De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Τὸ δὲ νῦν εἰς θέματος τάξιν χρηματίζον Θεσσαλονίκη καὶ αὐτὸ Μακεδονίας μέρος τυγχάνει. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν καὶ παλαιοὺς τοῦ τοιούτου μάρτυρας πράγματος, ἀξιόχρεως μάρτυς ὁ ἅγιος τοῦ Χριστοῦ ἀπόστολος Παῦλος Μακεδονίαν ταύτην ἀποκαλῶν· γράφει δ' οὕτως·" παρόντος ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως". Ἡ γὰρ Θεσσαλονίκη μητρόπολίς ἐστι τῆς Μακεδονίας. Ἀλλὰ καὶ Ἱεροκλῆς ὁ γραμματικὸς ἐν ταῖς μακεδονικαῖς αὐτὴν τέθεικε πόλεσιν. Ἔχει δὲ τὴν ὀνομασίαν ἀπὸ τοιαύτης αἰτίας· Φίλιππος ὁ Ἀμύντου Θεσσαλοὺς ἐκεῖ νικήσας τῇ θυγατρὶ καὶ τῇ πόλει ὁμωνύμως τὸ ὄνομα ἔθετο.