαντο κόμπῳ. ἕτεροι δέ τινες τοῦ φύλου τοῦ κατὰ σφᾶς αὐτοὺς ἀναφανέντες, οὓς εἶναι ἔλεγον τῶν ἀπαισίων ἐλατῆρας, ἀγχοῦ 193 ἦλθον τῶν περὶ Ζήμαρχον· καὶ τοίνυν ἅπαντα ὅσα ἐπεφέροντο φορτία ἀράμενοι ἔθεσαν ἐν μέσῳ. εἶτα τοῖς τοῦ λιβάνου κλάδοις πῦρ ἀνάψαντες τῇ Σκυθικῇ φωνῇ βάρβαρα ἄττα ῥήματα ὑπεψιθύριζον, ἐπιπαταγοῦντες δὲ κώδωνί τινι καὶ τυμπάνῳ ὕπερθεν τοῦ φόρτου περιέφερον τὸ φυλλῶδες τοῦ λιβάνου τῇ φλογὶ λακιζόμενον, καὶ ἅμα γινόμενοι μανιώδεις καὶ ἐμβριμούμενοι τὰ πονηρὰ ἀπελαύνειν ἐδόκουν· οὕτω γὰρ ἀποτρόπαιοί τινες εἶναι καὶ ἀλεξίκακοι ἐδόκουν. ἀποδιοπομπησάμενοι δὴ οὖν, ὡς ᾤοντο, τὰ δυσχερῆ Ζήμαρχόν τε αὐτὸν δι' αὐτῆς παρήγαγον τῆς φλογός, ὧδέ τε ἔδοξαν καὶ σφᾶς ἀφαγνίζειν. τούτων δὲ ταύτῃ γεγενημένων ἔπειτα ἐπορεύοντο ξὺν τοῖς ἐς τὸ τοιόνδε τεταγμένοις, ἵνα ὁ Χαγάνος αὐτὸς ἦν, ἐν ὄρει τινὶ λεγομένῳ Ἐκτάγ, ὡς ἂν εἴποι χρυσοῦν ὄρος Ἕλλην ἀνήρ. καὶ τοίνυν αὐτοῦ ἀφικόμενοι, ὅπῃ τηνικαῦτα τῷ Σιζαβούλῳ ἦσαν αἱ διατριβαί, κατὰ δὴ κοιλάδα τινὰ τοῦ προσαγορευομένου Χρυσοῦ ὄρους, ἐπεὶ οὖν οἱ περὶ Ζήμαρχον ἐκεῖσε ἐφοίτησαν, μετάκλητοι γενόμενοι παραχρῆμα τοῦ Σιζαβούλου ἦλθον ἐς ὄψιν. ἦν δὲ ἄρα ἔνδον σκηνῆς, καθῆστο δὲ ἐπὶ διτρόχου καθέδρας χρυσῆς, ἑλκομένης, ὁπηνίκα ἔδει, ὑπὸ ἵππου ἑνός. προσειπόντες δὲ τὸν βάρβαρον, ὡς ἔθος αὐτοῖς, τὰ δῶρα προΐσχοντο· καὶ τοίνυν οἷς γε τοῦτο ἐν φροντίσι ἦν ὑπεδέξαντο. ἀτὰρ ὁ Ζήμαρχος· σοὶ δῆτα, ἔφη, ὦ τοσούτων ἐθνῶν ἡγεμών, ὁ καθ' ἡμᾶς βασιλεὺς ὁ μέγας ἀγγελιαφόρῳ χρησάμενος ἐμοὶ ἐσήμηνεν εἶναι ἐς ἀεὶ τὴν τύχην αἰσίαν τε καὶ ἀγαθήν, ἐν ἡδονῇ ποιουμένῳ σοι τὰ Ῥωμαίων καὶ πρός γε φιλοφρονουμένῳ ἡμᾶς. ἔστω δέ σοι κρατεῖν ἀεὶ τῶν δυσμενῶν καὶ λαφυραγωγεῖν τὸ πολέμιον. ἀπέστω δὲ βασκανία τις ὡς πορρωτάτω ἡμῶν οἵα τε οὖσα διαρρηγνύναι τοὺς τῆς φιλίας θεσμούς. ἐπιτήδεια ἔμοιγε τῶν Τούρκων τὰ φῦλα καὶ ὅσα κατήκοα Τούρκων· ἕξετε δὲ τὴν καθ' ἡμᾶς καὶ ὑμεῖς οὐκ ἄλλως. Τοιαῦτα ἄττα ἔλεξεν ὁ Ζήμαρχος· ὁ δὲ δὴ Σιζάβουλος καὶ αὐτὸς προσρήσεσιν ἐχρήσατο ὁμοίαις. εἶτα τὸ λοιπὸν ἐτράπησαν ἐς θοίνην, καὶ πανημερίᾳ εὐωχούμενοι διετέλουν ἐν αὐτῇ δήπου τῇ σκηνῇ. κατεσκεύαστο δὲ αὐτῷ ἐξ ὑφασμάτων σηρικῶν τε καὶ 194 διαπεποικιλμένων τοῖς χρώμασιν εὐτέχνως. οἴνῳ μὲν οὖν ἐχρήσαντο, οὐχ ὁμοίῳ δὲ τῷ παρ' ἡμῖν ἐκθλιβομένῳ ἐκ τῆς ἀμπέλου· οὐ γὰρ δὴ ἀμπελοφόρος αὐτοῖς ἡ γῆ οὐδὲ μὴν ἐγχωριάζει παρ' αὐτοῖς τὸ τοιόνδε γένος· ἑτέρου δέ τινος βαρβαρικοῦ ἐνεφορήθησαν γλεύκους. καὶ ἀνεχώρησαν ὅποι αὐτοῖς ἡ κατάλυσις ἦν. εἶτα ἐς τὸ αὔριον ἐν ἑτέρᾳ τινὶ καλύβῃ ξυνῆλθον, ἠμφιεσμένῃ δὲ καὶ καταπεποικιλμένῃ οὐκ ἄλλως ἐξ ἱματίων σηρικῶν, ἔνθα καὶ ἀγάλματα διάφορα τῇ μορφῇ εἱστήκει. ὁ δὲ Σιζάβουλος ἐνίζανεν ἐπὶ κλίνης τινὸς ὅλης ἐκ χρυσοῦ. κατὰ δὲ δὴ τὸ μέσον τοῦ ἐνδιαιτήματος κάλπεις τε χρυσαῖ καὶ περιρραντήρια, ἔτι τε πίθοι χρυσοῖ. θοινησάμενοι δ' οὖν καὶ αὖθις καὶ τὰ ὅσα ἐχρῆν ἐν πότῳ εἰπόντες τε καὶ ἀκηκοότες ἀνεχώρησαν. τῇ ἑξῆς ἐν ἑτέρᾳ ἐγένοντο διαίτῃ, ἔνθα ξύλινοι κίονες ἦσάν τινες ἐνδεδυμένοι χρυσῷ, χρυσήλατός τε κλίνη ὁμοίως, ἥντινά γε δήπου καὶ ταῶνες χρυσοῖ τέτταρες ᾐώρουν. κατὰ δὲ δὴ τὸ ἐμπρόσθιον τῆς διαίτης ἐπὶ πολὺ παρετέταντο ἅμαξαι, ἐν αἷς πολύ τι χρῆμα ἀργύρου ἐπῆν, δίσκοι τε καὶ κανᾶ, οὐ μὴν ἀλλὰ καὶ τετραπόδων ἰνδάλματα πλεῖστα, καὶ αὐτά γε δήπουθεν ἀργυροποίητα οὐδέν τι ἀποδέοντα τῶν παρ' ἡμῖν. οὕτω μὲν οὖν τῷ τῶν Τούρκων ἡγεμόνι ἔνεστι χλιδῆς. τῶν δὲ περὶ Ζήμαρχον ἔτι ἐκεῖσε ἐνδιατριβόντων, ἔδοξε τῷ Σιζαβούλῳ ὥστε αὐτὸν μὲν Ζήμαρχον ἅμα εἴκοσι θεραπευταῖς τε καὶ ὀπαδοῖς ἕπεσθαί οἱ ἐκστρατευομένῳ κατὰ Περσῶν, τοὺς δὲ ἄλλους Ῥωμαίους ἐπαναστρέφοντας κατὰ δὴ τὴν χώραν τῶν Χολιατῶν ἀναμένειν τὴν Ζημάρχου ἐπάνοδον. καὶ δὴ† ὃς τῷ προύβη, δώροις τε φιλοφρονησάμενος αὐτοὺς ἀφῆκε, τὸν δὲ Ζήμαρχον καὶ θεραπαίνῃ ἐτίμησε δοριαλώτῳ· ἡ δὲ ἦν ἐκ τῶν λεγομένων Χερχίρ· καὶ ὁ Ζήμαρχος σὺν τῷ Σιζαβούλῳ ἐπορεύετο μαχησομένῳ Πέρσαις. ἐν ταύτῃ δήπου τῇ πορείᾳ γενόμενοι, ἐν χώρῳ τινὶ καταλυσάντων αὐτῶν ἐπικαλουμένῳ Τάλας ὑπαντιάζει τῷ Σιζαβούλῳ Περσῶν πρεσβευτής. καὶ τοίνυν ξυνεκάλεσε παρ' αὑτῷ ἑστιασομένους τούς τε Ῥωμαίων καὶ Περσῶν πρέσβεις. καὶ δὴ παραγενομένων αὐτῶν, τοὺς Ῥωμαίους ὁ Σιζάβουλος ἐν τιμῇ πλείονι ἐποιήσατο, ὡς καὶ κατὰ τὴν ἐπικυδεστέραν ἀνακλῖναι 195 στιβάδα. πρός γε καὶ πλεῖστα ἐπιμεμφόμενος ἦν τοὺς Πέρσας, ἅτε δὴ πρὸς αὐτῶν ἄδικα πεπονθώς, καὶ ὡς τούτου ἕνεκα ἔρχεται πολεμήσων. ὁ δὲ Περσῶν πρεσβευτής, τοῦ Σιζαβούλου συντονώτερον ἐπεγκαλοῦντος, περιφρονήσας τὸν νόμον τῆς σιωπῆς τὸν ἰσχύοντα παρ' αὐτοῖς ἐν ταῖς ἑστιάσεσιν, ἐπιτροχάδην ἤρξατο διαλέγεσθαι τοῦ Σιζαβούλου γενναίως τὰ ἐπικλήματα ἀπωθούμενος, ὡς καὶ θαυμάσαι τοὺς παρόντας τὸ ὑπερβάλλον τῆς αὐτοῦ ὀργῆς, ὡς παρ' οὐδὲν θέμενος τὸν νόμον πολλοῖς τε καὶ ἀκολάστοις ἐχρήσατο. ἐν τούτοις ἀπαλλαγέντων, ὁ μὲν Σιζάβουλος παρεσκευάζετο τὴν ἐπὶ Πέρσας. τῷ τοι ἄρα τοὺς ἀμφὶ Ζήμαρχον μετακαλεσάμενος καὶ ὡς ἐνῆν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐμπεδώσας, ἀφῆκεν αὖθις ἀπονοστήσοντας, ἕτερον πρεσβευτὴν αὐτοῖς συναποστείλας τῷ τὸν πρότερον λεγόμενον Μανιὰχ τεθνάναι. ἦν δὲ ἐπίκλησις τῷ μετ' ἐκεῖνον πρεσβευτῇ Ταγμὰ αὐτῷ, ἀξίωμα δὲ Ταρχάν. οὗτος δὴ οὖν ἐστάλη ὑπὸ Σιζαβούλου ὡς Ῥωμαίους πρεσβευσόμενος, καὶ μὲν οὖν σὺν αὐτῷ ὁ τοῦ ἤδη ἀποιχομένου παῖς, φημὶ δὴ τοῦ Μανιάχ, κομιδῇ μειράκιον, ὅμως δὲ τὸ πατρῷον διαδεξάμενος γέρας, ἔτι μὴν καὶ τὴν μετὰ τὸν Ταγμὰ Ταρχὰν κληρωσάμενος ἀξίαν· οἶμαι δὲ τῷ ἐπιτηδειότατόν τε καὶ εὐνούστατον γενέσθαι τῷ Σιζαβούλῳ τὸν Μανιὰχ τοῦ πατρῴου τὸν παῖδα τυχεῖν ἀξιώματος. ἐπεὶ οὖν ὁ Σιζάβουλος διαφῆκε τοὺς περὶ Ζήμαρχον, ἐπικαταλαμβάνουσι τοὺς πρότερον ἀφεθέντας Ῥωμαίους, οὗ ἦν ξυντεθειμένον αὐτοῖς. καὶ τοίνυν ἐν τῷ αὐτῷ γενόμενοι τῆς ἐς τὰ οἰκεῖα ὁδοιπορίας ἀπήρξαντο. καὶ δὴ καταλελοιπότες τὴν πρωτεύουσαν πόλιν τῶν Χολιατῶν διὰ φρουρίων ἐπορεύοντο.
