De thematibus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Τὸ δὲ θέμα τὸ καλούμενον Ὀψίκιον πᾶσιν ἔχει γνώριμον τὴν προσηγορίαν· ὀψίκιον γὰρ ῥωμαϊστὶ λέγεται, ὅπερ σημαίνει τῇ Ἑλλήνων φωνῇ τοὺς προπορευομένους ἔμπροσθεν τοῦ βασιλέως ἐπὶ εὐταξίᾳ καὶ τιμῇ. Ὅθεν οὐδὲ στρατηγὸς χρηματίζει ὁ τοῦ Ὀψικίου ἡγούμενος, ἀλλὰ κόμης καὶ ὀνομασίαν καὶ τὴν προσωνυμίαν προσαγορεύεται. Ἡ δὲ περιοχὴ τοῦ Ὀψικίου ὑπὸ τοσούτων φυλῶν τε καὶ ἐθνῶν κατοικεῖται, ἀπὸ μὲν θαλάσσης ἀρχόμενον, τουτέστι τοῦ Ἀστακηνοῦ κόλπου, καὶ τοῦ Δασκυλίου ἀκρωτηρίου, καὶ μέχρι τοῦ Τρίτωνος καὶ τῶν ὀρέων Σιγριανῆς καὶ αὐτῆς Προικοννήσου καὶ ἕως αὐτῆς τῆς Ἀβύδου Κυζίκου τε καὶ Παρίου. Καὶ τὰ μὲν κάτω καὶ παρὰ θάλασσαν ἀπὸ τοῦ Ἀστακηνοῦ κόλπου ἀρχόμενα καὶ τῶν Πυλῶν καὶ ἕως τῆς μεσογαίου τοῦ Μυσίου Ὀλύμπου προσαγορευομένου καὶ τῆς χώρας τῶν καλουμένων Δαγοτθηνῶν καὶ αὐτῆς Προυσιάδος κατοικοῦσι Βιθυνοί· τὰ δὲ πρὸς νότον τοῦ Ὀλύμπου καὶ ἕως τοῦ ποταμοῦ Ῥυνδακοῦ κατοικοῦσι Μυσοί· τὰ δὲ πρὸς θάλασσαν καὶ τὴν Κύζικον κατοικοῦσι Φρύγες τε καὶ Γραικοί, ἀπὸ τοῦ ποταμοῦ Γρανικοῦ τὴν ὀνομασίαν πλουτήσαντες· ἐν ᾧ γέγονεν ἡ πρώτη μάχη πρὸς τοὺς στρατηγοὺς τῶν Περσῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἄνω δὲ παρεκτείνεται μέχρι τοῦ Δορυλαείου καὶ αὐτοῦ Κοτυαείου, ἐξ οὗπέρ ἐστιν ὁ ὀνομαστότατος καὶ παλαιὸς ἐκεῖνος Αἴσωπος ὁ τὴν μυθοποιίαν πρῶτος εἰς τὸν βίον εἰσαγαγών, καὶ ἕως τῆς κωμοπόλεως Μηροῦ κατὰ ἀνατολάς. Πρὸς δὲ τὰς δυσμὰς καταλήγει εἰς Ἄβυδον, πρὸς δὲ πλάτος ἀπὸ τοῦ Ῥυνδακοῦ ποταμοῦ καὶ μέχρι τῆς κωμοπόλεως τῆς καλουμένης Δοματεροῦ. Καὶ οὕτω μὲν τὸ Ὀψίκιον. Καὶ τὴν ὀνομασίαν αὐτοῦ εἴπομεν διὰ τὸ προπορεύεσθαι ἔμπροσθεν τοῦ βασιλέως καὶ καταρτίζειν καὶ διευθύνειν τὰς ὁδοὺς αὐτοῦ καὶ μονάς. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα τὸ Ὀψίκιον τοσαῦτα· Βιθυνοί, Μυσοί, Φρύγες, Δάρδανοι, οἱ καὶ Τρῶες λεγόμενοι. Ἔχει δὲ πόλεις ἐπισήμους τὸ θέμα τὸ καλούμενον Ὀψίκιον τοσαύτας· πρώτην μὲν Νίκαιαν τὴν καὶ μητρόπολιν χρηματίζουσαν, δευτέραν δὲ Κοτυάειον, τρίτην Δορυλάειον, τετάρτην Μηδάειον, πέμπτην Ἀπάμειαν, ἕκτην Μύρλειαν, ἑβδόμην Λάμψακον, ὀγδόην Πάριον, ἐνάτην Κύζικον, δεκάτην Ἄβυδον.