Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Δίκαιόν ἐστι προκατάρχειν τῆς Εὐρώπης γῆς τὸ Βυζάντιον, τὴν νῦν οὖσαν Κωνσταντινούπολιν, ἐπεὶ καὶ πόλις ἐστὶ βασιλεύουσα τοῦ τε κόσμου παντὸς ὑπερέχουσα, ὡς τοῦ μεγάλου Κωνσταντίνου καὶ βασιλέως τὴν ἐπωνυμίαν κληρονομήσασα· ἀρχὴν δὲ τῆς Εὐρώπης ἐγὼ τίθημι, ἐπεὶ καὶ αὐτὸ τὸ Βυζάντιον τῆς Θρᾴκης ἐστὶ μέρος τὸ κάλλιστόν τε καὶ τιμιώτατον. Τὸ τοίνυν θέμα τῆς Θρᾴκης ἄρτι τὴν θέσιν καὶ τὴν ὀνομασίαν ἔλαχε θέματος, ἀφ' οὗ τὸ τῶν Βουλγάρων γένος τὸν Ἴστρον ποταμὸν διεπέρασεν, ἐπεὶ πρότερον εἰς βασιλείας διττὰς διῄρητο· καὶ μαρτυροῦσιν αὐτὰ τὰ ὀνόματα τῶν πόλεων, ἥ τε Μεσημβρία καὶ Σηλυμβρία, βασιλέων προσηγορίας ἔχουσαι πόλεις πρὶν ἢ τὴν τῶν Ῥωμαίων βασιλείαν αὐξηθῆναί τε καὶ διαδραμεῖν πάντα τὰ τοῦ κόσμου πληρώματα. Ἀφ' οὗ γὰρ ἡ τῶν Ῥωμαίων ἀρχὴ τὴν ἑαυτῆς σαγήνην ἐξήπλωσεν εἰς πάντα τὰ τοῦ κόσμου τέρματα, πάντας, ὡς εἰπεῖν, διεσκεύασε καὶ μετεσκεύασεν εἰς μίαν ἀρχὴν καὶ ζυγὸν ἠνάγκασε τελεῖν ἕνα πάντας. Ἀρξαμένης δὲ τῆς σαγήνης διασήπεσθαι καὶ διαρρήγνυσθαι, ἄλλως καὶ τὰ πράγματα καὶ τὰ ὀνόματα μετεποιήθησαν. Ἐπαρχία δὲ Θρᾴκης ὑφ' ἡγεμόνα ἐτέτακτο καὶ ὑπὸ τὸν λεγόμενον κονσιλάριον, τουτέστι βουλευτήν. Ταῦρος γὰρ ἀνθύπατος ἐκράτει τῆς Θρᾴκης ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, ἔχων ὑφ' ἑαυτὸν πόλεις ὑφ' ἡγεμόνα καὶ κονσιλάριον νγʹ. Διασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρία καὶ αὐτὸς ὁ Ἴστρος καὶ τὸ περιώνυμον ὄρος τὸ διῆκον ἄχρι τοῦ Πόντου, τὸ καλούμενον Αἷμος, τῆς Θρᾴκης εἰσὶ μέρη, νυνὶ δὲ ἀλλότρια χρηματίζουσι. Τὸ δὲ τῆς Θρᾴκης θέμα ὑπὸ τὸν βασιλέα Κωνσταντινουπόλεως ἐτέτακτο καὶ εἰς ὑπουργίαν αὐτοῦ ἐχρημάτιζε, καὶ οὐδέπω τις στρατηγὸς ἦν ἐν αὐτῷ· ἀφ' οὗ δὲ τὸ θεομίσητον τῶν Βουλγάρων ἔθνος ἐπεραιώθη εἰς τὸν Ἴστρον ποταμόν, τότε καὶ αὐτὸς ὁ βασιλεὺς ἠναγκάσθη διὰ τὰς ἐπιδρομὰς τῶν Σκυθῶν καὶ αὐτῶν τῶν Βουλγάρων εἰς θέματος τάξιν ἀγαγεῖν αὐτὸ καὶ στρατηγὸν ἐν αὐτῷ χειροτονῆσαι. Ἐγένετο δὲ ἡ τῶν βαρβάρων περαίωσις ἐπὶ τὸν Ἴστρον ποταμὸν εἰς τὰ τέλη τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, ὅτε καὶ τὸ ὄνομα αὐτῶν φανερὸν ἐγένετο· πρότερον γὰρ Ὀνογουνδούρους αὐτοὺς ἐκάλουν. Ἡ δὲ Θρᾴκη ὀνομασίαν μὲν ἔσχεν ἀπὸ Θρᾳκὸς βασιλέως, τοῦ πάλαι ἐν αὐτῇ τελευτήσαντος· ἢ ἀπὸ νύμφης Τιτανίδος, ἀφ' ἧς καὶ Κρόνου Δόλογκος, ὅθεν τὸ πρῶτον ἔθνος τῶν Θρᾳκῶν Δόλογκοι ὀνομάζονται. