Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.1.1
Ἡ δὲ Χερσὼν τὸ παλαιὸν οὐκ ἦν εἰς ὄνομα θέματος, οὐδὲ ἐν μητροπόλεως σχήματι· ἀλλ' οἱ τοῦ Βοσπόρου κρατοῦντες ἐκράτουν καὶ Χερσῶνος αὐτῆς καὶ τῶν λοιπῶν κλιμάτων, ὥστε καὶ βασιλεύειν τοὺς ἐν τῷ Βοσπόρῳ κατοικοῦντας λέγεται. Ἔχει δὲ ἡ ἱστορία οὕτως· Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον καὶ πορθμὸς ὁμώνυμος ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν τῷ Προμηθεῖ γράφει· Ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας Βόσπορος δ' ἐπώνυμος κεκλῄσεται. Στράβων δὲ ἐν ἐνδεκάτῳ τῶν Γεωγραφικῶν τάδε γράφει·" τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον". Μαρτυρεῖ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτῃ ὅτι" ἐβασιλεύετο ὁ Βόσπορος Κότυϊ τῷ Βοσποριανῷ βασιλεῖ, ᾧ καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ καὶ τὰς πόλεις αὐτῷ καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα". Δύο δέ εἰσι τόποι Βόσποροι καλούμενοι· εἷς μὲν ὁ Κιμμέριος καλούμενος πλησίον Χερσῶνος, ἐν ᾧ καὶ τὸ βασίλειον τῶν Βοσποριανῶν ἦν, ἕτερος δὲ ἐν Βυζαντίῳ, καθὰ Φαβωρῖνος γράφει·" Βυζαντίων λιμὴν Βοσπόριον καλεῖται". Μαρτυρεῖ δὲ καὶ τὸ ἐπίγραμμα τοῦ κίονος τῆς ἀντίπεραν γῆς Χρυσοπόλεως, ἐν ᾧ μαρμαρίνη δάμαλις ἵδρυται, φάσκον οὕτως· Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. Κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον, ἥδε δ' ἐγὼ Κεκροπίς εἰμι νέκυς. Εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ' ὅτε πλῶεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων· Βοιίδιον δὲ καλεῦμαι ἔθ' ὡς τότε· νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. Ὁ δὲ Χάρης ἐκεῖνος ἦν στρατηγὸς Ἀθηναίων. Οἱ δὲ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες, ὅθεν οἱ τὰ πάτρια συγγεγραφότες τοῦ Βυζαντίου ἄλλην ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος***

Intertext edge

Open linked passage

Note