8.1.7
Ὅτι κατὰ τὸν καιρὸν τοῦτον συνέβη καὶ τὴν ἐκ τῆς Ῥώμης πρεσβείαν, ἣν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι, παραγενέσθαι διεψευσμένην τῶν ἐλπίδων. ἐπρέσβευον μὲν γὰρ περὶ τῶν ὁμήρων καὶ τῶν κωμῶν· ἡ δὲ σύγκλητος περὶ μὲν τῶν κωμῶν ἔφησεν ἐντολὰς δώσειν τοῖς παρ' αὑτῶν ἀποστελλομένοις πρέσβεσιν, περὶ δὲ τῶν ὁμήρων ἔτι βουλεύσασθαι θέλειν. περὶ δὲ τῶν φυγάδων τῶν 243 ἀρχαίων θαυμάζειν ἔφησαν, πῶς οὐ κατάγουσιν αὐτοὺς εἰς τὴν οἰκείαν, ἠλευθερωμένης τῆς Σπάρτης.
8.1.8
Ὅτι Ὀβάδας ἐτεθνήκει ὁ τῶν Ἀράβων, παραλαμβάνει δὲτὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας ὁ μετονομασθεὶς Ἀρέτας. τοῦτον δὲ ἐπιχειρεῖ διαβολαῖς παρωσάμενος Ἡρώδης ἀνταναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. ὁ δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο. πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· ἡ δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβάδαν δὲ φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστε ἐξιδιώσασθαι τὴν ἀρχήν. προσέσχε δὲ οὐδὲ τούτοις ὁ Καῖσαρ, ἀλλὰ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δὲ ὡς διαφθειρομένων μηδένα προεστάναι· τῶν γὰρ βασιλέων ὁ μὲν οὔπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφ' οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο. πέρας δὲ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος.
8.1.9
Ὅτι ἦλθον καὶ Ἄστιγγοι καὶ Λακριγγοὶ εἰς βοήθειαν τοῦ Μάρκου.
8.1.10
Ὅτι ὁ Ἀντίοχος ἀπογνοὺς τὸν πόλεμον ἀπέστειλε πρέσβεις πρὸς τὸν ὕπατον ἀξιῶν αὑτῷ συγγνώμην δοθῆναι περὶ τῶν ἡμαρτημένων καὶ τυχεῖν ἐφ' οἷς δυνατόν ἐστι τῆς εἰρήνης. ὁ δὲ ὕπατος διατηρῶν τὴν πάτριον τῆς Ῥώμης ἐπιείκειαν καὶ παρακληθεὶς ὑπὸ τοῦ ἀδελφοῦ Ποπλίου συνεχώρησε τὴν εἰρήνην ἐπὶ τοῖσδε· ἐκχωρῆσαι τὸν βασιλέα τοῖς Ῥωμαίοις τῆς τε Εὐρώπης καὶ τῆς ἐπὶ τάδε τοῦ Ταύρου χώρας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ ἐθνῶν· παραχωρῆσαι δὲ τῶν τε ἐλεφάντων καὶ μακρῶν νηῶν, καὶ τὰς δαπάνας τὰς γεγενημένας εἰς τὸν πόλεμον ἀποδοῦναι, ὧν ἦν ἡ διατίμησις ταλάντων Εὐβοϊκῶν μυρίων πεντακισχιλίων· ἐκδότους δὲ παραδοῦναι τόν τε Καρχηδόνιον Ἀννίβαν καὶ τὸν Αἰτωλὸν Θόαντα καί τινας ἑτέρους, καὶ ὁμήρους εἴκοσι, οὓς ἀπογράψωσι Ῥωμαῖοι. ὁ δὲ πάντα προσδεξάμενος διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν ἀπελύθη τοῦ πολέμου.
