De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
δυσμὰς ὁριζομένη ὑπὸ τοῦ Ταύρου ἐν ᾧ κατοικοῦσιν Ἴσαυροι· πρὸς δὲ ἀνατολὰς ἀποκέκλεισται παρὰ τῶν Κιλικίας ὀρέων, ἐν οἷς εἰσι πόλεις παραθαλάσσιοι, πρώτη μὲν αὐτὴ Σελεύκεια, ἔπειτα Κώρυκος καὶ τὸ Κωρύκειον ἄντρον καὶ λειμὼν ὁ καλούμενος Κροκοφόρος, Σόλοι τε καὶ Αἰγαῖαι καὶ Πομπηϊούπολις καὶ Ἀφροδισιάς, ἥ τε Ἰσσὸς καὶ κόλπος ὁμώνυμος, ἐν ᾧ Μακεδὼν ἐκεῖνος ὁ γεννάδας τε καὶ περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς Δαρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται. Ἡ τοίνυν Σελεύκεια οὐ θέμα τὸ πρὶν ἐχρημάτιζεν οὐδὲ στρατηγίδος ἐκεκλήρωτο ὄνομα, ἀλλὰ κλεισοῦρά τις ἦν καὶ φυλακὴ διὰ τὰς ἐκδρομὰς τῶν ἐκ Ταρσοῦ προιόντων Σαρακηνῶν, διὰ τὸ εἶναι τὸν τόπον δυσπρόσοδον. Ὁ δὲ κύριος Ῥωμανός, ὁ καλός τε καὶ ἀγαθὸς βασιλεύς, ὥσπερ πλάτος μῆκός τε καὶ μέγεθος ἐπιτιθεὶς τῇ τῶν Ῥωμαίων ἀρχῇ, στρατηγίδα αὐτὴν ἀπετέλεσε. Τὸ δὲ τῆς πόλεως ὄνομα καὶ τὸ καλεῖσθαι Σελεύκεια ἀπὸ Σελεύκου τοῦ κτίστου τοῦ καλουμένου Νικάτορος τὴν προσωνυμίαν ἐπλούτησε. Τὰ δὲ ἄνω Σελευκείας καὶ μεσόγαια καλεῖται Δεκάπολις, καὶ ἔστι πρώτη μὲν Γερμανικούπολις, δευτέρα δὲ Τιτιούπολις, τρίτη Δομετιούπολις, τετάρτη Ζηνούπολις, πέμπτη Νεάπολις, ἕκτη Κλαυδιούπολις, ἑβδόμη Εἰρηνούπολις, ὀγδόη Διοκαισάρεια, ἐνάτη Λαύζαδος, δεκάτη Δαλισανδός, ἐν ᾗ τὸ σκουτάριον τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐν τῷ τρούλλῳ τοῦ ναοῦ αὐτοῦ ἀποκρέμαται. Καὶ ταῦτα μὲν περὶ Σελευκείας.