Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἀνατολικὸν τοίνυν τὸ θέμα καλεῖται, οὐχ ὅτι τῆς ἄνω καὶ πρώτης ἀνατολῆς ἐστιν, ὅθεν ἀνίσχει ὁ ἥλιος, ἀλλ' ὅτι πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον καὶ τὴν τῆς Εὐρώπης γῆν λέγεται ἀνατολικόν. Πρὸς δὲ τοὺς κατοικοῦντας τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν μεγάλην Ἀσίαν, ἐν ᾗ κατοικοῦσιν Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Αἰγύπτιοι, λέγεται δυτικὸν μέσον καὶ Ἀσία μικρά· ἡ γὰρ Ἀνατολή, καθώσπερ ἔφημεν, Ἰνδῶν ἐστι καὶ Αἰθιόπων καὶ Αἰγυπτίων καὶ τῶν λοιπῶν τῶν Ἀνατολὴν κατοικούντων. Ὅμως ἵνα μὴ μακρολογῶμεν καὶ δοκῶμέν τισι τερατεύεσθαι περὶ τῆς τῶν θεμάτων ὀνομασίας, συντομώτερον ἐροῦμεν ὡς ἔχει αὐτὴ ἡ ἀλήθεια. Τὸ τοίνυν Ἀνατολικὸν θέμα, ὡς νῦν ὀνομάζεται, ἐκ πέντε ἐθνῶν τὴν ὅλην κατοικίαν ἔσχηκεν. Ἀρχὴν γὰρ αὐτοῦ ἀπὸ τῆς κωμοπόλεως τῆς ὀνομαζομένης Μηροῦ πεποίηται, καὶ λέγεται Φρυγία Σαλουταρία ἕως τοῦ Ἰκονίου. Τὰ δὲ πρόσοικα τῶν Ἰσαύρων τὰ πρὸς τὸν Ταῦρον καλεῖται Λυκαονία. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν νότον καὶ τὰ τοῦ καλουμένου Ψυχροῦ ὄρη καὶ ἕως αὐτῆς Ἀτταλείας καλεῖται Παμφυλία. Τὰ δὲ ἄνω καὶ μεσόγαια καλεῖται Πισιδία. Τὰ δὲ ἀπὸ τοῦ Ἀκροϊνοῦ καὶ μέχρι τοῦ Ἀμωρίου καλεῖται Φρυγία Καπατιανή. Τὰ δὲ πρὸς θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας καλεῖται Ἀνατολικά· μέρη γάρ εἰσι τοῦ Ἀνατολικοῦ θέματος. Ἐνταῦθατοίνυν τὸ τοῦ Ἀνατολικοῦ θέματός ἐστι πέρας, ἀρχὴν μὲν ἔχον ἀπὸ τῆς Μηροῦ, ἥ ἐστι τέλος τοῦ Ὀψικίου, τερματίζον δὲ μέχρι τῶν ὁρίων Ἰσαυρίας πρὸς μῆκος· πρὸς δὲ πλάτος ἔχει μὲν ἐξ ἀριστερῶν μέρη τινὰ τοῦ Βουκελλαρίου καὶ τὴν ἀρχὴν τῆς Καππαδοκίας· πρὸς δὲ δεξιὰν τήν τε Ἰσαυρίαν καὶ τὴν ἀρχὴν τῶν μερῶν τοῦ Κιβυρραιώτου. Ἰδοὺ τοίνυν τὸ θέμα τὸ Ἀνατολικόν· καὶ κατ' ἀρχὰς μὲν οὐκ ἦν οὕτως· ἀλλ' εἰς χιλιαρχίας καὶ πεντακοσιαρχίας [καὶ ἑκατονταρχίας καὶ πεντηκονταρχίας] διῄρητο τὸ τάγμα τὸ στρατιωτικόν, εἷς δέ τις ἀνθύπατος ἐκράτει τῶν ὅλων ταγμάτων, ὥσπερ ἐπὶ τῶν κάτω χρόνων, καὶ ἕως Ἰουστινιανοῦ μάγιστρος ἐπέμπετο τοῖς τάγμασιν ἔξαρχος. Καὶ μάρτυς ὁ ἐν Σμύρνῃ κείμενος τάφος Πουπλίου τινὸς ἀνθυπάτου γράφων οὕτως·" Πούπλιος ἀνθύπατος ἄρχων Ἰωνίας Φρυγίας Αἰολίδος Μαιονίας Λυδίας Ἑλλησπόντου Μυσίας Βιθυνίας Ταρσίας Γαλατίας Μαριανδυνῶν Πόντου Παφλαγονίας Καππαδοκίας μικρᾶς καὶ μεγάλης Ἰσαυρίας τε καὶ Λυκαονίας καὶ μέχρι τῶν ὁρίων τοῦ Ταύρου καὶ τῆς μικρᾶς Ἀρμενίας". Ἰδοὺ ἀρχὴ ἑνὸς ἀνθυπάτου. Ἐγένετο δὲ καὶ ἐν τοῖς κάτω χρόνοις ἄλλος τις στρατηλάτης τὴν ἀξίαν πατρίκιος, τοὔνομα Ἰορδάνης, οὗτινός εἰσι τὰ ἀργυρὰ μινσούρια τὰ ἀνάγλυφα, ἅπερ κεῖνται ἐν τῷ βασιλικῷ βεστιαρίῳ, ἐπιγραφὴν ἔχοντα τοιάνδε·" Ἰορδάνου