8.1.11
Ὅτι διεκηρυκεύσαντο οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι. ἦν δὲ τὰ διωμολογημένα ὁμήρους τε σφᾶς δοῦναι, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους, οὓς ἤτοι τῶν Ῥωμαίων ἢ τῶν συμμάχων σφῶν εἶχον, ἀποδοῦναι, καὶ τοὺς ἐλέφαντας πάντας καὶ τὰς τριήρεις πλὴν δέκα παραδοῦναι, καὶ τὸ λοιπὸν μὴ κεκτῆσθαι μήτε ἐλέφαντας μήτε ναῦς, καὶ τῷ Μασινίσσᾳ πάντων ὧν εἶχον αὐτοῦ ἀποστῆναι καὶ ἐκείνῳ δοῦναι, τήν τε χώραν καὶ τὰς πόλεις τὰς ἐν τῇ ἐπικρατείᾳ αὐτοῦ οὔσας ἀφεῖναι, καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι.
8.1.12
Ὅτι διαθρυλληθὲν κατὰ τὴν Τουρκίαν, ὅσοι ἀγχίθυροι ἦσαν, ὡς Ῥωμαίων ἐνδημοῦσι πρέσβεις καὶ ὡς πορεύονται τὴν ἐπὶ τὸ Βυζάντιον ἅμα πρεσβείᾳ Τούρκων, ὁ τῶν ἐκείνη ἐθνῶν ἡγεμὼν ἐδήλωσε τῷ Σιζαβούλῳ ξὺν ἱκετείᾳ ὡς ἂν καὶ αὐτὸς ἐκ τοῦ σφετέρου τινὰς ἀποστείλαι ἔθνους ἐπὶ θέαν τῆς Ῥωμαϊκῆς πολιτείας· καὶ τοίνυν ὁ Σιζάβουλος ἐφίετο. καὶ ἕτεροι δὲ προεστῶτες ἐθνῶν ταῦτα ἐζήτουν· ὁ δὲ οὐδενὶ ξυνεχώρησε τῶν πάντων ἢ μόνον τῷ τῶν Χολιατῶν ἡγεμόνι. καὶ οὖν καὶ τοῦτον παρειληφότες οἱ Ῥωμαῖοι διὰ τοῦ λεγομένου ποταμοῦ Ὠὴχ καὶ ἀτραπὸν διανύσαντες οὐδαμῶς ὀλίγην ἐγένοντο κατὰ δὴ τὴν λίμνην τὴν ἄπλετον ἐκείνην 453 καὶ εὐρεῖαν. ἐνταῦθα ὁ Ζήμαρχος ἐνδιατρίψας ἡμέρας τρεῖς στέλλει Γεώργιον, ὃς ἀνεῖτο ἐς τὴν τῶν ἐπιτομωτέρων συλλαβῶν ἀπαγγελίαν, προδηλώσοντα τῷ βασιλεῖ τὴν σφῶν αὐτῶν ἐκ Τούρκων ἐπάνοδον. καὶ οὖν ὁ Γεώργιος ἅμα Τούρκοις δέκα πρὸς τοῖς δύο ἀπήρξατο τῆς ἐπὶ τὸ Βυζάντιον ὁδοῦ ἀνύδρου τε μάλα οὔσης καὶ πάντη ἐρήμου, ὅμως δ' οὖν ἐπιτομωτέρας. ὁ δὲ Ζήμαρχος κατὰ δὴ τὸ ψαμαθῶδες τῆς λίμνης παροδεύων ἐπὶ ἡμέρας δέκα καὶ δύο δυσβάτους τέ τινας χώρους παραμειψάμενος ἐγένετο κατὰ τὰ ῥεῖθρα τοῦ Ἴχ, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν Δαΐχ, καὶ διὰ λιμνῶν ἑτέρων αὖθις ἐς τὸν Ἀττίλαν· πάλιν ὡς Οὐγούρους, οἳ δὴ καὶ σφίσιν ἀπήγγειλαν ὡς εἰς τὰ περὶ τὸν Κωφῆνα ποταμὸν ἐς τὰ λάσια τέσσαρες χιλιάδες Περσῶν ἐπιτηροῦσι προλελοχισμένοι, ὡς ἂν χειρώσωνται παριόντας αὐτούς. ταύτῃ τοι ὁ τῶν Οὐγούρων ἡγούμενος, ὃς διέσωζεν ἐκεῖσε τοῦ Σιζαβούλου τὸ κράτος, πληρώσας ὕδατος ἀσκοὺς παρέσχετο τοῖς περὶ Ζήμαρχον, ὡς ἂν ἔχοιεν ὅθεν ὑδρεύσοιντο διὰ τῆς ἀνύδρου ἰόντες. εὗρον δὲ καὶ λίμνην, καὶ παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς ἐκείνας τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός. ἐξ ἐκείνου δὴ τοῦ χώρου πέμπουσι διοπτῆρας προδιασκεψομένους εἴ γε ὡς ἀληθῶς οἱ Πέρσαι ἐνεδρεύουσιν· οἳ δὴ ἀνιχνεύσαντες ἀπήγγειλαν μηδένα ἰδεῖν. ὅμως ξὺν μεγίστῳ φόβῳ ἀφίκοντο ἐς Ἀλανίαν, κατὰ τὸ μᾶλλον δεδιότες τὸ φῦλον τῶν Ὀρομουσχῶν.
8.1.13
