Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Μακεδονία ἡ χώρα ὠνομάσθη ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, ὥς φησιν Ἡσίοδος ὁ ποιητής· Ἣ δ' ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ' ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ' ἔναιον. Ἄλλοι δὲ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος, Ἱερειῶν πρώτῃτῶν ἐν Ἄργει·" ἐκ Μακεδόνος τοῦ Αἰόλου, ἀφ' οὗ νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες". Λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μάκετα, ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν·" καὶ τὴν Ὀρεστείαν δὲ Μάκεταν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος". Ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος·" καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας". Οἱ δὲ τῆς Μακεδονίας βασιλεύσαντες ἀπογόνους ἑαυτοὺς Ἡρακλέους ὀνομάζουσιν, Ἡρακλέους ἐκείνου τοῦ βουφάγου καὶ λεοντοφόνου τυγχάνοντος, οὗ τὴν εἰκόνα καὶ τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς γράμμασι· διὸ καὶ ἀντὶ ταινίας καὶ στέμματος καὶ πορφύρας βασιλικῆς τῷ δέρματι τῆς κεφαλῆς τοῦ λέοντος ἑαυτοὺς ταινιοῦσι· καὶ στέμμα τοῦτο καὶ κόσμον ἡγοῦνται, καὶ ὑπὲρ πάντα λίθον καὶ μάργαρον τούτῳ ἐγκαλλωπίζονται· καὶ μάρτυς ἀξιόπιστος αὐτὸ τὸ νόμισμα τοῦ Μακεδόνος Ἀλεξάνδρου τοιαύτῃ εἰκόνι καλλωπιζόμενον. Ἐπεκράτησε δὲ ἡ βασιλεία τῶν Μακεδόνων ἀρξαμένη ἀπὸ τοῦ τρίτου υἱοῦ Ἡρακλέους Καρανοῦ προσαγορευομένου, αὐξηθεῖσα δὲ ἀπὸ Φιλίππου τοῦ πατρὸς Ἀλεξάνδρου, μεγαλυνθεῖσα δὲ καὶ ὑπερφυὴς γενομένη καὶ τῶν ἄκρων τῆς γῆς αὐτῶν ἐπιψαύσασα ἐπ' αὐτοῦ Ἀλεξάνδρου καὶ τῶν αὐτοῦ διαδόχων, καταλήξασα δὲ εἰς Περσέα τὸν Φιλίππου, ὥστε καὶ αὐτὸ ἀποβαλεῖν τὸ τῆς βασιλείας ἀξίωμα· αἰχμάλωτος γὰρ αὐτὸς ὁ Περσεὺς μετὰ γυναικὸς καὶ τέκνων, ἡττηθεὶς ὑπὸ Αἰμιλίου ἀνθυπάτου καὶ στρατηγοῦ τῶν Ῥωμαίων εἰς τὴν Ῥώμην ἀπήχθη δέσμιος καὶ πάντα τὰ τῆς βασιλείας τῶν Μακεδόνων ἐπίσημα, ὥστε ἀπὸ βασιλείας εἰς ἐπαρχίαν τὸ σχῆμα μεταβαλεῖν καὶ νῦν εἰς θέματος τάξιν καὶ στρατηγίδος αὐτὴν καταλῆξαι. Ἐπαρχία Μακεδονίας αʹ· ὑπὸ κονσιλάριον, πόλεις λ [β] ʹ· Θεσσαλονίκη, Πέλλη, Εὔρωπος, Δίος, Βέρροια, Ἐορδαία, Ἔδεσσα, Κέλλη, Ἀλμωπία, Ἡράκλεια Λάκκου, Ἀντανία, Γέμινδος, Νικεδής, Διόβουρος, Ἰδομένη, Βράγυλος, Πρίμανα, Μαρώνεια, Ἀμφίπολις, Νεάπολις, Ἀπολλωνία, Τόπειρος τὸ νῦν Ῥούσιον, Νικόπολις,† Ἰθάπολις†, Ἄκανθος, Κερεόπυργος, Βέρπη, Ἄραλος, Διοκλητιανούπολις, Σεβαστόπολις. Ἐπαρχία Μακεδονίας βʹ· ὑφ' ἡγεμόνα, πόλεις ηʹ· Στόλοι, Ἄργος, Εὐστράϊον, Πελαγονία, Βάργαλα, Κελαινίδιον, Ἁρμονία, Ζάπαρα. Ἐπαρχία Θεσσαλίας· ὑπὸ τὸν αὐτόν, πόλεις ιζʹ· Λάρισσα, Δημητριάς, Θῆβαι, Ἐχιναιός, Λάμια, Τρίκη, Γόμφοι, Ὑπάτη αἱ νῦν λεγόμεναι Νέαι Πάτραι, Μητρόπολις, Καισάρεια, Φάρσαλος, Βουραμίνσιος, σάλτος Ἰ [ωανν] ούβιος, νῆσος Σκίαθος, νῆσος Σκέπολα, νῆσος Πεπάρηθος. Ἕως ὧδε τὸ θέμα Μακεδονίας.

Intertext edge

Open linked passage

Note