De virtutibus et vitiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
q.1
/= De virtutibus et vitiis ΥΠΟΘΕΣΙΣ τοῦ περὶ ἀρετῆς καὶ κακίας βιβλίου πρώτου.=/ Ὅσοι τῶν πάλαι ποτὲ βασιλέων τε καὶ ἰδιωτῶν μὴ τὸν νοῦν παρεσύρησαν ἡδοναῖς ἢ κατεμαλακίσθησαν, ἀλλὰ τὸ τῆς ψυχῆς εὐγενὲς ἀκηλίδωτον ἀρετῇ συνετήρησαν, οὗτοι δὴ οὗτοι καὶ πόνοις ἐνεκαρτέρησαν καὶ λόγοις ἐνησχολήθησαν, καὶ ἄλλος ἄλλο τι τῶν ὅσοι λογικώτερον ἐπεβίωσαν παιδείας ἐρασταὶ γεγονότες σπουδαιότερόν τινα συνεγράψαντο, τοῦτο μὲν τῆς σφῶν αὐτῶν πολυμαθίας δεῖγμα ἐναργὲς τοῖς μετέπειτα καταλιπεῖν ἱμειρόμενοι, τοῦτο δὲ καὶ εὔκλειαν ἀείμνηστον ἐκ τῶν ἐντυγχανόντων καρπώσασθαι μνώμενοι. ἐπεὶ δὲ ἐκ τῆς τῶν τοσούτων ἐτῶν περιδρομῆς ἄπλετόν τι χρῆμα καὶ πραγμάτων ἐγίγνετο καὶ λόγων ἐπλέκετο, ἐπ' ἄπειρόν τε καὶ ἀμήχανον ἡ τῆς ἱστορίας εὐρύνετο συμπλοκή, ἔδει δ' ἐπιρρεπέστερον πρὸς τὰ χείρω τὴν τῶν ἀνθρώπων προαίρεσιν μετατίθεσθαι χρόνοις ὕστερον καὶ ὀλιγώρως ἔχειν πρὸς τὰ καλὰ καὶ ῥᾳθυμότερον διακεῖσθαι πρὸς τὴν τῶν φθασάντων γενέσθαι κατάληψιν, κατόπιν γινομένης τῆς ἀληθοῦς ἐπιτεύξεως, ὥστ' τεῦθεν ἀδηλίᾳ σκιάζεσθαι τὴν τῆς ἱστορίας ἐφεύρεσιν, πῆ μὲν σπάνει βίβλων ἐπωφελῶν, πῆ δὲ πρὸς τὴν ἐκτάδην πολυλογίαν δειμαινόντων καὶ κατορρωδούντων, ὁ τῆς πορφύρας ἀπόγονος Κωνσταντῖνος, ὁ ὀρθοδοξότατος καὶ χριστιανικώτατος τῶν πώποτε βεβασιλευκότων, ὀξυωπέστερον πρὸς τὴν τῶν καλῶν κατανόησιν 1. 2 διακείμενος καὶ δραστήριον ἐσχηκὼς νοῦν ἔκρινε βέλτιστον εἶναι καὶ κοινωφελὲς τῷ τε βίῳ ὀνησιφόρον, πρότερον μὲν ζητητικῇ διεγέρσει βίβλους ἄλλοθεν ἄλλας ἐξ ἁπάσης ἑκασταχοῦ οἰκουμένης συλλέξασθαι παντοδαπῆς καὶ πολυειδοῦς ἐπιστήμης ἐγκύμονας, ἔπειτα τὸ τῆς πλατυεπείας μέγεθος καὶ ἀκοὰς ἀποκναῖον ἄλλως τε καὶ ὀχληρὸν καὶ φορτικὸν φαινόμενον τοῖς πολλοῖς δεῖν ᾠήθη καταμερίσαι τοῦτο εἰς λεπτομέρειαν ἀνεπιφθόνως τε προθεῖναι πᾶσι κοινῇ τὴν ἐκ τούτων ἀναφυομένην ὠφέλειαν, ὡς ἐκ μὲν τῆς ἐκλογῆς προσεκτικωτέρως καὶ ἐνδελεχέστερον κατεντυγχάνειν τοὺς τροφίμους τῶν λόγων καὶ μονιμώτερον ἐντυποῦσθαι τούτοις τὴν τῶν λόγων εὐφράδειαν, μεγαλοφυῶς τε καὶ εὐεπηβόλως πρὸς ἐπὶ τούτοις καταμερίσαι εἰς ὑποθέσεις διαφόρους, τρεῖς ἐπὶ τοῖς πεντήκοντα τὸν ἀριθμὸν οὔσας, ἐν αἷς καὶ ὑφ' αἷς ἅπασα ἱστορικὴ μεγαλουργία συγκλείεται. κοὐκ ἔστιν οὐδὲν τῶν συγκειμένων, ὃ διαφεύξεται τὴν τοιαύτην τῶν ὑποθέσεων ἀπαρίθμησιν, οὐδὲν τὸ παράπαν ἀφαιρουμένης τῆς τοῦ λόγου ἀκολουθίας τῇ διαιρέσει τῶν ἐννοιῶν, ἀλλὰ σύσσωμον σωζούσης καὶ ἑκάστῃ ὑποθέσει προσαρμοζομένης τηλικαύτης οὐ συνόψεως, ἀληθέστερον δ' εἰπεῖν, οἰκειώσεως. ὧν κεφαλαιωδῶν ὑποθέσεων ἡ προκειμένη αὕτη καὶ ἐπιγραφομένη περὶ ἀρετῆς καὶ κακίας πεντηκοστὴ οὖσα τυγχάνει, τῆς πρώτης τὸ ἐπώνυμον λαχούσης περὶ βασιλέων ἀναγορεύσεως. Ἐμφαίνει δὲ τουτὶ τὸ προοίμιον, τίνας οἱ λόγοι πατέρας κέκτηνται καὶ ὅθεν ἀποκυΐσκονται, ὡς ἂν μὴ ὦσιν αἱ κεφαλαιώδεις ὑποθέσεις ἀκατονόμαστοι καὶ μὴ γνήσιοι, ἀλλὰ νόθοι τε καὶ ψευδώνυμοι. εἰσὶ δ' ἐκ τῶν ὑποτεταγμένων χρονικῶν· αʹ Ἰωσήπου ἀρχαιολογίας. βʹ Γεωργίου μοναχοῦ. γʹ Ἰωάννου τοῦ ἐπίκλην Μαλέλα χρονικῆς. δʹ Ἰωάννου Ἀντιοχέως χρονικῆς ἱστορίας. εʹ Διοδώρου Σικελιώτου καθολικῆς ἱστορίας. ʹ Νικολάου Δαμασκηνοῦ καθολικῆς ἱστορίας. 1. 3 ζʹ Ἡροδότου Ἀλικαρνησέως. ηʹ Θουκυδίδου. θʹ Ξενοφῶντος Κύρου παιδείας καὶ ἀναβάσεως Κύρου τοῦ Παρυσάτιδος. ιʹ Ἀρριανοῦ Ἀλεξ....... ιαʹ Διονυσίου Ἀλικαρνησσέως Ῥωμαϊκῆς ἱστορίας. ιβʹ Πολυβίου τοῦ Μεγαλοπολίτου Ῥωμαϊκῆς ἱστορίας. ιγʹ Ἀππιανοῦ Ῥωμαϊκῆς τῆς ἐπίκλην βασιλικῆς. ιδʹ Δίωνος Κοκκιανοῦ Ῥωμαϊκῆς ἱστορίας. καὶ οἱ ἐφεξῆς ἐν τῷ δευτέρῳ τεύχει ἐπιγράψονται. ΙΑΜΒΟΙ ΣΗΜΑΙΝΟΝΤΕΣ τὴν βασιλικὴν
q.2
ἀγωγήν. Αἰὼν ὁ μακρὸς ὥσπερ ἄνθη τοὺς λόγους Ἁπανταχοῦ γῆς ἔσχεν ἐσκεδασμένους, Ἀνθοῦντας, οὐ πέμποντας εὔπνοον χάριν. Τὰ νῦν δὲ τούτοις εὐστεφὴς Κωνσταντῖνος Δρέψας, ἀγείρας ἐμμελεῖ μουσουργίᾳ Προύθηκε πᾶσιν θελκτικὴν εὐοσμίαν, Ὅσοις λόγου μέτεστιν, εὐώδεις λόγους. Ὃν τοῖς λόγοις στέφωμεν ὡς λόγων φίλον. Ἀσυγκρίτως γὰρ ἐν μέδουσιν ἐκπρέπει, Λάμπων, προφαίνων χρηστότητα τοῦ κράτους Γίγας φεραυγὴς ὥσπερ ἡλίου φάος Ἐχθροῖς ἅπασιν, εὐνόοις θ' ὑπηκόοις. Οὐκοῦν βοάτω πρὸς θεὸν πᾶς τις μέροψ·" 3Τιθωνὸν αὐτὸν δεῖξον ἄλλον ἐν χρόνοις, Ὡς ἂν τὰ λῷστα τῷ βίῳ συνεισφέροι." 3 1. 4 Ἐκ τῆς ἀρχαιολογίας Ἰωσήπου. περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι Ἀδάμῳ καὶ Εὔᾳ γίνονται παῖδες ἄρσενες βʹ καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ ὁ νεώτατος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπ' αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, π̣ ο̣ ι̣ μ̣ ε̣ ν̣ ι̣ κὸς δ' ἦν ὁ βίος αὐτῷ· Κάϊς δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει τὸν ἀδελφὸν ἐξ αἰτίας τοιαύτης· θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς, ὁ μὲν Κάϊς τοὺς ἀπὸ τῆς γεωργίας καὶ τῶν φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τ̣ α`̣ π̣ ρ̣ ω̣ τ̣ ο´̣ τ̣ ο̣ κ̣ α̣ τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ, τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τ̣ ι̣ μ̣ ω´̣ μ̣ ε̣ ν̣ ο̣ ς̣, α᾿̣ λ̣ λ̣' οὐχὶ τοῖς κ̣ α̣ τ̣' ε᾿̣ π̣ ι´̣ ν̣ ο̣ ι̣ α̣ ν̣ ἀνθρώπου πλεονέκτου καὶ βίᾳ πεφυκόσιν. ἔνθεν ὁ Κάϊς π̣ α̣ ρ̣ οξυνθεὶς ἐπὶ τ̣ ῳ῀̣ π̣ ρ̣ ο̣ τ̣ ε̣ τ̣ ι̣ μ̣ η῀̣ σ̣ θ̣ α̣ ι̣ τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συν̣ ε̣ ι`̣ ς̣ τὸ ἔργον ἧκε πρὸς τὸν Κάϊν, περὶ τοῦ ἀδελφοῦ πυνθανόμενος, ποῖ ποτε εἴη· πολλῶν γὰρ α̣ υ᾿̣ τ̣ ο`̣ ν̣ ο̣ υ᾿̣ κ̣ ἰδ̣ ε̣ ι῀̣ ν̣ ἡμερῶν, τὸν ἄλλον χρόνον ἅπαντα μετ' αὐτοῦ βλέπ̣ ω̣ ν̣ α̣ υ᾿̣ τ̣ ο`̣ ν̣ ἀναστρεφόμενον. ο῾̣ δ̣ ε`̣ Κάϊς ἀπορούμενος καὶ οὐκ ἔχων, ὁ´̣ τ̣ ι̣ λέγοι πρὸς τὸν θεόν, ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, π̣ α̣ ρ̣ ο̣ ξ̣ υνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ π̣ ο̣ λ̣ υ̣ π̣ ρ̣ α̣ γ̣ μ̣ ο̣ ν̣ ο̣ υ῀̣ ν̣ τ̣ ο̣ ς̣, ο̣ υ᾿̣ κ̣ ε̣ ἰ῀̣ ν̣ α̣ ι̣ παιδαγωγὸς οὐδὲ φύλαξ αὐτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πραττομένων ἔλεγεν. ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κ̣ α´̣ ι¨̣ ν̣ φονέα τἀδελφοῦ γενόμενον· καὶ" θ̣ α̣ υ̣ μάζω" φησὶν ὁ θεός" εἰ περὶ α᾿̣ ν̣ δ̣ ρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας." τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἀφίει, θυσίαν τε ἐπιτελέσαντα καὶ δι' αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν ἐπ' αὐτῷ χαλεπωτέραν, ἐπάρατον δ' αὐτὸν ἐτίθει καὶ τοὺς ἐκγόνους αὐτοῦ τιμωρήσασθαι κατὰ τὴν ἑβδό 1. 5 μην ἠπείλησε γενεάν, καὶ τῆς ἐκείνης αὐτὸν ἐκβάλλει σὺν τῇ γυναικί. τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλ' ἕνεκα τοῦ μηδὲν ἐκ θηρίων αὐτῷ γενήσεσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι. Οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν ἀλλ' ἐπ' αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὑτοῦ τῷ σώματι, κἂν μεθ' ὕβρεως τῶν συνόντων δέοι ταύτην ἔχειν· αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονήν τε καὶ ληστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς πονηρῶν ὑπῆρχεν ἐπιτηδευμάτων. καὶ τὴν ἀπραγμοσύνην, ᾗ συνέζων πρότερον ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο, ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ τὸ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών. ὅρους τε γῆς προσέθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσ̣ ε̣, κ̣ α̣ ι`̣ εἰς ταὐτὸ συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. 2. Ὅτι πατὴρ θυγατρὸς γενόμενος Λάμεχος Νααμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάϊος ἀδελφοκτονίας, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν. ἔτι δὲ ζῶντος Ἀδάμου καὶ Κάϊος τοὺς ἐκγόνους πονηροτάτους συνέβη γενέσθαι, κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα, πρός τε πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς ληστείαν ὡρμήκεσαν. ὅλως δ' εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν,
q.3
ἀλλ' οὖν ἀπονοίᾳ ἦν θρασύς, ὑβρίζων καὶ πλεονεκτῶν. Ἄδαμος δέ, ὁ πρῶτος ἐκ γῆς γενόμενος, Ἀβέλου μὲν ἐσφαγμένου, Κάϊος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε. καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως. γίνονται μὲν οὖν παῖδες αὐτῷ ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν. τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη τὰ καλὰ κρίνειν δυναμένην ἀρετὴν ἐπετήδευσε καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους ἀπέλειπεν. οὗτοι πάντες ἀγαθοὶ φύντες τὴν αὐτὴν γῆν ἀστασίαστοι κατῴκη 1. 6 σαν εὐδαιμονήσαντες, μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν. ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ εὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι, τὸν μὲν κατ' ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πληθὺν ὕδατος, στήλας βʹ ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν δὲ ἑτέραν ἐκ λίθου, ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα, ἵνα καὶ τῆς πλίνθου ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας, ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ γεγραμμένα, δηλοῦσα καὶ πλινθίνην ὑπ' αὐτῶν ἀνατεθῆναι. μένει δ' ἄχρι καὶ δεῦρο κατὰ γῆν τὴν Σιριάδα. Καὶ οὗτοι μὲν ζʹ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν, μήτε τὰς νενομισμένας τιμὰς τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλ' ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν, διπλασίονα τῆς κακίας τότ' ἐπιδεικνύμενοι δι' ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν. πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφ' Ἑλλήνων καὶ οὗτοι δρᾶσαι παραδέδονται. Νῶχος δὲ τοῖς πραττομένοις ὑπ' αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον αὐτοὺς τὴν διάνοιαν καὶ τὰς πράξεις μεταφέρειν. ὁρῶν δ' οὐκ ἐνδιδόντας ἀλλ' ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτόν, μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς. Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δ' οὐκ ἐκείνων μόνον τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων ἀλλ' ἑκατὸν κʹ εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλεν. 3. Ὅτι Ἅβραμος Λῶτον, τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱόν, τῆς 1. 7 δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφόν, εἰσεποιήσατο, γνησίου παιδὸς ἀπορῶν· καὶ καταλείπει τὴν Χαλδαίαν οʹ καὶ εʹ γεγονὼς ἔτη, τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναν̣ α̣ ι´̣ α̣ ν̣ μ̣ ετελθεῖν, ἐν ᾗ καὶ κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλειπε, δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις, περί τε ὧν εἰκάσειεν οὐ διαμαρτών. διὰ τοῦτο καὶ φρονεῖν ἐπ' ἀρετῇ μεῖζον τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καὶ† νικῆσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα· τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ, κατὰ προσταγὴν τὴν τούτου π̣ α̣ ρέχειν ἕκαστον, καὶ οὐ κατ' οἰκείαν ἰσχύν. εἴκαζε δὲ ταῦτα τοῖς τῆς γῆς καὶ θαλάττης παθήμασι τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατ' οὐρανὸν συμβαίνουσι. δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς καθ' αὑτοὺς εὐταξίας· ταύτης δ' ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδ' ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν, ᾧ καλῶς ἔχει μόνως* τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν. δι' ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτόν, μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ
q.4
θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν. ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ. Βηρωσσὸς δὲ λέγει περὶ αὐτοῦ οὕτως·" μετὰ δὲ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις ἀνὴρ ἦν δίκαιος καὶ τὰ οὐράνια ἔμπειρος." Ἑκαταῖος δὲ βιβλίον περὶ αὐτοῦ συγγραψάμενος κατέλειπεν. Νικόλαος δὲ ὁ Δαμασκηνὸς εἰς τὴν δʹ τῶν ἱστοριῶν·" Ἀβράμης ἐβασίλευσε Δαμασκοῦ, ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης. μετ' οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην, νῦν δὲ Ἰουδαίαν, μετῴκησε, καὶ οἱ ἀπ' ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέροις εἴπαμεν. τοῦ δὲ Ἀβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται, καὶ κώμη ἀπ' αὐτοῦ δείκνυται Ἀβράμου οἴκησις λεγομένη." Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Χαναναίαν καταλαβόντος, Ἄβρα 1. 8 μος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος διαίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος, τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερῶν* ἀκροατὴς ἐσόμενος ὧν λέγοιέν τε περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν, ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, αὐτὸς ἄμεινον φρονῶν. ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων καταφερές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς ὁ βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦτο ὑποκρίνασθαι (συμφέρειν γὰρ αὐτοῖς) ἐδίδαξεν. ὡς δ' ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἀβράμῳ καθὼς ἐπενόησεν. τό τε γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτῷ· διὸ καὶ Φαραώθης ὁ βασιλεὺς τῶν Αἰγυπτίων, οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. ἐμποδίζει δὲ ὁ θεὸς αὐτοῦ τὴν ἀδόκιμον* ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων. καὶ πυθομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφ' οἷς ἠθέλησεν ἐνυβρίσαι τοῦ ξένου τὴν γυναῖκα. ὁ δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο· πυθόμενος δὲ τὴν ἀλήθειαν Ἄβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλ' οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτήν, συγγέν̣ ε̣ ι̣ α̣ ν̣ ποιήσασθαι βουλόμενος, ἀλλ' οὐχ ὑβρίσαι κατ' ἐπιθυμίαν ὡρμημένος. δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις· τήν τε ἀρετὴν καὶ τὴν ἐπ' αὐτῷ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. Τῶν Αἰγυπτίων διαφ̣ ο´̣ ροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ' ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους, οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων, εἰκοῦς* καὶ μηδὲν ἔχοντας ἀποφαίνειν ἀληθές, θαυμασθεὶς οὖν ὑπ' αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἂν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι. πρὸ γὰρ τῆς Ἀβράμου παρουσίας εἰς Αἴγυπτον Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτ' ἐπεφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας. Ὡς δὲ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρ̣ ὸς̣ Λῶτον τὴν γῆν, τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ 1. 9 νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ. λαβὼν δ' αὐτὸς τὴν ὑπ' ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει δὲ* ἐν τῇ Ναβρωπόλει, ἣ παλαιοτέρα τί* ἐστιν ἔτεσι ζʹ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τῷ πεδίῳ κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσυρίων κρατούντων Ἀσίας, Σοδομίταις ἤνθει τὰ πράγματα, εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν. βασιλεῖς τε αὐτοῖς εʹ διεῖπον τὴν χώραν, Βάλας Βαλέας καὶ Συνναβάρις καὶ Συνόμορος ὅ τε Βαλλήνων βασιλεύς· μοίρας δὲ ἦρχον ἕκαστος ἰδίας. ἐπὶ τούτους στρατεύσαντες Ἀσύριοι καὶ μέρη δʹ ποιήσαντες τῆς στρατείας ἐπολιόρκουν αὐτούς· στρατηγὸς δ' ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος.
q.5
γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. ιβʹ μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν. καὶ διαβαίνει στρατὸς Ἀσυρίων ἐπ' αὐτούς, στρατηγούντων Ἀμαραψίδου Ἀριούχου Χοδολαμόρου Θαδάλου. οὗτοι τὴν Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν γιγάντων ἀπογόνους κατεστρέψαντο. ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΑΝΑΚΛΗΣΕΩΣ ΗΤΤΗΣ. τὴν γὰρ ἧτταν Ἅβραμος ἀνεκαλέσατο, Σοδομίτας ἀνελὼν καὶ Λῶτον ἀνασωσάμενος. 4. Ὅτι Μελχισεδὲκ βασιλεὺς Σολύμων, ὃς ἦν βασιλεὺς δίκαιος· καὶ ἦν γὰρ ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτοῦ* τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ. 5. Ὅτι Ἅβραμος νικήσας τοὺς Ἀσυρίους καὶ τοὺς Σοδομίταςπερισώσας τὴν δεκάτην δίδωσι τῷ Μελχισεδέκ. ὁ δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δὲ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσυρίων ἐσεσώκει οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδ' ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο, μοῖραν μέντοι τινὰ τοῖς συστρατευσαμένοις φίλοις αὐτοῦ παρασχεῖν. 1. 10 Ἐπαινέσας δ' αὐτοῦ τὴν ἀρετὴν ὁ θεός" ἀλλ' οὐκ ἀπολεῖς" φησί" μισθοὺς οὓς ἄξιόν ἐστιν ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι." καὶ τοῦ δὲ ὑπολαβόντος καὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετ' αὐτόν; (ἔτι γὰρ ἦν ἄπαις), ὁ [δὲ] θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐξ ἐκείνου γενεάν, ὡς παραπλησίαν αὐτὴν τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν. καὶ ὁ μὲν ταῦτα ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ, κελευσθεὶς ὑπ' αὐτοῦ. ἦν δ' ὁ τρόπος τῆς θυσίας τοιοῦτος· δάμαλιν τριετῆ καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών. 6. Ὅτι μετὰ τὸ περιτμηθῆναι Ἅβραμον καὶ Ἰσμάηλον ὑπὸτοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλούτῳ καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρ' αὐτοῦ γενομένων ὠφελειῶν εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἀλλήλους ὁμιλίας ἐκτρέπεσθαι. χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτῶν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν, Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους (ἐκάθητο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὐτοῦ αὐλῆς) καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρ' αὐτῷ καταχθέντας παρεκάλει ξενίων μεταλαβεῖν. ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς πρὸς τῇ δρυῒ κατακειμένοις. οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτε εἴη τυγχάνουσα ἡ Σάρρα. τοῦ δὲ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης, αὐτῆς μὲν ʹ ἔτη ἐχούσης τοῦ δὲ ἀνδρὸς ρʹ, οὐκέτι κατέσχον λανθάνοντες, ἀλλ' ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν ὁ εἷς σημαίνων περὶ τοῦ παιδός, βʹ δὲ Σοδομίτας καταστρεψόμενοι. Ταῦτα ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ 1. 11 τὸν θεὸν ἀναστὰς ἱκέτευσεν παρακαλῶν μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν (εἰ γὰρ ἐν αὐτοῖς ιʹ εἶεν, συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν), ὁ μὲν Ἅβραμος ἡσύχαζεν· οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ ὁ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπείᾳ τῆς ὄψεως διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας, ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὡραιότητος ἐτράπησαν. τοῦ δὲ Λώτου
q.6
παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπ' αἰσχύνῃ τῶν ξένων, ἀλλ' ἔχειν αἰδῶ τῆς παρ' αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδ' οὕτως ἐπείσθησαν. Ὁ θεὸς ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δέ, τοῦ θεοῦ τὴν μέλλουσαν τῶν Σοδομιτῶν ἀπώλειαν αὐτῷ φράσαντος, ἀπηλλάσσετο, τήν τε γυναῖκα καὶ τὰς θυγατέρας (βʹ δ' ἦσαν ἔτι παρθένοι) ἀναλαβών· οἱ γὰρ μνηστῆρες ὑπερεφρόνησαν τῆς ἐξόδου, εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. καὶ ὁ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσι κατεπίμπρα, τὴν γῆν ὁμοία πύρωσις ἀφανίζει, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. ἡ δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτήν, ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο ποιεῖν, εἰς στήλην ἁλῶν μετέβαλεν. ἱστόρησα δ' αὐτήν· ἔτι γὰρ καὶ νῦν διαμένει. διαφεύγει δ' αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός. Ζωὸρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖον τὸ ὀλίγον. ἐντεῦθεν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. 7. Ὅτι Ἴσακον ὁ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντακαὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προσεκαλεῖτο* δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς ὁ παῖς, ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν 1. 12 πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς. Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν ἐτίθετο. τούτου μέντοι κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν· ὃς διάπειραν αὐτοῦ βουλόμενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας, ἐμφανισθεὶς αὐτῷ καὶ πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος, ὡς πολεμίων τε κρείττονα ποιήσειε, καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ σπουδῆς ἔχει, τὸν Ἴσακον ᾔτει· τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον παρασχεῖν ἐκέλευεν, εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρησκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ κεχαρισμένον. Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον, ἅπαντα δ' ὑπουργεῖν, ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς ἂν εὐμενὴς ᾖ, ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφαγῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας (ἐκωλύετο γὰρ ἂν ὑπηρετῆσαι τῷ θεῷ), λαβὼν τὸν Ἴσακον μετὰ βʹ οἰκετῶν καὶ τὰ πρὸς ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος. καὶ βʹ μὲν αὐτῷ ἡμέρας συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δέ, ὡς κάτοπτον ἦν αὐτῷ τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας αὐτῷ μετὰ μόνου τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφ' οὗ τὸ ἱερὸν Δαυίδης ὁ βασιλεὺς ὕστερον ἱδρύετο. ἔφερον δὲ σὺν αὑτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν, πλὴν ἱερείου. τοῦ δὲ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ὄντος τόν τε βωμὸν κατασκευάζοντος καὶ πυθομένου, τί καὶ μέλλοι θύειν ἱερείου μὴ παρόντος, ὁ τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν, ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπ' αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ. Ὡς δὲ ὁ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπής, λέγει πρὸς τὸν υἱόν" ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὥς σε ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. ἀλλ' ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ 1. 13 δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ'
q.7
ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος, νῦν ἐπιτυχεῖν. ἐπειδὴ γεννηθεὶς ἀποθάνοις ἂν οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλ' ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας, ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρ' αὑτῷ καθέξοντος. ἔσῃ τέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος." Ἴσακος δέ (πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι) δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλεύμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν. κἂν ἐπράχθη τὸ ἔργον, μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ. βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον, εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸν ἀφελέσθαι τοῦτον βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούει. μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτῷ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν. προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις. οἱ δὲ παρ' ἐλπίδας αὑτοὺς κεκομισμένοι καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντο ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως, ἐφ' ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς. 1. 14 8. Ὅτι Ἰάκωβος ἐπανελθὼν εἰς τὰ οἰκεῖα καὶ ἁγνίζων τοὺς ἑπομένους διὰ τὴν θυσίαν ἐπιτυγχάνει τοῖς Λαβάνου τοῦ πενθεροῦ θεοῖς (οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχὴλ κλαπέντας) καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν ἀπάρας τε τοὐντεῦθεν ἐν Βεθήλοις ἔθυεν, ὅπου τὸν ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. 9. Ὅτι Ἰακώβῳ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως. πλούτῳ τε γὰρ ὑπερέβαλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. τοσαύτην δ' ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπὸ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης αἰτίας. Ἰώσηπον ἐκ Ῥαχήλας πεπαιδοποιημένος Ἰάκωβος διά τε τὴντοῦ σώματος εὐγένειαν καὶ διὰ ψυχῆς ἀρετήν (φρονήσει γὰρ διέφερε) τῶν ἄλλων πλέον υἱῶν ἠγάπα. τούτῳ παρὰ τῶν ἀδελφῶν ἥ τε τοῦ πατρὸς στοργὴ φθόνον ἐκίνησε καὶ μῖσος ἥ τε ἐκ τῶν ὀνειράτων, ἃ θεασάμενος τῷ τε πατρὶ καὶ τούτοις ἐμήνυσεν, εὐδαιμονία καταγγελλομένη, ζηλοτυπούντων ἄρα τῶν ἀνθρώπων καὶ τὰς τῶν οἰκειοτάτων εὐπραγίας. αἱ δὲ ὄψεις, ἃς κατὰ τοὺς ὕπνους εἶδεν Ἰώσηπος, τοιαίδε ἦσαν. Ἐκπεμφθεὶς μετὰ τῶν ἀδελφῶν ὑπὸ τοῦ πατρὸς ἐπὶ συλλογὴν τῶν καρπῶν θέρους ἀκμάζοντος ὁρᾷ πολὺ τῶν κατὰ συνήθειαν ἐπιφοιτώντων κατὰ τοὺς ὕπνους ὀνειράτων διαφέρουσαν ὄψιν, ἥνπερ ἐγερθεὶς τοῖς ἀδελφοῖς ὡς κρινοῦσιν αὐτῷ τὸ σημαινόμενον ἐξέθετο, λέγων ἰδεῖν ἐπὶ τῆς παρελθούσης νυκτὸς τὸ μὲν αὑτοῦ δράγμα τῶν πυρῶν ἠρεμεῖν ἐφ' οὗ κατέθηκε τόπου, τὰ δὲ ἐκείνων προστρέχοντα προσκυνεῖν αὐτὸ καθάπερ οἱ δοῦλοι τοὺς δεσπότας. οἱ δὲ συνέντες ἰσχὺν αὐτῷ καὶ
q.8
μέγεθος πραγμάτων τὴν ὄψιν προλέγουσαν, καὶ κατ' αὐτῶν τὴν ἐξουσίαν ἐσομένην, τῷ μὲν Ἰωσήπῳ τούτων οὐδέν, ὡς οὐ γνώριμον αὐτοῖς ὂν τὸ ὄναρ, διεσάφησαν, 1. 15 ἀρὰς δ' ἐποιήσαντο μηδὲν εἰς πέρας αὐτῷ παρελθεῖν ὧν ὑπενόουν, καὶ πρὸς αὐτὸν ἔτι μᾶλλον ἀπεχθῶς ἔχοντες διετέλουν. Τῷ δ' ἐπ' αὐτῶν φθόνῳ προσφιλονεικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν· τὸν γὰρ ἥλιον ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησεν καὶ τί βούλεται σημαίνειν παρακαλῶν. ὁ δὲ ἡσθεὶς τῷ ὀνείρατι· τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις. εὐδαιμονίαν γὰρ τῷ παιδὶ κατήγγελλεν καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθ' ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης, τοῦ δὲ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος, εἰκάζων, τοὺς δὲ ἀστέρας τοῖς ἀδελφοῖς· καὶ τούτους ιαʹ εἶναι καθάπερ καὶ τοὺς ἀστέρας, ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας. Καὶ ὁ μὲν Ἰάκωβος τοιαύτην οὐκ ἀσυνέτως ἐποιήσατο τῆς ὄψεως τὴν κρίσιν, τοὺς δὲ ἀδελφοὺς τοῦ Ἰωσήπου σφόδρα ἐλύπησε τὰ εἰρημένα, καὶ διετέθησαν ὡς ἐπ' ἀλλοτρίῳ τινὶ μέλλοντι τὰ σημαινόμενα διὰ τῶν ὀνειράτων ἀγαθὰ ἥξειν, ἀλλ' οὐκ ἐπ' ἀδελφῷ, καὶ ὧν συναπολαύσειν αὐτῷ εἰκὸς ἦν, κοινωνοὺς ὡς τῆς γενέσεως οὕτω καὶ τῆς εὐδαιμονίας ἐσομένους· ἀνελεῖν τε ὡρμήκεσαν τὸ μειράκιον καὶ ταύτην κυρώσαντες τὴν βουλήν, ἐπεὶ τὰ τῆς συγκομιδῆς αὐτοῖς πέρας εἶχεν, ἐπὶ Σικίμων τραπέντες (χώρα δ' ἔστιν αὕτη βόσκειν ἀγαθὴ θρέμματα καὶ νομὰς ἐκτρέφειν) αὐτόθι τῶν ποιμνίων ἐπεμελοῦντο, μὴ προδηλώσαντες τῷ πατρὶ τὴν ἐκεῖσε ἄφιξιν. ὁ δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα. Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλ' οὐχ ὡς ἐπ' οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλ' ὡς ἐπ' ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν 1. 16 παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν. οὕτω δ' αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας ὁ πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν, ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπ' αὐτῷ μύσος, ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, ᾧ πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν, οὐ κατ' ἀνθρώπινον γινομένην νόμον, συγκατασπᾶται. τούτων δὴ οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένης ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσειν*, μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας, προελθόντας δὲ ἐπὶ τὸ ἔργον οὐκ ἔστιν ἣν οὐκ εἰσπράξονται τῆς ἀδελφοκτονίας δίκην, μείναντας* αὐτοῦ τὴν πανταχοῦ παροῦσαν πρόνοιαν καὶ μήτε τῶν ἐπ' ἐρημίαις πραττομένων ὑστεροῦσαν μήτε τῶν κατὰ πόλεις· ὅπου γὰρ ἄνθρωπος ᾖ, χρὴ δοκεῖν ἐνταῦθα παρεῖναι καὶ θεόν. τό τε συνειδὸς αὐτοὺς τὸ ἴδιον ἕξειν ἐχθρὸν ἐπὶ τοῖς τολμηθεῖσιν ἔλεγεν, ὃ μήτε τοῖς ἀγαθὸν αὐτὸ ἔχουσι μήτε τοιοῦτον ὁποῖον αὐτοῖς συνοικήσει τὸν ἀδελφὸν ἀνελοῦσιν ἔστιν ἀποδρᾶναι. προσετίθει δὲ καὶ ταῦτα τοῖς προειρημένοις, ὡς ἀδελφὸν οὐδὲ ἀδικήσαντα κτείνειν ὅσιον, καλὸν δὲ καὶ τὸ μὴ
q.9
