De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.1
Ἡ νῆσος αὕτη ὀνομασίαν ἔσχε τοῦ καλεῖσθαι Σάμος ἀπὸ Ἀγκαίου καὶ Σαμίας τῆς Μαιάνδρου τοῦ ποταμοῦ θυγατρός, ἢ διὰ τὸ ὑψηλὸν τῆς νήσου καὶ ἀπόκρημνον. Οἱ γὰρ παλαιοὶ Ἕλληνες σάμον τὸ ὑψηλὸν ἐκάλουν τόπον. Ταύτης ἐκράτησε τῆς νήσου Πολυκράτης ἐκεῖνος ὁ εὐτυχέστατος, οὗ καὶ Ἡρόδοτος μνείαν οὐ μικρὰν ἐποιήσατο. Σοφοὶ δὲ γεγόνασιν ἐξ αὐτῆς ἐξοχώτατοι ὅ τε Πυθαγόρας ὁ Σάμιος, ὁ Μνησάρχου υἱός, Ἑπίκουρός τε ὁ Νεοκλέους, καὶ Μελισσὸς καὶ ἄλλοι πλείονες. Ὅτε γοῦν ἐγένετο ὁ μερισμὸς τῶν θεμάτων, διὰ τὸ εἶναι ἐπιφανεστάτην τὴν νῆσον, μητρόπολιν αὐτὴν καὶ ἀρχὴν τοῦ θέματος τῶν πλωϊζομένων τεθείκασιν. Ἡ γὰρ μεσόγειος καὶ ἡ καταντικρὺ ἄκρα τῆς Σάμου, αὐτή τε ἡ Ἔφεσος καὶ Μαγνησία καὶ Τράλλεις ἥ τε Μύρινα καὶ Τέως καὶ Λέβεδος καὶ ἕως τοῦ Ἀτραμυττίου, τὰ ἄνω καὶ πρόσγεια τῷ τῶν Θρᾳκησίων στρατηγῷ, ἤγουν τῷ ἡγουμένῳ τοῦ ἱππικοῦ τάγματος ἐκείνῳ ἐκληροδοτήθησαν. Διῄ ρηται δὲ τὸ θέμα τῆς Σάμου εἰς τούρμας δύο, μίαν μὲν τὴν Ἐφέσιον, δευτέραν δὲ τὴν Ἀτραμυττηνήν. Ὁ δὲ στρατηγὸς τοῦ θέματος αὐτὴν ἔλαχε Σμύρναν τὴν πόλιν πραιτώριον. Καὶ ταῦτα μὲν περὶ τοῦ θέματος Σάμου. ασια. 17 ΙΖ. Ἑπτακαιδέκατον θέμα τοῦ Αἰγαίου πελάγουσ Τὸ δὲ καλούμενον Αἰγαῖον πέλαγος, καὶ αὐτὸ χρηματίζον εἰς θέμα, ἀπὸ Αἰγέως τοῦ Ποσειδῶνος υἱοῦ τὴν προσωνυμίαν ἔλαχε, καθώς φασιν οἱ τὸν Ὅμηρον σχολιογραφήσαντες. Οὐκ ἔστι δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν·" ἀπὸ γὰρ τῆς ἄκρας Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ὅθεν ὁ Αἰγεατικὸς ἀπάρχεται κόλπος, τὴν ὀνομασίαν εἴληφεν, ὁμονύμως τῷ ζῴῳ". Ὁμοίως δὲ καὶ ὁ Ἀρτεμίδωρος τὰ αὐτά φησι τῷ Στράβωνι." Ἄκρα τίς ἐστι τῆς Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ἀφ' ἧς καὶ τὸ πέλαγος τὴν τοιαύτην ὀνομασίαν προσείληφεν". Αἰολίδος δὲ λέγω οὐκ ἔθνους ὀνομασίαν, ἀλλὰ γλώττης ἰδίωμα. Ἡ γὰρ τῶν Ἑλλήνων γλῶττα εἰς πέντε