Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De legationibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ μεγάλην εἶναι παρ' αὐτοῖς σπάνιν, ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν 35 δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρατοπέδων παρακαθημένων, πλὴν τῶν κατ' Αἴγυπτον τόπων. εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην προεβεβήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον πεντεκαίδεκα δραχμῶν ὑπάρχειν. ἀλλ' ὅμως τοιαύτης οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολεμικῶν. Λόγος ιαʹ.
9.1.2
Ὅτι Λεύκιος ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι, ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ καὶ ἐλπίζων ὧδε ἔσεσθαι Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεὰς φέροντα καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσιν, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετο ποιήσειν καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενος καὶ μεταποιούμενος ἐπὶ Καρχηδονίοις προλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ. καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων ἔτι ὄντες παρὰ τῷ Σύφακι ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο λαθόντες τὸν Σύφακα. ἀλλ' ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου ὁ Σκιπίων καταγόμενός τε καὶ πλέων.
9.1.3
Ὅτι οἱ Ῥωμαῖοι στασιάσαντες πρὸς ἀλλήλους τὸν Μέτελλον 85 μετεπέμψαντο κελεύσαντες αὐτῷ πρὸς τοὺς Σαυνίτας, ὅπως ποτ' ἂν δύνηται, συμβῆναι· οὗτοι γὰρ ἔτι τότε μόνοι τὴν Καμπανίαν καὶ τὴν ἐπέκεινα αὐτῆς ἐκακούργουν. ὁ δὲ τούτοις οὐκ ἐσπείσατο· τήν τε γὰρ πολιτείαν ἠξίουν οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ηὐτομοληκόσι πρὸς σφᾶς δοθῆναι, καὶ οὔτε τι τῆς λείας ἣν εἶχον ἀποδοθῆναι ἤθελον, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους σφῶν πάντας ἀπῄτουν, ὥστε μηδὲ τοὺς βουλευτὰς τὴν εἰρήνην ἔτι τὴν πρὸς αὐτοὺς ἐπὶ τούτοις ἑλέσθαι.
9.1.4
Ὅτι ὁ Ἰουστινιανὸς Χοσρόῃ γράμματα ἔγραψεν ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ συγκείμενα· ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο εἰς τὴν ἄφοδον, τούς τε τῶν Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν. ὅπερ ἐπειδὴ Ἐδεσηνοὶ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ 101 ἦν οὐδείς, ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων κατὰ λόγον τῆς οὐσίας κατέθετο. εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καί, εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο δὴ ἐς τὸ ἱερὸν πολλῇ σπουδῇ ἦγεν. ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν. Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ Χοσρόης τοὺς αἰχμαλώτους ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει. Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι. ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ χριστιανοὶ ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες.
9.1.5
Ὅτι τοῦ Βαλάμερος τοῦ Σκύθου παρασπονδήσαντος καὶ πολλὰς πόλεις δῃωσαμένου καὶ χώρας Ῥωμαϊκάς, ἔπεμπον παρ' αὐτὸν οἱ Ῥωμαῖοι πρέσβεις, οἳ αὐτῷ τοῦ νεωτερισμοῦ κατεμέμφοντο, καὶ ὥστε μὴ αὖθις τὴν χώραν καταδραμεῖν τʹ λίτρας φέρειν αὐτῷ ἑκάστου ἔτους ἔταξαν· σπάνει γὰρ τῶν ἀναγκαίων ἔφραζε πρὸς πόλεμον τὸ οἰκεῖον διαναστῆναι πλῆθος.
