Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
Νῆσός ἐστιμεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ καινοτομία αὕτη διὰ τὸ τὴν Ῥώμην ἀποθέσθαι τὸ βασίλειον κράτος καὶ ἰδιοκρατορίαν ἔχειν, καὶ δεσπόζεται κυρίως παρά τινος κατὰ καιρὸν Πάπα. Κρατεῖται δὲ νῦν ὑπὸ τὴν ἀρχὴν Κωνσταντινουπόλεως διὰ τὸ τὸν αὐτοκράτορα Κωνσταντινουπόλεως θαλασσοκρατεῖν μέχρι τῶν Ἡρακλείων στηλῶν, καὶ πάσης ὁμοῦ τῆς ὧδε θαλάσσης. Ἔσχε δὲ τὴν αἰτίαν τοῦ καλεῖσθαι Σικελία ἀπὸ ἱστορίας τοιαύτης, καθὼς ὁ γραμματικὸς Στέφανος γράφει·" Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο· εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος, Ἱερειῶν τῆς Ἥραςβʹ·" ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτναν καθιζόμενοι, ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελός, βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ἐκράτησε ταύτης τῆς τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε". Καὶ Μένιππος δὲ ταὐτά φησιν. Θουκυδίδης δὲ οὕτως·" ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας, τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες". Μεγίστη δὲ αὐτὴ μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός· Τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ' ἡ Διὸς Κρήτη τροφός. Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος· Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσ' ἔχει." Τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνες [εἰσι] Σικελιῶται, ὡς Ἰταλιῶται". Ἔχει δὲ πόλεις ἐπισήμους τήν τε Συράκουσαν καὶ τὸ καλούμενον Ταυρομένιον, καὶ αὐτὴν τὴν Ἀκράγαντα καὶ τὰς λοιπὰς πόλεις, τὰς μὲν ἠρημωμένας, τὰς δὲ κρατουμένας παρὰ τῶν Σαρακηνῶν. Τὴν μὲν οὖν Συράκουσαν ἐπὶ Βασιλείου τοῦ ἀοιδίμου βασιλέως παρέλαβον οἱ Σαρακηνοί, τὸ δὲ Ταυρομένιον ἐπὶ Λέοντος τοῦ σοφωτάτου βασιλέως. Ὅσα τοίνυν κατελείφθησαν κάστρα, παρὰ τῶν ἀθέων Σαρακηνῶν κρατοῦνται· μόνη δὲ ἀντίπεραν ἡ Καλαβρία κρατεῖται παρὰ τῶν Χριστιανῶν, ἐν ᾗ καὶ τὸ Ῥήγιόν ἐστι καὶ τὸ πολισμάτιον τῆς ἁγίας Κυριακῆς, τῆς τε ἁγίας Σευηρίνης καὶ ὁ Κρότων καὶ ἄλλα τινά, ὧνπερ ὁ στρατηγὸς Καλαβρίας κυριεύει· εἰσὶ δὲ αἱ ὑπὸ Σικελίαν καὶ τὸν ταύτης στρατηγὸν πόλεις κβʹ. Τὸ δὲ ἀρχαῖον αὕτη ἡ νῆσος ἐτυραννεῖτο, ἵνα μὴ λέγω ἐβασιλεύετο, ὑπό τε Ἱέρωνος καὶ Διονυσίου τοῦ τυράννου· παρέλαβον δὲ αὐτὴν οἱ Ῥωμαῖοι μετὰ στόλου μεγάλου, ὅτε Μάρκελλος ἐκεῖνος ἐστρατήγει καὶ ναύαρχος τοῦ Ῥωμαϊκοῦ στόλου ἀνεδείκνυτο, ὅτε καὶ Ἀρχιμήδης ὁ γεωμέτρης ἐν αὐταῖς ταῖς Συρακούσαις ὤν, νυκτὸς ἁλούσης τῆς πόλεως, ὑπὸ στρατιώτου τινὸς ἀνῃρέθη· ὃν ὁ Μάρκελλος ἐκεῖνος τοσοῦτον ἐθρήνησεν, ὡς μηδένα κοπετὸν ἀπολειφθῆναι τῆς ἐκείνου ταφῆς. Καὶ ταῦτα μὲν περὶ Σικελίας.

Intertext edge

Open linked passage

Note