Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Τὸ δὲ θέμα τῶν Κιβυρραιωτῶν ἀπάρχεται μὲν ἀπ' αὐτῆς τῆς Σελευκείας τῆς πρὸς θάλασσαν πρὸς ἀνατολὴν κειμένης, καταλήγει δὲ πρὸς μῆκος ὡς δυσμὰς ἕως αὐτῆς Μιλήτου τῆς πόλεως καὶ τῆς Ἰασοῦ καὶ τοῦ Βαργυλιακοῦ κόλπου, ἤγουν τῶν καλουμένων Ἀντανίων, ἐν ᾧ κεῖται ἥ τε Μύλασσα, πόλις διάφημος, καὶ αὐτὰ τὰ Βαργύλια, ἥ τε Μύνδος καὶ ἡ καλουμένη Στρόβηλος, ἥ τε Ἁλικαρνασσός, ἡ Ἡροδότου πατρίς, ἡ τῆς Ἀρτεμισίας πόλις ἡ πολυθρύλητος, ἐν ᾗ ὁ Μαυσώλου τάφος ὁ περιβόητος ἵδρυται. Ἀνερχόμενος τοίνυν πρὸς ἀνατολὴν εὑρήσεις τὸν Κεραμεικὸν κόλπον καλούμενον καὶ πόλιν τῷ κόλπῳ ὁμώνυμον. Ἐπ' ἄκρων δὲ τοῦ κόλπου ἥ τε πόλις Κνιδίων κατῴκισται, καὶ τὸ τῆς Ἀφροδίτης τέμενος περιβόητον, ἐν ᾧπερ ἦν τὸ τῆς Ἀφροδίτης ἄγαλμα, μνημεῖον τῆς Πραξιτέλους τέχνης ἀπαραμίλλητον. Ἐπαναβαίνοντι δὲ αὖθις πρὸς ἀνατολάς, κόλπος ἐστὶν Οἰδιμὸς ὄνομα καὶ λιμὴν καλούμενος Λάρυμα, ὧν κατέναντι νῆσος ἡ Σύμη, καὶ πρὸς τὸ πέλαγος καταντικρὺ τῆς Ῥοδίων περαίας καὶ ὁπλοθήκης, νῆσος ἡ Ῥόδος· αὕτη π [ε] λαγία ἐξήπλωται, πρὸς βορρᾶν τε καὶ νότον ἐναποβλέπουσα. Διαβαίνων τε τὴν ἐφεξῆς θάλασσαν εὑρήσεις πόλιν Τελμισὸν ἐκείνην τὴν περιώνυμον· ἔπειτα Πάταρα, εἶτα Ξάνθον τὴν Πρωτογένους ἐκείνου τοῦ ζωγράφου πατρίδα, ὃς τὸ Διονύσιον τὸ ἐν Ῥόδῳ τοῖς ζωγραφικοῖς κατελάμπρυνε πίναξιν, εἶτα τὴν Λυκίων πόλιν, τὴν μυρίπνουν τε καὶ τρισόλβιον, ἐν ᾗπερ ὁ μέγας Νικόλαος, ὁ τοῦ Θεοῦ θεράπων, ἀναβλύζει τὰ μύρα κατὰ τὸ τῆς πόλεως ὄνομα. Εἶτα Φοῖνιξ ὁ ποταμὸς καὶ πόλις ὁμώνυμος, εἶτα Φασιλὶς ἡ περίκλυτος, εἶτα ἡ Ἀττάλου τοῦ Περγαμηνοῦ πόλις ἐπώνυμος, εἶτα τὸ Σύλαιον, ἔπειτα Πέργη ἡ περιώνυμος, εἶτα Σίδη τὸ τῶν πειρατῶν ἐργαστήριον, εἶτα Σέλγη ἡ τῶν Λακεδαιμονίων ἄποικος, εἶτα τὸ Καλ [λιστ] ὸν ὄρος καλούμενον, εἶτα τὸ καλούμενον Ἀνεμούριον, εἶτα Ἀντιόχεια ἡ μικρά. Ἔπειτα Κιβύρρα πόλις ἐκείνη, ἐξ ἧς καὶ τὸ θέμα τὴν ἐφύβριστον καὶ πονηρὰν ὀνομασίαν ἐκληρονόμησεν, εἶτα Σελινοῦς, μικρὸν πολισμάτιον καὶ ποταμὸν ὁμώνυμον ἔχουσα, εἶτα Μέλας ὁ ψυχρὸς ποταμός, ἔπειτα τὸ τῆς Συκῆς πολισμάτιον, εἶτα λιμὴν ὁ καλούμενος Παλαιός, εἶτα αὐτὴ ἡ Σελεύκεια· καὶ αὗται μὲν αἱ παραθαλάσσιοι πόλεις, ἃς ὁ τῶν Κιβυρραιωτῶν στρατηγὸς διανέμεται. Ἄνω δὲ πρὸς τὴν ἤπειρον καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ καταλήγει τὸ τῶν Θρᾳκησίων καλούμενον θέμα, ἀπάρχεται μὲν ἀπὸ αὐτῆς τῆς Μιλήτου, εἶτα διαβαίνει τὴν Στρατονίκειαν καὶ τὰ καλούμενα Μόγολα καὶ τὴν πόλιν Πισύης· διεκτρέχει δὲ τὴν καλουμένην Ἁγίαν καὶ παρέρχεται τὴν Ταυρόπολιν· συνάπτει δὲ πρὸς τὴν Τλῶ καὶ Οἰνίανδα, εἶτα παρέρχεται Φίλητα καὶ αὐτὴν τὴν Ποδάλειαν· διεκτρέχει δὲ τὸ καλούμενον Ἀνεμότειχος καὶ συνάπτει πρὸς τὴν πόλιν Σαγαλασσόν· εἶτα καταλήγει πρὸς τὰ μέρη τοῦ Ταύρου, ἐν ᾧ τὸ τῶν Ἰσαύρων γένος κατῴκισται. Καὶ τοσαύτη μὲν ἡ τοῦ Κιβυρραιώτου περιοχή. Ἔλαβε δὲ τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλάκις αὐθάδεις τε καὶ ὑβριστὰς γενέσθαι πρὸς τὰς τῶν βασιλέων ἐπιταγάς. Ἡ δὲ Ῥόδος ἡ νῆσος μέση μὲν κεῖται τοῦ θέματος· ἀποβλέπει δὲ πρὸς βορρᾶν τε καὶ νότον, δελτωτὴ τὸ σχῆμα, τὴν δὲ γραμμὴν τρίγωνος. Δωριέων δέ ἐστιν ἄποικος τῶν ἐκ Πελοποννήσου, Ἀργείων τε καὶ Λακεδαιμονίων τῶν ἀπὸ τῆς Ἡρακλέους γενεᾶς καταγομένων, καθὼς καὶ αὐτὸς Ὅμηρος ἐν τῷ τῶν νεῶν καταλόγῳ περὶ αὐτῆς τάδε φησί· Τληπόλεμος δ' Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. Καὶ ὧδε τὰ περὶ Ῥόδου.

Intertext edge

Open linked passage

Note