9.1.6
Ὅτι Ζήνων, ἐπεὶ διέλυσε τὴν στρατιάν, πέμπει πρὸς Θευδέριχον τὴν εἰρήνην συνθέσθαι πρὸς αὐτὸν ὅπως καὶ δύναιντο. ἐν δὲ τούτῳ συστρέψας τὴν ἑαυτοῦ δύναμιν ὁ παῖς ὁ Βαλαμήρου ἐπὶ τὰ πρὸς Ῥοδόπην παραγίνεται μέρη, καὶ† κατατεινάμενος τὰ κάλλιστα τῆς χώρας τῶν Θρᾳκῶν ἅπαντα καὶ εἴ τι ἦν κτηνικὸν ἀφαρπάζει, ἐξέτριψε δὲ ἅπαν τὸ αὐτόθι γεωργοῦν, κτείνων τε καὶ εἰσπράττων ὅσα μὴ φέρειν ἠδύναντο. Θευδέριχος δὲ ταῦτα ἀκούων γινόμενα ἥδεσθαι μὲν ἔλεγεν ὅτι φίλος αὐτῶν καὶ υἱὸς λεγόμενος ταῦτα αὐτοὺς δρῴη, ἄχθεσθαι μέντοι ὅτι τῆς ἐκείνων ἀνοίας ἐν τοῖς γεωργοῖς βλέπει γινομένην τὴν δίκην, ὧν οὐδὲν φθειρομένων Ζήνωνά γε ἢ Βηρίναν οὐδ' ὁπωσοῦν ἐπιστρέφεσθαι. ὡς δὲ ἦλθον οἱ πρέσβεις, τίθενται τὴν εἰρήνην ἐφ' ᾧ τε μυρίοις μὲν καὶ τρισχιλίοις ἀνδράσιν οἷς θέλοι Θευδέριχος συντάξεις τε καὶ τροφὴν χορηγεῖν βασιλέα, δυοῖν δὲ αὐτὸν σχολῶν προβάλλεσθαι ἄρχοντα, ἀπολαβεῖν δὲ αὐτοῦ τὴν οὐσίαν, ὅσην πρότερον εἶχεν, λαβεῖν δὲ τὴν ἑτέραν τῶν δύο στρατηγιῶν τῶν περὶ βασιλέα, καὶ ἔχειν τὰς ἀξίας, εἰς ἃς ἤδη προῆκτο ὑπὸ τοῦ Βασιλίσκου. περὶ δὲ τῶν κηδεστῶν, εἰ μὲν ἐτελεύτησαν, ὡς ἔλεγεν ὁ Ζήνων, μηδὲν εἶναί οἱ πρᾶγμα· εἰ δὲ ζῶσι, λαβόντας ἥνπερ εἶχον οὐσίαν οἰκεῖν πόλιν, ἣν αὐτὸς δοκιμάσειε Ζήνων. ταῦτα ὡς συνέδοξε, παύσας τὸν Βαλαμήρου τῆς ἀρχῆς ὁ βασιλεὺς στρατηγὸν ἀντ' ἐκείνου Θευδέριχον ποιεῖται καὶ χρήματα ἔπεμψεν, ὅσα ἔδει αὐτίκα διανεῖμαι τοῖς Γότθοις. Τέλος τῆς ἱστορίας Μάλχου./* Περὶ πρέσβεων Ῥωμαίων πρὸς ἐθνικούς. Ἐκ τῆς ἱστορίας Μενάνδρου.*/
9.1.7
Ὅτι ὁ Βαϊανὸς ὁ τῶν Ἀβάρων ἡγεμὼν ἐν βουλῇ ἐποιήσατο πρεσβεύσασθαι καὶ περὶ σπονδῶν λόγους προσαγαγεῖν. τὸν δὲ Βιταλιανὸν ἐζήτει χρυσίον οἱ παρασχεῖν, ὡς ἂν μὴ λεηλασίᾳ χρήσοιτο κατὰ δὴ τὸν τῆς ἐκεχειρίας καιρόν. ὁ δὲ ἰδιοβουλήσας καὶ εἰληφὼς ἐκ τοῦ τῆς Ἰλλυρίδος ὑπάρχου νομίσματα οὐ μεῖον 196 ἢ ὀκτακόσια παρέσχετο τῷ Βαϊανῷ. ταύτῃ τοι καὶ ἔστειλε τὸν Ταργίτιον ὁ τῶν Ἀβάρων ἡγούμενος, ξὺν τῷ καὶ Βιταλιανὸν τὸν ἑρμηνέα, τῷ βασιλεῖ λέξοντας ὥστε τὸ Σίρμιόν οἱ ἐνδοθῆναι καὶ τὰ συνήθη χρήματα, ἅτινα οἱ Κοτράγηροι καὶ Οὐτίγουροι πρὸς Ἰουστινιανοῦ ἐκομίζοντο βασιλέως, οἷα δὴ αὐτοῦ ἄμφω τὼ φύλω τούτω καθελόντος· πρὸς τοῖς καὶ Οὐσδίβαδον τὸν Γήπαιδα. ἔφασκε γὰρ τοὺς Γήπαιδας ἅπαντας αὐτῷ ἀνήκειν, ἅτε δὴ καὶ αὐτοὺς πρὸς αὐτοῦ καταπολεμηθέντας. ἀφικομένων δὴ οὖν τῶν πρέσβεων κατὰ δὴ τὴν βασιλίδα πόλιν παρελθόντων τε ὡς τὸν αὐτοκράτορα, ἔφη ὁ Ταργίτης· ὦ βασιλεῦ, πάρειμι σταλεὶς ὑπὸ τοῦ σοῦ παιδός· πατὴρ γὰρ αὐτὸς ἀληθῶς Βαϊανοῦ τοῦ καθ' ἡμᾶς δεσπότου. πέποιθα δὴ οὖν ὡς ἐπιδείξασθαι προθυμηθείης τὴν περὶ τὸν παῖδα στοργὴν τῷ διδόναι τὰ τοῦ παιδός. οὕτω τοίνυν ἐχόντων ἡμῶν, τάχα δὲ σοῦ καὶ ἡμῶν, ἆρα οὐχὶ παραχωρήσεις αὐτῷ τῶν γερῶν; οὐ γὰρ ἐς ἀλλότριον οὔτε μὴν πολέμιόν τινα τὰ διδόμενα μεταθήσοις σχεδόν, οὐδὲ μεταβήσεται τῶν παρεχομένων ἡ κυριότης, ἣ πάλιν εἰς σὲ ἀναδραμεῖται διὰ τοῦ παιδός, εἴ γε παράσχοις αὐτῷ τὰ ἐφ' οἷς ἥκω, τήν τε πόλιν τὸ Σίρμιον καὶ τὰ χρήματα κατ' ἔτος, ὅσα βασιλεὺς Ἰουστινιανὸς τοῖς Κοτραγήροις καὶ Οὐτιγούροις ἐδίδου, οἷα Βαϊανοῦ τήμερον δεσπόζοντος τούτων γε δήπου τῶν ἐθνῶν· ἔτι καὶ Οὐσδίβαδον τὸν Γήπαιδα καὶ τοὺς περὶ αὐτόν· οὐδὲ γὰρ περὶ τούτων ἀντερεῖ τις ὡς οὐχὶ πεφύκασιν ἀνδράποδα Βαϊανοῦ. ταῦτα ὁ Ταργίτης ἔλεξεν. ἀτὰρ ὁ βασιλεύς· οὐ πρεσβευσόμενος ἥκεις, ὡς ἔοικεν, ὦ Ταργῖτα, μᾶλλον μὲν οὖν πρὸς ἀγνοοῦντας ἡμᾶς τεκμηριώσασθαι βουλόμενος τῶν Ἀβάρων τοὺς τρόπους. εἰ γάρ, ὥς φατε, δοίημεν ὑμῖν τὰ ὅσα τοῖς πρώην Οὔννοις, οἴκτῳ μᾶλλον καὶ οὐ φόβῳ, τῷ μὴ ἐθέλειν αἷμα ἐκχεῖν, Ἰουστινιανὸς ἐδίδου, γελοῖόν γε ἂν εἴη,† καὶ οἷς τὸ φιλάνθρωπον ἀπονέμειν δεῖ καὶ οἷς ἀντιτάττεσθαι, φανῶμεν οἱ αὐτοί, ὁπότε οἱ δείλαιοι Κοτράγηροί τε καὶ Οὐτίγουροι, οὓς διαβεβαιοῦσθε πρὸς ἡμῶν κομίζεσθαι χρήματα, τοῦτο μὲν φυγόντες ἡμᾶς, τοῦτο 197 δὲ πεπτωκότες ὑφ' ἡμῶν τυγχάνουσιν ἄρδην ἠφανισμένοι. τί οὖν παράσχοιμεν ὑμῖν τὰ τῶν ἡσσωμένων; ἀλλ' οὐ τῇ φύσει ξυνᾴδει τῶν πραγμάτων καὶ κρατεῖν ἅμα καὶ ὑπὲρ τῶν κεκρατημένων ἑτέροις χρήματα καταθεῖναι. οὐ γὰρ ἀποχρῶν, εἰ φανείημεν ἅπαξ τοῦ τὰ δέοντα φρονεῖν ἐστερημένοι, ἀλλὰ γὰρ καὶ εἰς συνήθειαν ἕλκειν τὴν ἀφροσύνην οἴεσθε δεῖν. τί οὖν ποιοῦμεν τὸν Οὐσδίβαδον; ὑμῖν ἀποδοίημεν; οὐχ οὕτω πεφύκαμεν ἠλίθιοι ὥστε τὰ ἡμέτερα καταπροέσθαι καὶ ταῦτα βαρβάροις καὶ λυμαινομένοις τῇ καθ' ἡμᾶς πολιτείᾳ. ὁ γὰρ πρὸ ἡμῶν τὸ βασίλειον ἀναδεδεγμένος κράτος Γήπαιδας ἐπήλυδας ὄντας εἰσεποιήσατο καὶ χώραν αὐτοῖς ἀπένειμε τὴν περὶ τὸ Σίρμιον, εἶτα καὶ πολέμου κινηθέντος