Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
Ἡ δὲ Λαγοβαρδία δισσοῖς ὀνόμασι κέκληται· παρὰ μέν τισι Λογγιβαρβία, τουτέστι πολυγένεια· παρὰ δέ τισι Λαγοβαρδία, ὡς [πολυγένεια]***. Ἡ δὲ γῆ, ἣν κατοικοῦσιν, ἥ τε Συρρεντὸς καὶ Νεάπολις ἡ μητρόπολις καὶ τὸ Βέσβιον ὄρος καὶ ὁ ἐν αὐτῷ Πυρχάνος, Ἑλλήνων εἰσὶν ἀποικίαι· καὶ ἐπὶ τῶν ἡμερῶν Ἰουστινιανοῦ, μᾶλλον δὲ Ζήνωνος, παρέλαβον οἱ Γότθοι, τήν τε Νεάπολιν καὶ τὰς λοιπὰς παρακειμένας πόλεις· ὧν ἦρχε Βουτελῖνος, ὁ τῶν Φράγγων στρατηγός, ὃν κατεπολέμησεν ὁ Ναρσῆς παρὰ τὸν ποταμὸν Κασουλῖνον καὶ τελείως ἠφάνισε, καθὼς τὸ ἐπίγραμμα λέγει· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, ὁππόσα δειλαίῳ πείθετο Βουτελίνῳ· ὄλβιον αὖ τόδε χεῦμα καὶ ἔσσεται ἀντὶ τροπαίου αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζει εἰς τάξιν θέματος ἡ καλουμένη Λαγοβαρδία. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ υἱοῦ Θεοφίλου ἀνῆλθεν ἀπὸ Ἀφρικῆς στόλος λ ʹ κομπαρίων, ἔχων κεφαλὴν τόν τε Σολδανὸν καὶ τὸν Σάβαν καὶ τὸν Καλφοῦς. Καὶ ἐχειρώσαντο διαφόρους πόλεις τῆς Δαλματίας καὶ τήν τε Βούτοβαν καὶ τὴν Ῥῶσαν καὶ τὰ κάτω Δεκάτερα. Ἦλθον δὲ καὶ πρὸς τὴν τούτων μητρόπολιν, ἣ Ῥαούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν ἱκανόν. Οἱ δὲ τοῦ κάστρου Ῥαουσίου ἀπέστειλαν πρὸς τὸν βασιλέα ἐξαιτούμενοι διὰ στόλου βοήθειαν· τῶν δὲ εἰς τοῦτο ἀποσταλέντων ἀνελθόντων, εὗρον ὑπὸ Θεοῦ τὴν αὐτοκρατορικὴν ἀρχὴν Βασίλειον τὸν ἀοίδιμον βασιλέα ἤδη λαβόντα, ὃς καὶ τὰ τῆς αὐτῶν πρεσβείας καὶ δεήσεως ἐπακούσας καὶ στόλον ἱκανὸν καὶ δραστήριον ἄρχοντα πρὸς τὴν τούτων βοήθειαν εὐθὺς ἐξαπέστειλε. Τοῦτο δὲ διὰ αὐτομόλου μαθόντες οἱ Ἄφροι καὶ περὶ τὴν πολιορκίαν ἀπρακτήσαντες, μᾶλλον δὲ πτήξαντες τὴν τοῦ βασιλικοῦ στόλου κατ' αὐτῶν παρουσίαν, ἀνεπέρασαν ἐν Λαγοβαρδίᾳ καὶ πολιορκήσαντες τὸ κάστρον Βάρης ᾤκησαν ἐν αὐτῷ, παραλαβόντες πάντα τὰ κάστρα καὶ τὴν πᾶσαν Λογγιβαρδίαν καὶ τὰ λοιπὰ κάστρα Καλαβρίας μέχρι Ῥώμης, ὡς εἶναι πάντα τὰ ὑπ' αὐτῶν πορθηθέντα κάστρα ρνʹ. Βασίλειος οὖν ὁ ἀοίδιμος βασιλεὺς τὴν αὐτοκρατορικὴν ἀρχὴν παρὰ Θεοῦ εἰληφώς, καθὰ προείρηται, καὶ ταῦτα ἀναμαθών, προαπέστειλε μὲν στρατὸν καβαλλαρικὸν καὶ πλοῖα ρʹ, ἔγραψε δὲ πρὸς Λοδοῦχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν Πάπα Ῥώμης τοῦ συνεπαμῦναι τῷ ἑαυτοῦ στρατῷ. Οἱ δὲ ὑπείξαντες τῇ βασιλικῇ ἐντεύξει καὶ ἀμφότεροι ἑνωθέντες τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ καβαλλαρικῷ καὶ πλωΐμῳ, κατεπολέμησαν τοὺς ἀπὸ Ἀφρικῆς Σαρακηνοὺς καὶ ἐπόρθησαν τὸ κάστρον Βάρης, δέσμιον λαβόντες καὶ τὸν ἀμηρᾶν Σολδανόν· ὃν καὶ ἀναλαβόμενος μετὰ τῶν Σαρακηνῶν Λοδοῦχος ὁ ῥὴξ Φραγγίας οἴκαδε ἀπῄει. Ὁ δὲ βασιλεὺς κατέσχε τὴν πᾶσαν Λογγιβαρδίαν, καθὼς καὶ σήμερον παρὰ τῶν Ῥωμαίων βασιλέων δεσπόζεται.

Intertext edge

Open linked passage

Note