Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Τὸ δὲ νῦν καλούμενον Θρᾳκησίων θέμα πάλαι μὲν καὶ κατ' ἀρχὰς Ἀσία μικρὰ ὠνομάζετο, καὶ ὁ ταύτης κρατῶν ἀνθύπατος Ἀσιάρχης ἐλέγετο. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν, αὐτὸς ὁ μάρτυς τῆς ἀληθείας Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ αὐτὸ λέγει, μεμνημένος Ἀλεξάνδρου τοῦ τότε πρωτεύοντος τῶν Ἐφεσίων, Ἀσιάρχην αὐτὸν ἀποκαλῶν. Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τοιαύτης αἰτίας· ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ γυναικὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώρας ὁρμώμενος,– ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως· Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν– διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγομένην Λυδίαν καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμήν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων ὄχλον ἱκανόν. Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκήσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργοπόνους ἐργώδεις τε καὶ χειρώνακτας. Ὅλον δὲ τὸ τῶν Θρᾳκησίων θέμα ἐκ γενῶν συνίσταται τοιῶνδε· Λυδῶν, Μαιόνων, Καρῶν, Ἰώνων· καὶ Ἴωνες μὲν καλοῦνται οἱ κατοικοῦντες Μίλητόν τε καὶ Ἔφεσον· οἱ δὲ τὸ μεσόγαιον Σαρδιανοί, Λυδοί τε καὶ Μαίονες καὶ Κᾶρες καὶ οἱ τῆς μικρᾶς Φρυγίας οἰκήτορες. Καὶ οὕτως μὲν οἱ Θρᾳκήσιοι. Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. Ὠνομάσθησαν δὲ Θρᾳκήσιοι διὰ τὸ εἶναι αὐτοὺς ἐκ τῆς τῶν Θρᾳκῶν γῆς, ὥσπερ εἴπομεν. Εἰσὶ δὲ πόλεις περὶ τὴν Ἀσίαν εἴκοσι· πρώτη μὲν Ἔφεσος, δευτέρα δὲ Σμύρνα, τρίτη Σάρδεις, τετάρτη Μίλητος, πέμπτη Πριήνη, ἕκτη Κολοφών, ἑβδόμη Θυάτειρα, ὀγδόη τὸ Πέργαμον, ἐνάτη Μαγνησία, δεκάτη Τράλλη, ἑνδεκάτη Ἱεράπολις, δωδεκάτη Κολοσσαὶ αἱ νῦν λεγόμεναι Χῶναι, οὗ ἔστι ναὸς διαβόητος τοῦ ἀρχαγγέλου Μιχαήλ, τρισκαιδεκάτη Λαοδίκεια, τεσσαρεσκαιδεκάτη Νύσσα, πεντεκαιδεκάτη Στρατονίκεια, ἑξκαιδεκάτη Ἀλάβανδα, ἑπτακαιδεκάτη Ἀλίνδα, ὀκτωκαιδεκάτη Μύρινα, ἐννεακαιδεκάτη Τέως, εἰκοστὴ Λέβεδος, [εἰκοστὴ πρώτη Φιλαδέλφεια] καὶ ἄλλαι τινές. Καὶ ταῦτα μὲν περὶ τοῦτον.

Intertext edge

Open linked passage

Note