αὐτοῖς ὡς Λογγιβάρδους, ὥσπερ εἰκός, ξυνεπελαβόμεθα τοῦ κινδύνου τοῖς οἰκείοις, καὶ ἂν ἐκράτουν οἱ Γήπαιδες τῇ Ῥωμαίων χειρί, εἴ γε μὴ ἀνδραποδώδεις ὤφθησαν καὶ τῷ τῆς γνώμης δολερῷ τοὺς εὐεργέτας ἐλύπησαν. ἀνθ' ὧν ἐπιβουλεύσαντας ἡμῖν ἀσύγγνωστα οὐ Ῥωμαίοις ἔδοξε μετελθεῖν τοὺς ἀγνωμονήσαντας, οἷς ἔνεστι μὴ ἀντιτιθέναι τὰς τιμωρίας ἰσορρόπους τοῖς πλημμελήμασι, μᾶλλον μὲν οὖν περιιδεῖν, ὡς ἂν ὑφ' ἑτέρων ἐς τὸ παντελὲς διαφθαρήσοιντο. εἰ τοίνυν ἄλλως οὐκ ἔχει ταῦτα, ἐπείπερ ἡμεῖς ἐπεγκαλεῖν ἄξιοι καθεστήκαμεν, ὅτι τοὺς ἡμῖν ἀνήκοντας ἔχετε Γήπαιδας, ἀντέστραπται καθ' ἡμῶν τὰ τῶν ἐγκλημάτων. ὑμεῖς μὲν γὰρ τὸν Οὐσδίβαδον, ἡμεῖς δὲ καὶ τοὺς Γήπαιδας ὑμᾶς τοὺς λοιποὺς εἰσπράξοιμεν. Ῥωμαῖοι γὰρ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς σωφρονίζειν ἐτάχθημεν τὸ ἀνόητον, οὐ μὴν ἀνόητοί τινες εἶναι νομίζεσθαι. ἀλλὰ τὸ Σίρμιον ἐγχειρίσωμεν βαρβάροις; οὐκ ἀρκέσει γὰρ ὑμῖν τὸ περιεῖναι μέχρις ὅπλα κινεῖν οὐ βούλοιντο Ῥωμαῖοι. ἀλλ' ἐρεῖς, ὦ Ταργῖτα, ὅτι διαβήσεται Ἴστρον ὁ Χαγάνος, ἔτι γε μὴν καὶ τὸν Ἕβρον, καὶ ὅτι τὰς ἐπὶ Θρᾴκης αὐτοβοεὶ παραστήσεται πόλεις. ἀλλὰ προφθάσουσιν αἱ Ῥωμαϊκαὶ δυνάμεις καὶ τῆς ἐλπίδος αὐτὸν ἀφαιρήσονται, καὶ μᾶλλον αὐτοὶ σκευαγωγήσουσι τὰ Ἀβάρων. καὶ οὐ παυσόμεθα καταβάλλοντές τε καὶ χειρούμενοι, ἕως ἂν ἐφυβρίσῃ τὸ βάρβαρον. λυσιτελήσει δὲ Ῥωμαίοις ἀντὶ τῆς εἰρήνης ὁ πόλεμος. Ἀβάρων γὰρ τῶν νομάδων τε καὶ ἐπηλύδων καθεστάναι φίλους τῆς ὡς αὐτοὺς δυσμενείας βαρύτερον, ἄλλως τε καὶ φιλίας ὑπούλου καθεστώσης. κρεῖσσον ἐν τοῖς σώμασιν καὶ οὐχὶ ταῖς ψυχαῖς φέρειν 198 τὰ τραύματα. πρὸς ταῦτα, ὦ Ταργῖτα, καὶ τόξα καὶ ἵπποι καὶ μυρίαι δυνάμεις ὁπλιτῶν ἔστωσαν ἐν παρασκευῇ· οὐ γὰρ ἡσυχία τοῦ συνοίσοντος αἱρετώτερον. τοσαῦτα εἰπὼν ὁ αὐτοκράτωρ μεγαληγορίᾳ τε χρησάμενος πολλῇ τῶν Ἀβάρων ἀφῆκε τοὺς πρέσβεις, πρότερον Βώνῳ τῷ στρατηγῷ ἐν γράμμασι πλεῖστα ἐπιμεμψάμενος ὅτι γε ὅλως αὐτῷ τοιάδε προϊσχομένους ἔστειλεν ἐς Βυζάντιον, πρός γε καὶ σημήνας ἔργου ἔχεσθαι καὶ πάντα τὰ πολεμιστήρια ὄργανα ἐπισκευάζειν, σαφῶς ἐπιστάμενος ὡς ξυγκροτηθήσεται ὁ πρὸς Ἀβάρους πόλεμος καὶ μάλα αὐτίκα. καὶ δὴ ὁ Βῶνος, ἐπεὶ τὸ βασίλειον ἀνελέξατο γράμμα, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Λόγος ςϛʹ.
