De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα οὐδὲ ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων καὶ συνοίκων Ἀρμενίων τὴν προσηγορίαν ἐκτήσατο. Δοκῶ δὲ εἰπεῖν ὅτι ἐπὶ Ἡρακλείου βασιλέως καὶ τῶν κάτω χρόνων τὴν τοιαύτην προσηγορίαν ἐκληρονόμησεν· οὔτε γὰρ Στράβων ὁ γεωγράφος τῆς τοιαύτης ὀνομασίας ἐμνήσθη, καίτοι Καππαδόκης ὢν τὸ γένος ἐξ Ἀμασείας τῆς πόλεως, οὔτε Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης οἰκουμένης ἀπογραψάμενος, οὔτε μὴν Σκύλαξ ὁ Καρυανδηνός, οὔτε ἄλλος τις τῶν ἱστορίας γεγραφότων, οὔτε αὐτὸς Παυσανίας ὁ Δαμασκηνός. Καὶ φαίνεται νεωτέρα ἡ τοιαύτη ὀνομασία· οὔτε γὰρ Προκόπιος, οὔτε μὴν Ἀγαθίας, οὔτε Μένανδρος, οὔτε Ἡσύχιος ὁ Ἰλλούστριος ἐμνημόνευσαν τοῦ τοιούτου ὀνόματος, οἱ τὰ χρονικὰ συντάξαντες ἐπὶ τῆς Ἰουστινιανοῦ βασιλείας. Τὴν γὰρ Καππαδοκίαν οἱ παλαιοὶ εἰς τρία τέμνουσι μέρη· εἴς τε Καταονίαν τὴν ἀπὸ Μελιτηνῆς ἀρχομένην, καὶ τὴν ἀπὸ τοῦ Ταύρου Ταυρικὴν ὠνομασμένην, καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ Καισάρεια ἡ πόλις ἡ τῶν Καππαδοκῶν μητρόπολις ἵδρυται. Καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν ἀπὸ Καισαρείας καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. Καὶ αὕτη μὲν ἡ μεγάλη Καππαδοκία. Καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν Ῥωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε τοῦ Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης· καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται. Ἔστι δὲ τὸ ὄνομα περσικόν· Πέρσης γάρ τις ἀνὴρ*** ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ τινί· λέων προσαπαντήσας τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο. Καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ τοῦ θηρὸς συναντήματι, τὸν ἀκινάκην σπασάμενος ἐρρύσατο τὸν βασιλέα παρὰ μικρὰν κινδυνεύοντα καὶ τὸν λέοντα ἐθανάτωσεν. Οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν περισκοπήσας ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς καὶ δυσμάς, ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν εἴληφε. Ταῦτα δὲ ἱστορεῖ Πολύβιος. Καὶ κατοικεῖται πρὸς μὲν Κολώνειαν παρὰ Ἀρμενίων, πρὸς δὲ τὴν μεσόγαιον, ὅπουπερ ἔστιν ἡ Ἀμάσεια καὶ ὁ λεγόμενος Δαζυμών, παρὰ τῶν καλουμένων Λευκοσύρων· ὅμως πάντας τοὺς Καππαδόκας καὶ τοὺς μέχρι θαλάττης τῆς Ποντικῆς κατοικοῦντας [Ἡρόδοτος] Στράβων Λευκοσύρους καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν Σύρων τῶν ἐπέκεινα τοῦ Ταύρου καὶ Κιλικίας οἰκούντων Μελανοσύρων προσαγορευομένων. Μικρὰ δὲ Καππαδοκία, ἡ νῦν χρηματίζουσα εἰς θέμα, ἥτις ὅμορός ἐστι Λυκαονίας καὶ διαβαίνει μέχρις αὐτῆς Καισαρείας, πλατύνεται δὲ ἕως ἀρχῆς τῶν Βουκελλαρίων, καταλήγει δὲ πρὸς ἀνατολὰς μέχρις αὐτῆς Ῥοδεντοῦ καὶ τοῦ φρουρίου τοῦ καλουμένου Λούλου καὶ αὐτῆς Ποδενδοῦ. Τὰ δὲ ἐπέκεινα τῆς Κιλικίας εἰσὶ μέρη, ὧν ἀπάρχεται ἡ Ταρσὸς καὶ ἡ Μόμψου ἑστία καὶ Ἄδανα. Καὶ ἥδε μὲν ἡ μικρὰ Καππαδοκία ἡ ἀρτίως εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐπὶ δὲ τῶν