De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ὁμοίως δὲ καὶ τὸ θέμα Σεβαστείας καὶ αὐτὸ ἐκ τῆς δευτέρας Ἀρμενίας ἀπάρχεται. Τὸ δὲ τῆς πόλεως ὄνομα ἐκ τοῦ σεβαστοῦ Καίσαρος Ἰουλίου προσείληφε, τοῦ τὴν Καίσαρος ἀρχὴν πρώτου κρατυναμένου καὶ μοναρχίαν τὴν πολυαρχίαν κατασκευάσαντος. Καῖσαρ δὲ ἐπεκλήθη οὐκ ἐκ τῆς ἀξίας, ἀλλὰ ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς μητέρος αὐτοῦ. Τελευτησάσης γὰρ αὐτῆς, ἔσπαιρε τὸ βρέφος καὶ ἀπελάκτιζε· καὶ διατμηθείσης τῆς γαστρὸς αὐτῆς, ἐξῆλθε βρυχώμενος, ὥσπερ τις σκύμνος λέοντος· τὴν δὲ ἀνατομὴν τζαῖσαι καλοῦσιν οἱ Ῥωμαῖοι. Ὅθεν καὶ Τζαῖσαρ ἐπωνομάσθη διὰ τὴν ἀνατομὴν ὥσπερ εἴπομεν. Καὶ ταῦτα μὲν περὶ Σεβαστείας. Πᾶσαι οὖν αἱ πόλεις αἱ καλούμεναι Καισάρειαι ἐκ τοῦδε τοῦ φιλτάτου Καίσαρος τὴν προσωνυμίαν ἐσχήκασιν.