9.1.8
Ὅτι τοῖς Ῥωμαίοις τῆς κατὰ τὴν ναυμαχίαν νίκης ἄρτι προσηγγελμένης, πρῶτον μὲν τῷ δήμῳ παρήγγειλαν ἐλινύας ἄγειν ἡμέρας θʹ (τοῦτο δ' ἔστι σχολάζειν πανδημεὶ καὶ θύειν τοῖς θεοῖς χαριστήρια τῶν εὐτυχημάτων), μετὰ δὲ ταῦτα τοὺς παρὰ τῶν Αἰτωλῶν πρέσβεις καὶ τοὺς παρὰ τοῦ Μανίου προσῆγον τῇ συγκλήτῳ. γενομένων δὲ πλειόνων παρ' ἀμφοῖν λόγων, ἔδοξε τῷ συνεδρίῳ δύο προτείνειν γνώμας τοῖς Αἰτωλοῖς, ἢ διδόναι τὴν ἐπιτροπὴν περὶ πάντων τῶν καθ' αὑτούς, ἢ χίλια τάλαντα παραχρῆμα δοῦναι καὶ τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον νομίζειν Ῥωμαίοις. τῶν δ' Αἰτωλῶν ἀξιούντων διασαφῆσαι ῥητῶς ἐπὶ τίσι δεῖ διδόναι τὴν ἐπιτροπήν, οὐ προσδέχεται τὴν διαστολὴν ἡ σύγκλητος. διὸ καὶ τούτοις γέγονε κατάμονος ὁ πόλεμος.
9.1.9
Ὅτι Ἡρώδης ἀποστέλλει Νικόλαον πρὸς Καίσαρα πρεσβευτήν, ὡς ἂν διαλλαγῇ αὐτῷ. τὰ δὲ περὶ τὴν πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον· ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ' οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλή 372 λους πολεμοῦντες. ὑπονοστήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβάδου ὡς διαφθαρέντων πλείστων ἐκφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ κατὰ τὴν ἀπόστασιν, καὶ διὰ τούτων ἤλεγχον. ὁ δὲ Νικόλαος ἐπιτυχίαν ταύτην ὁρῶν αὐτῷ προσγεγενημένη δι' αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων ἐλθεῖν εἰς διαλλαγὰς Ἡρώδῃ Καίσαρα ποιῆσαι. σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογήσασθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. συνεστώτων οὖν ἐπ' ἀλλήλους καὶ δοθείσης ἡμέρας Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ' οὐδὲν ὑγιές, καὶ μοιχείαν ἐξελέγχων οὐ τῶν Ἀράβων μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαναστήσειε Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. ὡς δὲ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, ὡς οὐ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους φʹ ἀπέκτεινε τῶν ἐκεῖ μηδὲ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. πρὸς ταῦτα ὁ Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σύ τε ἀκήκοας καὶ δίκαιον ἦν χαλεπώτερον ἐπ' αὐτοῖς φέρειν. πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὐτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν φʹ ταλάντων καὶ τὴν συγγραφήν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατιὰν οὐ στρατιὰν ἔλεγεν, ἀλλ' ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων· καὶ μηδὲ ταχὺ ταύτη μηδὲ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολούμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπονομάσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν λʹ παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. ὧν οὐδὲν ποιήσαντος Συλλαίου πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια μόλις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. ὁ μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατιᾶς τοι 373 αῦτα. καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. λῃσταὶ τῶν Τράχωνα κατοικούντων μʹ τὸ πρῶτον, εἶτα αὖθις πλείονες τὰς Ἡρώδου κολάσεις διαφεύγοντες ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. αὐτοὺς ὑπεδέξατο Συλλαῖος ἐπὶ πάντας ἀνθρώπους τρέφων καὶ χώραν ἔδωκε νέμεσθαι καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτο ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν ἄλλον τινὰ τῆς Ἀράβων χώρας ἢ τούτους ἐξῃρημένους, οὐδὲ πάντας, ἀλλ' ὅσοι μὴ λαθεῖν ἴσχυσαν. οὕτως οὖν καὶ τοὺς τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος, μέγιστον, ὦ Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου τὸν στρατηγὸν αὐτῶν καὶ εʹ καὶ κʹ τοὺς πάντας, ὧν ἕκαστον αὐτὸς εἰς ρʹ ἀναφέρων δισχιλίους φʹ τοὺς ἀπολωλότας ἔλεγεν. Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα καὶ πρὸς τὸν Συλλαῖον ἐπιστραφεὶς ὀργῆς μεστὸς ἀνέκρινεν, ὁπόσοι τεθνήκασι τῶν Ἀράβων. ἀπορουμένου δὲ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος, αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο καὶ τὰ τῶν ἡγεμόνων γράμματα, πόλεις τε ὅσαι λῃστήρια κατῃτιῶντο, καὶ πέρας εἰς τοῦτο κατέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι μετάνοιαν ἐφ' οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθώς, καί τι τοιοῦτον εἰπεῖν εἰς τὸν Συλλαῖον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι. τὸ δὲ σύμπαν ὁ μὲν Συλλαῖος ἀνεπέμπετο τὰς δίκας καὶ τὰ χρέα τοῖς δεδανεικόσιν ἀποδώσων, εἶτα οὕτω κολασθησόμενος. Ἀρέτᾳ δὲ οὐκ εὐμενὴς ἦν Καῖσαρ, ὅτι τὴν ἀρχὴν δι' ἐκείνου καθ' αὑτὸν ἔλαβεν. ἐγνώκει γὰρ καὶ τὴν Ἀραβίαν Ἡρώδῃ διδόναι.