ἄνω χρόνων εἴτε Ἰουστινιανοῦ εἴτε ἄλλων τινῶν τῶν βασιλέων τμηθείσης τῆς Καππαδοκίας εἰς τρία μέρη, τὸ μὲν μεσόγαιον ἐκλήθη Χαρσιανόν, ἀπὸ Χαρσίου τινὸς ἄρχοντος τῷ τότε καιρῷ παρευδοκιμήσαντος ἐν τῷ πρὸς Πέρσας πολέμῳ, καὶ διὰ τοῦτο εἰς θέματος τάξιν καὶ στρατηγίδα μέχρι τοῦ νῦν ἐχρημάτισε· τὸ δὲ κάτω καὶ πρὸς θάλασσαν ἐκλήθη Ἀρμενιακόν, διὰ τὸ εἶναι αὐτὸ πλησιόχωρον τῶν Ἀρμενίων· τὸ δὲ ἄνωθεν καὶ ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπὸ τὴν Περσικὴν ἐξουσίαν, πρὶν ἢ τὸ Ῥώμης αὐξηθῆναι βασίλειον. Ἐγένετο δὲ καὶ αὐτόνομος, ὅτε Ἀριαράθης ἦρχεν αὐτῆς ὁ βασιλεύς, ἐξ οὗ ἡ λίμνη ἡ τὸ ἅλας τίκτουσα, ἣν ἀρτίως βαρβαρίζοντες Καράτειαν καλοῦσιν, Ἀριαράθεια ἐπωνόμαστο. Μετὰ δὲ Ἀριαράθην βασιλεύει αὐτῆς Ἀρχέλαος ὁ κηδεστὴς Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Μετὰ δὲ τοῦτον παυσαμένης τῆς βασιλείας, εἰς ἐπαρχίαν παρὰ τῶν Ῥωμαίων τὸ σχῆμα μετέβαλε, καὶ ἀνθύπατος ταύτην ἐδασμολόγει τε καὶ διέταττεν. Εἰσὶ δὲ πόλεις ἐπίσημοι κατὰ τὴν πρώτην ἐπαρχίαν τέσσαρες· Καισάρεια μητρόπολις, ἡ ἀπὸ τοῦ μεγάλου Καίσαρος Ἰουλίου ὠνομασμένη, ἥτις πρότερον ἐκαλεῖτο Μάζακα, ἀπὸ Μουσὼχ τοῦ τῶν Καππαδοκῶν ἀρχεγόνου· δευτέρα πόλις Νύσσα· τρίτη τὰ Θέρμα, τετάρτη Ῥεγεποδαντός. Τῆς δὲ δευτέρας Καππαδοκίας εἰσὶ πόλεις ὑπὸ ἡγεμόνα ὀκτώ· Τύανα, Φαυστινούπολις, Κύβιστρα, Ναζιανζός, Σάσιμα, Παρνασός, Ῥεγέδωρα, Μωκισσὸς καὶ φρούριον τὸ καλούμενον Κόρον. Τῆς δὲ τρίτης Καππαδοκίας, ἣ νῦν ὀνομάζεται Ἀρμενιακός, εἰσὶ πόλεις ἑπτά· Ἀμάσεια, Ἴβωρα, Ζάλιχος, Ἄνδραπα, Ἀμινσός Νεοκαισάρεια, Σινώπη. Δισβεβόηται δὲ παρὰ πᾶσιν ἐπὶ κακοτροπίᾳ τὸ τῶν Καππαδοκῶν γένος, ὡς καὶ παροιμίαν περὶ αὐτῶν ἐξενεχθῆναι τοιαύτην·" τρία κάππα κάκιστα· Καππαδοκία Κρήτη Κιλικία". Καὶ ἐν ἐπιγράμμασι· Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες, φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι· ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δὴ τότε γίνονται φαυλεπιφαυλότατοι. Καὶ ἄλλως· Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ κάτθανε γευσαμένη αἵματος ἰοβόλου. Ἐκ δὲ ταύτης τὰ τοιαῦτα βλασφημουμένης ἐβλάστησαν ἄνδρες, μᾶλλον δὲ εἰπεῖν, ἐξανέτειλαν ὥσπερ ἀστέρες πολύφωτοι, ἐπὶ σοφίᾳ διαβόητοι, ζηλωταὶ τῆς Χριστιανῶν πίστεως, Γρηγόριος ὁ Θαυματουργὸς ὁ Νεοκαισαρείας ἐπίσκοπος, Φαίδιμός τε ὁ Ἀμασείας καὶ Βασιλεὺς ὁ ἀοίδιμος ὁ ἐπὶ Λικινίου μαρτυρήσας ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως καὶ ὁ Βασιλίσκος ὁ Κομάνων ἀρχιεπίσκοπος ὃς καὶ αὐτὸς μαρτυρίῳ ἐτελειώθη, μεθ' οὗ κατετέθη τὸ λείψανον Ἰωάννου τοῦ Χρυσοστόμου, Βασίλειός τε ὁ μέγας ὁ Καισαρείας ἐπίσκοπος· καὶ ὁ Θεολόγος Γρηγόριος, ὁ Ναζιανζοῦ τὴν ἐπισκοπὴν κληρωσάμενος, νυνὶ ἐν τῷ τῶν Ἀποστόλων ναῷ κατατεθεὶς μετὰ τῶν πατριαρχῶν ταύτης τῆς πόλεως ὑπὸ τοῦ εὐσεβοῦς καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου, οἵ τε ἀδελφοὶ τοῦ μεγάλου Βασιλείου, Πέτρος τε καὶ Γρηγόριος καὶ Ναυκράτιος, Καισάριός τε ὁ ἀδελφὸς Γρηγορίου τοῦ Θεολόγου. Καὶ ταῦτα μὲν τὰ τῆς Καππαδοκίας ὡς ἐν ἐπιτομῇ.