μνησικακεῖν τοῖς οὕτω φίλοις ὑπὲρ ὧν ἁμαρτεῖν ἔδοξαν· Ἰώσηπον δὲ οὐδὲ πονηρὸν εἰς αὐτοὺς γεγενημένον διαφθείρουσιν, ᾧ τὸ τῆς ἡλικίας ἀσθενὲς ἔλεον μᾶλλον καὶ παρ' ὑμῶν αὐτῶν ἐρανίζεται κηδεμονίαν. ἥ τε αἰτία τῆς ἀναιρέσεως πολὺ χείρω τὴν πρᾶξιν αὐτῶν τίθησι, διὰ φθόνον τῶν τε ἐσομένων ἀγαθῶν αὐτῷ τοῦ ζῆν ἐξαγαγεῖν διεγνωκότων, ὧν τὸ ἴσον ἀπολαύσουσι κοινωνοῦντες αὐτῷ τῆς μετουσίας, οὐκ ἀλλοτρίων ὄντων ἀλλ' οἰκείων. ἴδια γὰρ ἦν αὐτῶν ὑπολαμβάνειν ὅσα ὁ θεὸς Ἰωσήπῳ δώσει· προσήκειν† οὖν τὴν ὀργὴν καὶ δι' αὐτὸν καλῶς ἔχειν χαλεπωτέραν ἔσεσθαι νομίζειν, εἰ τὸν ὑπ' αὐτοῦ κεκριμένον τῶν ἐλπιζομένων ἀγαθῶν ἄξιον ἀποκτείναντες ἀφαιρήσονται τὸν θεὸν ᾧ ταῦτα χαρίσηται. Καὶ ὁ μὲν Ῥουβῆλος ταῦτα λέγων καὶ πρὸς τούτοις ἔτι πλείω 1. 17 καὶ δεόμενος ἐπειρᾶτο τῆς ἀδελφοκτονίας αὐτοὺς ἀποτρέπειν· ἐπεὶ δ' οὐδὲν μετριωτέρους ὑπὸ τῶν λόγων ἑώρα γεγενημένους ἀλλὰ σπεύδοντας ἐπὶ τὴν ἀναίρεσιν, συνεβούλευε τὸ κακὸν αὐτοὺς ἐπιεικέστερον ποιῆσαι τῷ τρόπῳ τῆς ἀναιρέσεως. καὶ γὰρ ἀμυνομένοις* παρῄνεσε τὸ πρῶτον πεπεῖσθαι λέγων αὐτούς, ἐπεὶ δ' ἐκράτησαν ὥστε ἀνελεῖν τὸν ἀδελφόν, οὐκ ἔσεσθαι σφόδρα κακοὺς οἷς νῦν παραινεῖ πεισθέντας· ἐν γὰρ τούτοις εἶναι καὶ τὸ ἔργον ἐφ' ὃ σπεύδουσιν, οὐ μέντοι τοιοῦτον, ἀλλ' ὡς ἐν ἀπόροις κουφότερον. ἠξίου γὰρ αὐτοὺς αὐτόχειρας μὲν μὴ γενέσθαι τἀδελφοῦ, ῥίψαντας δὲ εἰς τὸν παρακείμενον λάκκον οὕτως ἀποθανεῖν ἐᾶσαι καὶ τό γε μὴ μιανθῆναι τὰς χεῖρας αὐτῶν κερδαίνειν. συναινεσάντων δὲ τούτοις τῶν νεανίσκων, παραλαβὼν Ῥουβῆλος τὸ μειράκιον καὶ καλωδίου ἐκδήσας ἠρέμα καθίμησεν εἰς τὸν λάκκον· καὶ γὰρ ἱκανῶς ἄνυδρος ἦν. καὶ ὁ μὲν τοῦτο ποιήσας ἀπαλλάσσεται κατὰ ζήτησιν χωρίων πρὸς νομὰς ἐπιτηδείων. Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων, ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς, μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευσεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν· ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον κἂν τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν, ἑπτακαίδεκα ἐτῶν γεγονότα. Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει· καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσεν, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ, κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων, παύεται τοῦ πένθους Ῥουβῆλος. Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν. καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώσηπος*** (περιῃρήκεσαν δὲ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον) ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρ 1. 18 μένος. καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτ' ἰδεῖν οὔθ' ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον· ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴ γε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη. Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δ' αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών (καὶ γὰρ ἐγνώρισεν ὡς ἐκεῖνον αὐτὸν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς), ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτως διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν. καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾷον* γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν. Ἰώσηπον δὲ πωλούμενον
q.10
ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πεντεφρής, ἀνὴρ Αἰγύπτιος, ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως, εἶχεν ἐν ἁπάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευεν καὶ διαίτῃ χρήσασθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν. ἐγχειρίζει τε τὴν κατ' οἶκον πρόνοιαν. ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδ' ὑπὸ τῆς μεταβολῆς ἐγκαταλέλοιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον. Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν, εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι, καὶ πρὸς τὸ σχῆμα τῆς τε δουλείας ἀλλ' οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα, τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν, οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν· ἀλλὰ κρατεῖ 1. 19 τε τοῦ πάθους κἀκείνην παρακαλεῖ, τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος· σταλήσεσθαι γάρ τε αὐτῇ μὴ παρούσης ἐλπίδος· αὐτός τε πάντα μᾶλλον ὑπομένειν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν ε᾿̣ ν̣ αντίον οὐδέν, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν. τῇ δ' ἔτι μᾶλλον ἐπέτεινε τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν, καὶ δεινῶς ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο κα̣ τεργάσασθαι. Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθ' ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶν φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα, θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου. καὶ γενομένης αὐτῇ ταύτης λιπαρωτέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους, ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲν ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλουμένης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφ' οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατ' αὐτὴν ἀξιώματος ταπεινοτέραν* γενέσθαι, φρονήσει τε καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται. εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι· εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν. προσδοκᾶν τε τὴν τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι, καὶ μειζόνων ἀπολαύειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρ' αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίζεσθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπιπροσθέμενον*. οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν, τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί· προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πεντεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται. Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης, οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτε ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε δείσας παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν, χαρισάμενος ἐφ' οἷς ἂν αὑτῷ συνῄδει δικαίως ἀπολουμένῳ. γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄν 1. 20 δρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ τῇ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆσδε μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπ' ὀδύνῃ γενησομένην, οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων, καὶ φόβον τοῦ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ, τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον. καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς ἀνθρώπους, ὡς αὐτοῦ δεσπόσει
q.11
μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσηται πρὸς αὐτόν, ἀλλ' οὐ συνεξαμαρτάνοντος αἰδοῖ. πολὺ δὲ κρεῖττον εἶναι θαρσεῖν ἐπὶ γινομένοις* τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ. Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπισχεῖν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν. ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τοῦ πείθειν ἤθελεν. ὡς δὲ ἐξέφυγεν ὑπὸ ὀργῆς Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον (κατεχούσης αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου), περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πεντεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανευμένη, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο. καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη, τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετ' ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας Ἰωσήπου κατήρξατο, καί" τεθναίης" εἶπεν," ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν ἐθελήσαντα κόλασον, ὃς οὔθ' οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθ' ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλ' ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτα ἐν ἑορτῇ, τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον, διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν. τοιοῦτον δ' ἄρα τὸ παρ' ἀξίαν αὐτὸν καὶ παρ' ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον, ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων οἰκετῶν προτιμηθῆναι, τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός." 2 παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, 1. 21 ὡς ὅτ' ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πεντεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθ' οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων, ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, δοὺς δὲ σωφρονεῖν τῇ γυναικί, πονηρὸν δὲ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει, κοσμιότητα καὶ σωφρονεῖν αὐτῇ μαρτυρῶν. Ἰώσηπος μὲν ἅπαντα ἐπὶ θεῷ ποιησάμενος τὰ περὶ αὑτὸν οὔδ' εἰς ἀπολογίαν οὔδ' ἐπ' ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν, ἀμείνονα ἔσεσθαι τὸν† δεδωκότα θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θέον· οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν. ὁ γὰρ δεσμοφύλαξ τὴν ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τ̣ ε̣ τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον ἐποίει, διαίτῃ δὲ χρήσασθαι κρείττονι δεσμωτ̣ ω῀̣ ν̣ ε᾿̣ πέτρ̣ ε̣ πεν. τῶν δὲ ε᾿̣ ν τοῖς αὐτοῖς ὄντων, ὁπότε παύσαιντο τῆς περ̣ ι`̣ τ̣ α`̣ ἐ´̣ ρ̣ γα ταλαιπωρίας, εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομ̣ ε´̣ νων καὶ παρ' ἀλλήλων τὰς αἰτίας ἐφ' αἷς κατακριθεῖεν ἀναπυνθανομένων, οἰν̣ ο̣ χόος τοῦ βασιλέως, καὶ σφόδρα αὐτῷ τιμώμενος, κατ' ὀργ̣ ὴν δ̣ ε̣ δεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τ̣ α`̣ ς̣ π̣ ε´̣ δ̣ α̣ ς̣ συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο, καὶ (συνέσει γὰρ αὐτὸν ἐδόκει προύχειν) ὄναρ ἰδὼν ἐξέθετο, παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν. Ἔλεγε δ' οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυας ἐξ ἑκάστου ἀποκρέμασθαι, μεγάλους ἤδη καὶ πρὸς τρυγητὸν ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως. τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δ', εἴ τι μεμοίραται συνέσεως, φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. ὁ δὲ θαρρεῖν τε 1. 22 παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν, τοῦ βασιλέως
q.12
ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανήξοντος.* καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπ' ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας, τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαίρων τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων." τοῦτον οὖν φῆσαι* ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσεσθαι* τὸν βασιλέα. καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους. μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθὰ καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις, πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλ' ἀρετῆς ἐπιμελούμενοι ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν, οὐδὲ μετ' οἰκείας ἡδονῆς τὸν ταῦθ' ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες." τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν. Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου τὴν ἀπόφασιν, εὔελπις ὤν (καὶ γὰρ αὐτὸς ὄναρ ἦν τεθεαμένος) ἠξίωσε τὸν Ἰώσηπον φράσαι τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα. ἦν δὲ τοιαῦτα." τρία" φησί" κανᾶ φέρειν ἐπὶ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων, οἷα βασιλεῦσι σκευάζεται. καταπταμένους δ' οἰωνοὺς ἅπαντα δαπανῆσαι, μηδένα λόγον αὐτοῦ ποιουμένους ὑποσοβοῦντος." 2 καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα, ὁ δὲ Ἰώσηπος συμβαλὼν τοῖς λογισμοῖς τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετ' ἂν ἀγαθῶν ἑρμηνευτὴς ὢν αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, 1. 23 λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν ἔχειν αὐτὸν ἡμέρας (τὰ γὰρ κανᾶ τοῦτο σημαίνει), τῇ τρίτῃ δ' αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς, οὐδὲν ἀμύνειν ἑαυτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθεικὼς* ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσεν, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν. Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μηδένα τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος. Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος βʹ καὶ μετ' αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἐμνημόνευσεν*, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος ἐπὶ τοῖς ἑωραμένοις (καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτα αὐτῷ) καὶ συνεκάλει μεθ' ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους, χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν. ἀπορούντων δ' ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως, καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν, κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος. δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πεντεφρῆος τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον· λέγει δὲ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης." τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα." κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν, τὸν μὲν ἥκουσιν ἄγοντες† τὸ κεκελευσμένον, μὴ μελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος" ὦ νεανία" φησί," (σὺ γάρ μοι νῦν ἄριστος καὶ σύνεσιν ἱκανώτατος
q.13
ὑπὸ οἰκέτου τοῦ ἐμοῦ μεμαρτύρησαι) τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μεταδέδωκας, 1. 24 ἀξίωσον κἀμέ, φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσιν. βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ. ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας, ζʹ τὸν ἀριθμόν, ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι, λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο, χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι. μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου τεταραγμένος καὶ τί ποτ' εἴη τὸ φάντασμα παρ' ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει. στάχυας ζʹ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἀμητὸν ὥρας καὶ τούτοις ἑτέρους ζʹ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρεῖχον." Ἰώσηπος δὲ ὑπολαβών" ὄνειρος μὲν οὗτος" εἶπεν," ὦ βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν σημαινομένων. τό τε γὰρ τὰς βοῦς ἰδεῖν, ζῷον ἐπ' ἀρότρῳ πονεῖν γεγενημένον, ὑπὸ τῶν χειρόνων κατεσθιομένας, καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονήσασιν, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς μετὰ τοσοῦτον ἀριθμὸν ἐτῶν ἀφορίας ὑπαναλωθῆναι. γένηται* δ' ἡ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος· σημεῖον δέ· αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. ὁ μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλ' ὅπως προεγνωκότες κουφοτέρας ποιῶνται συνέσει τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τὰ ἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν." Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν 1. 25 ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας, ὑπετίθετο καὶ συνεβούλευεν φειδὼ ποιεῖσθαι τῶν ἀγαθῶν καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις*** λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν, τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα. Φαραώθης δὲ ἀμφοτέρων θαυμάσας Ἰώσηπον, τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας, αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν ἃ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι. ὁ δέ, ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης, σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύεσθαι, διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφ' ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν, τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφ' ἧς ταῦτα ἔπραττεν. Τριακοστὸν δὲ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει, καὶ τιμῆς ἁπάσης ἀπέλαυε παρὰ τοῦ βασιλέως, καὶ προσηγόρευεν αὐτὸν Ψονθοφάνηχον, ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ τε καὶ γάμον ἀξιολογώτατον. Τῆς δὲ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ζʹ διαγούσης, ὁ λιμὸς ἥπτετο τῷ ηʹ ἔτει, καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπ' αὐτοῦ πάντες ἐπὶ τὰς τοῦ βασιλέως θύρας συνέρρεον. ὁ δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο, γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους. καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προυτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν, πάντας ἀνθρώπους κατὰ
q.14
συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων. Πέμπει δὲ καὶ Ἰάκωβος, τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης (πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν), τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον, πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις. μόνον δὲ κατέσχεν Βενιαμεῖν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα, ὁμομήτριον δὲ τῷ Ἰωσήπῳ. οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνέτυχον τῷ Ἰωσήπῳ, χρῄζοντες ἀγοράσαι· 1. 26 οὐδὲν γὰρ ἦν ὃ μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου· καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγένετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν. ὁ δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἐνηλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδὲ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς† δυναμένοις, ἐπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων. τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν· οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τῆς τοιαύτης παιδοτροφίας. ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτ' ἔπραττεν, μαθεῖν τε βουλόμενος τὰ περὶ Βενιαμεῖν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους. Οἱ δ' ἦσαν ἐν ταραχῇ καὶ φόβῳ καὶ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες καταστάντες τε πρὸς αἰτίας ἀπελογοῦντο, Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν." ἡμεῖς γάρ" εἶπεν" οὐ κατ' ἀδικίαν δεῦρ' ἤλθομεν, οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ χρῄζοντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνον τοῖς αὐτῶν ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι, πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας. ὅτι δ' ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν δὲ* καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δ' ἔστιν ἡμῖν Ἰάκωβος, ἀνὴρ Ἑβραῖος, ᾧ γενόμεθα* ιβʹ παῖδες ἐκ γυναικῶν τεσσάρων. ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες· ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν. ὅ τε γὰρ πατὴρ μακρὸν ἐπ' αὐτῷ πένθος ἦρκται, καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν. ἥκομέν τε νῦν ἐπ' ἀγορὰν σίτου, τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖν τῷ 1. 27 νεωτάτῳ ἀδελφῷ πεπιστευκότες. δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν εἴ τι ψευδές ἐστιν τῶν λεγομένων." Καὶ Ῥουβῆλος μὲν τοιούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπονπερὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι· ὁ δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα, τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλεν, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς" ἐπεί" φησί" διισχυρίζεσθε μήτ' ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτ' ἄν με ταῦθ' οὕτως ἔχειν, εἰ καταλείποιτε μὲν ἐξ αὑτῶν ἕνα παρ' ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τόν τε σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμέ, τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατέ, μεθ' ἑαυτῶν ἄγοντες· τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας." οἱ δ' ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατ' ἐκείνου βουληθέντα* τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν. Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται, φέρειν δὲ αὐτοὺς πᾶν ὅ τι καὶ πάθοιεν, κατ' ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ,
q.15
καρτερῶς ἠξίου. ταῦτα δ' ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώττης τῆς αὐτῶν συνιέναι· κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὐκ† αὐτῶν ταῦτα ψηφισαμένων, ἐφ' οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι. βλέπων δ' οὕτως ἀμηχανοῦντας αὐτοὺς ὁ Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτεν καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι κατάδηλος ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς. καὶ Συμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορασίας τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τὸν ὑπηρέτην ἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντα ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν. Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως, καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ιαʹ οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, 1. 28 ὡς καταλείποιέν τε Συμεῶνα παρὰ τῷ στρατηγῷ, μέχρι Βενιαμεῖς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτῷ τῶν εἰρημένων παρ' αὐτῶν γένηται· ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν Βενιαμεῖν. Ἰακώβῳ δὲ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων καὶ πρὸς τὴν Συμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων θάνατον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμεῖν. καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵν' εἴ τι πάθοιεν Βενιαμεῖς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις· οἱ δὲ ἠπόρουν ἐπὶ τοῖς κακοῖς, καὶ μᾶλλον αὐτοὺς ἐτάραττεν τὸ ἀργύριον σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν. τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπ' αὐτῶν ἐπιλείποντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου, βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκεν τὸν Βενιαμεῖν μετὰ τῶν ἀδελφῶν· οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἐλθεῖν μὴ μετὰ τῶν ἐπηγγελμένων ἀπερχομένοις. καὶ τοῦ πάθους οὖν χείρονος καθ' ἑκάστην ἡμέραν γινομένου, καὶ τῶν υἱῶν δεομένων, οὐκ εἶχεν ὅ τι χρήσαιτο τοῖς παροῦσιν. Ἰούδα δέ, τολμηροῦ τἄλλα τὴν φύσιν ἀνδρός, χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ οὐ* περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ δι' ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφὸν ᾧ μὴ παρέσται ὁ θεός, τούτῳ δὲ συμβήσεσθαι πάντως καὶ παρ' αὐτῷ μένοντι, φανερὰν δὲ οὕτως ἀπώλειαν αὐτῶν μὴ καταδικάζειν, μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδός, φροντίζειν δὲ καὶ τῆς Συμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμεῖν ἀποδημίας ἐκεῖνος ἀπόληται, πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανήξαντος* αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψαντος* ἅμα ἐκείνῳ τὸν βίον, πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμεῖν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γινομένων τό τε τῆς βαλάνου μύρον καὶ στακτῆς* τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δ' ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα, κἀκείνων αὐτῶν· ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δέ, εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν 1. 29 ὑπὸ τῆς ἐπ' αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δ' αὐτοῖς ἠνύσθη τὸ πένθος. καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμεινεν, οἱ δὲ ἐχώρουν τὴν ἐπ' Αἴγυπτον, μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι. Ὡς δ' ἦλθον εἰς Αἴγυπτον, κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττεν, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἔγκλημα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες· καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο, κατ' οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σακκίοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό. τοῦ δὲ μηδ' ὅ τι λέγουσιν εἰδέναι φήσαντος, ἀνείθησαν τοῦ δέους. λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς. ἐλθόντος δ' ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως, τά τε δῶρα παρήγαγον αὐτῷ
q.16
καὶ πυθομένῳ περὶ τοῦ πατρὸς ἔλεγον ὅτι καταλάβομεν αὐτὸν ἐρρωμένον. ὁ δὲ μαθὼν περιόντα τὸν Βενιαμεῖν, εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς εἴη (καὶ γὰρ ἦν αὐτὸς* ἑωρακώς) ἀνέκρινεν. τῶν δὲ φησάντων θεὸν μὲν ἐπὶ πᾶσιν εἶπεν εἶναι προστάτην, ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο, μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς. ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει, καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί, πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμεῖν ἐτίμα. Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τὸν ταμίαν τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ Βενιαμεῖν φορτίον καὶ σκύφον ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βάλλοντα καταλιπεῖν. ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθοῦσι τῷ Βενιαμεῖν κλοπῆς ἐναγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες, ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες, ἀπίασι πρὸς τὸν πατέρα. ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐπεσταλμένα, μεθ' ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν, ἀπειληφότες τὸν Συμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες, ἐπί τε τούτῳ κἀπὶ τῷ τὸν Βενιαμεῖν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δ' αὐτοὺς ἱππεῖς, ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμεῖν φορτίῳ τὸν σκύφον. ταραχθέντας δ' ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους, δι' 1. 30 ἣν ἐπ' ἄνδρας ἐληλύθασιν οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν, οἳ μηδ' αὐτὸ τοῦτο, τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τοῦ Ἰωσήπου, διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δέ, ᾧ φιλοτησίας αὐτοῖς προύπινεν, ἀράμενοι φέροιεν, κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν, εἰ φωραθεῖεν, κίνδυνον ἐν δευτέρῳ θέμενοι. τιμωρίαν τε οὖν αὐτοῖς ὑφέξειν ἠπείλουν, οὐ λαθόντας τὸν θεὸν οὐδ' ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον· πυνθάνεσθαι† τε νῦν τί παροινοῦντες εἴημεν, ὡς οὐκ εἰδότες· γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων εἰς αὐτοὺς λέγων ὁ οἰκέτης ἐνύβριζεν. οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν δὲ οἰκέτην ἐθαύμαζον, τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλὰ ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν· τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι. τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι, κἂν ὑφῃρημένος εὑρεθῇ τις, ἅπαντας κολάζειν. οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. οἱ δὲ τὴν ἔρευναν μὲν ἠξίωσαν ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκον εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιῆσθαι. τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμεῖν ἧκον, οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλ' ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. οἱ μὲν οὖν ἄλλοι τοῦ καθ' αὑτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμεῖν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δ' ὡς οὐδ' ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης, ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίζοντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. ὡς δὲ τὸ τοῦ Βενιαμεῖν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον, εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὑτούς τε διαψευσαμένους τὸν πατέρα περὶ τῆς Βενιαμεῖν σωτηρίας. ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι. τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ 1. 31 πατρὸς ἐπ' αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον, βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι. Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμεῖν ἦγον πρὸς τὸν
q.17
Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων· ὁ δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ τοὺς δὲ πενθίμοις σχήμασιν," τί δή" φησίν," ὦ κάκιστοι, φρονήσαντες ἢ περὶ τῆς ἐμῆς φιλανθρωπίας ἢ περὶ τοῦ θεοῦ τῆς προνοίας τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;" τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ ὑβρίζεσθαι* Βενιαμεῖν καὶ πάλιν ἀναμιμνησκομένων*** κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν, ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν, ὅτι τῆς παρὰ τοῦ θεοῦ κατ' αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δ' αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ, ἣν ἐπ' ἐκείνῳ μέχρι νῦν ἔχει, καὶ τὴν ἐπὶ Βενιαμεῖν προσθήσουσι, πολὺς δ' ἦν κἀνταῦθα ὁ Ῥουβῆλος αὐτῶν καθαπτόμενος. Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος (οὐδὲν γὰρ αὐτοὺς ἀδικεῖν), ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος (οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ), βαδίζουσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου, τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβεν καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ ὁ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἄλλα δραστήριος ὢν ἀνήρ, ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβαλέσθαι, καὶ" δεινὰ μέν" εἶπεν," ὦ στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ πάντων ἡμῶν ἀλλ' ἑνὸς τοῦ νεωτάτου γέγονεν· ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν δι' αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος, ἐγγυωμένη τὴν τοῦ κινδύνου φυγήν. καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἄλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν, οὐκ ἐπὶ τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπ' αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδ' αὐτοὺς ὡς ἰδίας ἔτι σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας. καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν παρέξεις αὐτήν, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω, δοὺς 1. 32 ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ λιμοῦ διαφθαρῆναι περιέσωσεν. διαφέρει δ' οὐδὲν ἢ μὴ περιιδεῖν ἀπολλυμένους ὑπ' ἐνδείας τῶν ἀναγκαίων, ἢ μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, ἡ δ' αὐτὴ χάρις, ἄλλῳ μέντοι τρόπῳ διδομένη. σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σεαυτοῦ δωρεαῖς. ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν δι' ὧν αὗται μένουσιν ἀπορουμένοις. οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατ' ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκῇς. ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι καὶ τοὺς ὑπὲρ τῶν εἰς αὑτὸν τετολμημένων δίκην ὀφείλοντας. εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσιν, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη. καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν, ὃς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπου† τελευτῆς ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθ' ἡμᾶς ἕνεκα περὶ σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι, καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντας*, παρείχομεν ἂν αὑτοὺς πεισομένους ὅ τι καὶ θελήσειας. νῦν δέ, οὐ γὰρ ἑαυτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου, ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς ἑαυτῶν, ἅς σοι τὸ ἡμέτερον
q.18
κακούργημα πρὸς τιμωρίαν παρέδωκεν· ὃς οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν, ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν ὑπομενεῖ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλιπεῖν, καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς ὀφήσεται* διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθ' ἡμᾶς, σπεύσαν 1. 33 τος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν. γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ ἡ κακία σε παροξύνει νῦν ἡ ἡμετέρα, τὸ κατ' αὐτῆς δίκαιον χάρισαι τῷ πατρί, καὶ δυνηθήτω πλέον ὁ πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας· καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δ' ἐπ' αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸν τοῦ ὀνόματος εὐσεβεῖν δόξεις, τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφ' οἷς πείσεται τῶν παίδων στερούμενος. σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεός, ταῦτ' ἔχοντα ἐξουσίαν ἀφελέσθαι, δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι. τῆς γὰρ ἐπ' ἀμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολαύειν* τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδ' ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δ' ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει, μᾶλλον αὐτὰ φαίνεσθαι διδόντας*. σὺ δὲ πάντας ἡμᾶς σώσεις, τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν. οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλ' ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου. καὶ τοσούτου δεησόμεθα, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν, συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας. οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος ἑαυτοὺς ἀνελεῖν, ἀλλοίως* ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν. καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτεν καὶ μήπω τῷ φρονεῖν ἐνηρεισμένος* καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύσομαι περαιτέρω λέγειν, ἵν' εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃς* βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, εἰ δ' ἀπολύεις, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς, ἀλλὰ καὶ ὧν δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος, καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας. εἴτ' οὖν κτείνειν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων, ὡς ὁρᾷς, πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων." Ἰούδας μὲν οὖν πάνθ' ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων 1. 34 ῥιπτεῖ πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειν ἀγωνιζόμενος. Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις ἑαυτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον ἑαυτὸν τοῖς ἀδελφοῖς καὶ φησί" τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ εὐνοίας τῆς πρὸς τὸν ἀδελφὸν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμοῦ βεβουλευμένων εὑρίσκω, ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας. φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ τε βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν εἰς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ. πατρός τε οὖν σωτηρίαν ἐγνωκὼς οὐδ' ἐλπισθεῖσαν καὶ τοιούτους ὑμᾶς ὁρῶν περὶ τὸν ἀδελφὸν οὐδ' ὧν εἰς ἐμὲ δοκεῖτε ἁμαρτεῖν μνημονεύω, παύσομαι δὲ τῆς ἐπ' αὐτοῖς μισοπονηρίας καὶ ὡς συναιτίοις τῶν τῷ θεῷ βεβουλευμένων εἰς τὰ παρόντα χάριν ὁμολογῶ, ὑμᾶς τε βούλομαι καὶ αὐτοὺς λήθην ἐκείνων λαβόντας ἥδεσθαι μᾶλλον,
q.19
τῆς τε ἀβουλίας εἰς τοιοῦτον ἐλθούσης τέλος, ἢ δυσφορεῖν αἰσχυνομένους ἐπὶ τοῖς ἡμαρτημένοις. μὴ οὖν δόξῃ λυπεῖν ὑμᾶς τὸ κατ' ἐμοῦ ψῆφον ἐνεγκεῖν πονηρὰν καὶ ἡ ἐπ' αὐτῇ μετάνοια, τῷ γε μὴ προχωρῆσαι τὰ βεβουλευμένα. χαίροντες οὖν ἐπὶ τοῖς ἐκ θεοῦ γεγενημένοις ἄπιτε, ταῦτα δηλώσοντες τῷ πατρί, μὴ καὶ ταῖς ὑπὲρ ὑμῶν φροντίσιν ἀναλωθεὶς ζημιώσῃ μου τὸ κάλλιστον τῆς εὐδαιμονίας, πρὶν εἰς ὄψιν ἐλθεῖν τὴν ἐμὴν καὶ μεταλαβεῖν τῶν παρόντων ἀγαθῶν ἀποθανών. αὐτὸν δὲ τοῦτον καὶ γυναῖκας ὑμετέρας καὶ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν ὑμῶν ἀναλαβόντες ἐνθάδε μετοικίζεσθε· οὐ γὰρ ἀποδήμους εἶναι δεῖ τῶν ἀγαθῶν τῶν ἡμετέρων τοὺς ἐμοὶ φιλτάτους, ἄλλως τε καὶ τοῦ λιμοῦ λοιπὴν ἔτι πενταετίαν ὑπομένοντος." ταῦτ' εἰπὼν ὁ Ἰώσηπος περιβάλλει τοὺς ἀδελφούς. οἱ δ' ἐν δάκρυσιν ἦσαν καὶ λύπῃ τῶν ἐπ' αὐτῷ βεβουλευμένων, τιμωρίας τ' οὐδὲν αὐτοῖς ἀπολιπεῖν ἐδόκει τὸ εὔγνωμον τἀδελφοῦ. καὶ τότε μὲν ἦσαν ἐν εὐωχίᾳ, βασιλεὺς δὲ ἀκούσας ἥκοντας πρὸς Ἰώσηπον τοὺς ἀδελφοὺς ἥσθη τε μεγάλως καὶ ὡς ἐπ' οἰκείῳ διατεθεὶς ἀγαθῷ παρεῖχεν αὐτοῖς ἁμάξας σίτου πλήρεις καὶ χρυσὸν καὶ ἄργυρον ἀποκομίζειν τῷ πατρί. λαβόντες 1. 35 δὲ πλείω παρὰ τἀδελφοῦ, τὰ μὲν τῷ πατρὶ φέρειν τὰ δ' αὐτοὶ δωρεὰς ἔχειν ἕκαστος ἰδίας, πλειόνων ἠξιωμένου Βενιαμεῖν παρ' αὐτούς, ἀπῄεσαν. Ὡς δὲ ἀφικομένων τῶν παίδων Ἰάκωβος τὰ περὶ τὸν Ἰώσηπον ἔμαθεν, ὅτι μὴ μόνον εἴη τὸν θάνατον διαπεφευγὼς ἐφ' ᾧ πενθῶν διῆγεν, ἀλλὰ καὶ ζῇ καὶ μετὰ λαμπρᾶς εὐδαιμονίας, βασιλεῖ συνδιέπων τὴν Αἴγυπτον καὶ τὴν ἅπασαν σχεδὸν ἐγκεχειρισμένος αὐτῆς ἐπιμέλειαν, ἄπιστον μὲν οὐδὲν ἐδόκει τῶν ἠγγελμένων, λογιζόμενος τοῦ θεοῦ τὴν μεγαλουργίαν καὶ τὴν πρὸς αὐτὸν εὔνοιαν, εἰ καὶ τῷ μεταξὺ χρόνῳ διέλειπεν, ὥρμητο δ' εὐθὺς πρὸς τὸν Ἰώσηπον. Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ, θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μηκέτι* εἰς τὴν Χαναναίαν οἱ ἔκγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς ὁ θεὸς ἦν ὑπεσχημένος, ἅμα τε μὴ δίχα θεοῦ βουλήσεως γενομένης τῆς εἰς Αἴγυπτον ἀφόδου διαφθαρῇ τὸ γένος αὐτοῦ, πρὸς δὲ τούτοις δεδιώς, μὴ προεξέλθῃ τοῦ βίου πρὶν εἰς ὄψιν Ἰωσήπου παραγενέσθαι, καταφέρεται τρέφων τοῦτον τὸν λογισμὸν εἰς ὕπνον. Ἐπιστὰς δὲ ὁ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν" ἀλλ' οὐ δίκαιον" εἶπεν" Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι, τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετ' αὐτοὺς σοὶ γενόμενον. στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ σοῦ πατρὸς ταύτην ἐγὼ παρεῖχον, καὶ κατ' ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας. παρέμεινέ τέ σοι γενεὰ πᾶσα τῇ ἐμῇ προνοίᾳ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον, τοῦτον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα. ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίῳ σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐκγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι." Τούτῳ θαρσήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ πᾶσι τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δ' οἱ πάντες οʹ. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμασα, καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν· ἵνα μέντοι παραστήσω τοῖς 1. 36 οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλ' Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν ιβʹ· τούτων Ἰώσηπος ἤδη προαφίκετο, καὶ οἱ λοιποὶ ἀφείθησαν διὰ τὸ ὀχληρόν. Μαθὼν δὲ Ἰώσηπος παραγενόμενον τὸν πατέρα (καὶ γὰρ προλαβὼν Ἰούδας ὁ ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν) ὑπαντησόμενος ἔξεισι καὶ καθ' Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. ὁ δ' ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλειπεν· ἀλλ' ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος, οὐδ' αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφ' ἡδονῆς,
q.20
οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους. ἔπειτα τὸν μὲν ἠρέμα κελεύσας ὁδεύειν, αὐτὸς παραλαβὼν εʹ τῶν ἀδελφῶν ἐπείγετο πρὸς τὸν βασιλέα, φράσων αὐτῷ παραγενόμενον μετὰ τοῦ γένους τὸν Ἰάκωβον. ὁ δὲ τοῦτο χαίρων ἤκουσε καὶ τὸν Ἰώσηπον ἐκέλευεν αὐτῷ λέγειν, τίνι βίῳ τερπόμενοι διατελοῦσιν, ὡς αὐτοῖς τοῦτον ἐπιτρέψειεν διάγειν. ὁ δὲ ποιμένας αὐτοὺς ἀγαθοὺς ἔλεγεν. καὶ μηδενὶ τῶν ἄλλων ἢ τούτῳ μόνον προσανέχειν, τοῦ τε μὴ διεζευγμένους ἀλλ' ἐν ταὐτῷ τυγχάνοντας ἐπιμελεῖσθαι τοῦ πατρὸς προνοούμενος τοῦ τε τοῖς Αἰγυπτίοις εἶναι προσφιλεῖς, μηδὲν πράττοντας τῶν αὐτῶν ἐκείνοις· Αἰγυπτίοις γὰρ ἀπειρημένον ἦν περὶ νομὰς ἀναστρέφεσθαι. Τοῦ δὲ Ἰακώβου παραγενομένου πρὸς τὸν βασιλέα καὶ ἀσπαζομένου τε καὶ κατευχομένου περὶ τῆς βασιλείας αὐτῷ, ὁ βασιλεὺς ἐπυνθάνετο, πόσον ἤδη βεβιωκὼς εἴη χρόνον. τοῦ δ' ἑκατὸν ἔτη καὶ λʹ γεγονέναι φήσαντος, ἐθαύμασε τοῦ μήκους τῆς ζωῆς τὸν Ἰάκωβον. εἰπόντος δ' ὡς ἥττονα τῶν προγόνων εἴη βεβιωκὼς ἔτη, συνεχώρησεν αὐτῷ ζῆν μετὰ τῶν τέκνων ἐν Ἡλιουπόλει· ἐν ἐκείνῃ γὰρ καὶ οἱ ποιμένες αὐτοῦ τὰς νομὰς εἶχον. Ὁ δὲ λιμὸς τοῖς Αἰγυπτίοις ἐπετείνετο, καὶ τὸ δεινὸν ἀπορώτερον ἔτι καὶ μᾶλλον αὐτοῖς ἐγίνετο, μήτε τοῦ ποταμοῦ τὴν γῆν ἐπάρδοντος (οὐ γὰρ ηὖξεν) μήτε ὕοντος τοῦ θεοῦ, πρόνοιάν τε μηδεμίαν αὐτῶν ὑπ' ἀγνοίας πεποιημένων, καὶ τοῦ Ἰωσήπου τὸν σῖτον ἐπὶ χρήμασιν αὐτοῖς διδόντος. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΟΙΚΙΣΜΩΝ. 10. Ὅτι Ἰωσὴφ θαυμάσιος τὴν ἀρετὴν ἐγένετο, πάντα λογισμῷ 1. 37 διοικῶν καὶ τὴν ἐξουσίαν ταμιευόμενος. ὃ δὴ καὶ τῆς τοιαύτης εὐδαιμονίας αἴτιον αὐτῷ παρὰ τοῖς Αἰγυπτίοις ἀλλαχόθεν ἥκοντι καὶ μετὰ τοιαύτης κοινοπραγίας ὑπῆρχεν. 11. Ὅτι τοῖς Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκερδίαν συνέβη δεινῶς πρὸς τοὺς Ἐβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας. ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ δι' ἀρετὴν καὶ πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, καθ' αὑτῶν αὔξεσθαι τούτους ὑπελάμβανον. ὧν τ' ἦσαν εὖ ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες, καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας, δεινῶς ἐνυβρίζοντες τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πολλὰς αὐτοῖς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἕως ἐκείνων ἐπεκβαίνοντα. πυραμίδας τε ἀνοικοδομοῦντες ἐξέτρυχον ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις. καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον ἐπ' αὐταῖς διήνυσαν ταῖς ταλαιπωρίαις· ἀντεφιλονείκουν γάρ, οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας ἐθέλοντες, οἱ δὲ ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων. Ἐν τούτοις δ' ὄντων αὐτῶν τοῖς πράγμασιν αἰτία τοῦ μᾶλλον σπουδάσαι περὶ τὸν ἀφανισμὸν τοῦ γένους ἡμῶν τοὺς Αἰγυπτίους προσεγένετο τοιαύτη. τῶν ἱερογραμματέων τις (καὶ γάρ εἰσιν δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν) ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν τῶν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. δείσας δὲ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τε τὰς ὠδῖνας τῶν Ἐβραίων γυναικῶν καὶ τοὺς τοκετοὺς αὐτῶν παρατηρεῖν τὰς Αἰγυπτίων μαίας· ὑπὸ γὰρ τούτων ἐκέλευεν αὐτὰς μαιοῦσθαι διὰ συγγένειαν· τοὺς μέντοι καταφρονήσαντας τοῦ προστάγματος καὶ σώζειν λάθρᾳ τολμήσαντας τὸ τεχθέν, τούτους ἀναιρεῖσθαι σὺν τῇ γενεᾷ προσέταξεν. 1. 38 δεινὸν οὖν τοῖς ὑπομένουσι τὸ πάθος, οὐ καθὸ παίδων ἀπεστεροῦντο καὶ γονεῖς ὄντες αὐτοὶ πρὸς τὴν ἀπώλειαν ὑπούργουν τῶν γεννωμένων, ἀλλὰ καὶ ἡ ἐπίνοια τῆς τοῦ γένους αὐτῶν ἐπιλείψεως, φθειρομένων
q.21
μὲν τῶν τικτομένων, αὐτῶν δὲ διαλυθησομένων, χαλεπὴν αὐτοῖς καὶ δυσπαραμύθητον ἐποίει τὴν συμφοράν. καὶ οἱ μὲν ἦσαν ἐν τούτῳ τῷ κακῷ· κρατήσειε δ' ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης, οὐδὲ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος. ὅ τε γὰρ παῖς, ὃν προεῖπεν ὁ ἱερογραμματεύς, τρέφεται λαθὼν τὴν τοῦ βασιλέως φυλακήν, καὶ ἀληθὴς ἐπὶ τοῖς ἐξ αὐτοῦ γενηθησομένοις ὁ προειπὼν εὑρέθη. γίνεται δὲ οὕτως. Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἐβραίοις, ὃς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐφ' αὑτῷ φέρων (ἐκύει γὰρ αὐτῷ τὸ γύναιον) ἐν ἀμηχάνοις ἦν, πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται, παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τε ἀπαλλαγὴν αὐτοῖς ὧν παρ' ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπ' ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. ὁ δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ ταύτης ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτο πλῆθος αὐτοὺς ἐξ ὀλίγων· καὶ Ἅβραμον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τ' ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον, ἐπεὶ* κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας." ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν" φησί" συμμαχίαν ἠνδραγάθησεν, κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ† διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθ' ἧς ἐβίωσε καὶ πᾶσι τοῖς αὑτοῦ κατέλειπεν· οὗ μετὰ οʹ τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου, ὑπὲρ ξʹ που μυριάδες ἤδη γεγονότες.* νῦν δέ με τοῦ κοινῇ συμφέροντος ὑμῶν ἴστε προνοούμενον καὶ τῆς σῆς εὐκλείας. ὁ παῖς γὰρ οὗτος, οὗ τὴν γέννησιν Αἰγύπτιοι δεδιότες κατέκριναν ἀπολλύναι τὰ ἐξ Ἰσραηλιτῶν τικτόμενα, σὸς ἔσται. καὶ λήσεται μὲν τοὺς ἐπ' ὀλέθρῳ παραφυλάσσοντας, τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἐβραῖον γένος τῆς παρ' Αἰγυπτίοις ἀνάγκης 1. 39 ἀπολύσει, μνήμης δ', ἐφ' ὅσον μένει χρόνον τὰ σύμπαντα, τεύξεται παρὰ ἀνθρώποις, οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δὲ αὐτῷ καὶ ὁ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐκγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου." Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς ὁ Ἀμαράμης ἐδήλου τῇ Ἰωχεβέλῃ· γυνὴ δ' ἦν αὐτοῦ. καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο· οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου. τοῖς μέντοι προκατηγγελμένοις ὑπὸ τοῦ θεοῦ πίστιν ὁ τοκετὸς τῆς γυναικὸς παρεῖχε, λαθούσης τοὺς φύλακας διὰ τὴν τῶν ὠδίνων ἐπιείκειαν καὶ τὸ μὴ βιαίας αὐτῇ προσπεσεῖν τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρ' αὑτοῖς τρέφουσι λανθάνοντες· ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν τῷ† τε λήσεσθαι πεπιστευκώς (τοῦτο δ' ἦν ἄδηλον) ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ, ἀλλὰ καὶ αὐτῷ· τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκπορίσειν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψεῦδος γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βύβλινον ἐμφερὲς τῇ κατασκευῇ κιστίδι, μεγέθους αὐτὸ ποιήσαντες αὔταρκες εἰς τὸ μετ' εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος· ἔπειτα χρίσαντες ἀσφάλτῳ (τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἡ ἄσφαλτος πέφυκεν) ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ὁ ποταμὸς παραλαβὼν ἔφερεν, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει, ὅποι φερόμενον
q.22
χωρήσει ὀψομένη τὸ πλέγμα. ἔνθα καὶ διέδειξεν ὁ θεὸς μηδὲν τὴν ἀνθρωπείαν σύνεσιν, πᾶν δ' ὅ τι καὶ βουληθείη πράττειν αὐτοτελοῦς ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτά 1. 40 νοντας μὲν τοὺς ὑπὲρ ἰδίας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ, σωζομένους δ' ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον γάρ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ. Θέρμουθις ἦν θυγάτηρ τοῦ βασιλέως. αὕτη παίζουσα παρὰ τὰς ᾐόνας τοῦ ποταμοῦ καὶ φερόμενον ὑπὸ τοῦ ῥεύματος θεασαμένη τὸ πλέγμα κολυμβητὰς ἐπιπέμπει, κελεύσασα τὴν κιστίδα πρὸς αὐτὴν ἐκκομίσαι. παραγενομένων δὲ τῶν ἐπὶ τούτῳ σταλέντων, μετὰ τῆς κιστίδος ἰδοῦσα τὸ παιδίον ὑπερηγάπησεν μεγέθους τε ἕνεκα καὶ κάλλους. τοσαύτῃ γὰρ ὁ θεὸς περὶ Μωϋσῆν ἐχρήσατο σπουδῇ, ὡς ὑπὸ πάντων* τῶν καταψηφισαμένων διὰ τὴν αὐτοῦ γένεσιν καὶ τῶν ἄλλων ἐκ τοῦ Ἐβραίων γένους ἀπώλειαν ποιῆσαι τροφῆς καὶ ἐπιμελείας ἀξιωθῆναι. κελεύει τε γύναιον ἡ Θέρμουθις ἀχθῆναι παρέξον θηλὴν τῷ παιδίῳ. τὸ δὲ οὐ παρεδέχετο, μέχρις οὗ ἡ μήτηρ αὐτοῦ λαθοῦσα ἦλθε καὶ τὸ παιδίον ἐθήλασε. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΑΡΑΔΟΞΩΝ. Ὁ δὲ Μωϋσῆς ἦν ὁμολογουμένως κατὰ τὴν τοῦ θεοῦ πρόρρησιν φρονήσει Ἐβραίων ἄριστος. Ἄβραμος γὰρ πατὴρ αὐτῷ ἕβδομος· Ἀμαράμου μὲν γὰρ αὐτὸς ἦν παῖς, Κανάθου† πατὴρ καὶ Λευῒ τοῦ Ἰακώβου, ὃς ἦν Ἰσάκῳ γενόμενος, Ἀβράμου δὲ οὗτος ἦνσύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετο αὐτῷ, τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυε ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπ' ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα· πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας. πολλοῖς τε συνέβαινε καθ' ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευ 1. 41 σχολεῖν αὐτοῦ· καὶ γὰρ ἡ χάρις ἡ παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατείχετο τοὺς ὁρῶντας. Ὄντα δ' αὐτὸν τοιοῦτον ἡ Θέρμουθις παιδοποιεῖται, γονῆς γνησίας οὐ μεμοιραμένη. καί ποτε κομίσασα τὸν Μωϋσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον, καὶ ὡς φροντίσειν διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου· πρὸς αὐτὸν δὲ ἔλεγεν" ἀναθρεψαμένη παῖδα μορφήν γε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας διάδοχον." ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐντίθησι τὸ βρέφος. ὁ δὲ λαβὼν καὶ προσστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καὶ τοῦτο καταφέρει ὁ Μωϋσῆς εἰς τὴν γῆν. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΑΡΑΔΟΞΩΝ. 12. Ὅτι τῶν Ἐβραίων πλησίον γενομένων τῆς γῆς Χαναναίων καὶ καταβοώντων Μωϋσέως καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀαρῶνος, οἱ μὲν προσηύχοντο τῷ θεῷ, καὶ παρῆν ἡ νεφέλη καὶ ἐσήμανε τοῦ θεοῦ τὴν ἐπιφάνειαν. Μωϋσῆς δὲ θαρσήσας πάρεισιν ἐπὶ τὸ πλῆθος καὶ τὸν θεὸν ἐδήλου κινηθέντα ὑπὸ τῆς ὕβρεως αὐτῶν λήψεσθαι τιμωρίαν, οὐκ ἀξίαν μὲν τῶν ἐξημαρτημένων, οἵαν δὲ οἱ πατέρες ἐπὶ νουθεσίᾳ τοῖς τέκνοις ἐπιφέρουσι. παρελθόντι γὰρ εἰς τὴν σκηνὴν αὐτῷ καὶ περὶ τῆς μελλούσης ὑπ' αὐτῶν ἀπωλείας ἀποκλαιομένῳ τὸν θεὸν ὑπομνῆσαι μέν, ὅσα παθόντες ἐξ αὐτοῦ καὶ πηλίκων εὐεργεσιῶν μεταλαβόντες ἀχάριστοι πρὸς αὐτὸν γένοιντο, ὅτι τε τῇ νῦν τῶν κατασκόπων ὑπαχθέντες δειλίᾳ τοὺς ἐκείνων λόγους ἀληθεστέρους τῆς ὑποσχέσεως ἡγήσαντο τῆς αὐτοῦ· καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἀπολεῖ μὲν ἅπαντας οὐδ' ἐξαφανίσει τὸ γένος αὐτῶν, ὃ πάντων μᾶλλον ἀνθρώπων ἔσχε διὰ τιμῆς· τὴν μέντοι Χαναναίαν οὐ παρέξει γῆν αὐτοῖς λαβεῖν οὐδὲ τὴν ἀπ' αὐτῆς εὐδαιμονίαν, ἀνεστίους δὲ ποιήσειν καὶ ἀπόλιδας ἐπὶ τῆς ἐρημίας ἐπ' ἔτη μʹ καταβιῶναι, τῆς παρανομίας
q.23
ποινὴν ταύτην ἐκτίνοντας." παισὶν μέντοι τοῖς ὑμετέροις παραδώσειν τὴν γῆν ὑπέσχετο, κἀκείνους τῶν ἀγαθῶν, ὧν ἑαυτοῖς ὑπὸ ἀκρασίας ἐφθονήσατε μετασχεῖν, ποιήσειν δεσπότας." Ταῦτα Μωϋσέως κατὰ τὴν τοῦ θεοῦ γνώμην διαλεχθέντος, ἐν λύπῃ καὶ συμφορᾷ τὸ πλῆθος ἐγένετο καὶ τὸν Μωϋσῆ παρεκάλει 1. 42 καταλλάκτην αὐτῶν γενέσθαι πρὸς τὸν θεὸν καὶ τῆς ἄλης τῆς κατὰ τὴν ἐρημίαν ἀπαλλάξαντα πόλεις αὐτοῖς παρασχεῖν. ὁ δ' οὐκ ἔφασκεν ὁ† θεὸς τοιαύτην πεῖραν προσοίσεσθαι· μὴ γὰρ κατὰ κουφότητα προαχθῆναι τὸν θεὸν ἀνθρωπίνην εἰς τὴν ὀργὴν πρὸς αὐτούς, ἀλλὰ γνώμῃ καταψηφισάμενον αὐτῶν. οὐ δεῖ δὲ ἀπιστεῖν, εἰ Μωϋσῆς εἷς ἀνὴρ ὢν τοσαύτας μυριάδας ὀργιζομένας ἐπράϋνεν καὶ μετήγαγεν εἰς τὸ ἡμερώτερον· ὁ γὰρ θεὸς αὐτῷ συμπαρὼν ἡττᾶσθαι τοῖς λόγοις αὐτοῦ τὸ πλῆθος παρεσκεύαζεν, καὶ πολλάκις παρακούσαντες ἀσύμφορον αὑτοῖς τὴν ἀπείθειαν ἐπέγνωσαν ἐκ τοῦ συμφορᾷ περιπεσεῖν. Θαυμαστὸς δὲ τῆς ἀρετῆς ὁ ἀνὴρ καὶ τῆς ἰσχύος τῆς τοῦ πιστεύεσθαι περὶ ὧν ἂν εἴποιεν οὐ παρ' ὃν ἔζη χρόνον ὑπῆρξε μόνον, ἀλλὰ καὶ νῦν· ἔστιν οὐδεὶς Ἐβραίων ὃς οὐχί, καθάπερ παρόντος αὐτοῦ καὶ κολάσοντος ἂν ἀκοσμῇ, πειθαρχεῖ τοῖς ὑπ' αὐτοῦ νομοθετηθεῖσιν, κἂν λαθεῖν δύνωνται. καὶ πολλὰ μὲν καὶ ἄλλα τεκμήρια τῆς ὑπὲρ ἄνθρωπόν ἐστι δυνάμεως αὐτοῦ· ἤδη δέ τινες καὶ τῶν ὑπὲρ Εὐφράτην μηνῶν ὁδὸν τεσσάρων ἐλθόντες κατὰ τὴν τιμὴν τοῦ παρ' ἡμῖν ἱεροῦ μετὰ πολλῶν κινδύνων καὶ ἀναλωμάτων καὶ θύσαντες οὐκ ἴσχυσαν τῶν ἱερῶν μεταλαβεῖν, Μωϋσέως ἀπηγορευκότος ἐπί τινι τῶν οὐ νομιζομένων οὐδ' ἐκ τῶν πατρίων ἡμῖν αὐτοῖς συντυχόντος.* καὶ οἱ μὲν μηδὲ θύσαντες, οἱ δὲ ἡμιέργους τὰς θυσίας καταλιπόντες, πολλοὶ δ' οὐδ' ἀρχὴν εἰσελθεῖν εἰς τὸ ἱερὸν δυνηθέντες ἀπίασιν, ὑπακούειν τοῖς Μωϋσέως προστάγμασι μᾶλλον ἢ ποιεῖν τὰ κατὰ βούλησιν αὑτῶν προτιμῶντες, καὶ τὸν ἐλέγξοντα περὶ τούτων αὐτοὺς οὐ δεδιότες, ἀλλὰ μόνον τὸ συνειδὸς ὑφορώμενοι. οὕτως ἡ νομοθεσία τοῦ θεοῦ δοκοῦσα τὸν ἄνδρα πεποίηκε τῆς αὐτοῦ φύσεως κρείττονα νομίζεσθαι. οὐ μὴν ἀλλὰ καὶ τοῦ δεσπότου πολέμου μικρὸν ἔμπροσθεν, Κλαυδίου Ῥωμαίων ἄρχοντος, Ἰσμαήλου δὲ παρ' ἡμῖν ἀρχιερέωςὄντος, καὶ λιμοῦ τὴν χώραν ἡμῶν καταλαβόντος, ὡς τεσσάρων δραχμῶν πωλεῖσθαι τὸν ἀσσάρωνα, κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους οʹ (σίκλοι μέν εἰσιν οὗτοι εἷς καὶ τʹ, Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς) οὐκ* ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν, τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει. ὥστ' οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγ 1. 43 μένων, ὁπότε καὶ μέχρι νῦν τὰ καταλειφθέντα ὑπὸ Μωϋσέως γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι τὴν πολιτείαν ἡμῖν ὁ καταστησάμενός ἐστιν θεὸς διὰ Μωϋσέως καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται· τέλος τοῦ γʹ λόγου τῆς ἀρχαιολογίας Ἰωσήπου. 13. Ὅτι οἱ τῶν Ἐβραίων νέοι ταῖς τῶν Μαδιηνιτῶν ἑταίραις συμμιγέντες τοὺς πατρίους νόμους κατέλιπον καὶ τὸν ἕνα θεὸν ἠρνήσαντο καὶ πλείονας θεοὺς ἔσεβον. ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν, συνδιεφθείροντο. Καὶ Ζαμβρίας ὁ τῆς Συμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιηνίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρός, κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωϋσῇ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευσεν, οὔτε θύων τὰ πάτρια καὶ γάμον ἠγμένος ἀλλότριον. ἐν τούτοις δ' ὄντων τῶν πραγμάτων, δείσας Μωϋσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα, μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, ἔλεγε δὲ ὡς οὐκ ἄξια δρῷεν οὔθ' αὑτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βιοῦν· προσήκειν δ', ὡς ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχῃ, μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν
q.24
οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλ' ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. πρὸς τούτοις δὲ οὐδ' εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας δι' εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ ὁ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον. Ἀναστὰς δὲ μετ' αὐτὸν Ζαμβρίας" ἀλλὰ σὺ μέν" 2 εἶπεν," ὦ Μωϋσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας, ἐκ τῆς συνηθείας τούτων τὸ βέβαιον αὐτοῖς παρεσχημένος, ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἐβραίους. ἐμὲ δ' οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάσσεις τυραννικῶς λάβοις· οὐ γὰρ ἄλλο τι μέχρι νῦν ἢ προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουρ 1. 44 γεῖς, ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, ὃ τῶν ἐλευθέρων ἐστὶν καὶ δεσπότην οὐκ ἐχόντων. χαλεπώτερος δ' ἂν οὗτος Αἰγυπτίων Ἐβραίοις γένοιτο, τιμωρεῖν ἀξιῶν κατὰ τοὺς νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δ' ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις, τὰ παρ' ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ὧν πράττων νυνὶ ἐπεὶ τὰ† κρίνας ἀγαθὰ ταῦτα, περὶ αὐτὸν ὁμολογεῖν οὐκ ὀκνήσαιμι. γύναιόν τε ξενικόν, ὡς φῄς, ἦγμαι (παρ' ἐμαυτοῦ γὰρ ἀκούσῃ τὰς ἐμὰς πράξεις ὡς παρὰ ἐλευθέρου· καὶ γὰρ οὐδὲ λαθεῖν προεθέμην), θύω τε θεοῖς οἷς θύειν νομίζεται, δίκαιον ἡγούμενος παρὰ πολλῶν ἐμαυτῷ πραγματεύεσθαι τὴν ἀλήθειαν, καὶ οὐχ ὥσπερ ἐν τυραννίδι ζῆν, τὴν ὅλην ἐξ ἑνὸς ἐλπίδα τοῦ βίου ἀνηρτηκότα. χαρείη τ' ἂν οὐδεὶς κυριώτερον αὑτὸν περὶ ὧν πράξαιμι γνώμης τῆς ἐμῆς ἀποφαινόμενος." 2 Τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτός τε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος, ὁ μὲν λαὸς ἡσύχαζεν φόβῳ τε τοῦ μέλλοντος, καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα· περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις ὁ σύλλογος, προεληλύθει δ' ἂν ἐπὶ πλεῖον ἡ τοῦ κακοῦ πεῖρα, μὴ φθάσαντος Ζαμβρίου τελευτῆσαι ἐκ τοιαύτης αἰτίας. Φινεές, ἀνὴρ τά τε ἄλλα κρείττων τῶν νεωτέρων καὶ τῷ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων (Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως υἱὸς ἦν, Μωϋσέως δὲ ἀδελφοῦ παιδὸς υἱός), περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας, ἔργῳ τὴν δίκην αὐτῶν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων, τόλμῃ δὲ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προέχων ὡς μὴ πρότερον, εἴ τινι συσταίη τῶν δεινῶν, ἀπαλλάττεσθαι πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ' αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ 1. 45 ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ, ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον· ὅσοι τε συγγενεῖς ὄντες, κωλύειν δέον, ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων. Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωϋσῆς ἐπὶ τὸν Μαδιηνιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε. 14. Ὅτι Ἡλεὶ τῷ ἱερεῖ βʹ παῖδες ἦσαν, Ὀφνίης τε καὶ Φινεές. οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δὲ ἐλάμβανον αὑτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς, ταῖς μὲν βίαν προσφέροντες, τὰς δὲ δώροις ὑπαγόμενοι.
q.25
τυραννίδος δ' οὐδὲν ἀπέλιπεν ὁ βίος αὐτῶν. ὅ τε οὖν πατὴρ αὐτοῖς χαλεπῶς ἐπὶ τούτοις εἶχεν, ὅσον οὐδέπω προσδοκῶν ἥξειν ἐκ θεοῦ τιμωρίαν αὐτοῖς ἐπὶ τοῖς πραττομένοις, τό τε πλῆθος ἐδυσφόρει. κἀπειδὴ φράζει τὴν ἐσομένην συμφορὰν ὁ θεὸς τοῖς παισὶν αὐτοῦ τῷ τε Ἡλεὶ καὶ Σαμουήλῳ τῷ προφήτῃ, παιδὶ τότε ὄντι, τότε φανερὸν ἐπὶ τοῖς υἱοῖς πένθος ἦγεν. 15. Ὅτι Ἀλκάνης Λευίτης ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφραΐμου κληρουχίας Ῥαμαθὰν πόλιν κατοικῶν ἐγάμει βʹ γυναῖκας, Ἄνναν τε καὶ Φεννάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται· τὴν δ' ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σηλὼ πόλιν θῦσαι 1. 46 (ἐνταῦθα γὰρ ἡ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει) καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, ἡ Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθισαμένους εἰς δάκρυά τε προύπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. καὶ τῆς τἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο, τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γεννησόμενον καθιερώσειν ἐπὶ διακονίαν τοῦ θεοῦ, δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. διατριβούσης δ' ἐπὶ ταῖς εὐχαῖς πολὺν χρόνον, ἧλθε* ὁ ἀρχιερεύς (ἐκαθέζετο γὰρ πρὸ τῆς σκηνῆς) ὡς παροινοῦσαν ἐκέλευεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δ' ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρσεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδας τὸν θεὸν καταγγέλλων. Παραγενομένη δ' εὔελπις πρὸς τὸν ἄνδρα τροφὴν χαίρουσα προσηνέγκατο καὶ ἀναστρεψάντων εἰς τὴν πατρίδα κύειν ἤρξατο. καὶ γίνεται παιδίον αὐτοῖς, ὃν Σαμούηλον προσαγορεύουσι· θεαίτητον ἄν τις εἴποιεν. παρῆσαν οὖν ὑπὲρ τοῦ παιδὸς θύσοντες δεκάτας τ' ἔφερον. ἀναμνησθεῖσα δ' ἡ γυνὴ τῆς εὐχῆς τῆς ἐπὶ τῷ παιδὶ γενομένης παρεδίδου Ἡλεί, ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον. κόμη τε οὖν αὐτῷ ἀνεῖτο, καὶ ποτὸν ὕδωρ ἦν. καὶ διῆγεν ἐν τῷ ἱερῷ τρεφόμενος, Ἀλκάνῃ δ' ἐκ τῆς Ἄννης υἱεῖς τε γίνονται τρεῖς καὶ θυγατέρες. Σαμούηλος δὲ πεπληρωκὼς ἔτος ἤδη δωδέκατον προεφήτευσεν. καί ποτε κοιμώμενον ὀνομαστὶ ἐκάλεσεν ὁ θεός. ὁ δὲ νομίσας ὑπὸ τοῦ ἀρχιερέως πεφωνῆσθαι παραγίνεται πρὸς αὐτόν. οὐ φα 1. 47 μένου δὲ καλέσαι τοῦ ἀρχιερέως, ὁ θεὸς εἰς τρὶς τοῦτο ποιεῖ. καὶ Ἠλὶς διαυγασθείς φησι πρὸς αὐτόν" ἀλλ' ἐγὼ μέν, Σαμουήλ, σιγὴν ὡς καὶ τὸ πρὶν ἦγον, θεὸς δ' ἐστὶν ὁ καλῶν. ἀλλὰ σήμαινε πρὸς αὐτόν, ὅτι παρατυγχάνω." καὶ τοῦ θεοῦ φθεγξαμένου πάλιν ἀκούσας ἠξίου λαλεῖν ἐπὶ τοῖς χρωμένοις· οὐ γὰρ ὑστερήσειν αὐτὸν ἐφ' οἷς ἂν θελήσειε διακονίας. καὶ ὁ θεός" ἐπεί" 2 φησί" παρατυγχάνεις, μάνθανε συμφορὰν Ἰσραηλίταις ἐσομένην λόγου μείζονα καὶ πίστεως τοῖς παρατυγχάνουσι, καὶ τοὺς Ἡλεὶ παῖδας ἡμέρᾳ μιᾷ τεθνηξομένους, καὶ τὴν ἱερωσύνην μετελευσομένην εἰς τὴν Ἐλεαζάρου οἰκίαν· Ἡλὶς γὰρ τῆς ἐμῆς θεραπείας μᾶλλον τοὺς υἱοὺς καὶ παρὰ τὸ συμφέρον αὐτοῖς ἠγάπησεν." ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην† (οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων) ἔτι μᾶλλον βεβαιοτέραν ἔχειν* προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δ' ηὔξετο ἐπὶ πλεῖον ἡ δόξα, πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων. 16. Ὅτι τοῦ Σαμουὴλ τοῦ προφήτου οἱ υἱοὶ κακοὶ γενόμενοι ἐγένοντο σαφὲς παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθοῦ* παρέσχον αὑτοὺς γενομένους. τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτρεπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δ' ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν. 17. Ὅτι Ἡλὶ τῷ ἀρχιερεῖ διὰ τὰς τῶν υἱῶν αὐτοῦ τῶν δύο
q.26
παρανομίας προεφήτευσεν ὁ θεὸς διαφθαρήσεσθαι τοὺς ἐκγόνους αὐτοῦ. 1. 48 Σαοῦλος γὰρ ὁ βασιλεὺς ὠμὸν οὕτως ἔργον διαπραξάμενος καὶ γενεὰν ὅλην ἀρχιερατικὴν ἀποσφάξας καὶ μήτ' ἐπὶ νηπίοις λαβὼν οἶκτον μήτ' ἐπὶ γέρουσιν αἰδῶ, καταβαλὼν δὲ καὶ τὴν πόλιν, ἣν πατρίδα καὶ τροφὸν τῶν ἱερέων καὶ προφητῶν αὐτόθι τὸ θεῖον ἐπελέξατο καὶ μόνην εἰς τὸ τοιούτους φέρειν ἄνδρας ἀπέδειξε, μαθεῖν ἅπασι παρέσχε καὶ κατανοῆσαι τὸν ἀνθρώπινον τρόπον, ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον καὶ πρὸς αὐτὸ τὴν πᾶσαν εὔνοιάν τε καὶ σπουδὴν ἔχουσι. τότε δὲ καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφ' ὧν μέλλει ταῦτα ἔσεσθαι. ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντ' ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῇ προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀπωσάμενοι μεταλαμβάνουσι τόλμαν, ἀπόνοιαν, καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων· καὶ ὅτε μάλιστα δεῖ τῆς εὐσεβείας αὐτοῖς καὶ τῆς δικαιοσύνης, ἔγγιστα τοῦ φθονεῖσθαι γεγενημένοις καὶ πᾶσι φανεροῖς ἐφ' οἷς ἂν νοήσωσιν ἢ πράξωσι καθεστῶσι, τόθ' ὡς οὐκέτι βλέποντος αὐτοὺς τοῦ θεοῦ ἢ διὰ τὴν ἐξουσίαν δεδιότος, οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. ἃ δ' ἂν φοβηθῶσιν ἀκούσαντες ἢ μισήσωσι θελήσαντες ἢ στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ θεῷ δοκοῦσιν· τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς, ἀλλὰ τιμῶσι μὲν πολλὰ ταλαιπωρήσαντες*, τιμήσαντες δὲ φθονοῦσι καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας τὴν ἐπιφάνειαν, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις δι' ὑπερβολὴν αὐτῶν ἀπιθάνως. κολάζουσιν οὐκ ἐπ' ἔργοις δίκης ἀξίοις ἀλλ' ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδ' ὅσους δεῖ τοῦτο παθεῖν ἀλλ' ὅσους ἀποκτεῖναι δύνανται. τοῦτο Σαοῦλος ἡμῖν ὁ Κισαίου παῖς, ὁ πρῶτος μετὰ τὴν ἀριστοκρατίαν καὶ τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἐβραίων βασιλεύσας, φανερὸν πεποίηκεν, τʹ ἀποκτείνας ἱερεῖς καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον κατα 1. 49 στῆσαι, τοσούτους μὲν ἀνελών, μεῖναι δὲ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετ' ἐκείνους ἄλλους γενέσθαι. Ὁ δ' Ἀβιάθαρος ὁ τοῦ Ἀβιμελέχου παῖς, ὁ μόνος διασωθῆναι δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ Σαούλου φονευθέντων ἱερέων, φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν. ὁ δ' οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηκον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. τὸ μένειν δ' αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν, ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως, ἠξίου. 18. Ὅτι ἦν τις τῶν Ζιφηνῶν ἐκ πόλεως Ἐμμᾶ πλούσιος καὶ πολυθρέμματος· τρισχιλίων μὲν γὰρ αὐτοῦ ποίμνη προβάτων ἐνέμετο, χιλίων δὲ αἰγῶν. ταῦτα Δαυίδης ἀσινῆ τηρεῖν τε καὶ ἀβλαβῆ παρήγγελλε τοῖς σὺν αὐτῷ καὶ μήτε ὑπὸ ἐπιθυμίας μήτε ὑπὸ ἐνδείας μήτε ὑπὸ τῆς ἐρημίας καὶ τοῦ δύνασθαι λανθάνειν καταβλάπτειν, τούτων δ' ἁπάντων ἐπάνω τίθεσθαι τὸ μηδένα ἀδικεῖν, καὶ τὸ τῶν ἀλλοτρίων ἅπτεσθαι δεινὸν ἡγεῖσθαι καὶ πρόσαντες τῷ θεῷ. ταῦτα δ' ἐδίδασκεν αὐτοὺς οἰόμενος ἀνθρώπῳ χαρίζεσθαι ἀγαθῷ καὶ ταύτης τυγχάνειν ἀξίῳ τῆς προνοίας. ἦν δὲ Νάβαλος (τοῦτο γὰρ εἶχεν ὄνομα) σκληρὸς καὶ πονηρὸς τοῖς ἐπιτηδεύμασιν, ἐκ κυνικῆς ἀσκήσεως πεποιημένος τὸν βίον, γυναικὸς ἀγαθῆς καὶ σώφρονος καὶ τὸ ἦθος σπουδαίας λελογχώς. πρὸς οὖν τὸν Νάβαλον τοῦτον, καθ' ὃν ἔκειρε καιρὸν τὰ πρόβατα, πέμψας ὁ Δαυίδης ἄνδρας ιʹ τῶν σὺν αὑτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπ' ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει, μαθόντι παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδικήσαμεν, ἀλλὰ φύλακες αὐτῶν τε
q.27
καὶ τῶν ποιμνίων γεγόναμεν, πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δ' οὐδὲν Δαυίδῃ παρασχόμενος. ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον, ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτοὺς τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου," νῦν ἄρα" 2 εἶπε" μεγαλοφρονοῦσιν ἐπ' αὐτοὺς* οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες." 2 ὀργίζεται δ' αὐτῶν φρασάντων ὁ Δαυίδης 1. 50 καὶ υʹ μὲν ὡπλισμένους αὐτῷ κελεύσας ἕπεσθαι, διακοσίους δὲ φύλακας τῶν σκευῶν καταλιπών (ἤδη γὰρ εἶχεν χʹ) ἐπὶ τὸν Νάβαλον ἐβάδιζεν, ὀμόσας ἐκείνῃ τῇ νυκτὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν κτῆσιν ὅλην ἀφανίσειν· οὐ γὰρ ἄχθεσθαι μόνον ὅτι γέγονεν ἀχάριστος εἰς αὐτούς, μηδὲν ἐπιδοὺς πολλῇ φιλανθρωπίᾳ πρὸς αὐτὸν χρησαμένοις, ἀλλ' ὅτι καὶ προσεβλασφήμησε καὶ κακῶς εἶπε μηδὲν ὑπ' αὐτῶν λελυπημένος. Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν αὑτοῦ γυναῖκα δὲ ἐκείνου κατειπόντος, ὅτι πέμψας ὁ Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς, πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος· γεγονέναι δὲ τοῦτο ἐπὶ τῷ κακῷ τῷ τοῦ δεσπότου· καὶ ταῦτ' ἐκείνου φήσαντος Ἀβιγαία (προσηγορεύετο γὰρ οὕτως) ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί (ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν) ἐπορεύετο πρὸς Δαυίδην. καταβαινούσῃ δὲ τὰ στενὰ τοῦ ὄρους ἀπήντησε Δαυίδης μετὰ υʹ ἐπὶ Νάβαλον ἐρχόμενος. θεασαμένη δ' αὐτὸν ἡ γυνὴ κατεπήδησε καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνει καὶ τῶν μὲν Ναβάλου λόγων ἐδεῖτο μὴ μνημονεύειν (οὐ γὰρ ἀγνοεῖν αὐτὸν ὅμοιον ὄντα τῷ ὀνόματι· Νάβαλος δὲ κατὰ τὴν τῶν Ἐβραίων γλῶτταν ἀφροσύνην δηλοῖ), αὕτη* δ' ἀπελογεῖτο μὴ θεάσασθαι τοὺς πεμφθέντας ὑπ' αὐτοῦ." διὸ συγγίνωσκέ μοι" 2 φησί," καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι. μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν. ἃ γὰρ ἐκδέχεται κακὰ Νάβαλον, ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς συμπέσοι· γενοῦ δὲ εὐμενής μοι, κρίνας ἄξιον* τοῦ παρ' ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες. πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν." 2 ὁ δὲ τὰ δῶρα δεξάμενος" ἀλλὰ σέ" 2 φησίν" ὦ γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμόν, κηδομένου σου 1. 51 τοῦ θεοῦ. ἀλλὰ Νάβαλος μέν, κἂν ἀφεθῇ διὰ σὲ τῆς τιμωρίας, οὐ φεύξεται τὴν δίκην, ἀλλ' ὁ τρόπος αὐτὸν ἀπολεῖ, λαβὼν αἰτίαν ἄλλην." 2 Ταῦτ' εἰπὼν ἀπολύει τὴν γυναῖκα· ἡ δὲ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη, τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δ' ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν ἐν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπ' αὐτοῖς λύπης ἐποίησεν. ἐπιζήσας δὲ δέκα οὐ πλείους ἡμέρας τὸν βίον κατέστρεψεν ὁ Νάβαλος. ἀκούσας δ' αὐτοῦ τὴν τελευτὴν ὁ Δαυίδης ἐκδικηθῆναι μὲν αὐτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ, καὶ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντα, διδόντα δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ἀξίαν ἐπιφέροντα τὴν ποινήν. ὁ δὲ Δαυίδης τὴν αὐτοῦ γυναῖκα ἔγημεν. 19. Ὅτι Σαύουλος ὁ βασιλεὺς τῶν Ἐβραίων, ὅτε τὸν Δαυίδην ἐδίωκε καὶ πρὸς Παλαιστινοὺς συνηθροίζετο στρατείαν, τοὺς μάντεις καὶ τοὺς ἐγγαστριμύθους καὶ πᾶσαν τὴν τοιαύτην τέχνην ἐκ τῆς χώρας ἐξέβαλεν, ἔξω τῶν προφητῶν, ἀκούσας δὲ τοὺς
q.28
Παλαιστίνους ἤδη παρόντας καὶ ἔγγιστα Σούνης πόλεως ἐν τῷ πεδίῳ κειμένης ἐστρατοπεδευκότας, ἐξώρμησεν ἐπ' αὐτοὺς μετὰ τῆς δυνάμεως. καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων. ταράττει δ' αὐτὸν οὐχ ὡς ἔτυχεν ἰδόντα ἡ τῶν ἐχθρῶν δύναμις, πολλή τε οὖσα καὶ τῆς οἰκείας κρείττων ὑπονοουμένη· καὶ τὸν θεὸν διὰ τῶν προφητῶν ἠρώτα περὶ τῆς μάχης καὶ τοῦ περὶ ταύτην ἐσομένου τέλους προειπεῖν. οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ, ἔτι μᾶλλον ὁ Σαοὺλ κατέδεισεν καὶ τὴν ψυχὴν κατέπεσε, τὸ κακόν, οἷον εἰκός, οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θεοῦ προορώμενος. ζητηθῆναι δ' αὐτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τὰς τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων, ὡς οὕτω γνωσόμενος εἰ κατὰ νοῦν χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα. μηνυθέντος δ' αὐτῷ παρά τινος τῶν οἰκετῶν εἶναί τι γύναιον τοιοῦτον*** οὓς ᾔδει πιστο 1. 52 τάτους ὄντας, ἧκεν εἰς τὴν Σένδωρον* πρὸς τὴν γυναῖκα καὶ παρεκάλει μαντεύεσθαι καὶ ἀνάγειν αὐτῷ ψυχὴν οὗπερ ἂν αὐτὸς εἴποι. τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδ' αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπ' αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι, μηδὲ παρ' ἄλλων* ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δ' ἀκίνδυνον. ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. ἡ δ' ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις εἴη τοῦτον ἀνήγαγεν. ὁ δὲ προεφήτευσε Σαούλῳ αὔριον τεθνήξεσθαι, καὶ τὴν βασιλείαν Δαυίδην ἕξειν. ὁ δὲ Σαοῦλος ἀκούσας ἄφωνος ἀπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην εἴτε διὰ τὴν ἔνδειαν (οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί), ῥᾳδίως κατενήνεκτο. μόλις δὲ ἑαυτοῦ γενόμενον ἠνάγκασεν ἡ γυνὴ γεύσασθαι, ταύτην αἰτουμένη παρ' αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθ' ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον. ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ τῆς ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν. ἔχουσα δὲ μόσχον ἕνα συνήθη τῆς κατ' οἶκον ἐπιμελείας ἀξιούμενον ὑπ' αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησιν. καὶ ὁ Σαοὺλ διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον. Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρ' ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπ' αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτ' ἐν συνηθείᾳ γεγενημένον, ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς ἃ διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ, τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθ' ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χά 1. 53 ριν μέλλουσαν θηρωμένη (τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο), φύσει τῶν ἀνθρώπων ἢ πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, ἢ παρ' ὧν ἄν τι δύνωνται λαβεῖν ὄφελος, τούτους προσθεραπευόντων*. καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδ' ἐφ' ᾧ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν ἕξομεν τῶν ἀγαθῶν. καὶ ταῦτα μὲν περὶ τῆς γυναικός· τὸν δὲ πόλεσι καὶ ἔθνεσι καὶ δήμοις συμφέροντα λόγον καὶ προσήκοντα τοῖς ἀγαθοῖς, ὑφ' οὗ προαχθήσονται πάντες ἀρετὴν διώξειν καὶ δηλοῦνται* δόξαν καὶ μνήμην αἰωνίαν παρασχεῖν δυνησόμενα, ποιήσομαι, πολλὴν καὶ βασιλεῦσιν ἐθνῶν καὶ ἄρχουσι πόλεων ἐπιθυμίαν καὶ σπουδὴν τῶν καλῶν ἐνθήσοντα, καὶ πρός
q.29
τε τοὺς κινδύνους καὶ τὸν ὑπὲρ τῶν πατρίδων θάνατον προτρεψόμενον, καὶ πάντων καταφρονεῖν διδάξοντα τῶν δεινῶν. ἔχω δ' αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἐβραίων βασιλέα. οὗτος γάρ, καίπερ εἰδὼς τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότος, οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσας προδοῦναι μὲν τοὺς οἰκείους τοῖς πολεμίοις καθυβρίσαι δὲ τὸ τῆς βασιλείας ἀξίωμα, ἀλλὰ παραδοὺς αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖς κινδύνοις καλὸν̣ ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενος, καὶ τοὺς παῖδας ἀποθανεῖν μᾶλλον ἀγαθοὺς ὄντας ἢ καταλιπεῖν ἐπ' ἀδήλῳ τὸ ποδαποὶ γενήσονται τὸν τρόπον· διαδοχὴν γὰρ καὶ γένος τὸν ἔπαινον καὶ τὴν ἀγήρω μνήμην ἕξειν. οὗτος οὖν δίκαιος καὶ ἀνδρεῖος καὶ σώφρων ἔμοιγε δοκεῖ μόνος, καὶ εἴ τις γέγονε τοιοῦτος ἢ γενήσεται, τὴν μαρτυρίαν ἐπ' ἀρετῇ καρποῦσθαι παρὰ πάντων ἀξιῶ. τοὺς γὰρ μετ' ἐλπίδων ἐπὶ πόλεμον ἐξελθόντας ὡς καὶ κρατήσοντας καὶ σώους ἐπιστρέψοντας, ἐπειδάν τι διαπράξωνται λαμπρόν, οὔ μοι δοκοῦσιν καλῶς ποιεῖν ἀνδρείους ἀποκαλοῦντες, ὅσοι περὶ τῶν τοιούτων ἐν ταῖς ἱστορίαις καὶ τοῖς ἄλλοις συγγράμμασιν εἰρήκασιν. ἀλλὰ δίκαιοι μέν εἰσι κἀκεῖνοι τυγχάνειν ἀποδοχῆς, εὔψυχοι δὲ καὶ μεγαλότολμοι καὶ τῶν δεινῶν καταφρονηταὶ μόνοι δικαίως ἂν λέγοιντο πάντες οἱ Σαοῦλον μιμησάμενοι. τὸ μὲν γὰρ οὐκ εἰδότας τί μέλλει συμβήσεσθαι κατὰ τὸν πόλεμον αὐτοῖς μὴ μαλακισθῆναι περὶ αὐτόν, ἀλλ' ἀδήλῳ τῷ μέλλοντι παρα 1. 54 δόντας αὑτοὺς ἐπ' αὐτοῦ σαλεύειν, οὐδ' οὕτως γενναῖον, κἂν ἔργα πολλὰ διαπραξάμενοι τύχωσιν· τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους, εἶτα μηδὲ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλ' ἐπ' αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτ' ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω. Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν, ἐπιδείξας, ὅτι πάντας μὲν προσῆκε τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξ† ὧν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλ' οὐδὲ μετρίως χρηστοῖς. Ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἐδυνάμην, ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως· ἀλλ' ἵνα μὴ φανῶ ἀπειροκάλως αὐτοῦ χρώμενος τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφ' ὧν εἰς τούτους ἐξέβην. 20. Ὅτι τοῦ Δαουίδου τοὺς Παλαιστίνους νικήσαντος ἔδοξεν αὐτῷ συμβουλευσαμένῳ μετὰ τῶν γερόντων καὶ ἡγεμόνων καὶ χιλιάρχων μεταπέμψασθαι τῶν ὁμοφύλων ἐξ ἁπάσης τῆς χώρας πρὸς αὑτὸν τοὺς ἐν ἀκμῇ τῆς ἡλικίας, ἔπειτα τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πορευθέντας εἰς Καριαθαμὰ μετακομίσαι τὴν τοῦ θεοῦ κιβωτὸν ἐξ αὐτῆς εἰς Ἱεροσόλυμα καὶ θρησκεύειν ἐν αὐτῇ λοιπὸν ἔχοντας αὐτὴν θυσίαις καὶ ταῖς ἄλλαις τιμαῖς, αἷς χαίρει τὸ θεῖον. εἰ γὰρ ἔτι Σαούλου βασιλεύοντος ταῦτ' ἔπραξαν, οὐκ ἂν δεινὸν οὐδὲν ἔπαθον. συνελθόντος οὖν τοῦ λαοῦ παντὸς καθὼς ἐβουλεύσαντο, παραγίνεται ὁ βασιλεὺς ἐπὶ τὴν κιβωτόν· ἣν βαστάξαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας οἱ ἱερεῖς καὶ ἐπιθέντες ἐφ' ἅμαξαν καινήν, ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ τῶν βοῶν. προῆγε δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τὸ πλῆθος, ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος μέλους ἐπιχώριον, σύν τε ἤχῳ ποικίλῳ κρουμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν, ἔτι δὲ καὶ σάλ 1. 55 πιγγος καὶ κυμβάλων, κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. ὡς δ' ἄχρι τῆς Χείδονος ἅλωνος, τόπου τινὸς οὕτω καλουμένου, προῆλθον, τελευτᾷ Ὀζᾶς κατ' ὀργὴν θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτόν, ἐκτείναντος τὴν χεῖρα καὶ κατασχεῖν θελήσαντος, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησεν. ὁ δὲ λαὸς καὶ ὁ βασιλεὺς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ, ὁ δὲ τόπος, ἐν ᾧ ἐτελεύτησεν, Ὀζᾶ διακοπὴ καλεῖται. δείσας δὲ ὁ Δαυίδης καὶ λογισάμενος, μὴ ταὐτὸ πάθῃ τῷ Ὀζᾷ δεξάμενος τὴν κιβωτὸν παρ' αὑτὸν ἐν τῇ πόλει, ἐκείνου, διότι ἐξέτεινε τὴν χεῖρα, οὕτως ἀποθανόντος, οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν πόλιν, ἀλλ'
q.30
ἐκνεύσας εἴς τι χωρίον ἀνδρὸς δικαίου, Ὠβεδάμου ὄνομα, Λευίτου τὸ γένος, παρ' αὐτῷ τὴν κιβωτὸν τίθησιν. ἐπιμένει δ' ἐπὶ τρεῖς μῆνας ὅλους αὐτόθι καὶ τὸν οἶκον Ὠβεδάμου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν. ἀκούσας δὲ ὁ βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβεδάμῳ, ὃς ἐκ πενίας καὶ ταπεινότητος εὐθέως εὐδαίμων καὶ ζηλωτὸς*** παρὰ πᾶσιν τοῖς ὁρῶσιν καὶ πυνθανομένοις τὴν οἰκίαν αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειραθησόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν μετακομίζει, τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ζʹ δὲ χορῶν οὓς διεκόσμησεν ὁ βασιλεὺς προαγόντων, αὐτοῦ δ' ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος, ὥστε καὶ τὴν γυναῖκα Μέλχαν, Σαούλου δὲ θυγατέρα, ἰδοῦσαν αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι. εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, καὶ θυσίας ἐπετέλεσε πολυτελεῖς καὶ εἰρηνικὰς ἀνήνεγκεν εἱστία τε τὸν ὄχλον ἅπαντα, καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λαγανιστον* καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἔπεμψεν, αὐτὸς δὲ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγενόμενος, παραστᾶσα δ' αὐτῷ Μέλχα ἡ γυνή, Σαούλου δὲ θυγάτηρ, τά τε ἄλλα αὐτῷ 1. 56 κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθ' ὅσα παρασχεῖν αὐτῷ εὐμενεῖ δυνατὸν τυγχάνοντι, καὶ δὴ κατεμέμψατο ὡς ἀκοσμήσειεν ὀρχούμενος ὁ τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ θεραπαινίσιν. ὁ δ' ἂν* οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων προετίμησεν, παίζειν τε πολλάκις καὶ χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον. Ὁρῶν δὲ ὁ βασιλεὺς Δαυίδης κατὰ πᾶσαν τὰ πράγματα αὐτῷ σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως, ἐνόμιζεν ἐξαμαρτάνειν αὑτόν, ἐμμένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστοις, τὴν ἄλλην κατασκευὴν ἔχουσι, περιορᾶν τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην. ἐβούλετο δὲ τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωϋσῆς προεῖπεν. καὶ περὶ τούτων Ναθάνᾳ τῷ προφήτῃ διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντ' αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον. τοῦ θεοῦ δὲ κατ' ἐκείνην τὴν νύκτα τῷ προφήτῃ φανέντος, εἰπεῖν τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι, τοῦ δὲ ταύτην τὴν διάνοιαν λαβόντος, οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ· μετὰ μέντοι γε θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον, ἔσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετ' αὐτὸν τὴν βασιλείαν παραληψομένου, κληθησομένου δὲ Σολόμωνος, οὗ προστήσεσθαι καὶ προνοεῖν ὡς πατὴρ υἱοῦ κατεπήγγελτο, τὴν μὲν βασιλείαν τέκνων ἐκγόνοις φυλάξων†, ἂν δ' ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ· μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης, περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐκγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι βεβαίως, καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον, πρὸς τὴν κιβωτὸν παραγίνεται καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτον μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐκγόνοις αὐτοῦ καθυπέσχετο. ταῦτα εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπηλλάσσετο. 1. 57 21. Ὅτι μετὰ τὸ παῦσαι τὸν λοιμὸν ἀπὸ τῶν Ἐβραίων ἐπὶ τῆς βασιλείας Δαουίδου πέμψας ὁ θεὸς Γάδαρον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ Ἰεβουσσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίας ἐπιτελέσαι. Δαυίδης δ' ἀκούσας οὐκ ἠμέλησεν, ἀλλ' εὐθὺς ἔπεμψεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ τόπον. Ὀροννᾶς δὲ τὸν σῖτον ἀλοῶν ἐπεὶ τὸν βασιλέα προσιόντα καὶ τοὺς παῖδας αὐτοῦ ἐθεάσατο, προσέδραμεν αὐτῷ καὶ προσεκύνησεν. ἦν δὲ τὸ μὲν γένος