9.1.10
Ὅτι οἱ Κάρποι τὸ ἔθνος φθονοῦντες τοῖς καθ' ἕκαστον ἐνιαυτὸν τελουμένοις τοῖς Γότθοις ἔπεμψαν πρὸς Τούλιον Μηνόφιλον πρεσβείαν μετὰ ὑπερηφανίας ἀπαιτοῦντες χρήματα. οὗτος δὲ δοὺξ ἦν Μυσίας καὶ καθ' ἑκάστην ἡμέραν τὸν στρατὸν ἐγύμναζε· καὶ προμαθὼν τὴν ὑπερηφανίαν αὐτῶν ἐπὶ πολλὰς ἡμέρας οὐκ ἐδέξατο αὐτοὺς διδοὺς αὐτοῖς ἄδειαν ὁρᾶν τοὺς στρατιώτας γυμναζομένους. καὶ ἵνα τῷ παρελκυσμῷ καθέλοι αὐτῶν τὰ φρονήματα, καθίσας ἐπὶ βήματος ὑψηλοῦ καὶ παραστήσας τοὺς μεγίστους τοῦ στρατοπέδου ἐδέξατο αὐτοὺς μηδένα λόγον αὐτῶν ποιούμενος, ἀλλ' ἐν τῷ μέσῳ λεγόντων αὐτῶν τὴν πρεσβείαν συνεχῶς ἑτέροις διελέγετο, ὡς δὴ ἄλλα τιμιώτερα πράγματα ἔχων. οἱ δὲ περιδεεῖς γενόμενοι οὐδὲν ἄλλο εἰρήκασιν, εἰ μὴ ὅτι· διὰ τί οἱ Γότθοι τοσαῦτα χρήματα παρ' ὑμῶν λαμβάνουσιν, καὶ ἡμεῖς οὐ λαμβάνομεν; ὁ δὲ εἶπεν ὅτι· ὁ αὐτοκράτωρ πολλῶν χρημάτων κύριός ἐστι καὶ τοῖς δεομένοις αὐτοῦ χαρίζεται. οἱ δὲ ἐπήγαγον ὅτι· καὶ ἡμᾶς ἐχέτω εἰς τοὺς δεομένους καὶ δότω ἡμῖν τοσαῦτα· ἡμεῖς γὰρ κρείττονες ἐκείνων ἐσμέν. καὶ γελάσας ὁ Μηνόφιλος εἶπεν· καὶ περὶ τούτων μηνῦσαι δέομαι τῷ αὐτοκράτορι. καὶ μετὰ δʹ μῆνας δεῦτε εἰς τόνδε τὸν τόπον, καὶ εὑρίσκετε καὶ λαμβάνετε ἀπόκρισιν. καὶ μετῆλθεν ἐκεῖ καὶ πάλιν τοὺς στρατιώτας ἐγύμναζεν. καὶ ἦλθον οἱ Κάρποι μετὰ τοὺς τέσσαρας μῆνας, καὶ τὸ ὅμοιον σχῆμα ποιήσας αὐτοῖς ἑτέραν εὗρεν ἀναβολὴν τριῶν μηνῶν. καὶ πάλιν εἰς ἕτερον στρατόπεδον ἐδέξατο αὐτοὺς ὁμοίως, καὶ ἔδωκεν αὐτοῖς ἀπόκρισιν ὅτι· ὅσον ἐξ ὑποσχέσεως οὐδὲν ὑμῖν παντελῶς δίδωσιν ὁ βασιλεύς· εἰ δὲ δέεσθε συγκροτήσεως, ἀπελθόντες ῥίψατε ἑαυτοὺς πρηνεῖς καὶ δεήθητε αὐτοῦ· καὶ εἰκός ἐστι συγκροτηθῆναι ὑμᾶς. οἱ δὲ μετὰ ἀγανακτήσεως ἀνεχώρησαν, καὶ κατὰ τὴν τοῦ Μηνοφίλου ἀρχὴν εἰς τρία ἔτη ἀνυσθεῖσαν ἡσυχίαν ἔσχον.
9.1.11
Ὅτι ἐν τῇ Ῥώμῃ πρὸ τῆς κατὰ τὸν Ἀντίοχον ἥττης εἰσαχθέντων εἰς τὴν σύγκλητον τῶν ἐξ Αἰτωλίας πρεσβευτῶν καὶ περὶ μὲν τῶν ἰδίων ἁμαρτημάτων οὐδὲν διαλεχθέντων, αὐτὰ δὲ τὰ τοῖς Αἰτωλοῖς καλῶς πρὸς τοὺς Ῥωμαίους πραχθέντα διεξιόντων, ἀναστάς τις τῶν ἐκ τοῦ συνεδρίου τοὺς πρέσβεις ἠρώτησεν, εἰ παραδιδόασιν ἑαυτοὺς Αἰτωλοὶ εἰς τὴν πίστιν τῶν Ῥωμαίων. ἀποσιωπησάντων δὲ τῶν πρέσβεων, ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς 400 Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα.
