Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἐπαρχία Κύπρου τῆς νήσου ὑπὸ κονσιλάριον, τουτέστι βουλευτήν, πόλεις δεκατρεῖς· Κωνσταντία μητρόπολις, Κίτιον, Ἀμαθοῦς, Κυρήνεια, Πάφος, Ἀρσινόη, Σόλοι, Λάπιθος, Κέρμεια [ἤτοι Λευκουσία], Κυθερεία, Ταμασία, [Κούριον, Νέμευος,] Τρίμυθος, ὅθεν ὁ ἅγιος Σπυρίδων, Κάρπασος. Ἡ μὲν Κύπρος ἡ νῆσός ἐστι μεγάλη καὶ ἐπιφανεστάτη, κειμένη ἐν τῷ Παμφυλίῳ κόλπῳ, καθώς φησιν ὁ Περιηγητὴς Διονύσιος· Κύπρος δ' εἰς αὐγὰς Παμφυλίου ἔνδοθι πόντου. Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βύβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. Ἐβασιλεύετο δὲ πρότερον ὑπὸ πολλῶν καὶ διαφόρων βασιλέων. Κατελύθη δὲ ἡ τοιαύτη βασιλεία ὑπὸ τῶν Μακεδόνων, τουτέστι τῶν Πτολεμαίων. Ἕως γὰρ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐβασιλεύετο, ἤγουν ἐτυραννεῖτο, ὑφ' ὧν τυράννων καὶ Ἀνάξαρχος ὁ φιλόσοφος ἀναιρεῖται μετὰ τὸν θάνατον Ἀλεξάνδρου, διὸ καὶ Ἰσοκράτης ὁ ῥήτωρ πρὸς Δημόνικον τὸν αὐτῆς βασιλεύοντα λόγους διαφόρους πεποίηκε. Κρατησάντων δὲ τῶν Ῥωμαίων ἐπαρχία γέγονε, καὶ διῃρέθη, ὡς προλέλεκται, εἰς πόλεις δεκατρεῖς. Τοῦ χρόνου δὲ παραδραμόντος καὶ τῶν Ῥωμαίων ὅπλων κατιωθέντων ἐξ ἀμελείας, ἐκράτησαν αὐτῆς οἱ Σαρακηνοὶ ἐπὶ τῆς βασιλείας Ἡρακλείου. Καὶ πρῶτος ἐν αὐτῇ διαπεράσας Ἀβουβάχαρος, οὗ καὶ τῆς θυγατρὸς τάφος ἐν αὐτῇ φαίνεται, ταύτης ἐκράτησεν. Ὁ δὲ μακάριος καὶ περιώνυμος ἐν βασιλεῦσι ὁ ἐμὸς πάππος Βασίλειος εἰς θέματος τάξιν αὐτὴν κατέστησε, καὶ διεπέρασεν ἐν αὐτῇ Ἀλέξιον στρατηγὸν ἐκεῖνον τὸν περιβόητον, τὸ γένος Ἀρμένιον, ὃς καὶ ἐπεκράτησεν αὐτῆς χρόνους ἑπτά. Πάλιν δὲ ἀφῃρέθη ὑπὸ τῶν Σαρακηνῶν καὶ ταύτην φορολογοῦσι ὥσπερ καὶ πρότερον.

Intertext edge

Open linked passage

Note