Ὅτι μετὰ τῶν ἀνδραγαθημάτων τὴν ἐπίτευξιν ὁ Χοσρόης ἐς τὸν Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περιπέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμμαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν ἀντικαταβάλλειν Ῥωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ Ῥωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτάλαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατακερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν.
8.1.14
Ὅτι Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ προσποιεῖν ἤρξατο οὐκ ἔτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν, ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας. ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας, ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τῶν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο ἔφασκέ τε, ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδάς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο. καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι. αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τῶν Σαρακηνῶν ἀντελέγετο, Στράτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον τέτραπται δένδρον ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα (ἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστι) προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς. Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον τῷ τε ὀνόματι τεκμηριούμενος, οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχεν (στράτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνῇ) καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος. Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι. διὸ δὴ ὁ Ἰουστινιανὸς Στρατηγίῳ πατρικίῳ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν. ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπας καὶ Ὁμηρίτας ἐπρέσβευσε. καὶ αὐτοῖν ἅτερος μὲν Σοῦμμος μὴ χρῆναι Ῥωμαίους καταπροίεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείας τε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλ' ἀγόνου τε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι. Ἰουστινιανὸς μὲν 494 ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη. Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε. Σοῦμμον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παρ' αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων χρημάτων, ἐφ' ᾧ προσχωρήσοι Ῥωμαίοις, γράμματά τε προίσχετο, ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων Ἰουστινιανὸς ἔγραψεν. καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι ἐγκελευομένην αὐτοῖς ἐσβάλλειν τε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνη χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι· ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας. ταῦτα Χοσρόης τοῖς Ῥωμαίοις ἐπικαλῶν τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι αὐτὰ λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν.
