Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Τὸ καλούμενον οὐκ οἶδ' ὅπως εἰπεῖν θέμα Ὀπτίματος οὐδεμίαν ἔχει κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τούτου κρατοῦντα, δομέστικον μόνον ἀγορευόμενον. Εἰς γὰρ ὑπηρεσίαν ἐτέτακτο τῶν στρατιωτῶν, ὅτε οἱ βασιλεῖς τοῖς ἔθνεσι [μετὰ τοῦ λαοῦ] ἐπεστράτευον, στρατιωτῶν δὲ ἐκείνων τῶν ἐν τοῖς βασιλικοῖς τάγμασι ταττομένων· ὅσοι γὰρ ἐν ταῖς Σχολαῖς καὶ τοῖς Ἱκανάτοις καὶ τοῖς λοιποῖς τάγμασιν ἐστρατεύοντο εἰς ὑπηρεσίαν, εἷς ἕκαστος αὐτῶν ὀπτίματον ἐκέκτητο. Ἔστι δὲ ὀνομασία τῶν ἀτίμων ἴσην ὕβριν φέρουσα τῶν παρὰ Ῥωμαίοις καλουμένων κορτελίνων. Διὸ οὐδὲ εἰς θέματος τάξιν λελόγισται, οὐδὲ στρατηγὸς ὁ τούτου ἄρχων κατονομάζεται, ἀλλὰ δομέστικος, ὁ ὑπὸ χεῖρα ὢν στρατηγοῦ καὶ τὴν ἀξίαν καταδεέστερος. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα, μᾶλλον δὲ ὑπουργοῦντα εἰς τὴν τοιαύτην δουλείαν τῶν στρατιωτῶν καὶ αὐτοῦ τοῦ βασιλέως, τοσαῦτα· Βιθυνοί, Θυνοί, Ταρσιάται. Προσάπτεται δὲ καὶ Φρυγῶν. Ἔχει δὲ πόλεις ἐπισήμους τοσαύτας· πρώτην μὲν Νικομήδειαν τὴν μητρόπολιν, δευτέραν δὲ Ἑλενούπολιν, τρίτην Πραίνετον, τετάρτην Ἄστακον, πέμπτην Παρθενούπολιν. Ῥεῖ δὲ ἐν τῷ θέματι τῶν Ὀπτιμάτων ποταμὸς ὁ καλούμενος Σάγαρις· ἐν ᾧ ἔστιν ἀξιοθέατος γέφυρα, ἣν ἐποίησεν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐκεῖνος ὁ πολυύμνητος, ἐπιγραφὴν ἔχουσα τοιαύτην, ἥτις γέγραπται ἐν μιᾷ τῶν πλακῶν οὑτωσὶ λέγουσα· Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθεὶς οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ· ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. Καὶ ταῦτα μὲν περὶ τοῦ καλουμένου θέματος τῶν Ὀπτιμάτων.

Intertext edge

Open linked passage

Note