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ*** τὸ τῶν Δολόγκων ἔθνος τῇ Θρᾴκῃ συναριθμῶν. Ἱεροκλῆς δὲ ὁ γραμματικὸς ὁ γράψας τὸν Συνέκδημον*** λέγων οὕτως·" εἰσὶν αἱ πᾶσαι ἐπαρχίαι καὶ πόλεις, αἱ ὑπὸ τὸν βασιλέα τῶν Ῥωμαίων διοικούμεναι τὸν ἐν Κωνσταντινουπόλει, ἐπαρχίαι μὲν ξδʹ, πόλεις δὲ λεʹ". Ἀρχὴν οὖν τῆς Εὐρώπης τὴν βασιλίδα τῶν πόλεων καὶ τοῦ κόσμου παντὸς τὴν νέαν Ῥώμην ἐγὼ τίθημι· διὰ τοῦτο καὶ τὸ περὶ αὐτὴν θέμα τὸ καλούμενον Θρᾴκη, τῶν ἐν τοῖς Εὐρώπης μέρεσι θεμάτων πρῶτον τεθείκαμεν, ὡς καὶ αὐτῆς τῆς πόλεως τῆς πάλαι Βυζαντίδος καλουμένης ἐν τῇ τῶν Θρᾳκῶν ἱδρυνθείσης χώρᾳ. Αὐτὸ δὲ τὸ Βυζάντιον Μεγαρέων καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἐστιν ἀποικία, τῶν ἀρχαιοτάτων Ἑλλήνων· διὸ καὶ τῆς τῶν Δωριέων γλώττης ἐν ἐπιστήμῃ τυγχάνουσιν. Εἴπωμεν τοίνυν ὡς ἡ ἀρχαία τάξις ἐκράτει καὶ αὐτῶν τῶν ἐπαρχιῶν τὰ ὀνόματα. Ἐπαρχία Θρᾴκης, ἤγουν Εὐρώπης· ὑπὸ κονσιλαρίων, τουτέστι βουλευτῶν, πόλεις ιδʹ· Εὐδοξιούπολις, Ἡράκλεια, Ἀρκαδιούπολις, Βιζύη, Πάνιον, Ὄρνοι, Γάνος, Καλλίπολις, Μήριζος, Σαλτική, Σαύαδα, Ἀφροδισία, Ἄπρος, Κοιλία. Ἐπαρχία Ῥοδόπης· ὑπὸ τὸν αὐτόν, πόλεις ζʹ· Παρθικόπολις, Ἡράκλεια Στρύμνου, Αἶνος, Μαξιμιανούπολις, Σέρραι, Φίλιπποι, Τραϊανούπολις. Ἐπαρχία Ἡμιμόντου· ὑφ' ἡγεμόνα, πόλεις ε [ξ] ʹ· Ἀδριανούπολις, Ἀγχίαλος, Δεβελτός, Πλουτινούπολις, Τζόϊδα. Ἐπαρχία Θρᾴκης· ὑπὸ κονσιλάριον, πόλεις εʹ· κλίμα Μεστικὸν καὶ Ἀκόντισμα, Φιλιππούπολις, Βερόη, νῆσος Θάσος, νῆσος Σαμοθρᾴκη. Ἐπαρχία [Μυσίας] Σκυθίας· ὑφ' ἡγεμόνα, πόλεις ιεʹ· Τόμις, Διονυσόπολις, Ἄκραι, Καλλάτις, Ἴστρος, Κωνσταντιανά, Ζέλπα, Τρόπαιος, Ἀξιούπολις, Καπίδαβα, Κάρσος, Τρόσμις, Νοβιόδουνος, Αἴγισσος, Ἁλμυρίς. Ἕως ὧδε τὸ τῆς Θρᾴκης θέμα κατὰ τὸν Ἱεροκλέους Συνέκδημον, καὶ μετὰ ταῦτα τὸ τῆς Μακεδονίας θέμα, ὃ ὑπὸ τὸ Ἰλλυρικὸν καὶ τὴν ἐκεῖσε τοποθεσίαν τέτακται· ἄρχεται οὖν οὕτως·***

Intertext edge

Open linked passage

Note