στρατηλάτου τῆς Ἀνατολῆς καὶ τῶν λοιπῶν ἐθνῶν τῶν ὑπὸ τὴν μικρὰν Ἀσίαν". Καὶ οὗτος γὰρ μόναρχος ἦν τῆς αὐτῆς Ἀνατολῆς ἤγουν μικρᾶς Ἀσίας, ἤνθει δὲ καὶ εὐδοκίμει ἐπὶ τῶν ἡμερῶν Ἀρκαδίου τοῦ βασιλέως. Ὡς οὖν προείπομεν, τὸ νῦν Ἀνατολικὸν καλούμενον θέμα ὑπὸ πέντε ἐθνῶν κατοικεῖται, Φρυγῶν, Λυκαόνων, Ἰσαύρων, Παμφύλων, Πισιδῶν. Κατ' ἔθνος οὖν αὐτῶν ἦν ἀρχηγὸς ὅτε ἦσαν ἐλεύθεροι καὶ πρὸ τοῦ τὸν ζυγὸν καὶ τὴν ἀρχὴν ἐμπεσεῖν ἐπ' αὐτοὺς τὴν Ῥωμαϊκήν. Ἐμπεσόντος δὲ τοῦ τῶν Ῥωμαίων ζυγοῦ καὶ αὐξηθείσης τῆς βασιλείας αὐτῶν, ἐδουλώθησαν ἅπαντες καὶ ἐγένοντο συμμιγεῖς ὑπὸ μίαν ἀρχήν. Διῃρέθησαν δὲ καὶ ἐγένοντο θέματα, ὅτε ἡ τῶν Ῥωμαίων ἀρχὴ παρὰ τῶν ἀθέων Ἀγαρηνῶν ἤρξατο κολοβοῦσθαι καὶ ἀκρωτηριάζεσθαι καὶ συστέλλεσθαι κατὰ μικρόν· καὶ ἕως μὲν Ἰουστινιανοῦ τοῦ βασιλέως ὑπὸ μίαν ἀρχὴν ἦσαν ἅπαντες καὶ τῆς Μαυρικίου βασιλείας· καὶ μάρτυς αὐτὸς Βελισάριος, ὃς ἦν μονοστράτηγος πάσης Ἀνατολῆς. Ἐπεὰν δὲ ἤρξαντο οἱ Ἀγαρηνοὶ ἐκστρατεύειν κατὰ Ῥωμαίων καὶ διαφθείρειν τὰς χώρας καὶ πόλεις αὐτῶν, ἠναγκάσθησαν οἱ κατὰ καιρὸν βασιλεῖς τέμνειν εἰς μικρὰ τὴν μίαν ἀρχήν, καὶ τὸ μὲν ἀπένειμον στρατηγῷ τινι καὶ ἐκάλεσαν Ἀνατολικόν, διότι, ὡς προείπομεν, πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον, πρὸς ἀνατολὴν κεῖται. Τὸ δὲ παλαιὸν κατὰ ἔθνος ἦν ἀρχηγός· ἐπολιτεύοντο δὲ ὡς ἦν ἔθος αὐτοῖς, ἄλλοι μὲν δημοκρατίαις, ἄλλοι δὲ τυράννοις ὑποταττόμενοι. Ὑπὸ δὲ τὴν τῶν Ῥωμαίων βασιλείαν γενόμενοι, εἰς ἐπαρχίας διῃρέθησαν καὶ ἡγεμονίας καὶ δουκάτα καὶ τοὺς καλουμένους κονσιλαρίους, τουτέστι βουλευτάς. Ἦσαν δὲ καί τινες αὐτῶν πρίγκιπες, ὡς ἐν τοῖς τῶν ἁγίων μαρτυρίοις διαγράφει, ἀλλὰ μὴν καὶ σκρινιάριοι. Ὕπαρχοι δὲ ἦσαν διττοί, ἕτεροι μὲν πραιτωρίων, ἕτεροι δὲ πόλεων· καὶ οἱ τῶν πραιτωρίων διηκόνουν τοῖς βασιλεῦσι στρατεύουσι, καὶ τὰς τῶν στρατιωτῶν τροφὰς ἐξ ἑτοίμου παρέχοντες, τά τε τῶν βασιλέων ἄπληκτα διευθετοῦντες καὶ τὰς ὁδοὺς ἐκκαθαίροντες. Καὶ ταῦτα μὲν τὰ τῶν Ῥωμαίων· ὅτε δὲ Πέρσαι ἐκράτουν καὶ μετ' αὐτοὺς Μακεδόνες, εἰς σατραπείας ἦν διῃρημένη ἡ πᾶσα Ἀσία, καὶ σατράπης μὲν ἦν Λυδῶν, ἕτερος δὲ Φρυγῶν, ἄλλος δὲ Ἰώνων, ἕτερος δὲ Παμφύλων, ἄλλος δὲ Καρῶν, ἄλλος δὲ Παφλαγόνων, ἄλλος δὲ Βιθυνῶν, καὶ ἁπλῶς ἡ πᾶσα Ἀσία μικρὰ καλουμένη, ὡς ἐδόκει τῷ Πέρσῃ, κἄπειτα τοῖς Μακεδόσι, διεμεμέριστό τε καὶ διετάττετο, καὶ ἄλλος μὲν τῶν δημοσίων πραγμάτων ἦρχεν, ἄλλος δὲ τῶν στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶν ἐτάχθησαν. Σημαίνει δὲ τὸ τοιοῦτον ἀξίωμα τὸν ἔχοντα ὑφ' ἑαυτὸν στρατιώτας τοξοφόρους πεντακοσίους καὶ πελταστὰς τριακοσίους καὶ δεξιολάβους ἑκατόν. Οὕτως γὰρ κεῖται ἐν τῇ βίβλῳ Ἰωάννου Φιλαδελφέως τοῦ καλουμένου Λυδοῦ.

Intertext edge

Open linked passage

Note