διαλέκτους διῄρηται· πρώτην μὲν τὴν τῆς Ἀτθίδος, δευτέραν τὴν Ἰώνων, τρίτην δὲ τὴν Αἰολέων, τετάρτην δὲ τὴν Δωριέων, πέμπτην δὲ τὴν κοινὴν ᾗ πάντες χρώμεθα. Καὶ ἀπὸ μὲν τῆς Μιλήτου μέχρι τῆς Ἐφεσίων πόλεως καὶ αὐτῆς Σμύρνης καὶ Κολοφῶνος Ἰώνων ἐστὶ κατοικία, οἵτινες τῇ τῶν Ἰώνωνδιαλέκτῳ χρῶνται. Ἀπὸ δὲ Κολοφῶνος μέχρι Κλαζομενῶν καὶ τῆς ἀντίπεραν τῆς Χίου γῆς καὶ αὐτῆς τῆς Μιτυλήνης καὶ τοῦ Περγάμου, Αἰολέων ἐστὶν ἀποικία, οἵτινες διαλέκτῳ χρῶνται τῶν Αἰολέων. Τὰ δὲ ἐπέκεινα τούτων, ἀπὸ τοῦ λεγομένου Λεκτοῦ καὶ ἕως Ἀβύδου καὶ αὐτῆς Προποντίδος καὶ μέχρι Κυζίκου καὶ τοῦ ποταμοῦ τοῦ λεγομένου Γρανικοῦ, πάντες Γραικοὶ ὀνομάζονται καὶ κοινῇ διαλέκτῳ χρῶνται, πλὴν Βυζαντίων, ὅτι Δωριέων ἐστὶν ἀποικία. Προσῳκείωνται δὲ τῷ στρατηγῷ τοῦ Αἰγαίου πελάγους αἵ τε Κυκλάδες νῆσοι καλούμεναι καὶ τῶν Σποράδων, ὧν προέχουσι, ἥ τε Μιτυλήνη καὶ Χίος καὶ αὐτὴ ἡ Λῆμνος. Οὐκ εἰσὶ δὲ τῶν Κυκλάδων, ἀλλὰ τῶν Σποράδων καλουμένων. Αἱ γὰρ Κυκλάδες Δῆλον τὴν νῆσον ἐκύκλωσαν, ὥς φησιν ὁ Περιηγητὴς [Διονύσιος]· Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν. Καλοῦνται δὲ διαφόροις ὀνόμασι· Λῆμνος, Σκῦρος, Μῆλος, Ἀμολγός, Θήρα, Θηρασία καὶ Ῥήνεια. Οὐκ οἶδα δὲ εἰ τῶν Κυκλάδων εἰσὶ πᾶσαι διὰ τὸ εἶναι αὐτὰς προσγείους καὶ τῇ Ἑλλάδι συνομορούσας. Τὸ δὲ Αἰγαῖον πέλαγος βαρύπλουν ἐστὶ καὶ δυσπέρατον καὶ κύματα μακρὰ καὶ ὄρεσιν ἐοικότα προσανεγεῖρον τοῖς πλέουσιν, εἴτε διὰ τὸ πυκνὸν τῶν νήσων, εἴτε καὶ διὰ τὸ ῥεῦμα τοῦ πόντου τὸ καταβαῖνον εἰς Ἄβυδον καὶ προσαρασσόμενον ταῖς νήσοις μετὰ μεγάλου ῥοιζήματος. Ἀπὸ δὲ τοῦ Λεκτοῦ καὶ ἕως τῆς Προποντίδος τῆς τε Κυζίκου καὶ τοῦ Παρίου, καὶ αὐτὸς ὁ καλούμενος Ἑλλήσποντος ἥ τε Προικόννησος, καὶ μέχρι τοῦ Ῥυνδακοῦ ποταμοῦ καὶ ἕως αὐτοῦ τοῦ Δασκυλίου καὶ τοῦ Κυανοῦ κόλπου τῷ τοῦ Αἰγαίου πελάγους κρατοῦντι προσεκεκύρωντο. Ταῦτα μὲν περὶ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους.