Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
Ἐπαρχία τῆς παλαιᾶς Ἠπείρου τῆς Φωκικῆς, ὑφ' ἡγεμόνα, πόλεις ιβʹ· Νικόπολις μητρόπολις. Ἐκλήθη δὲ Νικόπολις δι' αἰτίαν τοιαύτην· Καῖσαρ ἐκεῖνος ὁ σεβαστὸς καὶ περιώνυμος Αὔγουστος πόλεμον ἔσχε μετὰ Κλεοπάτρας τῆς Αἰγυπτίας καὶ Ἀντωνίου τοῦ ταύτης ἀνδρός· ὃς ἦν πρότερον ἐπ' ἀδελφῇ τοῦ Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαις καὶ διακοσίαις συνέβαλον μετὰ Καίσαρος ἐν πολέμῳ, ἐν αὐτῷ τῷ ἀκρωτηρίῳ τῷ καλουμένῳ Ἀκτίῳ· καὶ νικήσας ὁ Καῖσαρ τὸν Ἀντώνιον καὶ τὴν Κλεοπάτραν ἔκτισε πόλιν, καλέσας αὐτὴν Νικόπολιν, διὰ τὸ ἐκεῖσε ἡττηθῆναι τὸν Ἀντώνιον. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀκτίου καὶ τὰς καλουμένας ἰνδικτιῶνας ἐκάλεσεν. Οὕτω γὰρ γράφει Ἡσύχιος ὁ Ἰλλούστριος·" ἰνδικτιὼν τουτέστιν ἰνακτιὼν ἡ περὶ τὸ Ἄκτιον νίκη· διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώτης καὶ καταλήγει μέχρι τῆς ιεʹ· καὶ πάλιν ὑποστρέφει καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν Ἀντώνιον συνάρχοντα γενέσθαι Αὐγούστῳ τῷ Καίσαρι μέχρι τοῦ ιεʹ χρόνου, μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν Αὔγουστος". Μητρόπολις δὲ τοῦ θέματος πόλις Δωδώνη, ἐφ' ἧς ἡ δρῦς ἡ φθεγγομένη τὰ τῶν δαιμόνων μυστήρια· ἧς μνημονεύει καὶ ὁ Θεολόγος Γρηγόριος, λέγων οὕτως·" ἢ Δωδωναίας δρυὸς ληρήματα ἢ Κασταλίας μαντικώτατον πόμα". Ἐκεῖσε γὰρ ἦν ἡ πηγὴ Κασταλίας ὄνομα ἔχουσα ἀπὸ νύμφης τινὸς οὕτω καλουμένης καὶ ποταμοῦ, ὃν Ὅμηρος Ἀχελῷον ὀνομάζει, οὗ τὸ ὕδωρ ὑπερβαίνει ἐπὶ γλυκύτητος πάντα τὰ τῶν ποταμῶν νάματα. Καὶ ταῦτα μὲν περὶ Νικοπόλεως.

Intertext edge

Open linked passage

Note