q.31
Ἰεβουσσαῖος, φίλος δ' ἐν τοῖς μάλιστα Δαυίδου, καὶ διὰ τοῦτ' οὐδὲν αὐτὸν εἰργάσατο δεινόν, ὅτε τὴν πόλιν κατεστρέψατο. τοῦ δὲ Ὀροννᾶ πυθομένου, τί παρείη πρὸς τὸν δοῦλον ὁ δεσπότης, εἶπεν ὠνήσασθαι παρ' αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ Κυρίῳ καὶ ποιήσῃ θυσίας. ὁ δὲ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι. ὁ δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ δέχεσθαι τὴν χάριν, τιμὴν δ' αὐτὸν ἠξίου λαμβάνειν πάντων· οὐ γὰρ δίκαιον εἶναι προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν ὅ τι βούλεται, νʹ σίκλων ὠνεῖται παρ' αὐτοῦ τὴν ἅλω. καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἀνήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον, καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δ' εἴς τ' ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἄβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι καὶ ἀντὶ τούτου κριὸν πεμφθέντα τυθῆναι. ὁρῶν δὲ ὁ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον, ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· ὁ γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα τὴν βασιλείαν διαδέχεσθαι. 22. Ὅτι Δαυίδης ἄριστος ἐγένετο καὶ πᾶσαν ἀρετὴν ἔχων ἣν ἔδει τῷ βασιλεῖ καὶ τοσούτων ἐθνῶν σωτηρίαν ἐγκεχειρισμένῳ προσεῖναι. ἀνδρεῖός τε γὰρ ἦν ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ 1. 58 τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς πράξεις, ἀλλ' οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων, ἐπιεικής, χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας, δίκαιος, φιλάνθρωπος, ἃ μόνοις ἐξαίρετα τοῖς βασιλεῦσιν εἶναι προσῆκεν, μηδὲν ὅλως παρὰ τοσοῦτον μέγεθος ἐξαμαρτὼν ἢ τὸ περὶ τὴν Οὐρίου γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔτε Ἐβραίων οὔτε ἄλλων ἐθνῶν. τέλος τοῦ ζʹ λόγου. 23. Ὅτι Σουμεΐῳ προσέταξεν ὁ Σολομὼν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χείμαρρον Κεδρῶνος ἔχειν ἐξουσίαν· παρακούσαντι δέ, τούτῳ θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτὸν προσηνάγκασε ποιήσασθαι. Σουμεΐος δὲ χάριν* οἷς προσέταξεν αὐτῷ Σολομὼν φήσας καὶ ταῦτα ποιήσειν προσομόσας, καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας, ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. ἐπανελθόντος δὲ μετ' αὐτῶν ὁ βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος, καὶ τὸ μεῖζον, τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχεν καὶ καλέσας αὐτόν" οὐ σύ" 2 φησιν" ὤμοσας μὴ καταλείψειν με μηδὲ ἐξελεύσεσθαί ποτ' ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην; οὔκουν ἀποδράσῃ τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσιν οὐδὲν οἱ κακοὶ μὴ παρ' αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ, ᾧ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες, αὔξεται καὶ γίνεται μείζων ἡ κόλασις αὐτοῖς ἣν* ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν." 2 καὶ Σουμεΐσον μὲν κελευσθεὶς ὁ Βαναίας ἀπέκτεινεν. 1. 59 24. Ὅτι τοσαύτη ἦν† ὁ θεὸς Σολομῶνι παρέσχε φρόνησιν καὶ σοφίαν, ὡς τούς τε ἀρχαίους ὑπερβάλλειν ἀνθρώπους καὶ μηδὲ τοὺς Αἰγυπτίους, οἳ πάντων συνέσει διενεγκεῖν λέγονται, συγκρινομένους λείπεσθαι παρ' ὀλίγον, ἀλλὰ καὶ πλεῖστον ἀφεστηκότας τῆς βασιλέως φρονήσεως ἐλέγχεσθαι. ὑπερῆρε δὲ καὶ διήνεγκε σοφίᾳ καὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν δόξαν ἐχόντων παρὰ τοῖς Ἐβραίοις ἐπὶ δεινότητι. 25. Ὅτι τὴν τῆς Αἰγύπτου καὶ Αἰθιοπίας τότε βασιλεύουσαν,
q.32
σοφίᾳ διαπεπονημένην καὶ τἄλλα θαυμαστήν, ἀκούουσαν τὴν Σολομῶνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ καὶ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγεν. πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλ' οὐχ ὑπὸ τῆς ἀκοῆς (ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν· ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται) θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας βουληθεῖσα. ἧκεν οὖν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς· ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθου πολυτελοῦς. ὡς δ' ἀφικομένην αὐτὴν ἡδέως ὁ βασιλεὺς προσεδέξατο, τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον ἢ προσεδόκα τις ἐπελύετο. ἡ δ' ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολομῶνος, οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω μαθοῦσα, μάλιστα δὲ θαυμάζει τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους, οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων. καὶ γὰρ ἐν αὐτῇ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δ' αὐτὴν ὅ τε οἶκος Δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ ἡ τῶν καθ' ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας ἥ τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετ' ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ*** καθ' ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν ταῦτα ἐπιμελές. ταῦθ' ὁρῶσα καθ' ἡμέραν ὑπερεθαύμαζεν καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν 1. 60 ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην· πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφ' ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη." πάντα μέν" 2 γὰρ εἶπεν," ὦ βασιλεῦ, τὰ δι' ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετ' ἀπιστίας παραγίνεται· τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν ἑαυτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν ἡ βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα ἡ φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλ' οὖσα ἀληθὴς πολὺ καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα. τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον ὡς ἡ ὄψις αὐτὸ καὶ τὸ παρ' αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἐπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρησα, καὶ μακάριόν τε τὸν Ἐβραίων λαὸν κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθ' ἡμέραν τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως ὥστε σὲ ποιῆσαι βασιλέα." 2 26. Ὅτι Σολομὼν γενόμενος πάντων βασιλέων ἐνδοξότατος καὶ θεοφιλέστατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν τῶν πρὸ αὐτοῦ τὴν Ἐβραίων ἀρχὴν ἐσχηκότων οὐκ ἐπέμεινε τούτοις ἄχρι τελευτῆς, ἀλλὰ καταλιπὼν τὴν τῶν πατρίων ἐθισμῶν φυλακὴν οὐκ εἰς ὅμοιον οἷς προειρήκαμεν αὐτοῦ τέλος κατέστρεψεν. εἰς δὲ γυναῖκας ἐμμανὴς καὶ τὴν τῶν ἀφροδισίων ἀκρασίαν οὐ ταῖς ἐπιχωρίοις μόνον ἠρέσκετο, πολλὰς δὲ καὶ ἐκ τῶν ἀλλοτρίων ἐθνῶν γήμας, Σιδῶνος καὶ Τύρου καὶ Ἀμμανίτιδος καὶ Ἰδουμαίας, παρέβη μὲν τοὺς Μωσέως νόμους, ὃς ἀπηγόρευσε συνοικεῖν οὐχ ὁμοφύλοις, τούς τε ἐκείνων ἤρξατο θρησκεύειν θεούς, ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτ' αὐτοῦ* προυπιδομένου τοῦ νομοθέτου, προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσιν μηδὲ τοὺς ἐκείνων σέβωσι θεούς, παρέντες τιμᾶν τὸν ἴδιον. ἀλλὰ τούτων μὲν κατημέλησεν ὑπενεχθεὶς εἰς ἡδονὴν ἀλόγιστον Σολομών, ἀγαγόμενος δὲ γυναῖκας ἀρχόντων καὶ διασήμων θυγατέρας ἑπτακοσίας τὸν ἀριθμὸν καὶ παλλακὰς τʹ, πρὸς δὲ ταύταις καὶ 1. 61 τὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων θυγατέρα, εὐθὺς μὲν ἐκρατεῖτο πρὸς αὐτῶν, ὥστε μιμεῖσθαι τὰ παρ' ἐκείνων, καὶ τῆς εὐνοίας καὶ φιλοστοργίας ἠναγκάζετο παρέχειν αὐταῖς δεῖγμα τὸ
q.33
βιοῦν ὡς αὐταῖς πάτριον ἦν· προβαινούσης δὲ τῆς ἡλικίας καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν ἐπιχωρίων ἐπιτηδευμάτων, ἔτι μᾶλλον τοῦ ἰδίου θεοῦ κατωλιγώρησεν, τοὺς δὲ τῶν γάμων τῶν ἐπεισάκτων τιμῶν διετέλει. καὶ πρὸ τούτων δὲ ἁμαρτεῖν αὐτὸν ἔτυχε καὶ σφαλῆναι περὶ τὴν φυλακὴν τῶν νομίμων, ὅτε τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε τῷ* ὑπὸ τῇ θαλάττῃ ἀναθήματι καὶ τῶν λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον· οὐδὲ γὰρ αὐτὰ ποιεῖν ὅσιον εἰργάσατο. κάλλιστον δ' ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ μιμησάμενος αὐτόν, καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν πατέρα μιμεῖσθαι παραινέσαντος, ἀκλεῶς ἀπέθανεν. ἧκεν οὖν ὁ προφήτης ὑπὸ τοῦ θεοῦ πεμφθείς, οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων οὔτ' ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ ἀφαιρεθήσεσθαι τὴν βασιλείαν, ἐπεὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον αὐτὸν ποιήσειν ἐκείνου, τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα διαθήσειν, οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, ιʹ δὲ μόνας φύλας παραδοὺς αὐτοῦ τῷ δούλῳ, δύο καταλιπὼν τῷ υἱωνῷ τοῦ Δαυίδου, δι' αὐτὸν ἐκεῖνον, ὅτι τὸν θεὸν ἠγάπησεν, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ᾗ ναὸν ἔχειν ἐβουλήθη. Ταῦτ' ἀκούσας Σολομὼν ἤλγησεν καὶ σφοδρῶς συνεχύθη, πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν, ἐφ' οἷς ζηλωτὸς ἦν, εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφ' οὗ κατήγγειλεν ὁ προφήτης αὐτῷ τὰ συμβησόμενα, καὶ πολέμιον ἐπ' αὐτὸν εὐθὺς ἤγειρεν ὁ θεός, Ἄδερον μὲν ὄνομα, τὴν δ' αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου 1. 62 τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραὼ τῶν Αἰγυπτίων βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφήν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς γεννᾶται αὐτῷ καὶ τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ' ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ' αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῷ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν· ἐπιτίθεται δὲ Σολομῶνι καὶ τῶν ὁμοφύλων τις Ἱεροβοάμος υἱὸς Ναβαταίου. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ἘΠΙΒΟΥΛΗΣ. 27. Ὅτι Ἱεροβοάμος κατασκευάσας βασίλειον ἐν Σικίμῳ πόλει, ἐν ταύτῃ τὴν δίαιταν εἶχε· κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετ' οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης, λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτὸν προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον. δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βεθήλῃ πόλει τὸν ἕτερον δὲ ἐν Δάνῃ (ἡ δέ ἐστιν πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου), τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ 1. 63 τῶν ἐν ταῖς πόλεσι ναΐσκῳ· καὶ παραινεῖ αὐτοὺς θῦσαι ταύταις. ΖΗΤΕΙ ἘΝ ΤΩΙ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ. 28. Ὅτι κηδεύσας τὸν προφήτην τὸν βρωθέντα ὑπὸ τοῦ λέοντος διὰ τὴν παρακοὴν ὁ ψευδοπροφήτης πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι τῷ Ἱεροβοάμῳ καί" τί δήποτε ταραχθείς" 2 εἶπεν" ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων" 2, τὸν προφήτην λέγων. ὡς δὲ τὰ περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ
q.34
τὴν αὑτοῦ χεῖρα διηγήσατο ὡς ἐνάρκησε, θεῖον ἀληθῶς καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν κακουργῶν καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν τὴν ἀλήθειαν. ἐπιχειρεῖ γὰρ πείθειν αὐτὸν ὡς ὑπὸ κόπου μὲν ἡ χεὶρ αὐτοῦ ναρκήσειε, βαστάζουσα τὰς θυσίας, εἶτ' ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν καὶ δεξάμενον θυσίας πολλὰς καὶ μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δ' αὐτῷ καὶ τὸν θάνατον τοῦ τὰ σημεῖα ταῦτα προειρηκότος, ὡς ὑπὸ λέοντος ἀπόλοιτο· οὕτως οὐδὲν οὔτ' εἶχεν οὔτ' ἐφθέγξατο προφήτου. ταῦτ' εἰπὼν πείθει τὸν βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν θείων ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτω δ' ἐξύβρισεν εἰς τὸ θεῖον καὶ παρηνόμησεν ὡς οὐδὲν ἄλλο καθ' ἡμέραν ζητεῖν ἢ τί καινὸν καὶ μιαρώτερον τῶν ἤδη τετολμημένων ἐργάσηται. 29. Ὅτι συνῆλθον οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς Ῥοβόαμον, τὸν υἱὸν Σολομῶνος, τὸν βασιλέα τῶν δύο φυλῶν, καὶ ὅσοι Λευῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι, κατέλειπον τὰς αὑτῶν πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν· οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβοάμος κατεσκεύασεν. 30. Ὅτι Ἱεροβοάμος ὁ βασιλεύων τῶν δέκα φυλῶν οὐ διέλειπεν εἰς τὸν θεὸν ἐξυβρίζων, ἀλλὰ καθ' ἡμέραν ἐπὶ τῶν ὑψηλῶν βωμοὺς ἀνιστὰς καὶ ἱερεῖς ἐκ τοῦ πλήθους ἀποδεικνὺς διετέλει. Ταῦτα δ' ἔμελλεν οὐκ εἰς μακρὰν τὰ ἀσεβήματα καὶ τὴν ὑπὲρ 1. 64 αὐτῶν δίκην εἰς τὴν αὐτοῦ κεφαλὴν καὶ πάσης αὐτοῦ τῆς δωρεᾶς* τρέψειν τὸ θεῖον. κάμνοντος δ' αὐτῷ κατ' ἐκεῖνον καιρὸν τοῦ παιδός, ὃν Ὀβίμην ἐκάλουν, τὴν γυναῖκα αὐτοῦ προσέταξε τὴν στολὴν ἀποθεμένην καὶ σχῆμα λαβοῦσαν ἰδιωτικὸν πορευθῆναι πρὸς Ἀχίαν τὸν προφήτην (εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων προειπεῖν· καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι), παραγενομένην δ' ἐκέλευσεν ἀνακρίνειν ὡς ξένην περὶ τοῦ παιδὸς εἰ διαφεύξεται τὴν νόσον. ἡ δὲ μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ὁ ἀνήρ, ἧκεν εἰς τὴν πόλιν, ἔνθα διέτριβεν ὁ Ἀχίας. καὶ μελλούσης εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιέναι, τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας, ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει, τήν τε Ἱεροβοάμου γυναῖκα πρὸς αὐτὸν ἀφιγμένην, καὶ τί δεῖ περὶ ὧν πάρεστιν ἀποκρίνασθαι. παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος καὶ ξένης ἀνεβόησεν" εἴσελθε, ὦ γύναι Ἱεροβοάμου. τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι φανεὶς ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι τοὺς λόγους." 2 ἀπελθοῦσαν οὖν πρὸς τὸν ἄνδρα ἔφραζεν αὐτῷ ταῦτα λέγειν·" ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαυίδου γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατασκευάσας ἐκείνους ἐτίμας, οὕτως σε πάλιν καθαιρήσω καὶ πᾶν ἐξολοθρεύσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν γενέσθαι ποιήσω. βασιλεὺς γὰρ ἐξεγείρεταί τις ὑπ' ἐμοῦ τοῦ λαοῦ παντός, ὃς οὐδὲν ἀπολείψει τοῦ Ἱεροβοάμου γένους. μεθέξειν* δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησεν καὶ 1. 65 τοὺς ὑπ' αὐτοῦ γενομένους προσκυνεῖ θεούς, τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν. σὺ δέ, ὦ γύναι, ταῦτα παραγγέλλουσα σπεῦδε πρὸς τὸν ἄνδρα. τὸν δὲ υἱὸν καταλήψῃ τεθνηκότα· σοῦ γὰρ εἰσιούσης εἰς τὴν πόλιν ἀπολείψει τὸ ζῆν αὐτόν. ταφήσεται δὲ κλαυθεὶς ὑπὸ τοῦ πλήθους παντός, κοινῷ τιμηθεὶς πένθει· καὶ γὰρ μόνος τῶν ἐκ τοῦ Ἱεροβοάμου γένους ἀγαθὸς οὗτος ἦν." 2 ταῦτα προφητεύσαντος ἐκπηδήσασα ἡ γυνὴ τεταραγμένη καὶ τῷ τοῦ παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱόν (ἔμελλεν γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον
q.35
ὄψεσθαι νεκρόν) ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα. καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα εὗρεν, τῷ δὲ βασιλεῖ πάντα ἀπήγγειλεν. Ὁ δὲ Ἱεροβοάμος ὑπ' ἀνοίας οὐδὲν τούτων ἐφρόντισεν, ἀλλ' ἐπὶ τὸν τοῦ Ῥοβοάμου υἱὸν ἐστράτευσεν. 31. Ὅτι Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τοῦ βασιλέως γύναιον ἦνδραστήριον καὶ τολμηρόν, εἰς τοσαύτην δ' ἀσέβειαν καὶ μανίαν προέπεσεν ὥστε καὶ ναὸν τῷ Τυρίων καὶ Σιδωνίων θεῷ κατασκευάσαι, ὃν Βέλη* προσηγόρευσεν καὶ αὐτὸς δ' ὁ Ἀχαάβος ἀνοίᾳ καὶ πονηρίᾳ πάντας τοὺς πρὸ αὑτοῦ ὑπερβέβηκεν. 32. Ὅτι ἐπὶ Ἀχαάβου τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν Νάβουθός τις ἦν, ἐξ Ἰζάρου πόλεως, ἀγρογείτων ὢν τοῦ βασιλέως, παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν, ἐπιτρέψαντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. λυπηθεὶς δ' ὡς ἐφ' ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν. τῆς δὲ Ἰεζαβέλης 1. 66 τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, ὅ τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβούθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη, μὴ τυχὼν ὧν ἠξίου. ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τραπέσθαι τοῦ σώματος πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβούθου τιμωρίας. καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχαάβου ὀνόματος, νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβουθον (εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς), παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. καὶ Νάβουθος μέν, ὡς ἔγραψεν ἡ βασίλισσα, οὕτω καταμαρτυρηθεὶς βλασφημήσας τὸν θεὸν καὶ Ἀχάαβον, βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν· ἀκούσασα δὲ ταῦτα ἡ Ἰεζαβέλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τοῦ Ναβούθου ἀμπελῶνα προῖκα ἐκέλευσεν. ὁ δὲ Ἀχάαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβούθου. ἀγανακτήσας δὲ ὁ θεὸς πέμπει τὸν προφήτην Ἡλίαν εἰς τὸ Ναβούθου χωρίον, Ἀχαάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅ τι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως. ὡς δ' ἧκε πρὸς αὐτόν, εἰπόντος τοῦ βασιλέως ὅ τι βούλεται χρήσασθαι αὐτῷ (αἰσχρὸν γὰρ εἶναι ὑπὸ ἁμαρτήματι ληφθῆναι ὑπ' αὐτοῦ), κατ' ἐκεῖνον ἔφη τὸν τόπον, ἐν ᾧ τὸν Ναβούθου νεκρὸν ἀπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ αἷμα καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι, καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι, τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος. Ἀχαάβῳ δὲ λύπη τῶν πεπραγμένων εἰσῆλθε καὶ μετάμελος γενόμενος καὶ σακκίον ἐνδυ 1. 67 σάμενος γυμνοῖς τοῖς ποσὶ διῆγεν, οὐχ ἁπτόμενος τροφῆς, ἀνθομολογούμενος δὲ τὰ ἡμαρτημένα καὶ τὸν θεὸν οὕτως ἐξευμενίζων. ὁ δὲ ζῶντος μὲν αὐτοῦ πρὸς τὸν προφήτην εἶπεν ὑπερβαλέσθαι τήν τε τοῦ γένους τιμωρίαν, ἐπεὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ τοῦ Ἀχαάβου. ὁ δὲ προφήτης ταῦτ' ἐδήλωσε τῷ βασιλεῖ. 33. Ὅτι Ὀχοζίας βασιλεὺς τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ἔχωντὴν δίαιταν πονηρὸς ἦν, κατὰ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. 34. Ὅτι καὶ Ἰώραμος ὁ Ὀχοζίου υἱὸς βασιλεὺς Ἰσραὴλ πάσηκακίας καὶ πονηρίας ἀνάπλεως καὶ ἀσεβής· ἦν δὲ τὰ ἄλλα δραστήριος. 35. Ὅτι Ἰωάσος βασιλεὺς Ἱεροσολύμων μετὰ θάνατον Ἰωδάοτοῦ ἀρχιερέως προέδωκε τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. συνδιεφθάρησαν δὲ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρ' αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δ' ὁ θεὸς ἐπὶ τῇ
q.36
μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. οἱ δὲ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε ὅσοι* πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον μήθ' ὅσοι* προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν· ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ἰωδάου λίθοις ὁ βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ, τῶν τοῦ πατρὸς αὐτοῦ εὐεργεσιῶν ἐπιλαθόμενος, διότι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαν 1. 68 τος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν, καὶ ὅτι τιμωρίαν μεγάλην ὑφέξουσι προύλεγεν μὴ πειθόμενοι. τελευτῶν μέντοι γε Ζαχαρίας μάρτυρα καὶ δικαστὴν ὧν ἔπασχε τὸν θεὸν ἐποιεῖτο ἀντὶ χρηστῆς συμβουλίας, καὶ ὧν ὁ πατὴρ αὐτοῦ παρέσχεν Ἰωάσῳ, πικρῶς καὶ βιαίως ἀπολλύμενος. 36. Ὅτι Ἱεροβοάμος ἕτερος ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ἔτη μʹ· ὃς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς ἦν καὶ παράνομος δεινῶς ἐγένετο, εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις. καὶ τῷ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων κακῶν αἴτιος ὑπῆρχεν. 37. Ὅτι Ὀζίας ὁ τοῦ Ἀμασίου υἱὸς ἀγαθὸς ἦν καὶ δίκαιοςτὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος, καὶ πολλοὺς πολέμους ἐνίκησεν. καὶ πάντα μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν. ὅσα γὰρ τῶν τειχῶν ἢ ὑπὸ τοῦ χρόνου κατεβέβλητο ἢ ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν κατεσκαμμένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν. προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς νʹ πηχῶν καὶ ρʹ. καὶ φρουροὺς ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δ' αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν ἡ χώρα πρὸς νομάς. γεωργικὸς δ' ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο, φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δ' εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ζʹ λʹ, 1. 69 ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι, τὸν ἀριθμὸν δισχίλιοι. διέταξεν δ' εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκοῦς καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ καὶ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίαν κατεσκεύασε, πετροβόλα τε καὶ δορυβόλα καὶ ἅρπαγας καὶ ὅσα τούτοις ὅμοια. Γενόμενος δ' ἐν ταύτῃ τῇ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν (αὕτη δ' ἦν ἡ πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα), ὤλισθε δ' ὑπ' εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων, οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν, ἤγαγεν. ἐνστάσης δ' ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης, ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος, ἐπιθυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. τοῦ δὲ ἀρχιερέως Ἀζαρίου καὶ τῶν ὄντων σὺν αὐτῷ ἱερέων πʹ κωλύοντος (αὐτῷ οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπαν, μόνοις δ' ἐφεῖται τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους), καταβοῶντος δ' ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι. μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας, καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρότερον ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τὸν μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως, πρὸς τῇ καλουμένῃ Ἀπορρωγῇ, τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς. ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς 1. 70
q.37
