De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Δυρράχιον, ἥ ποτε Ἐπίδαμνος· ὑπὸ κονσιλαρίου, πόλεις θʹ· Σκάμπτα, Ἀπολλωνία, Βούλλις, Ἀμαντία, Πουλχεριόπολις, Αὐλών, Λίστρων, Σκεύπτων, Αὐλίνιδος μητρόπολις. Ἐπαρχία Δακίας μεσογαίου· ὑπὸ κονσιλαρίου, πόλεις εʹ· Πανταλία, Γερμαή, Ναισός, ἡ πατρὶς τοῦ μεγάλου Κωνσταντίνου, Ῥεμεσιάνα. Ἐπαρχία [τῇ παλαιᾷ]***· ὑπὸ κονσιλαρίου, πόλεις εʹ. Ἐπαρχία Δαρδανίας· ὑφ' ἡγεμόνα, πόλεις γʹ. Ἐπαρχία Πανονίας· ὑπὸ τὸν αὐτόν, πόλεις βʹ. Καὶ ὧδε μὲν ἐπαρχία τῆς νέας Ἠπείρου, τουτέστι τοῦ Δυρραχίου, τοῦ πάλαι καλουμένου Ἐπιδάμνου. Ῥητέον δὲ περὶ τῆς ὀνομασίας αὐτοῦ πόθεν καλεῖται Δυρράχιον." Δυρράχιον πόλις [Ἑλληνικὴ] Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ὑπὸ Ἐπιδάμνου τοῦ ἀρχαίου ἥρωος· τούτου θυγάτηρ Μέλισσα, ἧς ἠράσθη Ποσειδῶν καὶ ἀφ' ἧς ὁ Δυρράχιος. Ἔστι τόπος ἐν Ἐπιδάμνῳ Μελισσόνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν", ὡς Φίλων." Μετὰ δὲ τὸν Ῥιζόνικον Λισσός ἐστι πόλις, καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος, Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ Χερρονήσῳ λεγομένη, ἐφ' ἧς ἵδρυται", ὡς [Φίλων] Στράβων γράφει. Δέξιππος δ' ἐν Χρονικῶν δεκάτῳ, Μακεδονικὴν πόλιν αὐτὴν καλεῖ, γράφων οὕτως·" καὶ Μακεδόνων Ἐπίδαμνον, ἐσύστερον Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν, κατὰ κράτος αἱροῦσιν". Ἕως ὧδε ὁ μερισμὸς τῆς βασιλείας ἐγένετο τοῦ κρατοῦντος βασιλέως τὸ Βυζάντιον, τὰ δὲ ἀντίπερα, ἅπερ Ἰώνιος κόλπος, τῷ βασιλεύοντι τῆς Ῥώμης ὑπήκοα. Οὕτω γὰρ ἐμέρισεν ὁ μέγας βασιλεὺς Κωνσταντῖνος τοῖς τρισὶν υἱέσιν αὑτοῦ, Κωνσταντίνῳ καὶ Κώνσταντι καὶ Κωνσταντίῳ· τῷ μὲν πρώτῳ υἱῷ τὰς ἄνω Γαλλίας καὶ τὰ ἐπέκεινα Ἄλπεων ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ ἐς αὐτὴν πόλιν τὴν Κάνταυριν· τῷ δὲ Κώνσταντι τῷ ὑστάτῳ υἱῷ τὴν Ῥώμην καὶ τὰς κάτω Γαλλίας, τήν τε νῆσον Σαρδὼ καὶ αὐτὴν Σικελίαν καὶ τὴν ἀντίπερα Λιβύην Καρχηδόνα τε [καὶ] τὴν τῶν Ἄφρων μητρόπολιν καὶ ἕως Κυρήνης αὐτῆς· τῷ δὲ Κωνσταντίῳ τὰ ἀπὸ τοῦ Δυρραχίου καὶ αὐτὸ τὸ Ἰλλυρικὸν τὴν Ἑλλάδα τε καὶ τὰς ἐπέκεινα νήσους τάς τε Κυκλάδας καὶ τὰς καλουμένας Σποράδας καὶ ἕως Ἑλλησπόντου, τήν τε καλουμένην μικρὰν Ἀσίαν, ἀμφοτέρας τε καὶ Συρίας καὶ Παλαιστίνην καὶ τὴν Κιλικίαν καὶ αὐτὴν Αἴγυπτον. Ἡ γὰρ Λιβύη τῷ τῆς Ῥώμης ὑπέκειτο βασιλεύοντι. Καὶ οὕτως μὲν ὁ παλαιός τε καὶ [ὁ] πρῶτος μερισμὸς τῆς βασιλείας Ῥωμαίων. Ἡ δὲ Δαλματία τῆς Ἰταλίας ἐστὶχώρα· ἐξ οὗπερ ἐβλάστησεν ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος καὶ ἀσεβέστατος βασιλεὺς Διοκλητιανός, ἀπό τινος χωρίου καλουμένου Σαλῶναι, ἐν ᾧ ἔστιν ὕδωρ πότιμον καὶ γλυκύτατον ὑπὲρ πάντα τὰ ὕδατα, ὥς φασιν οἱ γευσάμενοι.