8.1.15
Ὅτι ἔθνη δύο Λιγύριοι καὶ Ἐλβήττιοι ἐς τὴν Ῥωμαίων Κελτικὴν ἐσέβαλον, καὶ τούτων τὸν στόλον ὁ Καῖσαρ Γάιος πυθόμενος διετείχισεν ὅσα περὶ Ῥοδανόν ἐστι ποταμὸν ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους μάλιστα. καὶ πρεσβευσαμένοις ἐπὶ διαπείρᾳ τοῖς πολεμίοις ὑπὲρ σπονδῶν ἐκέλευεν ὅμηρα δοῦναι καὶ χρήματα. ἀποκριναμένων δ' εἰθίσθαι ταῦτα λαμβάνειν, οὐ διδόναι, βουλόμενος φθάσαι τὴν ὁμαιχμίαν αὐτῶν, ἐπὶ μὲν τοὺς Λιγυρίους ἐλάσσους ὄντας ἔπεμπε Λαβιῆνον, αὐτὸς δὲ ἐπὶ τοὺς Ἐλβηττίους ἐχώρει προσλαβὼν Γαλατῶν τῶν ὀρείων ἐς δισμυρίους. καὶ γίνεται Λαβιήνῳ τὸ ἔργον εὐμαρὲς ἀδοκήτοις Λιγυρίοις περὶ τὸν ποταμὸν ἐπιπεσόντι καὶ τρεψαμένῳ καὶ σκεδάσαντι τοὺς πολλοὺς ἐν ἀσυνταξίᾳ.
8.1.16
Ὅτι τῷ Ἀττήλᾳ ἦν τοῦ πρὸς Φράγγους πολέμου πρόφασις ἡ τοῦ σφῶν βασιλέως τελευτὴ καὶ ἡ τῆς ἀρχῆς τῶν ἐκείνου παίδων διαφορά, τοῦ πρεσβυτέρου μὲν Ἀττήλαν, τοῦ δὲ νεωτέρου Ἀέτιον ἐπὶ συμμαχίᾳ ἐπάγεσθαι ἐγνωκότος· ὃν κατὰ τὴν Ῥώμην εἴδομεν πρεσβευόμενον μήπω ἰούλου ἀρχόμενον, ξανθὸν τὴν κόμην τοῖς αὐτοῦ περικεχυμένην διὰ μέγεθος ὤμοις. θετὸν δὲ αὐτὸν ὁ Ἀέτιος ποιησάμενος παῖδα καὶ πλεῖστα δῶρα δοὺς ἅμα τῷ βασιλεύοντι ἐπὶ φιλίᾳ τε καὶ ὁμαιχμίᾳ ἀπέπεμψεν. τούτων ἕνεκα ὁ 583 Ἀττήλας τὴν ἐκστρατείαν ποιούμενος αὖθις τῶν ἀμφ' αὐτὸν ἄνδρας ἐς τὴν Ἰταλίαν ἔπεμπεν ὥστε τὴν Ὀνωρίαν ἐκδιδόναι· εἶναι γὰρ αὐτῷ ἡροσμένην πρὸς γάμον, τεκμήριον ποιούμενος τὸν παρ' αὐτῆς πεμφθέντα δακτύλιον, ὃν καὶ ἐπιδειχθησόμενον ἐστάλκει· παραχωρεῖν δὲ αὐτῷ τὸν Βαλεντινιανὸν καὶ τοῦ ἡμίσεως τῆς βασιλείας μέρους, ὡς καὶ τῆς Ὀνωρίας διαδεξαμένης μὲν παρὰ πατρὸς τὴν ἀρχήν, ταύτης δὲ τῇ τοῦ ἀδελφοῦ ἀφαιρεθεῖσαν πλεονεξίᾳ. ὡς δὲ οἱ ἑσπέριοι Ῥωμαῖοι τῆς προτέρας ἐχόμενοι γνώμης πρὸς οὐδὲν τῶν αὐτῷ δεδογμένων ὑπήκουον, εἴχετο μᾶλλον τῆς τοῦ πολέμου παρασκευῆς πᾶν τὸ τῶν μαχίμων ἀγείρων πλῆθος.

Intertext edge

Open linked passage

Note