πόλεως ὡς ἐναγῆ. ὁ δὲ ὑπ' αἰσχύνης τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτ' αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῆς διὰ τοῦτ' εἰς τὸν θεὸν ἀσεβείας ταλαίπωρον οὕτω καὶ οἰκτρὰν ὑπομείνας δίκην. καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως, ἰδιώτην ἀποζῶν βίον, τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος· ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τοῖς γεγενημένοις ἀπέθανεν. 38. Ὅτι Μανασσῆς ὁ υἱὸς Ἐζεκίου τοῦ βασιλέως βασιλεύσας ἀπέρρηξεν ἑαυτὸν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων καὶ τὴν ἐναντίαν ἐτράπετο, πᾶν εἶδος πονηρίας ἐπιδειξάμενος ἐν τῷ τρόπῳ καὶ μηδὲν ἀσεβὲς παραλιπών, ἀλλὰ μιμούμενος τὰς τῶν Ἰσραηλιτῶν παρανομίας, οἳ εἰς τὸν θεὸν ἐξαμαρτάνοντες ἀπώλοντο· μιᾶναι δὲ καὶ τὸν ναὸν ἐτόλμησε τοῦ θεοῦ καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν. ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας ὠμῶς τοὺς δικαίους τοὺς ἐν τοῖς Ἐβραίοις ἀπέκτεινεν. ἀλλ' οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθ' ἡμέραν ἀπέσφαζεν, ὡς τῷ αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα. λαβὼν οὖν ὀργὴν ἐπὶ τούτοις ὁ θεὸς πέμπει προφήτας πρὸς τὸν βασιλέα καὶ τὸ πλῆθος, δι' ὧν αὐτοῖς ἠπείλησε τὰς αὐτὰς συμφοράς, αἷς συνέβη περιπεσεῖν τοὺς ἀδελφοὺς αὐτῶν Ἰσραηλίτας εἰς αὐτὸν ἐξυβρίσαντας. οἱ δὲ τοῖς μὲν λόγοις οὐκ ἐπίστευον, παρ' ὧν ἠδύναντο κερδῆσαι τὸ μηδενὸς πειραθῆναι κακοῦ, τοῖς δ' ἔργοις ἔμαθον ἀληθῆ τὰ περὶ* τῶν προφητῶν. Ὡς γὰρ τοῖς αὐτοῖς ἐπέμενον, πόλεμον ἐπ' αὐτοὺς ἐκίνει Βαβυλωνίων καὶ Χαλδαίων, οἳ τούτους διέφθειραν. γενόμενος δὲ ὁ Μανασσῆς τοῖς ἐχθροῖς ὑποχείριος, τότε συνείς, ἐν οἵοις κακοῖς ἐστί, καὶ πάντων αἴτιον ἑαυτὸν νομίζων ἐδεῖτο τοῦ θεοῦ παρασχεῖν αὐτῷ φιλάνθρωπον καὶ ἐλεήμονα τὸν πολέμιον. χαρίζεται δὲ τοῦτο τῆς ἱκεσίας ἐπακούσας αὐτῷ, καὶ πάλιν εἰς τὴν οἰκείαν ὁ Μανασσῆς ἀπολυθεὶς ὑπὸ τοῦ Βαβυλωνίων βασιλέως ἀνασώζεται. γενόμενος δ' εἰς τὰ Ἱεροσόλυμα τῶν μὲν προτέρων ἁμαρτημάτων περὶ τὸν θεὸν καὶ τὴν μνήμην ἐσπούδαζεν, εἰ δυνατὸν αὐτῷ γένοιτο, τῆς ψυχῆς ἐκβαλεῖν, ὧν ἐπιβουλεύειν ὥρμησεν καὶ πάσῃ χρῆσθαι περὶ αὐτὸν δεισιδαιμονίᾳ. καὶ τὸν ναὸν ἥγνισε καὶ τὴν πόλιν ἐκάθηρε, καὶ πρὸς μόνῳ τὸ λοιπὸν ἦν τὸ χάριν τε τῆς σω 1. 71 τηρίας ἐκτείνειν* τῷ θεῷ καὶ διατηρεῖν αὐτὸν εὐμενῆ πρὸς ὅλον τὸν βίον. ταῦτα δὲ πράττειν καὶ τὸ πλῆθος ἐδίδασκεν μεμαθηκώς, οἵᾳ παρὰ μικρὸν ἐχρήσατο συμφορᾷ διὰ τὴν ἐναντίαν πολιτείαν. ἐπισκευάσας δὲ καὶ τὸν βωμὸν τὰς νομίμους θυσίας ἐπιτελεῖ καθὼς διετάξατο Μωσῆς. διοικησάμενος δὲ τὰ περὶ τὴν θρησκείαν ὃν δεῖ τρόπον καὶ τῆς τῶν Ἱεροσολύμων ἀσφαλείας προενόησεν καὶ τὰ παλαιὰ τείχη μετὰ πολλῆς ἐπισκευάσαι σπουδῆς καὶ ἕτερον αὐτοῖς ἐπιβαλεῖν, ἀναστῆσαί τε πύργους ὑψηλοτάτους, τά τε πρὸ τῆς πόλεως φρούρια τοῖς τ' ἄλλοις καὶ δὴ καὶ σιτίων πάντων εἰς αὐτὰ χρησίμων*** ὀχυρώτερα ποιῆσαι. ἀμέλει δὲ τῇ πρὸς ταῦτα μεταβολῇ χρησάμενος, οὕτω τὸν μεταξὺ διῆγε βίον ὡς μακαριστὸς εἶναι καὶ ζηλωτὸς ἐξ ἐκείνου τοῦ χρόνου λογιζόμενος, ἀφ' οὗ τὸν θεὸν εὐσεβεῖν ἤρξατο. 39. Ὅτι Ἰωσίας ὁ βασιλεὺς τὴν φύσιν ἄριστος ὑπῆρχε καὶ πρὸς ἀρετὴν εὖ γεγονώς, Δαυίδου τοῦ βασιλέως ἐπιτηδευμάτων, καὶ σκοπῷ καὶ κανόνι τῆς ὅλης περὶ τὸν βίον ἐπιτηδεύσεως ἐκείνῳ κεχρημένος. γενόμενος δὲ ἐτῶν ιβʹ τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἐπεδείξατο· τὸν γὰρ λαὸν ἐσωφρόνιζεν καὶ παρῄνει τῆς περὶ τῶν εἰδώλων δόξης οὐχὶ θεῶν ὄντων ἀποστάντας σέβειν τὸν πάτριον θεόν, τά τε τῶν προγόνων ἐπισκοπῶν ἔργα τὰ μὲν ἁμαρτηθέντα διώρθου συνετῶς ὡς ἂν πρεσβύτατος καὶ νοῆσαι τὸ δέον ἱκανώτατος, ὅσα δ' εὕρισκεν εὖ γεγονότα καὶ κατὰ χώραν, ἐφύλαττέ τε καὶ ἐμιμεῖτο. ταῦτα δ' ἔπραττε σοφίᾳ καὶ ἐπινοίᾳ τῆς φύσεως χρώμενος, καὶ τῇ τῶν πρεσβυτέρων πειθόμενος συμβουλίᾳ καὶ παραδόσει. 40. Ὅτι Σαχχίας ὁ βασιλεὺς Ἱεροσολύμων τῶν δικαίων καὶ τοῦ δέοντος ἦν ὑπερόπτης· καὶ γὰρ τὴν ἡλικίαν ἦσαν ἀσεβεῖς περὶ αὐτόν, καὶ ὁ πᾶς ὄχλος ἐπ' ἐξουσίας ὕβριζεν ἃ ἤθελεν· δι' ὃ καὶ Ἱερεμίας πρὸς αὐτὸν ἐλθὼν πολλάκις ἔλεγεν ἐμαρτύρατό τε,
q.38
κελεύων τὰς μὲν ἄλλας ἀσεβείας καὶ παρανομίας καταλιπεῖν, προνοεῖν δὲ τοῦ δικαίου, καὶ μήτε τοῖς ἡγεμόσιν (εἶναι γὰρ ἐν αὐτοῖς πονηρούς) προσανέχειν, μήτε τοῖς ψευδοπροφήταις ἀπατῶσιν αὐ 1. 72 τὸν πεπιστευκέναι, ὡς οὐκέτι πολεμήσει τὴν πόλιν ὁ Βαβυλώνιος καὶ ὡς Αἰγύπτιοι στρατεύσουσιν ἐπ' αὐτὸν καὶ νικήσουσι·" ταῦτα γὰρ οὐκ ἀληθῆ λέγουσιν οὐδ' οὕτως ὀφείλοντα γενέσθαι." ὁ δὲ Σαχχίας ἐφ' ὅσον μὲν ἤκουε τοῦ προφήτου ταῦτα λέγοντος, ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν, ὡς ἀληθεύουσι καὶ συμφέρει αὐτῷ πεπιστευκέναι· διέφθειραν δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τοῦ προφήτου πρὸς ἅπερ ἤθελον. 41. Ὅτι Ναβουχοδονόσωρ ὁ τῶν Βαβυλωνίων βασιλεὺς αἰχμαλώτους λαβὼν τοὺς περὶ Δανιὴλ καὶ Ἀνανίαν καὶ Μισαὴλ καὶ Ἀζαρίαν τὸν μὲν Δανιὴλ μετωνόμασε Βαλτάσαρον, τὸν δὲ Ἀνανίαν Σεδράχην, τὸν δὲ Μισαὴλ Μίσαχον, τὸν δὲ Ἀζαρίαν Ἀβδεναγώ. τούτους ὁ βασιλεὺς ἐκδιδάσκων τὰ τῶν Χαλδαίων γράμματα δι' ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν τῶν γραμμάτων καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει. Δόξαν δὲ Δανιήλῳ μετὰ τῶν συγγενῶν σκληραγωγεῖν αὑτὸν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐδεσμάτων ἀπέχεσθαι καὶ καθόλου πάντων τῶν ἐμψύχων ἀπέχεσθαι, προσελθὼν Ἀσχάνῃ τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένῳ εὐνούχῳ τὰ μὲν παρὰ τοῦ βασιλέως αὐτοῖς κομιζόμενα παρεκάλεσεν αὐτὸν ἀναλίσκειν λαμβάνοντα, παρέχειν δ' αὐτοῖς ὄσπρια καὶ φοίνικας εἰς διατροφὴν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον βούλοιτο· πρὸς γὰρ τὴν τοιαύτην δίαιταν αὐτοὺς κεκινῆσθαι, τῆς δ' ἑτέρας περιφρονεῖν. ὁ δ' εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τοῦ σώματος ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων (συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ) καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν. ἔχοντα τοίνυν πρὸς τοῦτ' εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ ιʹ ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα, καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς 1. 73 τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν. ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν, οἷς τὴν βασιλικὴν εἶναι συνέβαινε χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ πάσῃ βιοῦν, ἔκτοτε μετ' ἀδείας ὁ Ἀσχάνης ὅσα μὲν ἀπὸ τοῦ δείπνου καθ' ἡμέραν συνήθως ἔπεμπεν ὁ βασιλεύς, αὐτὸς ἐλάμβανεν, ἐχορήγει δὲ αὐτοῖς τὰ προειρημένα. οἱ δ' ὡς καὶ τῶν ψυχῶν αὐτοῖς διὰ τοῦτο καθαρῶν καὶ πρὸς τὴν παιδείαν ἀκραιφνῶν γεγενημένων καὶ τῶν σωμάτων πρὸς φιλοπονίαν εὐτονωτέρων (οὔτε γὰρ ἐκείνας ἐφείλκοντο καὶ βαρείας εἶχον ὑπὸ τροφῆς ποικίλης, οὔτε*** μαλακώτερα διὰ τὴν αὐτὴν αἰτίαν), πᾶσαν ἑτοίμως ἐξέμαθον παιδείαν, ἥτις ἦν παρὰ τοῖς Ἐβραίοις καὶ Χαλδαίοις. μάλιστα δὲ Δανιὴλ ἱκανῶς ἤδη σοφίας ἐμπείρως ἔχων περὶ κρίσεις ὀνείρων ἐσπουδάκει· καὶ τὸ θεῖον αὐτῷ φανερὸν ἐγίνετο. Μετὰ δ' ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως ὁ βασιλεὺς Ναβουχοδονόσωρ ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν ὁ θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευσεν αὐτοὺς λέγειν ὅ τι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον. τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἔκθοιτο τὴν ὄψιν τοῦ ἐνυπνίου, φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν. προσέταξε δὲ πάντας αὐτοὺς ἀναιρεθῆναι, ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι. Δανιῆλος δ' ἀκούσας, ὅτι προσέταξεν πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς
q.39
ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῳ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ. δεηθείς τε παρ' αὐτοῦ τὴν αἰτίαν μαθεῖν, δι' ἣν ὁ βασιλεὺς πάντας εἴη προστε 1. 74 ταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτ' αὐτῷ δηλοῦν ἐπιλελησμένῳ, φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχον εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτην τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ δι' αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον. ὁ δὲ Ἀριόχος ταῦτ' ἀπήγγειλε τῷ βασιλεῖ Δανιῆλον ἀξιοῦν. καὶ ὁ μὲν κελεύει τὴν ἀναίρεσιν τῶν μάγων ἐπισχεῖν, ἕως γνῷ τὴν ὑπόσχεσιν τοῦ Δανιήλου· ὁ δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν δι' ὅλης ἱκετεύει νυκτὸς τὸν θεὸν σῶσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς, ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς ὁ βασιλεὺς ἐπιλέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους. ὁ δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανιῆλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον ὁ βασιλεὺς μάθοι. Δανιῆλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τὸ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας, εὐχαριστήσας δὲ τῷ θεῷ ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν, γενομένης ἡμέρας παραγίνεται πρὸς τὸν Ἀριόχον καὶ ἄγειν αὐτὸν πρὸς τὸν βασιλέα ἠξίου· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, ὅ φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός. Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανιῆλος παρῃτεῖτο τὸ* πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτῷ μέλλοι λέγειν· οὐ γὰρ κατ' ἐμπειρίαν οὐδ' ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται, τοῦτο γίνεται," ἀλλ' ἐλεήσας ἡμᾶς ὁ θεὸς κινδυνεύοντας ἀποθανεῖν, δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν. οὐχ ἧττον γὰρ τῆς ἐφ' ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς δόξης ἐφρόντιζον, ἀδίκως οὕτως ἄνδρας, καὶ 1. 75 ταῦτα καλούς τε καὶ ἀγαθούς, ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, ὃ δ' ἦν παρὰ θεοῦ, τοῦτο ἀπῄτεις παρὰ ἀνθρώπων. σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας ὁ θεὸς τοὺς βασιλεύσοντας, ὄναρ ἔδειξε τοιοῦτο. ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δ' ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς. ἔπειτα λίθον εἶδες ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταλαβόντα συντρῖψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, τὸν δὲ χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρου λεπτότερον γενέσθαι, καὶ τὸ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΑΝΑΓΟΡΕΥΣΕΩΣ ΒΑΣΙΛΕΩΝ. 42. Ὅτι ὁ Ναβουχοδονόσωρ ἀκηκοὼς παρὰ Δανιήλου τὴν τοῦ ὀνείρου κρίσιν ἐξεπλάγη τὴν τούτου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, ᾧ τρόπῳ τὸν θεὸν προσκυνοῦσιν, τούτῳ τὸν Δανιὴλ ἠσπάζετο, καὶ θύειν ὡς τῷ θεῷ προσέταξεν. οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησεν καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιάσδε. ὁ βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα, πηχῶν τὸ ὕψος ξʹ τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους, κελεύσας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, πεσόντας
q.40
προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας θάνατον ἠπείλησεν. πάντων οὖν προσκυνησάντων, τοὺς Δανιήλου συγγενεῖς μὴ ποιῆσαι τοῦτο καὶ βληθῆναι εἰς κάμινον καὶ μὴ καῆναι, ἀλλὰ κατὰ λογισμόν, οἶμαι, τῷ μηδὲν ἀδικήσαντας εἰς αὐτὸν* βληθῆναι οὐχ ἥψατο· ὁ γὰρ θεὸς κρείττω τὰ σώματα αὐτῶν τοῦ πυρὸς ἔδειξεν. τοῦτο συνέστησεν αὐτοὺς τῷ βασιλεῖ ὡς δικαίους καὶ φίλους*. δι' ὃ 1. 76 μετὰ ταῦτα πάσης ἀξιούμενοι παρ' αὐτοῦ τῆς τιμῆς διετέλουν. ἔκρινε δὲ καὶ ἕτερον ὄναρ ὁ Δανιήλ, ὡς ἐκπέσοι τῆς ἀρχῆς ζʹ ἔτη καὶ πάλιν ἀπολήψεται αὐτήν. 43. Ὅτι Ἔσδρας ἐπὶ Ξέρξου τοῦ βασιλέως ἦν καὶ ἐξελθὼν μετὰ τῶν Ἐβραίων ἐκ Βαβυλῶνος· χρόνῳ ὕστερον προσελθόντων τινῶν αὐτῷ καὶ κατηγορούντων, ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ Λευιτῶν παραβεβήκασι τὴν πολιτείαν καὶ λελύκασι τοὺς πατρῴους νόμους, ἀλλοεθνεῖς ἠγμένοι γυναῖκας καὶ τὸ ἱερατικὸν γένος συγκεχυκότες, δεομένων τε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάραξε τὰ γένεια ὑβρίζων καὶ ἐπὶ τὴν γῆν ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ. λογιζόμενος δὲ ὅτι, ἐὰν ἐκβαλεῖν αὐτοὺς τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν προστάξῃ τέκνα, οὐκ ἀκουσθήσεται, διέμεινεν ἐπὶ τῆς γῆς κείμενος. συνέτρεχον δὲ πρὸς αὐτὸν οἱ μέτριοι πάντες, κλαίοντες καὶ αὐτοὶ τῆς ἐπὶ τῷ γεγενημένῳ λύπης συμμεταλαμβάνοντες. ἀναστὰς δὲ ἀπὸ τῆς γῆς ὁ Ἔσδρας καὶ τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανὸν αἰσχύνεσθαι μὲν ἔλεγεν εἰς αὐτὸν ἀναβλέψαι διὰ τὰ ἡμαρτημένα τῷ λαῷ, ὃς τῆς μὲν† τιμῆς ἐξέβαλε τὰ τοῖς πατράσιν ἡμῶν διὰ τὴν ἀσέβειαν συμπεσόντα, παρεκάλει μέντοι τὸν θεὸν σπέρμα τι καὶ λείψανον ἐκ τῆς τότε συμφορᾶς αὐτῶν καὶ αἰχμαλωσίας περισώσαντα καὶ πάλιν εἰς Ἱεροσόλυμα καὶ τὴν οἰκείαν γῆν ἀποκαταστήσαντα καὶ τοὺς Περσῶν βασιλέας ἀναγκάσαντα λαβεῖν οἶκτον αὐτῶν συγγνωμονῆσαι τοῖς νῦν ἡμαρτημένοις, ἄξια μὲν θανάτου πεποιηκόσιν, ὂν δὲ ἐπὶ τῇ τοῦ θεοῦ χρηστότητι καὶ τοὺς τοιούτους ἀφεῖναι τῆς κολάσεως. Καὶ ὁ μὲν ἐπαύσατο τῶν εὐχῶν· θρηνούντων δὲ πάντων ὅσοι πρὸς αὐτὸν σὺν γυναιξὶ καὶ τέκνοις συνῆλθον, Ἀχόνιός τις ὄνομα πρῶτος τῶν Ἱεροσολυμιτῶν προσελθὼν αὐτοὺς μὲν ἁμαρτεῖν ἔλεγεν ἀλλοεθνεῖς ἐνοικισαμένους γυναῖκας, ἔπειθε δ' αὐτὸν ἐξορκίσαι πάντας ἐκβαλεῖν αὐτὰς καὶ τὰ ἐξ αὐτῶν γεγενημένα, κολασθήσεσθαι δὲ τοὺς οὐχ ὑπακούσαντας τῷ νόμῳ. πεισθεὶς οὖν τούτοις ὁ Ἔσδρας ἐποίησεν ὀμόσαι τοὺς φυλάρχους τῶν ἱερέων 1. 77 καὶ τῶν Λευιτῶν καὶ Ἰσραηλιτῶν ἀποπέμψασθαι τὰς γυναῖκας καὶ τὰ τέκνα κατὰ τὴν Ἀχονίου συμβουλίαν. ἀναλαβὼν δὲ τοὺς ὅρκους εὐθὺς ὥρμησεν ἐκ τοῦ ἱεροῦ εἰς τὸ παστοφόριον τὸ Ἰωάννου τοῦ Ἐλιασίβου καὶ μηδενὸς ὅλως διὰ τὴν λύπην γευσάμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διῆγεν αὐτόθι. γενομένου δὲ κηρύγματος ὥστε πάντας τοὺς ἀπὸ τῆς αἰχμαλωσίας συνελθεῖν εἰς Ἱεροσόλυμα, ὡς τῶν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις οὐκ ἀπαντησόντων αὐτῷ τε ἀπαλλοτριωθησομένων τοῦ πλήθους καὶ τῆς οὐσίας αὐτῶν κατὰ τὴν τῶν πρεσβυτέρων κρίσιν ἀφιερωθησομένης, συνῆλθον οἱ ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος ἐν τρισὶν ἡμέραις. καθισάντων δὲ ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, παρόντων ἅμα καὶ τῶν πρεσβυτέρων, καὶ ὑπὸ τοῦ κρύους ἀηδῶς διακειμένων, ἀναστὰς Ἔσδρας ᾐτιᾶτο ἐκείνους, λέγων παρανομῆσαι γήμαντας οὐκ ἐξ ὁμοφύλων· νῦν μέντοι γε ποιήσειν αὐτοὺς τῷ μὲν θεῷ κεχαρισμένα, συμφέροντα δὲ αὑτοῖς, ἀποπεμψαμένους τὰς γυναῖκας. οἱ δὲ ποιήσειν μὲν τοῦτο πάντες ἐξεβόησαν, τὸ δὲ πλῆθος εἶναι πολύ, καὶ τὴν ὥραν τοῦ ἔτους χειμέριον, καὶ τὸ ἔργον οὐ μιᾶς οὐδὲ δευτέρας ὑπάρχειν ἡμέρας·" ἀλλ' οἵ τε ἡγεμόνες τούτοις καὶ οἱ συνοικοῦντες ταῖς ἀλλοφύλοις παραγινέσθωσαν λαβόντες χρόνον καὶ πρεσβυτέρους, ἐξ οὗ ἂν θελήσωσι τόπου, τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος." καὶ ταῦτα δόξαν αὐτοῖς, ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ ιʹ μηνὸς
q.41
ἀναζητοῦντες τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον, ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν, πολλοὺς ἔκ τε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν, οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς ἢ τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν, κριοὺς καταθύσαντες αὐτῷ. τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔσδρας ἐκαθάρευε* τὴν περὶ ταῦτα συνήθειαν, ὡς ταύτην τοῦ λοιποῦ νόμιμον* εἶναι. 44. Ὅτι Ὀνίας ὁ ἀρχιερεὺς Ἱεροσολύμων βραχὺς ἦν τὴν διάνοιαν καὶ χρημάτων ἥττων. 1. 78 45. Ὅτι ἐπὶ Ἀντιόχου τοῦ βασιλέως ἦν τις οἰκῶν ἐν Μωδεῒ κώμῃ τῆς Ἰουδαίας ὄνομα Ματθίας, υἱὸς Ἰωάννου τοῦ Συμεῶνος τοῦ Ἀσσαμωναίου, ἱερεὺς ἐξ ἐφημερίας Ἰώαβος, Ἱεροσολυμίτης. ἦσαν δὲ αὐτῷ υἱοὶ εʹ, Ἰωάννης ὁ καλούμενος Γαδδῆς καὶ Σίμων ὁ κληθεὶς Θάθεις καὶ Ἰούδας ὁ καλούμενος Μακκαβαῖος καὶ Ἐλεάζαρος ὁ κληθεὶς Αὐρὰν καὶ Ἰωνάθης ὁ κληθεὶς Ἀφφοῦς. οὗτος οὖν ὁ Ματθίας ἀπωδύρετο τοῖς τέκνοις τὴν κατάστασιν τῶν πραγμάτων καὶ τήν τε τῆς πόλεως διαρπαγὴν καὶ τοῦ ναοῦ τὴν σύλησιν καὶ τοῦ πλήθους τὰς συμφοράς, ἔλεγε δὲ κρεῖττον αὐτοῖς ὑπὲρ τῶν πατρίων νόμων ἀποθανεῖν ἢ ζῆν οὕτως ἀσεβῶς. Ἐλθόντων δὲ εἰς τὴν Μωδεῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθισταμένων ἐπὶ τὸ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους ἃ διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς ὁ βασιλεὺς κελεύσειε, διὰ δὲ τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματθίαν προκατάρχειν τῶν θυσιῶν (κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως), ὁ Ματθίας οὐκ ἔφασκε ποιήσειν, οὐδὲ εἰ τὰ ἄλλα πάντα ἔθνη τοῖς τοῦ Ἀντιόχου προστάγμασιν ἢ διὰ φόβον ἢ δι' εὐαρεστίαν ὑπακούσει, πεισθήσεσθαί ποτε αὐτοῖς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν. ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθ' ἃ προσέταξεν Ἀντίοχος, θυμωθεὶς ὁ Ματθίας ὥρμησεν ἐπ' αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρε καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζε, διεχρήσατο μετ' ὀλίγων στρατιωτῶν, καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν" εἴ τις ζηλωτής ἐστι τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω" φησίν" ἐμοί." 2 καὶ ταῦτα εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησε, καταλιπὼν τὴν ἅπασαν αὑτοῦ κτῆσιν ἐν τῇ κώμῃ. τὸ δὲ αὐτὸ καὶ πολλοὶ ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦτα οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολυμιτῶν ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους. καὶ καταλαβόντες τὸ μὲν 1. 79 πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστε αὐτοῖς χρήσασθαι πολέμου νόμοις· μὴ προσδεχομένων δὲ τοὺς λόγους ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτου ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν, οὐδὲν ἀμυνομένους ἀλλ' οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας. τὸ δὲ ἀμύνεσθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο, μηδὲ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν ἐθελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. ἀπέθανον οὖν ἐμπνιγέντες ὡς χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν. ὁ δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδασκε μάχεσθαι, ὡς εἰ μὴ ποιήσωσι τοῦτο, φυλαττόμενοι τὸ νόμιμον, αὑτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατ' ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δὲ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι. ταῦτα εἰπὼν ἔπεισεν αὐτοὺς πολεμεῖν καὶ σαββάτῳ· καὶ μένει παρ' Ἐβραίοις καὶ σάββατα μάχεσθαι. ποιήσας οὖν περὶ αὑτὸν δύναμιν μεγάλην ὁ Ματθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἐξαμαρτάνοντας, ὅσους λαβεῖν
q.42
ὑποχειρίους ἠδυνήθη (πολλοὶ γὰρ δι' εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη)· τῶν τε παίδων αὐτοῖς οὐ περιτετμημένων αὐτὰ περιέτεμεν. Ἄρξας δὲ ἐνιαυτὸν νόσῳ τὸν βίον τελευτᾷ. 46. Ὅτι Ἀντίοχος ἐπολιόρκει τὰ Ἱεροσόλυμα ἐπὶ Ὑρκανοῦ τουἀρχιερέως, καὶ ἐπιστάσης τῆς ἑορτῆς τῆς σκηνοπηγίας πέμψαντος τοῦ Ὑρκανοῦ πρὸς αὐτὸν καὶ σπονδὰς ἡμερῶν ζʹ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, ὁ Ἀντίοχος τῇ πρὸς τὸ θεῖον αἰδοῖ εἴκων ἔφη σπένδεσθαι καὶ προσέτι θυσίαν εἰσέπεμπε μεγαλοπρεπῆ, ταῦρον χρυσοκέρωτα καὶ μετὰ παντοίων ἀρωμάτων ἐκπώματα χρυσᾶ τε καὶ ἀργυρᾶ. καὶ τὴν μὲν θυσίαν δεξάμενοι παρὰ τῶν κομιζόντων οἱ πρὸς ταῖς πύλαις ὄντες ἄγουσιν εἰς τὸ ἱερόν, Ἀντίοχος δὲ τὴν στρατιὰν ἑστιᾷ, πλεῖον Ἀντιόχου Ἐπιφανοῦςδιενέγκας, ὃς τὴν πόλιν ἑλὼν ὗς μὲν κατέθυσεν ἐπὶ τὸν βωμόν, τὸν δὲ νεὼν τῷ ζωμῷ τῷ τούτων περιέρρανε, συγχέας τὰ Ἰουδαίων νόμιμά τε καὶ τὴν πάτριον αὐτῶν εὐσέβειαν· ἐφ' οἷς ἐξεπολεμώθη 1. 80 τὸ ἔθνος καὶ ἀκαταλλάκτως εἶχε. τοῦτον μέντοι τὸν Ἀντίοχον δι' ὑπερβολὴν τῆς θρησκείας Εὐσεβῆ πάντες ἐκάλεσαν. Ἀποδεξάμενος δὲ αὐτοῦ τὴν ἐπιείκειαν Ὑρκανὸς καὶ μαθὼν τὴν περὶ τὸ θεῖον σπουδὴν ἐπρεσβεύσατο πρὸς αὐτόν, ἀξιῶν τὴν πάτριον αὐτοῖς πολιτείαν ἀποδοῦναι. ὁ δὲ ἀπωσάμενος τὴν βουλὴν τῶν παραινούντων ἐξελεῖν τὸ ἔθνος διὰ τὴν πρὸς ἄλλους αὐτῶν τῆς διαίτης ἀμιξίαν οὐκ ἐφρόντιζε· πειθόμενος δὲ πάντα ποιεῖν κατ' εὐσέβειαν, τοῖς πρεσβευταῖς ἀπεκρίνατο παραδοῦναι μὲν τὰ ὅπλα τοὺς πολιορκουμένους καὶ δασμὸν αὐτῷ τελεῖν Ἰόπης καὶ τῶν ἄλλων πόλεων πάρεξ τῆς Ἰουδαίας φρουράν τε δεξαμένους ἀπηλλάχθαι τοῦ πολέμου. οἱ δὲ τἄλλα μὲν ὑπέμενον, τὴν δὲ φρουρὰν οὐχ ὡμολόγουν, διὰ τὴν ἀμιξίαν οὐκ ἐπιμιγνύμενοι πρὸς ἄλλους. ἀντὶ μέντοι τῆς φρουρᾶς ὁμήρους ἔδοσαν καὶ τάλαντα ἀργυρίου φʹ· ὧν εὐθὺς τὰ λʹ καὶ τοὺς ὁμήρους δεξαμένου τοῦ βασιλέως ἔδοσαν, ἐν οἷς ἦν καὶ Ὑρκανοῦ ἀδελφός. καθεῖλε δὲ καὶ τὴν στεφάνην τῆς πόλεως. ἐπὶ τούτοις Ἀντίοχος τὴν πολιορκίαν τῆς πόλεως λύσας ἀνεχώρησεν. 47. Ὅτι Ἀντίπατρος ὢν τῆς Ἰουδαίας Φασάηλον μὲν τὸν υἱὸνἀρχιερέα ἀποδείκνυσιν Ἰουδαίας, Ἡρώδην δὲ τὸν νεώτερον τῶν παίδων ἐπίτροπον τῆς Γαλιλαίας, νέον ὄντα· πεντεκαίδεκα γὰρ καὶ μόνον ἔτη ἐγεγόνει αὐτῷ. βλάπτει δὲ οὐδὲν αὐτὸν ἡ νεότης, ἀλλ' ὢν τὸ φρόνημα γενναῖος ὁ νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς· καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιληστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ ληστῶν. σφόδρα δὲ αὐτοῦ τοῦτο τὸ ἔργον ἠγάπησαν οἱ Σύροι· ποθοῦσι γὰρ αὐτοῖς ἀπηλλάχθαι τοῦ ληστηρίου τὴν χώραν ἐκαθάρισεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ κατά τε χώραν καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος, ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν. ζῆλος δὲ ἐμπίπτει τῶν Ἡρώδῃ πεπραγμένων Φασαήλῳ τῷ ἀδελφῷ, καὶ πρὸς τὴν εὐδοκίμησιν αὐτοῦ κινηθεὶς ἐφιλοτιμεῖτο μὴ ἀπολειφθῆναι τῆς ὁμοίας εὐφημίας, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους ἐποιεῖτο, διὰ τοῦτο μὲν ἔχων τὴν πόλιν, οὔτε δὲ ἀπειροκάλως τοῖς 1. 81 πράγμασι προσφερόμενος οὔτε ἐξυβρίζων εἰς ἐξουσίαν. ταῦτα Ἀντίπατρον ἐποίει θεραπείας παρὰ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς καὶ τιμῶν οἵων ἄν τις μεταλαμβάνοι τῶν ὅλων ὢν δεσπότης· ὑπὸ μέντοι τῆς ἐκ τούτων λαμπρότητος οὐδέν, οἷα καὶ φιλεῖ συμβαίνειν πολλάκις, τῆς πρὸς Ὑρκανὸν εὐνοίας παραβέβηκεν ἢ πίστεως. Οἱ δὲ ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺςυἱοὺς αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν. καὶ γὰρ φιλίαν ὁ Ἀντίπατρος ἦν πεποιημένος πρὸς τοὺς Ῥωμαίων αὐτοκράτορας καὶ χρήματα πείσας πέμψαι τὸν Ὑρκανόν, [ἅπερ] αὐτὸς λαβὼν νοσφίζεται τὴν δωρεάν· ὡς ἴδια γάρ, ἀλλ' οὐχ ὡς Ὑρκανοῦ διδόντος, ἔπεμψε. ταῦτα Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν ἀλλὰ
