De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Ἑλλὰς ἡ χώρα ἐκλήθη ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, ὃς δυναστεύσας τῆς Φθιώτιδος τοὺς ὑπηκόους ἑαυτῷ γενομένους ἀντὶ Γραικῶν Ἕλληνας ἐκάλεσε· καὶ τότε πρῶτον Ἑλλὰς ὠνομάσθη. Οὐκ ἦν δὲ τοῦτο παλαιὸν ὄνομα ἔθνους, ἀλλὰ φωνῆς τῆς Ἑλληνικῆς ἰδίωμα, ὡς ὁ συγγραφεὺς [̓ Αλέξανδρός] φησι, τὴν ὀνομασίαν νεωτερικὴν εἰδώς·" δοκεῖ δέ μοι, οὐδὲ τὸ ὄνομα τοῦτο σύμπασά πως εἶχεν ἡ χώρα"· οὐδὲ ὁ ποιητὴς ἐμνήσθη Ἑλλήνων, Ἀργείους αὐτοὺς ἀποκαλῶν, ἀλλὰ Θεσσαλοὺς μόνον ἀποκαλῶν, καὶ Ἑλλάδα τὴν ὑπ' Ἀχιλλεῖ πόλιν, ὡς Ἀλέξανδρός φησιν ὁ πολυίστωρ·" οὐδαμοῦ τοὺς σύμπαντας ὠνόμασεν Ἕλληνας, οὐδ' ἄλλους ἢ τοὺς μετὰ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος" πρὸς τὴν Ἴλιον ἐκπλεύσαντας. Ἔχει δὲ τὸθέμα τῆς Ἑλλάδος πόλεις οθʹ· αʹ μὲν Σκάρφειαν, βʹ Ἐλατίνα, γʹ Δαύλιον, δʹ Χαιρώνειαν, εʹ Ναύπακτον, ʹ Δελφούς, ζʹ Ἄμφισσαν, καὶ τὰς λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας καὶ νῆσον τὴν Αἴγιναν, καταντᾷ δὲ μέχρι Θερμοπυλῶν· ἐν ᾧ τόπῳ Λεωνίδης ἐκεῖνος ὁ Λακεδαιμόνιος μετὰ τριακοσίων στρατιωτῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ. Καὶ τοσαῦτα μὲν ἡ Ἑλλὰς κατὰ τὸν Ἱεροκλέα.