9.1.12
Ὅτι ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίοις ἐξαιρετέα ἐδόκει εἶναι, καὶ 413 Κορνηλίῳ ὑπάτῳ, καὶ ἔλεγεν ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι.
9.1.13
Ὅτι γενόμενοι ἐν Ἀλανίᾳ παρὰ Σαρώσιον τὸν ἐκείνη ἡγεμόνα καὶ ἅμα τοῖς ἑπομένοις Τούρκοις ἐσφοιτῆσαι βουλόμενοι, ὁ Σαρώσιος τὸν μὲν Ζήμαρχον καὶ τούς οἱ ἑπομένους ἐδέξατο ἀσμένως, τοὺς δὲ δὴ πρέσβεις τῶν Τούρκων ἔφασκε μὴ πρότερον τῆς ὡς αὐτὸν εἰσόδου τυχεῖν ἢ καταθεμένους τὰ ὅπλα. τοιγάρτοι καὶ ἅμιλλα αὐτοῖς ἐγένετο περὶ τούτου ἐπὶ ἡμέρας τρεῖς, καὶ Ζήμαρχος ἦν τῶν φιλονεικουμένων διαιτητής. τέλος ἀποθέμενοι τὰ ὅπλα οἱ Τοῦρκοι, ὡς Σαρωσίῳ ἐδόκει, ὡς αὐτὸν ἐσεφοίτησαν. ὁ δὲ δὴ Σαρώσιος παρενεγύησε τοῖς περὶ Ζήμαρχον διὰ τῆς τῶν Μιυσιμιανῶν ἀτραποῦ ἥκιστα ἰέναι, τῷ κατὰ τὴν Σουανίαν τοὺς Πέρσας 454 ἐνεδρεύειν· ἄμεινον δὲ εἶναι διὰ τῆς λεγομένης Δαρεινῆς ἀτραποῦ οἴκοι ἀποχωρεῖν. ταῦτα ἐπεὶ ἔγνω ὁ Ζήμαρχος, διὰ τῆς Μιυσιμιανῆς ἔστειλεν ἀχθοφόρους δέκα μέταξαν ἐπιφερομένους ἀπατήσοντας Πέρσας τῷ προεκπεμφθῆναι τὴν μέταξαν καὶ προτερῆσαι τῇ ὁδῷ, ἐκ τούτου τε ὑποτοπῆσαι ὡς ἐς τὸ αὔριον παρέσται καὶ ὁ Ζήμαρχος. καὶ οἱ μὲν ἀχθοφόροι ᾤχοντο ἀπιόντες, Ζήμαρχος δὲ διὰ τῆς Δαρεινῆς παρεγένετο ἐς Ἀψιλίαν, τῇ Μιυσιμιανῇ χαίρειν εἰπὼν ἐς τὰ εὐώνυμά τε ἐάσας αὐτήν, ᾗ ἐπίδοξοι ἦσαν ἐπιθήσεσθαι οἱ Πέρσαι. καὶ ἧκεν ἐς τὸ Ῥογατόριον, εἶτα κατὰ δὴ τὸν Εὔξεινον Πόντον, εἶτα ναυτιλίᾳ χρησάμενος ἐς Φάσιν ποταμόν, πάλιν ἐς Τραπεζοῦντα· οὕτω τε δημοσίῳ ἵππῳ ἐς Βυζάντιον παρὰ βασιλέα εἰσελθὼν ἔφρασε τὸ πᾶν. Ζημάρχῳ μὲν οὖν ἐν τοιοῖσδε ἔληξεν ἡ πορεία καὶ ἀποπορεία ἐπὶ Τούρκους.
9.1.14
Ὅτι μετ' οὐ πολὺ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρατηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ Κομεντιόλου προ 486 πηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἀναβολὰς τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ Περσίδα καθόδου Κομεντίολον ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν. Ἕκτη δ' ἡμέρα, καὶ ὁ Μαυρίκιος λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς ἐς τὸ Δάρας τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ' αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως εὐκαταφρόνητος εἴη Ῥωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος Ῥωμαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνάμεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης τῷ Μαυρικίῳ εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν Δάρας ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τόν τε Δολαύζαν τὸν σατράπην, ἄνδρα ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ πολίσματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου Ῥωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ Μαυρίκιος δώροις βασιλικοῖς μεγαλύνας τοῦτον τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν.