q.43
καὶ σφόδρα ἔχαιρεν. ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων, ὁρῶντες τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον· καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου καί" μέχρι πότε" 2 ἔφασαν" ἐπὶ τοῖς πραττομένοις ἡσυχάζεις; ἢ οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν δὲ τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα; ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε, ῥᾳθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ. οὐ γὰρ ἐπίτροποί σου τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσί, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται. καὶ γὰρ Ἡρώδης ὁ παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινε καὶ πολλοὺς σὺν αὐτῷ." 2 48. Ὅτι ἐπὶ Ἡρώδου τοῦ βασιλέως καὶ τὰ περὶ Συρίαν ταραχὰς εἶχεν, οὐκ ἀνιείσης τῆς Κλεοπάτρας Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν. ἔπειθε γὰρ ἀφαιρούμενον ἑκάστου τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας. φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλειπε, τὸν μὲν ἀδελφόν, ᾧ τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δὲ ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα ἱερῷ δι' Ἀντωνίου. χρημάτων γὰρ ἕνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔτε ἱεροῦ τινὸς οὕτως ἀσύ 1. 82 λου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ. τὸ δὲ ὅλον οὐδὲν αὔταρκες ἦν γυναικὶ πολυτελεῖ καὶ δουλευούσῃ ταῖς ἐπιθυμίαις, μὴ καὶ πάντα πρὸς τὴν ἐπίνοιαν ἐνδεῖν ὧν ἐσπουδάκει. διὰ ταῦτα καὶ τὸν Ἀντώνιον ἤπειγεν ἀεὶ τὰ τῶν ἄλλων ἀφαιρούμενον αὐτῇ χαρίζεσθαι, καὶ διαβᾶσα σὺν ἐκείνῳ τὴν Συρίαν ἐπενόει κτῆμα ποιήσασθαι. Λυσανίαν μὲν οὖν τὸν Πτολεμαίου Πάρθους αἰτιασαμένη τοῖς πράγμασιν ἐπάγειν ἀποκτείννυσιν ᾔτει τε παρ' Ἀντωνίου τήν τε Ἰουδαίαν καὶ τὴν τῶν Ἀράβων, ἀξιοῦσατοὺς βασιλεύοντας αὐτῶν ἀφελέσθαι. τῷ δὲ Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς ὅ τι ἂν ἐκείνη θέλῃ· τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσοῦδε κατήκοον γενόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν. ἵνα οὖν μήτε ἀρνηθῇ παντάπασι μήτε ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο. δίδωσι δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς δοθῆναι. Τούτων ἡ Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπ' Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθε δὲ καὶ εἰς τὴν Ἰουδαίαν, Ἡρώδου συντυχόντος αὐτῇ*** συνηθείας πρὸς τὸν Ἡρώδην γενομένης, διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικόν, ἢ καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπ' αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα· τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν. Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ, χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ δι' ἀσέλγειαν εἰς τοῦτο πρόεισι, καὶ ὀφθῆναι* τιμωρούμενος, εἰ συνεδρεύουσα τοιούτοις ἐγχειρῶν*, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δὲ ποιεῖται σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι· πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χα 1. 83 λεπὴ καὶ προσεδοκᾶτο· τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελῄσειν, οὐδὲ ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς ἢ χρεία κατάσχοι τοιούτων δεησόμενον. ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες ὡς οὐκ ἄξιον μείζω πράττοντα κίνδυνον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν· οὐ γὰρ ἂν ἀπέχεσθαι
q.44
τὸν Ἀντώνιον, οὐδὲ εἰ σφόδρα τις αὐτῷ τὸ συμφέρον στήσει πρὸ τῶν ὀμμάτων· τόν τε γὰρ ἔρωτα μᾶλλον ὑπεκκαύσειν τῷ δοκεῖν βίᾳ καὶ κατ' ἐπιβουλὴν αὐτῆς στέρεσθαι, μέτριόν τε οὐδὲν εἰς τὴν ἀπολογίαν φαίνεσθαι, τοῦ μὲν ἐπιχειρήματος εἰς γυναῖκα γεγενημένου μέγιστον ἀξίωμα τῶν κατ' ἐκεῖνον ἐσχηκυῖα* χρόνον, τῆς δὲ ὠφελείας, εἰ καὶ ταύτην τις οἰηθείη, σὺν αὐθαδείᾳ καὶ καταγνώσει τῆς ἐκείνου διαθέσεως φανουμένης. ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως. τοιαῦτα δεδιττόμενοι καὶ τὸ κινδυνῶδες ἐξ εἰκότος παραδηλοῦντες ἐπέσχον αὐτὸν τῆς ἐπιχειρήσεως· ὁ δὲ ταύτην δωρεαῖς θεραπεύσας ἐπ' Αἰγύπτου προύπεμψεν. 49. Ὅτι Γαυλανίτης τις ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδουκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ' ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος, ὡς παρέσχομεν* κατορθοῦν εἰς τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, ἀσφάλισιν* δὲ τοῦ ταύτης περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος, καὶ τὸ θεῖον οὐκ ἄλλως ἢ ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐργάται* τῇ διανοίᾳ καθιστάμενοι μὴ ἐξαφίωνται φόνου* τοῦ ἐπ' αὐτοῖς. καί (ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν λέγοιεν ἐδέχοντο οἱ ἄνθρωποι) προύκοπτεν ἐπὶ μέγα ἡ ἐπιβολὴ τοῦ τολμήματος. κακὸν δ' οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη μὲν τὸ ἔθνος· πολέμων τε ἐπαγωγαῖς οὐχ οἷόν τε ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ ἐπελαφρύνοιεν τὸν πόνον, ληστηρίων 1. 84 δὲ μεγάλων ἐπιθέσεσι καὶ διαφθοραῖς ἀνδρῶν τῶν πρώτων,*** τοῦ ὀρθουμένου τῶν κοινῶν, ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν. ἐξ ὧν στάσεις τε ἐφύησαν δι' αὐτὰς καὶ φόνος πολιτικός, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, μανίᾳ τῶν ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, ὁ δὲ τῶν πολεμίων, λιμός τε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε ἡ στάσις. οὕτως ἄρα τὰς τῶν πατρίων κενώσεις† καὶ μεταβολὰς ἔχει χείρονας τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδουκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε. περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΕΘΝΩΝ. 50. Γίνεται δὲ κατὰ τὸν χρόνον Πιλάτου ἡγεμονεύοντος Ἱεροσολύμων Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμάσια περὶ αὐτοῦ εἰρηκότων. εἴς τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον. 1. 85 51. Ὅτι κτείνει Ἰωάννην Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοῖςἸουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι· οὕτω γὰρ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι, μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλ' ἐφ' ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προκεκαθαρμένης. 52. Ὅτι Ἀγρίππας ὁ βασιλεὺς Ἰουδαίων ἐτύγχανεν ἐπὶ Ῥώμηδιαιτώμενος καὶ προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσί τε τοῖς εἰς τὸ
q.45
δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος, ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μηδ' αὐτὸν Γάιόν ποτε ἰσωθῆναι θελήσαντα, οὐχ ὅπως ὑπερβαλέσθαι· τοσοῦτον ανερ.... η πάντας ὑπερῆρε καὶ τῷ τὰ πάντα† Καίσαρος ἐκφροντίσαι παρασχεῖν. καὶ ὁ Γάιος ἐκθαυμάσας τήν τε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπ' ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρῆσθαι, βουλόμενός τε μιμήσασθαι τὴν Ἀγρίππα φιλοτιμίαν ἐφ' ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος φησὶν ἐν συμποσίῳ, παρακαλοῦντος εἰς πότον Ἀγρίππου," καὶ πρότερον μέν σοι τιμὴν συνῄδειν ᾗ ἐχρῶ τὰ πρὸς ἐμὲ καὶ πολλὴν εὔνοιαν μετὰ κινδύνων ἀποδειχθεῖσαν, οἷς ὑπὸ Τιβερίου περιέστης δι' αὐτήν, ἐπιλείπεις τε οὐδὲν καὶ ὑπὲρ δύναμιν ἀρετῇ χρῆσθαι τῇ πρὸς ἡμᾶς. ὅθεν (αἰσχρὸν γὰρ ἡσσᾶσθαί με ὑπὸ τῆς σῆς σπουδῆς) ἀναλαβεῖν βούλομαι τὰ ἐλλελειμμένα πρότερον. ὀλίγον γὰρ πᾶν ὁπόσον σοι δωρεῶν ἐχόμενον ἀπεμοιρασάμην· τὸ πᾶν, ὅπερ σοι ῥοπὴν ἂν προσθείη τοῦ εὐδαίμονος, δεδιακονήσεται γάρ σοι προθυμίᾳ καὶ ἰσχύι." 2 καὶ ὁ μὲν ταῦτα ἔλεγεν, οἰόμενος τήν τε† πόλιν τῆς προσόδου αἰτήσασθαι, ἢ καί τινων προσόδους πόλεων· ὁ δέ, καίπερ τὰ πάντα ἐφ' οἷς ᾔτησε* παρασκευασάμενος, οὐκ ἐφανέρου τὴν διάνοιαν, ἀλλ' ἐκ τοῦ ὀξέος ἀμείβεται τὸν Γάιον ὅτι μὴ πρότερον κέρδος τὸ ἀπ' αὐτοῦ καραδοκῶν παρὰ τὰς Τιβερίου ἐντολὰς θεραπεύσειεν αὐτόν, οὔτε νῦν πράσσειν τι τῶν εἰς χάριν τὴν ἐκείνου κερ 1. 86 δῶν οἰκείων ἔν τισι λήψεσι· μεγάλα δὲ εἶναι τὰ προδεδωρημένα, 1. 86 καὶ περαιτέρω τοῦ θράσει χρωμένου τῶν ἐλπίδων·" καὶ γὰρ εἰ τῆς σῆς ἐλάττονα γέγονεν δυνάμεως, τῆς γ' ἐμοῦ τοῦ εἰληφότος διανοίας τε καὶ ἀξιώσεως μείζονα." 2 καὶ ὁ Γάιος ἐκπλαγεὶς τὴν διάνοιαν αὐτοῦ πλειόνως ἐνέκειτο εἰπεῖν ὅ τι χαρίζοιτό τ'* ἂν αὐτῷ παρασχόμενος. ὁ δέ" ἐπείπερ, ὦ δέσποτα, προθυμίᾳ τῇ σῇ δωρεῶν ἄξιον ἀποφαίνεις, αἰτήσομαι τῶν μὲν εἰς ὄλβον φερόντων οὐδὲν διὰ τὸ μεγάλως με ἐνδιαπρέπειν οἷς ἤδη παρέσχες· ὅ τι δ' ἄν σοι δόξαν προσποιῇ τοῦ εὐσεβοῦς καὶ τὸ θεῖον σύμμαχον ἐφ' οἷς θελήσειας παρακαλῇ, καί μοι πρὸς εὐκλείας γένοιτο παρὰ τοῖς πυνθανομένοις, ὡς μηθενὸς ὧν χρησαίμην ὑπὸ τῆς σῆς ἐξουσίας ἀτυχεῖν πώποτε γνόντι. ἀξιῶ γάρ σοι τοῦ ἀνδριάντος τὴν ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, μηκέτι πράσσειν διανοεῖσθαι." 2 Καὶ ὁ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος (εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἢ εἰς θάνατον ἔφερεν) διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι, κύβον ἀναρριπτεῖν τὸν ἐπ' αὐτοῖς ἡγεῖτο. Γάιος δὲ καὶ ἅμα τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἐνειλημμένος, ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν, μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος, ἅμα δὲ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας,*** ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἢ ἄλλῃ δυνάμει τοῦ κοινοῦ τῆς εὐθυμίας ἐπεμελῶσ† τό, πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συγχωρεῖ καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνόν τε τῆς ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἀπεσταλκότος." νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω· εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόν τε στρατὸν διάλυε καὶ αὐτὸς ἐφ' ἃ τὸ πρῶτόν σε ἐπέστειλα ἄπιθι. οὐδὲ γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος, Ἀγρίππᾳ χαριζόμενος, ἀνδρὶ παρ' ἐμοὶ τιμωμένῳ μειζόνως ἢ ὥστε με χρείᾳ τῇ ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν." 2 53. Ὅτι Γάιος ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, 1. 87 κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφ' οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρ' ὁντινοῦν ἐπειγόμενος, παίδευσιν αὐτὴν* οὐδ' ἡντινοῦν προστιθείς, ἀλλ' ἐφ' ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος. 54. Ὅτι οὗτοι οἱ ἀλλήλων ἀδελφοὶ ἐπειδὴ τὴν ἀρετήν, ᾗ ἐπὶ μέγα προύκοψαν δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν, ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί (στρατηγὸς δὲ ἀφίκετο τῶν
q.46
ταύτῃ χωρίων), ᾧ δὴ καὶ εἵπετο γαμετὴ τά τε ἄλλα καὶ εἰς τὸ ἐπαινεῖσθαι προειληφυῖα πασῶν καὶ μείζονα ῥοπὴν ἐπ' αὐτῷ λαμβάνουσα θαύματι τοῦ εὐπρεποῦς. ταύτης εἴτε ἀκοῇ τῆς εὐπρεπείας ἐκμαθὼν εἴτε καὶ ἄλλως αὐτόπτης γενόμενος Ἀνιλαῖος ὁ τοῦ Ἀσιναίου ἀδελφὸς ἐραστής τε ἐγεγόνει καὶ πολέμιος, τὸ μὲν ὑπὸ τοῦ μὴ ἄλλως ἐλπίζειν ἐκπράσσεσθαι τὴν σύνοδον τῆς γυναικὸς μὴ τὴν ἐξουσίαν ὡς ἐπ' αὐτῇ κτηθείσῃ παραλαβών, τὸ δὲ ὑπὸ τοῦ δυσαντίλεκτον κρίνειν τὴν ἐπιθυμίαν. ἅμα τε οὖν πολέμιος ἐπ' αὐτοῖς κεχειροτόνητο κτιλίων* καὶ μάχης ἐπάκτου γενομένης πεσόντος ἀνῃρημένου ἁλοῦσα ἐγεγάμητο ἐραστῇ. οὐ μὴν δίχα γε μεγάλων δυστυχιῶν Ἀνιλαίῳ τε καὶ Ἀσιναίῳ γυνὴ ἀφίκοιτο* εἰς τὸν οἶκον αὐτῶν, ἀλλὰ σύν τινι μεγάλῳ κακῷ. ἐπεὶ γὰρ τἀνδρὸς τεθνηκότος αἰχμάλωτος ἤγετο, ἀφιδρύματα τῶν θεῶν, ἅπερ τῷ ἀνδρὶ καὶ αὐτῇ πατρῷα ἦν, περιστέλλουσα καὶ ταύτῃ τοῦ πατρίου τὸ ἐπ' αὐτοῖς ἔθος συναπήγετο. καὶ τὸ μὲν πρῶτον λεληθότως αὐτῶν θρησκείαν ἐποιεῖτο, γαμετὴ δὲ ἀποδειχθεῖσα ἤδη τρόπῳ τῷ αὐτῆς εἰωθότι καὶ μεθ' οἵων νομίμων ἐπὶ τοῦ προτέρου ἀνδρὸς ἐθεράπευεν αὐτούς. καὶ τῶν ἑταίρων οἱ μάλιστα τιμώμενοι παρ' αὐτοῖς τὸ μὲν πρῶτον*** οὐδαμῶς πράσσοι Ἐβραϊκὰ ἔλεγον οὐδὲ ὁπόσα νόμοις τοῖς αὐτῶν πρόσφορα, γυναῖκα ἠ† γένος ἀλλόφυλον καὶ παραβαίνουσαν θυσιῶν καὶ σεβασμῶν τῶν αὐτοῖς εἰωθότων τὴν ἀκρίβειαν· ὁρᾶν οὖν, μὴ τὰ πολλὰ τῇ ἡδονῇ τοῦ σώματος συγχωρῶν ἀπολέσειε τὴν ἀρχὴν τοῦ εὐπρεποῦς καὶ τὴν εἰς νῦν ὑπὸ τοῦ θεοῦ προελθοῦσαν ἐξουσίαν. ἐπεὶ δὲ οὐδὲν ἐπέραινον, ἀλλὰ καί τινα αὐτῶν τὸν μάλιστα τιμώμενον, ὅτι παρρησίᾳ πλείονι χρήσαιτο, ἀπέκτεινεν, καὶ ὃς† κτεινόμενος εὐνοίας τε τῶν νόμων καὶ τοῦ κτείνοντος αὐτὸν τιμωρίαν ἐπηράσατο αὐτῷ τε Ἀνιλαίῳ καὶ 1. 88 Ἀσιναίῳ καὶ πᾶσιν ἑταίροις ὁμοίαν ὑπὸ τῶν ἐχθρῶν ἐπαχθεῖσαν γενέσθαι τελευτήν, τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δὲ ὡς* ὅτι μὴ βοηθῶεν* αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἀνείχοντο δέ, μνημονεύοντες ὡς οὐκ ἐξ ἄλλης αἰτίας ἀλλ' ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες. ἐπειδὴ* καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους, ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου, φάμενοι καλῶς ἔχειν, εἰ μὴ πρότερον κατ' αὐτὸν ἑωρακότα* τὸ ὠφελοῦν, ἀλλὰ νῦν γοῦν ἐπιστροφὴν ποιεῖσθαι τοῦ γεγονότος πρὶν ἢ τὴν ἁμαρτίαν ἐκείνῳ τε καὶ πᾶσι τοῖς ἄλλοις γενέσθαι εἰς ὄλεθρον ἀνακειμένην, τόν τε γάμον τῆς ἀνθρώπου λέγοντες οὐ μετ' αὐτῶν οὔτε αὐτοῖς εἰωθότων τεθεῖσθαι νόμων, καὶ τὴν θρησκείαν, ἣν ἐπιτηδεύοι ἡ γυνή, ἐπ' ἀτιμώσει τοῦ θεοῦ τοῦ αὑτοῖς σεβασμίου πράσσεσθαι. ὁ δὲ καὶ αὐτὸς ᾔδει μὲν τὴν ἁμαρτάδα τοῦ ἀδελφοῦ μεγάλων αἰτίαν οὖσαν κακῶν καὶ ἐσομένην, οὐ μὴν ἀλλὰ καὶ ἠνείχετό γε εὐνοίᾳ τοῦ συγγενοῦς νικώμενος καὶ συγγνώμην νέμων ὡς ὑπὸ κρείττονος κακοῦ τῆς ἐπιθυμίας νικωμένου. ἐπεὶ δὲ πλείους γε ὁσημέραι συνεστρέφοντο καὶ πλείους ἦσαν αἱ καταβοαί, τηνικαῦτα δή φησι περὶ αὐτῶν πρὸς Ἀνιλαῖον, τοῖς τε πρῶτον γεγονόσιν ἐπιτιμῶν καὶ παύσασθαι τὸ λοιπὸν κελεύων, τὴν ἄνθρωπον ἀποπεμψάμενον εἰς τοὺς συγγενεῖς. ἐπράσσετο δὲ οὐδὲν ἐκ τῶν λόγων. καὶ ἡ γυνὴ δὲ αἰσθανομένη μὲν τοῦ θροῦ τοῦ κατέχοντος τοὺς λαοὺς δι' αὐτήν, δεδοικυῖα δὲ περὶ τοῦ Ἀνιλαίου, μηκέτι* πάθοι ἔρωτι τῷ πρὸς αὐτήν, φάρμακον τῷ Ἀσιναίῳ δοῦσα ἐν τοῖς σιτίοις μεθιστᾷ τὸν ἄνθρωπον ἀδεής τε ἦν ἐπὶ κριτῇ τῶν περὶ αὐτὴν πραχθησομένων τῷ ἐραστῇ γενομένῳ. 55. Ὅτι Γάιος ἀνὴρ ἦν καὶ πρότερον ἢ τῇ ἀρχῇ συνῆλθε σκαιός τε καὶ κακοπραγίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος, καὶ διὰ τοῦτο ἐφ' οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφ' ἑνὶ μόνῳ πιμπλάμενος τοῦ* ὑβρίζειν εἰς οὓς ἥκιστα ἐχρῆν, ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν, καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς 1. 89 εἶναί τε καὶ
q.47
δοκεῖν, ἡσσώμενος ἐπαίνων τῆς πληθύος. καὶ πάντα, ὅσα αἰσχρὰ κρίνας ὁ νόμος ἐπιτιμᾶν* τιμωρίαν, ἐνόμισεν ἀρετῆς. καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεων καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσει* τὴν ἐπιθυμίαν λαμβάνων· ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν. ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἢ ἐπ' ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπ' Αἰγύπτου σιτηγῶν πλοίων. τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος ἀφίκετο, ἀλλ' ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη. αἴτιον δ' ἦν ἡ περὶ τἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ κατὰ μόνας ἔμελλον ὠφελεῖν αὐτῷ, ὑφαιρεῖν τὴν ἐπὶ τοῖς κρείττοσιν ἀνωμολογημένοις φιλοτιμίαν. ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τε ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφ' ἑτέρων συντεθεῖσί τε ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρ' ὁντιναοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτῶ* τῆς φύσεως καὶ τοῦ* ἰσχὺν αὐτὴν* προσλαβεῖν μελέτῃ* τοῦ ἐπιπονεῖν. ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος, συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς. ἐπρώτευσέ τε τῶν καθ' αὑτὸν πολιτῶν. οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐλθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἡ ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνη πάρεστιν. φίλοις μὲν κεχρῆσθαι καὶ τὰ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατ' ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρεισσόνων, μέχρι δὲ* τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφιάσεις* εὐνοίᾳ τῇ πρὸς αὐ 1. 90 τὸν ἐχρήσαντο, μίσους ὑποφυέντος ὑπ' αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ. 56. Ὅτι οἱ σικάριοι καλούμενοι λησταὶ ἦσαν καὶ ἐπλήθυνον ἐπὶ Νέρωνος κατὰ τὴν Ἰουδαίαν, χρώμενοι ξιφιδίοις παραπλησίοις τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, πολλοὺς ἀναιροῦντες. ἀναμιγνύμενοι γὰρ ἐν ταῖς ἑορταῖς τῷ πλήθει οὓς βουληθεῖεν ῥᾳδίως ἀπέσφαττον. πολλάκις δὲ καὶ μεθ' ὅπλων ἐπὶ τὰς κώμας τῶν ἐχθρῶν ἀφικόμενοι διήρπαζον καὶ ἐνεπίμπρασαν. 57. Ὅτι Κοστόβαρος καὶ Σαλοῦλος αὐτοὶ καθ' αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον, γένους μὲν ὄντες βασιλικοῦ, διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. 58. Ὅτι Ἀλβῖνος ἀκούσας διάδοχον αὑτῷ γενέσθαι Φλῶρον, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι, προσάγων τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ πρόδηλοι θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δὲ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυσε. καὶ οὕτως ἡ μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, ἡ χώρα δὲ ληστῶν ἐπληρώθη. 59. Ὅτι Γέσσιος Φλῶρος, ὁ πεμφθεὶς Ἀλβίνου διάδοχος ὑπὸ Νέρωνος, πολλῶν ἐνέπλησε κακῶν Ἰουδαίους. Κλαζομένιος μὲν ἦν γένος οὗτος, ἐπήγετο δὲ Κλεοπάτραν γυναῖκα, δι' ἣν φίλην οὖσαν Πομπηίας* τῆς Νέρωνος γυναικὸς καὶ πονηρίᾳ μηδὲν αὐτοῦ διαφέρουσαν τῆς ἀρχῆς ἐπέτυχεν. οὕτω δὲ περὶ τὴν ἐξουσίαν ἐγένετο κακὸς καὶ βίαιος, ὥστε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν Ἀλβῖνον ἐπῄνουν ὡς εὐεργέτην οἱ Ἰουδαῖοι· ἐκεῖνος μὲν γὰρ ἐπεκέκρυπτο τὴν πονηρίαν καὶ τοῦ μὴ παντάπασι κατάφωρος εἶναι προυνόει, Γέσσιος δὲ Φλῶρος καθάπερ εἰς ἐπίδειξιν πονηρίας πεμφθεὶς τὰς εἰς τὸ ἔθνος ἡμῶν παρανομίας ἐπόμπευε, μήτε ἁρπαγῆς παραλιπὼν μηδένα τρόπον μήτε ἀδίκου κολάσεως. ἦν γὰρ
q.48
ἄτεγκτος μὲν πρὸς ἔλεον, παντὸς δὲ κέρδους ἄπληστος, ᾧ γε 1. 91 μηδὲ τὰ πλεῖστα τῶν ὀλίγων διέφερεν, ἀλλὰ καὶ λησταῖς ἐκοινώνησεν· ἀδεῶς γὰρ οἱ πολλοὶ τοῦτο ἔπραττον, ἐχέγγυον παρ' ἐκείνου τὴν σωτηρίαν εἶναι πεπιστευκότες. καὶ τοῦτο μέτριον οὐκ ἦν, ἀλλ' οἱ δυστυχεῖς Ἰουδαῖοι μὴ δυνάμενοι τὰς ὑπὸ τῶν ληστῶν γινομένας πορθήσεις ὑπομένειν ἠναγκάζοντο τῶν ἰδίων ἐξιστάμενοι ἠθῶν φεύγειν ἅπαντες, ὡς κρεῖττον ὁπουδήποτε παρὰ τοῖς ἀλλοφύλοις κατοικήσοντες. καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον ὁ καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν, κρεῖττον ἡγούμενος ἀθρόους ἢ κατ' ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν ὁ πόλεμος δευτέρῳ ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς. Ἀλλ' ὅσα μὲν*** ἠναγκάσθημεν ἢ παθεῖν ὑπεμείναμεν, ἀκριβῶς γνῶναι πάρεστι τοῖς βουλομένοις ἐντυχεῖν ταῖς ὑπ' ἐμοῦ περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις γεγραμμέναις· παύσεται δὲ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας, μεθ' ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. τέλος τοῦ κʹ λόγου. Ἐκ τῆς Ἰουδαϊκῆς ἁλώσεως. λόγος αʹ. 60. Ὅτι Ἰωάννης ὁ καὶ Ὑρκανὸς πολὺ διῆλθεν ἐπ' εὐπραγίᾳ, πρὸς δὲ τὰς εὐπραγίας αὐτοῦ τε καὶ τῶν παίδων φθόνος ἐγείρει στάσιν τῶν ἐπιχωρίων. καὶ δὴ πολλοὶ κατ' αὐτὸν συνελθόντες οὐκ ἠρέμουν. καὶ δὴ τὸ λοιπὸν ἐν εὐδαιμονίᾳ βιοὺς Ἰωάννης καὶ τὰ κατὰ τὴν ἀρχὴν κάλλιστα διοικήσας ἐν τρισὶν ὅλοις καὶ τριάκοντα ἔτεσιν ἐπὶ εʹ υἱοῖς τελευτᾷ, μακαριστότατος ὄντως καὶ κατὰ μηδὲν ἐάσας ὑπ' αὐτῷ μεμφθῆναι τὴν τύχην. τρία γὰρ τὰ κρατιστεύοντα μόνος εἶχεν, τήν τε ἀρχὴν τοῦ ἔθνους καὶ τὴν ἀρχιερωσύνην καὶ προφητείαν· ὡμίλει γὰρ αὐτῷ τὸ δαιμόνιον ὡς μηδὲν τῶν μελλόντων ἀγνοεῖν, ὅς γε καὶ περὶ δύο τῶν πρεσβυτάτων υἱῶν, ὅτι μὴ διαμενοῦσι κύριοι τῶν πραγμάτων, προεῖδέ τε καὶ 1. 92 προεφήτευσεν· ὧν τὴν καταστροφὴν ἄξιον ἀφηγήσασθαι, παρ' ὅσον τῆς πατρῴας εὐδαιμονίας ἀπέκλιναν. Μετὰ γὰρ τὴν τοῦ πατρὸς τελευτὴν ὁ πρεσβύτατος αὐτῶν Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεὶς περιτίθεται μὲν διάδημα πρῶτος μετὰ υʹ καὶ οʹ καὶ ἓν ἔτος, πρὸς δὲ μῆνας τρεῖς, ἐξ οὗ ὁ λαὸς κατῆλθεν εἰς τὴν χώραν ἀπαλλαγεὶς τῆς ἐν Βαβυλῶνι δουλείας· τῶν δὲ ἀδελφῶν τὸν μὲν μεθ' ἑαυτὸν Ἀντίγονον (ἐδόκει γὰρ ἀγαπᾶν) ἦγεν ἰσοτίμως, τοὺς δ' ἄλλους εἵργνυσι δήσας. δεσμεῖ δὲ καὶ τὴν μητέρα διενεχθεῖσαν περὶ τῆς ἐξουσίας (ταύτην γὰρ κυρίαν τῶν ὅλων Ἰωάννης ἀπελελοίπει), καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστε καὶ λιμῷ διαφθεῖραι δεδεμένην. Περιέρχεται δὲ αὐτὸν ἡ τίσις εἰς τὸν ἀδελφὸν Ἀντίγονον, ὃν ἠγάπα τε καὶ τῆς βασιλείας κοινωνὸν εἶχε· κτείνει γὰρ καὶ τοῦτον ἐκ διαβολῶν, ἃς οἱ πονηροὶ κατὰ τὸ βασίλειον ἐνεσκευάσαντο. τὰ μὲν δὴ πρῶτα διηπίστει τοῖς λεγομένοις ὁ Ἀριστόβουλος, ἅτε δὴ καὶ τὸν ἀδελφὸν ἀγαπῶν καὶ διδοὺς φθόνῳ τὰ πολλὰ τῶν λογοποιουμένων· ὡς δὲ ὁ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατιᾶς ἦλθεν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατ' ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὑτὸν ὁπλιτῶν, ὡς ἐνῆν μάλιστα κεκοσμημένον, προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ. κἀν τούτῳ προσιόντες οἱ πονηροὶ τῷ βασιλεῖ τήν τε πομπὴν τῶν ὁπλιτῶν ἐδήλουν καὶ τὸ παράστημα τοῦ Ἀντιγόνου μεῖζον ἢ κατ' ἰδιώτην, ὅτι τε παρῄει μετὰ μεγίστου συντάγματος ἀναιρήσων αὐτόν· οὐ γὰρ ἀνέχεσθαι τιμὴν μόνον ἐκ βασιλείας ἔχειν, παρὸν αὐτὴν κατασχεῖν. Τούτοις κατὰ μικρὸν ἄκων ἐπίστευσεν Ἀριστόβουλος καὶ προνοῶν τοῦ μήθ' ὑποπτεύων φανερὸς γενέσθαι καὶ προησφαλίσθαι πρὸς τὸ ἄδηλον καθίστησι μὲν τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογαίων ἀλαμπεῖ (κατέκειτο δὲ ἐν τῇ βάρει τῇ Ἀντωνίᾳ μετονομασθείσῃ), προστάξας ὅπλου* μὲν ἀπέχεσθαι, κτείνειν δὲ τὸν Ἀντίγονον, εἰ μετὰ ὅπλων προσῄει. καὶ πρὸς αὐτὸν ἔπεμψε τοὺς προεροῦντας ἄνοπλον ἐλθεῖν. πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας 1. 93 πείθουσι τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον, ὡς
