Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De thematibus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ὁμοίως δὲ καὶ τὸ θέμα τῶν Βουκελλαρίων οὐκ ἀπὸ τόπου τινὸς τὴν προσηγορίαν ἐκτήσατο, οὔτε μὴν ἀπὸ ἔθνους οὕτω καλουμένου, ἀλλὰ διὰ τὸ ἐπακολουθεῖν τοῖς στρατιώταις καὶ τὰς τροφὰς αὐτῶν ἐπιφέρεσθαι– βουκελλάριος γὰρ κατὰ Ῥωμαίων διάλεκτον ὁ φύλαξ τοῦ ἄρτου καλεῖται– ὥστε εἶναι τοὺς στρατιώτας ἐλαφροὺς καὶ ἀβαρεῖς πρὸς τὸν πόλεμον· βούκελλος γὰρ τὸ κρικελοειδὲς ψωμίον καλεῖται, κελλάριος δὲ ὁ φύλαξ τοῦ ἄρτου. Τὸ γὰρ οἰκεῖον ὄνομα τοῦ ἔθνους καὶ Ἑλληνικόν, Μαριανδυνοὶ ὀνομάζονται, ἐπεκλήθησαν δὲ Γαλάται. Ἔστι δὲ ἀρχὴ τοῦ θέματος ἀπὸ μὲν τῆς κωμοπόλεως Μοδρηνῆς ἀρχόμενον, ἤγουν τῆς συμπληρώσεως τοῦ Ὀπτιμάτου· ἀναβαῖνον δὲ πρὸς τὴν μητρόπολιν Ἄγκυραν καὶ παρεκτεῖνον μέχρι τῶν ὁρίων Καππαδοκίας καὶ αὐτοῦ τοῦ φρουρίου τοῦ καλουμένου Σανιάνα, ἐν οἷς παρεκτείνεται τὸ τῶν Γαλατῶν ἔθνος. Οἱ δὲ Γαλάται ἄποικοί εἰσι τῶν Φράγγων. Ἐγένετο δὲ ἡ τούτων ἀποικία ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ἄτταλος ὁ Περγαμηνὸς καὶ Νικομήδης ὁ τοῦ Ζειποίτου υἱός. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν βορρᾶν πλατύνεται πρὸς αὐτὸν τὸν Πόντον καὶ τὴν καλουμένην πόλιν Ἡράκλειαν καὶ μέχρι τοῦ Παρθενίου ποταμοῦ καὶ αὐτὴν τὴν Τίον. Συμπεριλαμβάνει δὲ καὶ αὐτὴν Κλαυδιούπολιν Κράτιάν τε καὶ αὐτὸ τὸ Βασίλαιον καὶ ἕως τῶν ὁρίων Παφλαγονίας καὶ μέχρι Ἅλυος ποταμοῦ. Καὶ ὧδε μὲν καταλήγει ὁ Βουκελλάριος. Εἰσὶ δὲ πόλεις αἱ συμπληροῦσαι τὸ θέμα τῶν Βουκελλαρίων τοσαῦται· πρώτη μὲν Ἄγκυρα, μητρόπολις τῶν Γαλατῶν, δευτέρα δὲ Κλαυδιούπολις, καὶ αὕτη μητρόπολις τῶν Μαριανδυνῶν, τρίτη Ἡράκλεια, τετάρτη Προυσιάς, πέμπτη τὸ Τήϊον. Ἔθνη δὲ τὰ κατὰ μέρος ὀνομαζόμενα τοσαῦτα· Γαλάται, Μαριανδυνοί, Βιθυνοί.

Intertext edge

Open linked passage

Note