9.1.15
Ὅτι Οὐιττίγης ὁ τῶν Γότθων ἡγούμενος ἤδη τῷ πολέμῳ κεκακωμένος πρέσβεις δύο παρὰ Χοσρόην ἔπεμψεν ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι πρέσβεις, ὅπως μὴ κατάδηλοι αὐτόθεν γενόμενοι ξυγχέωσι τὰ πραττόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν. ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι δόκησίν τε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο, ὁδῷ τε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύρας τε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάς τε Ῥωμαίους λαθόντες ἐς τὰ τῶν Περσῶν ἤθη ἀφίκοντο (ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες οὐκ ἐς τὸ ἀκριβὲς ταύτη ἐφύλασσον) Χοσρόου τε ἐς ὄψιν ἐλθόντες ἔλεξαν ὧδε· τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθων τε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς. καὶ αὐτὸν νόμιζε παρόντα σοι τὰ νῦν φθέγγεσθαι τάδε. εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν φαίη τήν τε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι. ὁ μὲν γὰρ νεωτεροποιός τε ὢν φύσει καὶ τῶν οὐδ' ὁπωστιοῦν αὐτῷ προσηκόντων ἐρῶν μένειν τε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστῃ 495 δὲ ἀρχὴν περιβαλέσθαι ἐν σπουδῇ ἔσχεν. εἶτα (οὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ' ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι. Βανδήλων μὲν οὖν ἤδη καθελὼν τὴν δυναστείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ' ἡμᾶς ἥκει, ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει οὐδὲ τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὐδέ τι τῶν ὀμωμοσμένων ἐρυθριῶν. ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μηδὲ ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδέν, μηδὲ αὐτὸς πάθῃς, ἀλλ' ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς, οἷα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὔνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι. ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένης ἐπιζητήσῃς. Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ εἰς βασιλέα Ἰουστινιανὸν ἐχόμενος λογίζεσθαι ὡς ἥκιστα ἔγνω, ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο, ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν, ὅπερ μοι αὐτίκα μάλα λελέξεται, καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιεῖσθαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι. ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.
9.1.16
Ὅτι παρελθόντι Ἀλεξάνδρῳ ἐς Βαβυλῶνα πρεσβεῖαι παρὰ τῶν Ἑλλήνων ἐνέτυχον, ὑπὲρ ὅτων μὲν ἕκαστοι οὐκ ἀναγέγραπται· δοκεῖν δ' ἔμοιγε αἱ πολλαὶ στεφανούντων τε αὐτὸν ἦσαν καὶ ἐπαινούντων ἐπὶ ταῖς νίκαις ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς Ἰνδικαῖς, καὶ ὅτι σῶος ἐξ Ἰνδῶν ἐπανήκει χαίρειν φασκόντων. καὶ τούτους δεξιωσάμενός τε καὶ τὰ εἰκότα τιμήσας ἀποπέμψαι ὀπίσω λέγεται. ὅσους δὲ ἀνδριάντας ἢ ὅσα ἀγάλματα ἢ εἰ δή τι ἄλλο ἀνάθημα ἐκ τῆς Ἑλλάδος Ξέρξης ἀνεκόμισεν ἐς Βαβυλῶνα ἢ ἐς Πασαργάδας ἢ ἐς Σοῦσα ἢ ὅπη ἄλλῃ τῆς Ἀσίας, ταῦτα δοῦναι ἄγειν τοῖς πρέσβεσιν. καὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας τὰς χαλκᾶς οὕτω λέγεται ἀπενεχθῆναι ὀπίσω ἐς Ἀθήνας καὶ τῆς Ἀρτέμιδος τῆς Κελκέας τὸ ἕδος.
9.1.17
Ὅτι Ἀριοῦνστος Γερμανῶν βασιλεὺς τῶν ὑπὲρ Ῥῆνον ἐπιβαίνων τῆς πέραν Αἰδούοις ἔτι πρὸ τοῦ Καίσαρος ἐπολέμει φίλοις οὖσι Ῥωμαίων. τότε μὲν δὴ τοῖς Ῥωμαίοις κελεύουσι πεισθεὶς ἀνέζευξεν ἀπὸ τῶν Αἰδούων καὶ φίλος ἠξίωσε Ῥωμαίοις γενέσθαι. καὶ ἐγένοντο, ὑπατεύοντος αὐτοῦ Καίσαρος καὶ ψηφισαμένου.
9.1.18
Ὅτι ὁ Ἀττήλας μετὰ τὸ τὴν Ἰταλίαν ἀνδραποδίσασθαι ἐπὶτὰ σφέτερα ἀναζεύξας τοῖς κρατοῦσι τῶν ἑῴων Ῥωμαίων πόλεμον καὶ ἀνδραποδισμὸν τῆς χώρας κατήγγελλεν, ὡς μὴ ἐκπεμφθέντος τοῦ παρὰ Θεοδοσίου τεταγμένου φόρου.

Intertext edge

Open linked passage

Note