q.49
ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὑτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη," νῦν δ' ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτ' ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις." 2 Ταῦτ' ἀκούσας ὁ Ἀντίγονος (ἐνῆγε δ' ἡ τοῦ ἀδελφοῦ διάθεσις μηδὲν ὑποπτεύειν πονηρόν) ἐχώρει μετὰ τῶν ὅπλων ὡς πρὸς ἐπίδειξιν. γενόμενος δὲ κατὰ τὴν σκοτεινὴν πάροδον, Στράτωνος ἐκαλεῖτο πύργος, ὑπὸ τῶν σωματοφυλάκων ἀναιρεῖται, βέβαιον ἀποδείξας, ὅτι πᾶσαν εὔνοιαν καὶ φύσιν κόπτει διαβολή, καὶ οὐδὲν οὕτως τῶν ἀγαθῶν παθῶν ἰσχυρόν, ὃ τῷ φθόνῳ μέχρι παντὸς ἀντέχει. Θαυμάσοι δ' ἄν τις ἐν τούτῳ καὶ Ἰούδαν (Ἐσσαῖος ἦν γένοςοὐκ ἔστιν ὅτε πταίσας ἢ ψευσθεὶς ἐν τοῖς προαπαγγέλμασιν), ὃς ἐπειδὴ καὶ τότε τὸν Ἀντίγονον ἐθεάσατο παριόντα διὰ τοῦ ἱεροῦ, πρὸς τοὺς γνωρίμους ἀνέκραγεν (ἦσαν δ' οὐκ ὀλίγοι παρεδρεύοντες αὐτῷ τῶν μανθανόντων)" παπαί· νῦν ἐμοὶ καλόν" 2 ἔφη" τὸ θανεῖν, ὅτι μοι προτέθνηκεν ἡ ἀλήθεια καί τι τῶν ὑπ' ἐμοῦ προρρηθέντων διέψευσται. ζῇ γὰρ Ἀντίγονος οὑτοσὶ σήμερον ὀφείλων ἀνῃρῆσθαι. χωρίον δὲ αὐτῷ πρὸς σφαγὴν Στράτωνος πύργος εἵμαρτο· καὶ τοῦτο μὲν ἀπὸ ἑξακοσίων ἐντεῦθεν σταδίων ἐστίν, ὧραι δὲ τῆς ἡμέρας ἤδη δʹ. ὁ δὲ χρόνος ἐκκρούει τὸ μάντευμα." 2 ταῦτ' εἰπὼν σκυθρωπὸς ἐπὶ συννοίας ὁ γέρων ἐκαρτέρει, καὶ μετ' ὀλίγον ἀνῃρημένος ὁ Ἀντίγονος ἠγγέλλετο κατὰ τὸ ὑπόγαιον χωρίον, ὃ δὴ καὶ αὐτὸ Στράτωνος πύργος ἐκαλεῖτο ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ. τοῦτο γοῦν τὸν μάντιν διετάραξεν. Ἀριστοβούλῳ γε μὴν εὐθὺς ἡ περὶ τοῦ μύσους μεταμέλεια νόσον ἐνσκήπτει καὶ πρὸς ἐννοίαις τοῦ φόνου τὴν ψυχὴν ἔχων ἀεὶ τεταραγμένην συνετήκετο, μέχρι τῶν σπλάγχνων ὑπ' ἀκράτου τῆς λύπης σπαραττομένων ἄθρουν αἷμα ἀναβάλλει. τοῦτό τις τῶν πρὸς τῇ θεραπείᾳ παίδων ἐκφέρων δαιμονίῳ προνοίᾳ σφάλλεται καθ' ὃν τόπον Ἀντίγονος ἔσφακτο καὶ φαινομένοις ἔτι τοῖς ἀπὸ τοῦ φόνου σπίλοις τὸ αἷμα τοῦ κτείναντος ἐπέχεεν. ἤρθη δ' εὐθὺς οἰμωγὴ τῶν θεασαμένων, ὥσπερ ἐπίτηδες τοῦ παιδὸς ἐκεῖ ἐπικατασπείσαντος τὸ αἷμα· τῆς δὲ βοῆς ἀκούσας ὁ βασιλεὺς τὴν 1. 94 αἰτίαν ἐπυνθάνετο καὶ μηδενὸς τολμῶντος εἰπεῖν μᾶλλον ἐνέκειτο μαθεῖν ἐθέλων. τέλος δὲ ἀπειλοῦντι καὶ βιαζομένῳ τἀληθὲς εἶπον. ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐμπίπλησι δακρύων καὶ στενάξας ὅσον ἦν αὐτῷ δύναμις, εἶπεν" οὐκ ἄρα θεοῦ μέγαν ὀφθαλμὸν ἐπ' ἔργοις ἀθεμίτοις λήσειν ἔμελλον, ἀλλά με ταχεῖα μέτεισι δίκη φόνου συγγενοῦς. μέχρι ποῦ μοι, σῶμα ἀναιδέστατον, τὴν ἀδελφῷ καὶ μητρὶ κατάκριτον ψυχὴν καθέξεις; μέχρι ποῦ δ' αὐτὸς ἐπισπείσω κατὰ μέρος τοὐμὸν αἷμα; λαβέτωσαν ἀθρόον τοῦτο, καὶ μηκέτι ταῖς ἐκ τῶν ἐμῶν σπλάγχνων χοαῖς ἐπειρωνευέσθω τὸ δαιμόνιον." 2 ταῦτ' εἰπὼν εὐθέως τελευτᾷ, βασιλεύσας οὐ πλεῖον ἐνιαυτοῦ. Λύσασα δὲ ἡ γυνὴ τοὺς αὐτοῦ ἀδελφοὺς βασιλέα καθίστησιν Ἀλέξανδρον τὸν καθ' ἡλικίαν καὶ μετριότητα προύχειν δοκοῦντα. ὁ δὲ παρελθὼν εἰς τὴν ἐξουσίαν τὸν ἕτερον μὲν τῶν ἀδελφῶν βασιλειῶντα κτείνει, τὸν δὲ καταλιμπανόμενον ἀγαπῶντα τὸ ζῆν δίχα πραγμάτων, εἶχεν. 61. Ὅτι Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπιθυμίας, Κλεοπάτρα δὲ διεξελθοῦσα τὴν γενεὰν τὴν ἑαυτῆς, ὡς μηδένα τῶν ἀφ' αἵματος ἀπολείπεσθαι, τὸ λοιπὸν περὶ τοὺς ἔξωθεν ἐφόνα, καὶ τοὺς ἐν τέλει Σύρων διαβάλλουσα πρὸς τὸν Ἀντώνιον ἀναιρεῖν ἔπειθεν, ὡς ἂν τῶν κτήσεων ἑκάστου γενομένη δεσπότις. ἔτι δ' ἐκτείνουσα τὴν πλεονεξίαν ἐπὶ Ἰουδαίους καὶ Ἄραβας ὑπειργάζετο τοὺς ἑκατέρων βασιλεῖς Ἡρώδην καὶ Μάλχον ἀναιρεθῆναι. Ἐν μέρει γοῦν τῶν προσταγμάτων ἐπινεύσας Ἀντώνιος τὸ κτεῖναι μὲν ἄνδρας ἀγαθοὺς καὶ βασιλεῖς τηλικούτους ἀνόσιον ἡγήσατο, τὸ δὲ τούτων ἔγγιον φίλους διεκρούσατο. πολλὰ δὲ τῆς χώρας αὐτῶν ἀποτεμόμενος, καὶ δὴ καὶ τὸν ἐν Ἱεριχοῦντι φοινικῶνα, ἐν ᾧ γεννᾶται τὸ βάλσαμον, δίδωσιν αὐτῇ πόλεις τε, πλὴν Τύρου καὶ Σιδῶνος, τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πάσας. ὧν γενομένη κυρία καὶ προπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπιστρατεύοντα Πάρθοις ἦλθεν εἰς Ἰουδαίαν δι' Ἀπαμείας
q.50
καὶ Δαμασκοῦ. καὶ† ταῦτα μεγάλαις μὲν αὐτῆς τὴν δυσμένειαν δω 1. 95 ρεαῖς Ἡρώδης ἐκμειλίσσεται, μισθοῦται δὲ καὶ τὰ τῆς βασιλείας ἀπορραγέντα χωρία τριῶν* ταλάντων εἰς ἕκαστον ἐνιαυτόν. καὶ μετ' οὐ πολὺ παρῆν ἐκ Πάρθων Ἀντώνιος, ἄγων αἰχμάλωτον Ἀρταβάζην τὸν Τιγράνου παῖδα, δῶρον Κλεοπάτρᾳ· μετὰ γὰρ τῶν χρημάτων καὶ τῆς λείας ἁπάσης ὁ Πάρθος εὐθὺς ἐχαρίσθη. 62. Ὅτι Ἡρώδης ὁ βασιλεὺς Ἰουδαίων ἀνάλογον τῇ ψυχῇ καὶτὸ σῶμα ἔσχεν· ἦν γὰρ κυνηγέτης καὶ πολεμιστὴς ἀνυπόστατος. πολλοὶ γοῦν κἀν ταῖς γυμνασίαις αὐτὸν κατεπλάγησαν, ἀκοντιστήν τ' εὐθυβολώτατον καὶ τοξότην εὐστοχώτατον ἰδόντες. πρὸς δὲ τοῖς ψυχικοῖς καὶ σωματικοῖς προτερήμασιν ἐχρήσατο δεξιᾷ τῇ τύχῃ· καὶ γὰρ σπάνιον ἔπταισεν ἐν πολέμῳ καὶ τῶν πταισμάτων οὐκ αὐτὸς αἴτιος, ἀλλ' ἢ προδοσία τινῶν ἢ προπέτεια στρατιωτῶν ἐγένετο. Τάς γε μὴν ὑπαίθρους εὐπραγίας ἡ τύχη τοῖς κατ' οἶκον ἀνιαροῖς ἐνεμέσησεν, καὶ κακοδαιμονεῖν ἐκ γυναικὸς ἤρξατο, περὶ ἣν μάλιστα ἐσπούδασεν. τὴν γὰρ προτέραν ἀποπεμψάμενος ἤγαγε Μαριάμνην, καὶ τὸν ἐκ Δωρίδος τῆς προτέρας υἱὸν Ἀντίπατρον διὰ τοὺς ἐκ Μαριάμνης ἐφυγάδευσε τῆς πόλεως, μόναις ταῖς ἑορταῖς ἐφεὶς κατιέναι. ἔπειτα τὸν πάππον τῆς γυναικὸς Ὑρκανὸν ἐκ Πάρθων πρὸς αὐτὸν ἐλθόντα δι' ὑπόνοιαν ἐπιβουλῆς ἀνεῖλεν, ὃν ᾐχμαλωτίσατο μὲν Βαζαφράνης καταδραμὼν Συρίαν, ἐξῃτήσαντο δὲ κατὰ οἶκτον οἱ ὑπὲρ Εὐφράτην ὁμοεθνεῖς. καὶ εἴ γε τούτοις ἐπείσθη παραινοῦσι μὴ διαβῆναι πρὸς Ἡρώδην, οὐκ ἂν παραπώλετο. δέλεαρ δ' αὐτῷ θανάτου τῆς υἱωνῆς ὁ γάμος κατέστη. 63. Ὅτι Γάιος τοσοῦτον ἐξύβρισεν εἰς τὴν τύχην, ὥστε θεὸν ἑαυτὸν δοκεῖν καὶ βούλεσθαι καὶ καλεῖσθαι, τῶν δὲ εὐγενεστάτων ἀνδρῶν ἀκροτομῆσαι τὴν πατρίδα, ἐκτεῖναι δὲ τὴν ἀσέβειαν καὶ ἐπὶ Ἰουδαίους. Πετρώνιον μὲν οὖν μετὰ στρατιᾶς ἐπὶ Ἱεροσολύμων ἔπεμψεν ἐγκαθιδρύσοντα τῷ ναῷ τοὺς ἀνδριάντας αὐτοῦ, προστάξας, εἰ μὴ δέχοιντο Ἰουδαῖοι, τούς τε κωλύοντας ἀνελεῖν καὶ πᾶν τὸ λοιπὸν ἔθνος ἐξανδραποδίσασθαι. θεῷ δ' ἄρα τῶν προσταγμάτων ἔμελεν. καὶ Πετρώνιος μὲν αὐτοῖς τρισὶ τάγμασι καὶ πολλοῖς ἐκ τῆς Συρίας συμμάχοις εἰς Ἰουδαίαν ἤλαυνεν ἐκ τῆς Ἀντιοχείας καὶ πόλεμον ἤγειρεν. 1. 96 Ὅσα μὲν οὖν Νέρων δι' ὑπερβολὴν εὐδαιμονίας τε καὶ πλούτου παραφρονήσας ἐξύβρισεν εἰς τὴν τύχην, ἢ τίνα τρόπον τόν τε ἀδελφὸν καὶ τὴν γυναῖκα καὶ τὴν μητέρα διεξῆλθεν, ἀφ' ὧν ἐπὶ τοὺς εὐγενεστάτους μετήνεγκε τὴν ὠμότητα, καὶ ὡς τελευταῖον ὑπὸ φρενοβλαβίας ἐξώκειλεν εἰς σκηνὴν καὶ θέατρον, ἐπεὶ δι' ὄχλου πᾶσίν ἐστι, παραλείψω. 64. Ὅτι ὁ μετὰ Φήλικα τὸν ἐπίτροπον Ἰουδαίας οὐ καλῶς ἐξηγήσατο τῶν πραγμάτων, οὐκ ἔστιν δὲ ἥντινα κακουργίας ἰδέαν παρέλειπεν. οὐ μόνον γοῦν ἐν τοῖς πολιτικοῖς πράγμασιν ἔκλεπτε καὶ διήρπαζε τὰς ἑκάστων οὐσίας οὐδὲ τὸ πᾶν ἔθνος ἐβάρει ταῖς εἰσφοραῖς, ἀλλὰ καὶ τοὺς ἐπὶ ληστείᾳ δεδεμένους ὑπὸ τῆς παρ' ἑκάστου βουλῆς ἢ τῶν προτέρων ἐπιτρόπων ἀπελύτρου τοῖς συγγενέσι, καὶ μόνος ὁ μὴ δοὺς τοῖς δεσμωτηρίοις ὡς πονηρὸς ἐγκατελείπετο. τηνικαῦτα καὶ τῶν νεωτερίζειν βουλομένων ἐν Ἱεροσολύμοις ἐθάρσησαν αἱ τόλμαι, καὶ χρήμασι μὲν οἱ δυνατοὶ τὸν Ἀλβῖνον προσελάβοντο, ὥστε τοῦ στασιάζειν αὐτοῖς παρέσχεν ἄδειαν, τοῦ δημοτικοῦ δὲ τὸ μὴ χαῖρον ἡσυχίᾳ πρὸς τοὺς Ἀλβίνου κοινωνοὺς ἀπέκλινεν. ἕκαστος δὲ τῶν πονηρῶν ἴδιον στῖφος ὑπεζωσμένος αὐτὸς μὲν ὥσπερ ἀρχιληστὴς ἢ τύραννος προανεῖχεν ἐκ τοῦ λόχου, τοῖς δορυφοροῦσι δὲ τῶν μετρίων πρὸς ἁρπαγὰς κατεχρῆτο. συνέβαινε δὲ τοὺς μὲν ἀφῃρημένους, ὑπὲρ ὧν ἀγανακτεῖν ἐχρῆν, σιωπᾶν, τοὺς ἀπλῆγας δὲ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν καὶ κολακεύειν τὸν ἄξιον κολάσεως. καθόλου δὲ ἡ μὲν παρρησία πάντων περιεκέκοπτο, τυραννὶς δ' ἦν διὰ πλειόνων, καὶ τὰ σπέρματα τῆς μελλούσης ἁλώσεως ἔκτοτε τῇ πόλει κατεβάλλετο. Τοιοῦτον δ' ὄντα τὸν Ἀλβῖνον ἀπέδειξεν ὁ μετ' αὐτὸν ἐλθὼν Κέσσιος* Φλῶρος ἀγαθώτατον κατὰ σύγκρισιν. ὁ μέν γε λάθρᾳ τὰ πολλὰ καὶ μεθ' ὑποστολῆς ἐκακούργησεν, Φλῶρος δὲ τὰς εἰς τὸ ἔθνος παρανομίας ἐπόμπευσεν καὶ ὥσπερ ἐπὶ
q.51
τιμωρίᾳ κατακρίτων πεμφθεὶς δήμιος οὔτε ἁρπαγῆς τινὰ τρόπον οὔτε αἰκίας παρέπεμπεν. ἦν δὲ ἐν μὲν τοῖς ἐλεεινοῖς ὠμότατος, ἐν δὲ τοῖς αἰσχροῖς ἀναιδέστατος· οὔτε δὲ πλείω τις ἀπιστίαν τῆς ἀληθείας κατέχεεν οὔτε ἐν τῷ πανουργεῖν δολιωτέρας ὁδοὺς ἐπενόησεν. ᾧ τὸ μὲν κατ' ἄνδρα κερδαίνειν μικρὸν ἐδόκει, πόλεις δὲ ὅλας ἐξεδίδυσκεν καὶ δήμους ἀθρόους ἐλυμαίνετο καὶ μόνον οὐκ 1. 97 ἐκήρυξεν ἀνὰ τὴν χώραν πᾶσιν ἐξεῖναι ληστεύειν, ἐφ' ᾧ μέρος αὐτὸς λήψεται τῶν λαφύρων. διὰ γοῦν τὴν ἐκείνων* πλεονεξίαν πάσας ἐρημωθῆναι συνέβη τὰς τοπαρχίας καὶ πολλοὺς τῶν πατρίων ἐθνῶν ἐξαναστάντας φυγεῖν εἰς τὰς ἀλλοφύλους ἐπαρχίας. Μέχρι μὲν οὖν ἐν Συρίᾳ Κέστιος Γάλλος ἦν διέπων τὴν ἐπαρχίαν, οὐδὲ πρεσβεύσασθαί τις πρὸς αὐτὸν ἐτόλμησε κατὰ Φλώρου· παραγενόμενον δὲ εἰς Ἱεροσόλυμα τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστώσης περιστὰς ὁ δῆμος, οὐκ ἐλάττους τριακοσίων μυριάδων, ἱκέτευον ἐλεῆσαι τὰς τοῦ ἔθνους συμφορὰς καὶ τὸν λυμεῶνα τῆς χώρας Φλῶρον ἐκεκράγεσαν. ὁ δὲ παρὼν καὶ τῷ Κεστίῳ παρεστὼς διεχλεύαζε τὰς φωνάς. ὅ γε μὴν Κέστιος τὴν ὁρμὴν τοῦ πλήθους καταστείλας καὶ δοὺς ἔμφασιν, ὡς πρὸς τὸ μέλλον αὐτοῖς τὸν Φλῶρον κατασκευάσει μετριώτερον, ὑπέστρεφεν εἰς Ἀντιόχειαν. προέπεμπε δ' αὐτὸν μέχρι Καισαρείας Φλῶρος ἐξαπατῶν καὶ πόλεμον ἤδη τῷ ἔθνει σκοπούμενος, ᾧ μόνῳ συγκρύψειν τὰς ἑαυτοῦ παρανομίας ὑπελάμβανεν· εἰρήνης μὲν γὰρ οὔσης κατηγόρους ἕξειν ἐπὶ Καίσαρος Ἰουδαίους προσεδόκα, πραγματευσάμενος δὲ ἀπόστασιν αὐτῶν τῷ μείζονι κακῷ περισπάσειν τὸν ἔλεγχον ἀπὸ τῶν μετριωτέρων. Ὁ μὲν οὖν, ὡς ἀπορραγείη τὸ ἔθνος, καθ' ἡμέραν ἐπέτεινεν αὐτοῖς τὰς συμφοράς· ἐν δὲ τούτῳ καὶ οἱ Καισαρέων Ἕλληνες νικήσαντες παρὰ Νέρωνι τῆς πόλεως ἄρχειν τὰ τῆς κρίσεως ἐκόμισαν γράμματα, καὶ προσελάμβανε τὴν ἀρχὴν ὁ πόλεμος δωδεκάτῳ ἔτει τῆς Νέρωνος ἡγεμονίας, ιζʹ δὲ τῆς Ἀγρίππα βασιλείας. πρὸς δὲ τὸ μέγεθος τῶν ἐξ αὐτοῦ συμφορῶν οὐκ ἀξίαν ἔσχε πρόφασιν. οἱ γὰρ ἐν Καισαρείᾳ Ἰουδαῖοι συναγωγὴν ἔχοντες παρὰ χωρίον, οὗ δεσπότης ἦν τις Ἕλλην Καισαρεύς, πολλάκις μὲν κτήσασθαι τὸν τόπον ἐσπούδασαν, τιμὴν πολλαπλασίονα τῆς ἀξίας διδόντες· ὡς δ' ὑπερορῶν τὰς δεήσεις πρὸς ἐπήρειαν ἔτι καὶ παρῳκοδόμει τὸ χωρίον ἐκεῖνος, ἐργαστήρια κατασκευαζόμενος, στενήν τε καὶ παντάπασιν βιαίαν πάροδον ἀπέλειπεν αὐτοῖς, τὸ μὲν πρῶτον οἱ θερμότεροι τῶν νέων προπηδῶντες οἰκοδομεῖν ἐκώλυον, ὡς δὲ τούτους εἶργε τῆς βίας Φλῶρος, ἀμηχανοῦντες οἱ δυνατοὶ τῶν Ἰουδαίων, σὺν οἷς Ἰώννης* ὁ τελώνης, πείθουσι τὸν Φλῶρον ἀργυρίου ταλάντοις ηʹ διακωλῦσαι τὸ ἔργον. ὁ δὲ πρὸς μόνον τὸ λαβεῖν ὑποσχόμενος πάντα συμπράξειν, λαβὼν ἔξεισι 1. 98 τῆς Καισαρείας εἰς Σεβαστὴν καὶ καταλείπει τὴν στάσιν αὐτεξούσιον, ὥσπερ ἄδειαν πεπρακὼς Ἰουδαίοις τοῦ μάχεσθαι. Τῆς δ' ἐπιούσης εἰς συναγωγὴν συναθροισθέντων τῶν Ἰουδαίων, στασιαστής τις Καισαρεὺς γάστραν καταστρέψας καὶ παρὰ τὴν εἴσοδον αὐτῶν θέμενος ἐπέθυεν ὄρνεις. τοῦτο τοὺς Ἰουδαίους ἀνηκέστως παρώξυνεν, ὡς ὑβρισμένων αὐτοῖς τῶν νόμων, μεμιασμένου δὲ τοῦ χωρίου. τὸ μὲν οὖν εὐσταθὲς καὶ πρᾶον ἐπὶ τοὺς ἡγεμόνας ἀναφεύγειν πάλιν ᾤετο χρῆναι, τὸ στασιῶδες δὲ καὶ ἐν νεότητι φλεγμαῖνον ἐξεκαίετο πρὸς μάχην. παρεσκευασμένοι δ' εἱστήκεισαν οἱ τῶν νέων στασιασταί (τὸν γὰρ ἐπιθύσαντα προπεπόμφεσαν ἐκ συντάγματος), καὶ ταχέως ἐγένετο συμβολή. μὴ καταπαυομένης δὲ συνελθόντες οἱ περὶ Ἰώννην* πρὸς Φλῶρον ἀπωδύροντο περὶ τῶν πεπραγμένων καὶ βοηθεῖν ἱκέτευον, αἰδημόνως ὑπομιμνήσκοντες τῶν ηʹ ταλάντων. ὁ δὲ καὶ λαβὼν ἔδησε τοὺς ἄνδρας, αἰτιώμενος ὑπὲρ τοῦ τοὺς νόμους ἐξενεγκεῖν τῆς Καισαρείας. Πρὸς τοῦτο τῶν ἐν Ἱεροσολύμοις ἀγανάκτησις ἦν, ἔτι μέντοι τοὺς θυμοὺς κατεῖχον. ὁ δὲ Φλῶρος ὥσπερ ἠργολαβηκὼς ἐκριπίζειν τὸν πόλεμον, πέμψας εἰς τὸν ἱερὸν θησαυρὸν ἐξαίρει ιζʹ τάλαντα, σκηψάμενος εἰς τὰς Καίσαρος χρείας. σύγχυσις δ' εὐθὺς ἦν τοῦ δήμου καὶ βοή, καὶ τὸ Καίσαρος ἐκάλουν ὄνομα καὶ τῆς Φλώρου τυραννίδος ἐλευθεροῦν σφᾶς ἱκέτευον.
q.52
ἔνιοι δὲ καὶ λοιδορίας αἰσχίστους εἰς τὸν Φλῶρον ἐκεκράγεσαν καὶ κανοῦν περιφέροντες ἐπῄτουν αὐτῷ κέρματα καθάπερ ἀκλήρῳ καὶ ταλαιπώρῳ. τούτοις οὐκ ἀνετράπη τὴν φιλαργυρίαν, ἀλλ' ἐπὶ τῷ μᾶλλον χρηματίσασθαι παρωργίσθη. δέον γοῦν εἰς Καισάρειαν ἐλθόντα σβέσαι τὸ τοῦ πολέμου πῦρ ἐκεῖθεν ἀρχόμενον καὶ τῆς ταραχῆς ἀνελεῖν τὴν αἰτίαν, ἐφ' ᾧ καὶ μισθὸν ἔλαβεν, ὁ δὲ μετὰ στρατιᾶς ἱππικῆς τε καὶ πεζικῆς ἐπὶ Ἱεροσολύμων ὥρμησεν, ἵνα τοῖς Ῥωμαίων ὅπλοις ἐργάσηται καὶ τῷ δέει καὶ ταῖς ἀπειλαῖς περιδύσῃ τὴν πόλιν. Ὁ δὲ δῆμος προδυσωπῆσαι τὴν ὁρμὴν αὐτοῦ βουλόμενος ὑπαντᾷ τοῖς στρατιώταις μετ' εὐφημίας καὶ τὸν Φλῶρον θεραπευτικῶς ἐκδέχεσθαι παρεσκευάσατο. κἀκεῖνος προπέμψας σὺν ἱππεῦσι νʹ Καπίτωνα ἑκατόνταρχον ἀναχωρεῖν αὐτοὺς ἐκέλευσεν καὶ μὴ πρὸς ὃν οὕτως ἐλοιδόρησαν αἰσχρῶς εἰρωνεύεσθαι τὰς νῦν 1. 99 φιλοφρονήσεις· δεῖν γὰρ αὐτούς, εἴπερ γενναῖοί εἰσιν καὶ παρρησιασταί, σκώπτειν μὲν αὐτὸν καὶ παρόντα, φαίνεσθαι δὲ μὴ μόνον ἐν τοῖς λόγοις ἀλλὰ κἀν τοῖς ὅπλοις φιλελευθέρους. τούτοις καταπλαγὲν τὸ πλῆθος, ἅμα καὶ τῶν περὶ Καπίτωνα ἱππέων εἰς μέσον φερομένων, διεσκεδάσθησαν πρὶν ἀσπάσασθαι τὸν Φλῶρον ἢ τοῖς στρατιώταις φανερὸν ποιῆσαι τὸ πειθήνιον. ἀναχωρήσαντες δὲ εἰς τὰς οἰκίας μετὰ δέους καὶ ταπεινότητος ἐνυκτέρευσαν. καὶ ἐντεῦθεν ἐξήφθη ὁ πόλεμος ὁ πρὸς ἀλλήλους. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΥΜΒΟΛΗΣ. 65. Ὅτι μετὰ τὴν Γισχάλων ἅλωσιν ὁ δῆμος ὁ τῶν Ἰουδαίων ἐν θορύβῳ καὶ ταραχῇ ἦν καὶ συγχύσει· προδιέστη δὲ τὸ κατὰ τὴν χώραν πλῆθος τῆς ἐν Ἱεροσολύμοις στάσεως. ἐκινεῖτο γὰρ ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον, εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐπιθυμούντων πολέμους πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνην ἔρις χαλεπή. καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούντων πάλαι τὸ φιλόνεικον, ἔπειτα ἀφηνιάζοντες ἀλλήλων οἱ φίλτατοι λαοὶ καὶ συνιὼν ἕκαστος πρὸς τοὺς τὰ αὐτὰ φρονοῦντας καὶ προαιρουμένους ἤδη κατὰ πλῆθος ἀντετάσσοντο. καὶ στάσις μὲν ἦν πανταχοῦ, τὸ νεωτερίζον δὲ καὶ τῶν ὅπλων ἐπιθυμοῦν ἐπεκράτει νεότητι καὶ τόλμῃ γηραιῶν καὶ σωφρόνων. ἐτράποντο δὲ πρῶτον μὲν εἰς ἁρπαγὰς ἕκαστοι τῶν ἐπιχωρίων, ἔπειτα συνταξάμενοι κατὰ λόχους ἐπὶ ληστείας τῶν κατὰ τὴν χώραν, ὡς ὠμότητος καὶ παρανομίας ἕνεκεν μηδὲν αὐτοῖς Ῥωμαίων τοὺς ὁμοφύλους διαφέρειν, καὶ πολὺ τοῖς πορθουμένοις κουφοτέραν δοκεῖν τὴν ὑπὸ Ῥωμαίων ἅλωσιν. Οἱ φρουροὶ δὲ τῶν πόλεων τὰ μὲν ὄκνῳ τοῦ κακοπαθεῖν, τὰ δὲ μίσει τοῦ ἔθνους οὐδὲν ἢ μικρὰ προσήμυνον τοῖς κακουμένοις, μέχρι κόρῳ τῶν κατὰ τὴν χώραν ἁρπαγῶν ἀθροισθέντες οἱ τῶν πανταχοῦ συνταγμάτων ἀρχιλησταὶ καὶ γενόμενοι πονηρίας στῖφος εἰς τὰ Ἱεροσόλυμα παρεισφθείρονται, πόλιν ἀστρατήγητον καὶ πατρίῳ μὲν ἔθει πᾶν ἀπαρατηρήτως δεχομένην τὸ ὁμόφυλον, τότε δὲ οἰομένων ἁπάντων τοὺς ἐπιχεομένους πάντας ἀπ' εὐνοίαςἥκειν συμμάχους. ὃ δὴ καὶ δίχα τῆς στάσεως ὕστερον ἐβάπτισε τὴν πόλιν· πλήθει γὰρ ἀχρήστῳ καὶ ἀργῷ προεξαναλώθη τὰ τοῖς μαχίμοις διαρκεῖν δυνάμενα, καὶ πρὸς τῷ πολέμῳ στάσιν τε ἑαυτοῖς καὶ λιμὸν κατεσκεύασαν. Ἄλλοι τε ἀπὸ τῆς χώρας λησταὶ παρελθόντες εἰς τὴν πόλιν καὶ τοὺς ἔνδον προσλαβόντες χαλεπωτέρους οὐδὲν ἔτι τῶν δεινῶν παρίεσαν· οἵ γε οὐ μόνον ἁρπαγαῖς καὶ λωποδυσίαις τὴν τόλμαν ἐμέτρουν, ἀλλὰ καὶ μέχρι φόνων ἐχώρουν, οὐ νυκτὸς ἢ λαθραίως ἢ ἐπὶ τοὺς τυχόντας, ἀλλὰ φανερῶς καὶ μεθ' ἡμέραν καὶ τῶν ἐπισημοτάτων καταρχόμενοι. πρῶτον μὲν γὰρ Ἀντίπαν, ἄνδρα τοῦ βασιλικοῦ γένους καὶ τῶν κατὰ τὴν πόλιν δυνατωτάτων, ὡς καὶ τοὺς δημοσίους θησαυροὺς πεπιστεῦσθαι, συλλαβόντες εἶρξαν· ἐπὶ τούτῳ Ληβίαν τινὰ τῶν ἐπισήμων καὶ Συφάν, πρὸς δὲ τοὺς κατὰ τὴν χώραν προύχειν δοκοῦντας. δεινὴ δὲ κατάπληξις εἶχε τὸν δῆμον, καὶ καθάπερ κατειλημμένης τῆς πόλεως πολέμῳ τὴν καθ' αὑτὸν ἕκαστος σωτηρίαν ἠγάπα. Τοῖς δὲ οὐκ ἀπέχρησε τὰ δεσμὰ τῶν συνειλημμένων, οὐδ' ἀσφαλῶς* ᾤοντο μέχρι πολλοῦ δυνατοὺς ἄνδρας οὕτω φυλάσσειν· ἱκανοὺς μὲν γὰρ
q.53
εἶναι τοὺς οἴκους τῶν* πρὸς ἄμυναν οὐκ ὀλιγάνδρους ὄντας, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον ἐπαναστήσεσθαι τάχα κινηθέντα πρὸς τὴν παρανομίαν. δόξαν οὖν ἀναιρεῖν αὐτούς, Ἰωάννην πέμπουσιν εἰς φόνους προχειρότατον. ᾧ δέκα συνελθόντες εἰς τὴν εἱρκτὴν ξιφήρεις ἀποσφάττουσι τοὺς εἰργμένους. παρανομήματι δ' ἐν τηλικούτῳ μεγάλως ἀπεψεύδοντο καὶ πρόφασιν· διαλεχθῆναι γὰρ αὐτοὺς Ῥωμαίοις περὶ παραδόσεως τῶν Ἱεροσολύμων καὶ προδότας ἀνῃρηκέναι τῆς κοινῆς ἐλευθερίας ἔφασκον, καθόλου τε ἐπηλαζονεύοντο τοῖς τολμήμασιν ὡς εὐεργέται καὶ σωτῆρες τῆς πόλεως γεγενημένοι. Συνέβη δὲ εἰς τοσοῦτον τὸν μὲν δῆμον ταπεινότητος καὶ δέους, ἐκείνους δὲ ἀπονοίας προελθεῖν, ὡς ἐπ' αὐτοῖς εἶναι καὶ τὰς χειροτονίας τῶν ἀρχιερέων. ἔνθεν πολλαὶ στάσεις ἐκινήθησαν. 66. Ὅτι Ἄνανος ὁ ἀρχιερεὺς Ἰουδαίων ὁ ἀποσφαγεὶς ὑπὸἸουδαίων ἦν τά τε ἄλλα σεμνὸς ἀνὴρ καὶ δικαιότατος, καὶ παρὰ τὸν ὄγκον τῆς εὐγενείας καὶ τῆς ἀξίας καὶ ἧς εἶχε τιμῆς ἠγαπηκὼς τὸ ἰσότιμον καὶ πρὸς τοὺς ταπεινοτάτους, φιλελεύθερός τεἐκτόπως καὶ δημοκρατίας ἐραστής, πρό γε* τῶν ἰδίων λυσιτελῶν τὸ κοινῇ συμφέρον ἀεὶ τιθέμενος καὶ περὶ παντὸς ποιούμενος τὴν εἰρήνην (ἄμαχα γὰρ ᾔδει τὰ Ῥωμαίων), προσκοπούμενος δὲ ὑπ' ἀνάγκης καὶ κατὰ τὸν πόλεμον ὅπως, εἰ μὴ διαλύσαιντο Ἰουδαῖοι, δεξιῶς διαφθείροιντο. καὶ καθόλου δ' εἰπεῖν, ζῶντος Ἀνάνου πάντως ἂν*** τριβὴν Ῥωμαίοις παρέσχον ὑπὸ τοιούτῳ [καὶ] στρατηγῷ. παρέζευκτο δ' αὐτῷ καὶ Ἰησοῦς, αὐτοῦ μὲν λειπόμενος κατὰ σύγκρισιν, προύχων δὲ καὶ τῶν ἄλλων. ἀλλ' οἶμαι, κατακρίνας ὁ θεὸς ὡς μεμιασμένης τῆς πόλεως ἀπώλειαν καὶ πυρὶ βουλόμενος ἐκκαθαρθῆναι τὰ ἅγια τοὺς ἀντεχομένους αὐτῶν καὶ φιλοστοργοῦντας περιέτεμεν. οἱ δὲ πρὸ ὀλίγου τὴν ἱερὰν ἐσθῆτα περικείμενοι καὶ τῆς κοσμικῆς θρησκείας κατάρχοντες, προσκυνούμενοι δὲ τοῖς ἀπὸ τῆς οἰκουμένης παραβάλλουσιν εἰς τὴν πόλιν, ἐρριμμένοι γυμνοὶ βορὰ κυνῶν καὶ θηρίων ἐβλέποντο. αὐτὴν ἐπ' ἐκείνοις στενάξαι τοῖς ἀνδράσι δοκῶ τὴν ἀρετήν, ὀλοφυρομένην ὅτι τοσοῦτον ἥττητο τῆς κακίας. 67. Ὅτι ἐπὶ Οὐεσπασιανοῦ στάσεως γενομένης εἰς τὰ Ἱεροσόλυμα τῶν ζηλωτῶν πρὸς τοὺς ἀρχιερεῖς καὶ αὐτομολούντων τινῶν πρὸς τοὺς Ῥωμαίους οἱ φωραθέντες ἀνῃροῦντο, καὶ νεκροὶ ἀνὰ τὰς λεωφόρους ἁπάσας ἐσωρεύοντο καὶ καθάπερ συνθήκας πεποιημένοι τοῖς τῆς πατρίδος συγκαταλῦσαι καὶ τοὺς τῆς φύσεως νόμους ἅμα τε τοῖς εἰς ἀνθρώπους ἀδικήμασι συμμιᾶναι καὶ τὸ θεῖον ὑφ' ἡλίῳ τοὺς νεκροὺς μυδῶντας ἀπέλειπον. τοῖς δὲ θάπτουσί τινα τῶν προσηκόντων, ὃ καὶ τοῖς αὐτομολοῦσιν, ἐπιτίμιον θάνατος ἦν, καὶ δεῖσθαι παραχρῆμα ταφῆς ἔδει τὸν ἑτέρῳ χαριζόμενον. καθόλου τε εἰπεῖν, οὐδὲν οὕτως ἀπωλώλει χρηστὸν πάθος ἐν ταῖς τότε συμφοραῖς ὡς ἔλεος. ἃ γὰρ ἐχρῆν οἰκτείρειν, ταῦτα παρώξυνε τοὺς ἀλιτηρίους, καὶ ἀπὸ μὲν τῶν ζώντων ἐπὶ τοὺς ἀνῃρημένους, ἀπὸ δὲ τῶν ἀνῃρημένων ἐπὶ τοὺς ζῶντας τὰς ὀργὰς μετέφερον· καὶ δι' ὑπερβολὴν δέους ὁ περιὼν τοὺς προληφθέντας ἐμακάριζεν, οἱ δ' ἐν τοῖς δεσμωτηρίοις αἰκιζόμενοι κατὰ σύγκρισιν καὶ τοὺς ἀτάφους ἀπέφαινον εὐδαίμονας. κατεπατεῖτο μὲν οὖν πᾶς αὐτοῖς θεσμὸς ἀνθρώπων, ἐγελᾶτο δὲ τὰ θεῖα, καὶ τοὺς τῶν προφητῶν χρησμοὺς ὥσπερ ἀγυρτικὰς λογοποιίας ἐχλεύαζον. πολλὰ δ' αὐτοῖς περὶ ἀρετῆς καὶ κακίας προεθέσπισαν, ἃ παραβάντες οἱ ζηλωταὶ καὶ τῆς* κατὰ τῆς πατρίδος προφητείας* τέλους ἠξίωσαν. ἦν γὰρ δή τις παλαιὸς λόγος ἀνδρῶν† ἔνθα τότε τὴν πόλιν ἁλώσεσθαι καὶ καταφλεχθήσεσθαι τὰ ἅγια, ὅταν πολέμου νόμῳ στάσις ἐγκατασκήψῃ καὶ χεῖρες οἰκεῖαι προμιάνωσι τὸ τοῦ θεοῦ ἅγιον τέμενος· οἷς οὐκ ἀπιστήσαντες οἱ ζηλωταὶ διακόνους ἑαυτοὺς ἐπέδοσαν. Ἤδη δὲ Ἰωάννῃ τυραννιῶντι τὸ πρὸς τοὺς ὁμοίους ἰσότιμον ἠδοξεῖτο, καὶ κατ' ὀλίγους προσποιούμενος τῶν πονηροτέρων ἀφηνίαζε τοῦ συντάγματος. ἀεὶ δὲ τοῖς μὲν τῶν ἄλλων δόγμασιν ἀπειθῶν, τὰ δὲ ἑαυτοῦ προστάσσων δεσποτικώτερον, δῆλος ἦν τῆς μοναρχίας ἀντιποιούμενος. εἶκον δ' αὐτῷ τινὲς μὲν δέει, τινὲς δὲ κατ' εὔνοιαν (δεινὸς γὰρ ἦν ἀπάτῃ καὶ λόγῳ
q.54
προσάγεσθαι), πολλοὶ δὲ πρὸς ἀσφάλειαν* ἡγούμενοι τῆς αὑτῶν τὰς αἰτίας ἤδη τῶν τολμωμένων ἐφ' ἕνα καὶ μὴ πολλοὺς ἀναφέρεσθαι. τό γε μὴν δραστήριον αὐτοῦ κατὰ χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους. πολλὴ δὲ μοῖρα τῶν ἀντικαθημένων ἀπελείπετο, παρ' οἷς ἰσχὺς* μὲν καὶ φθόνος, δεινὸν ἡγουμένων ὑποτετάχθαι τῷ πρὶν ἰσοτίμῳ, τὸ πλέον δ' εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν. οὔτε γὰρ καταλύσειν ῥᾳδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθ' ἑαυτὸν* πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι· προῃρεῖτο δ' οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν ἢ δουλεύσας ἀκουσίως* ἐν ἀνδραπόδου μοίρᾳ παραπολεῖσθαι. διαιρεῖται μὲν οὖν ἡ στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν. ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους διὰ φυλακῆς αὐτοῖς ἦν, καὶ οὐδὲ μικρὸν ἦν, εἴ ποτε διηκροβολίζοντο τοῖς ὅπλοις· ἤριζον δὲ κατὰ τοῦ δήμου, καὶ πότεροι πλείονα λείαν ἀνάξουσιν ἀντεφιλονείκουν. ἐπειδὴ δὲ ἡ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμῳ καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς ὁ πόλεμος· ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους. Φρούριον ἦν οὐ πόρρω Ἱεροσολύμων καρτερώτατον, ὑπὸ τῶν ἀρχαίων βασιλέων εἴς τε ὑπέκθεσιν κτήσεων ἐν πολέμου ῥοπαῖς καὶ σωμάτων ἀσφάλειαν κατεσκευασμένον, ἐκαλεῖτο δὲ Μασάδα. τοῦτο προκατειληφότες οἱ προσαγορευόμενοι σικάριοι***· δέειγὰρ ἀνεστέλλοντο τῆς πλείονος ἁρπαγῆς· ὡς δὲ τὴν Ῥωμαίων μὲν στρατιὰν ἠρεμοῦσαν, στάσει δὲ καὶ τυραννίδι κατ' ἰδίαν τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους ἐπυνθάνοντο διῃρημένους, ἀνδροτέρων* ἥπτοντο τολμημάτων. καὶ κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων, ἣν ἄγουσιν Ἰουδαῖοι σωτήρια ἐξ οὗ τῆς ὑπ' Αἰγύπτου δουλείας ἀνεθέντες εἰς τὴν πάτριον γῆν κατῆλθον, νύκτωρ τοὺς ἐμποδὼν ὄντας διαλαθόντες πολίχνην τινὰ καλουμένην Γαδδεὶν κατατρέχουσιν· ἐν ᾗ τὸ μὲν ἀμύνασθαι δυνάμενον, πρὶν ὅπλων ἅψασθαι καὶ συνελθεῖν, φθάσαντες ἐσκέδασαν καὶ τῆς πόλεως ἐξέβαλον, τὸ δὲ φεῦγον* ἧττον ἦν*, γύναια δὲ* καὶ παῖδας, ὑπὲρ ψʹ ἀναιροῦσιν· ἔπειτα τούς τε οἴκους ἐξεσκευασμένοι καὶ τῶν καρπῶν τοὺς ἀκμαίους ἁρπάσαντες ἀνήνεγκαν εἰς τὴν Μασάδα. καὶ ἐλῄζοντο πάσας τὰς περὶ τὸ φρούριον κώμας καὶ τὴν χώραν ