De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί σημαίνουσιν αἱ τούτων προσηγορίαι καὶ ὅτι τὰ μὲν αὐτῶν ἀρχαΐζουσι τὰ δὲ νέαν ἐκτήσαντο τὴν προσηγορίαν [Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας. προλογ. 1 Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν Οὐ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ὡς ἐμοὶ καταφαίνεται, ἡ τῶν θεμάτων ἐγένετο προσηγορία. Οὐδὲ γὰρ παλαιά τίς ἐστιν, οὐδέ τις τῶν ἱστορίας γραψάντων ἐμνήσθη τῆς τοιαύτης ὀνομασίας, ὡς λέγονται νῦν· ἀλλὰ πρῴην καὶ κατ' ἀρχὰς τάγματά τινα καὶ λεγεῶνες ὑπῆρχον ἀναγεγραμμέναι κατ' ἔθνος, ὡς ἡ λεγεὼν ἡ τῶν τεσσαράκοντα μαρτύρων [ἐλέγετο Κεραυνοβόλος] καὶ ἄλλη Μαρμαριτῶν καὶ ἄλλη Πισιδικὴ καὶ ἑτέρα Θετταλικὴ καὶ ἄλλη ἄλλως ὠνομασμένη, ὑπὸ δοῦκα καὶ ἡγεμόνα τυγχάνουσαι πολλάκις δὲ καὶ πραιπόσιτον. Καὶ ταῦτα πότε; Ὅτε οἱ βασιλεῖς μετὰ τοῦ λαοῦ ἐπεστράτευον καὶ τοῖς ἀνταίρουσι τὸν τῆς Ῥωμαϊκῆς δουλείας ζυγὸν ἐπετίθεσαν καὶ μικροῦ δεῖν πᾶσαν τὴν οἰκουμένην ἐπολιόρκουν ἀτακτοῦσαν καὶ ἀντιλέγουσαν, ὡς ὁ Καῖσαρ Ἰούλιος, ὡς ὁ θαυμαστὸς Αὔγουστος, ὡς ὁ Τραϊανὸς ἐκεῖνος ὁ περιβόητος, ὡς ὁ μέγας ἐν βασιλεῦσι Κων σταντῖνος καὶ Θεοδόσιος καὶ οἱ μετ' ἐκείνους τὸν χριστιανισμὸν καὶ τὴν θεοσέβειαν ἀσπασάμενοι. Οὐκ ἦν γὰρ εἰκός, βασιλέως ἐπὶ στρατοπέδου παρόντος, στρατηγὸν διατάττεσθαι· ὑφ' ἡγεμόνας γὰρ καὶ ταξιάρχας ἐτέλουν καὶ ὅλα τὰ τῶν πολέμων πράγματα ἐπὶ τῇ τοῦ βασιλέως βουλῇ ἀπεκρέμαντο· καὶ πᾶς ὁ λαὸς ἕνα καὶ μόνον τὸν βασιλέα ἑώρα. Ὅτε δὲ τοῦ στρατεύειν οἱ βασιλεῖς ἀπεπαύσαντο, τότε καὶ στρατηγοὺς καὶ θέματα διωρίσαντο. Καὶ εἰς τοῦτο κατέληξεν ἡ τῶν Ῥωμαίων ἀρχὴ μέχρι τῆς σήμερον. Νυνὶ δὲ στενωθείσης κατά τε ἀνατολὰς καὶ δυσμὰς τῆς Ῥωμαϊκῆς βασιλείας καὶ ἀκρωτηριασθείσης ἀπὸ τῆς ἀρχῆς Ἡρακλείου τοῦ Λίβυος, οἱ ἀπ' ἐκείνου κρατήσαντες οὐκ ἔχοντες ὅποι καὶ ὅπως καταχρήσονται τῇ αὑτῶν ἐξουσίᾳ, εἰς μικρά τινα μέρη κατέτεμον τὴν ἑαυτῶν ἀρχὴν καὶ τὰ τῶν στρατιωτῶν τάγματα, μάλιστα ἑλληνίζοντες καὶ τὴν πάτριον καὶ ῥωμαϊκὴν γλῶτταν ἀποβαλόντες. Λογγίνους γὰρ ἔλεγον τοὺς χιλιάρχους καὶ κεντουρίωνας τοὺς ἑκατοντάρχους καὶ κόμητας τοὺς νυνὶ στρατηγούς. Αὐτὸ γὰρ τὸ ὄνομα τοῦ θέματος ἑλληνικόν ἐστι καὶ οὐ ῥωμαϊκόν, ἀπὸ τῆς θέσεως ὀνομαζόμενον. Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας.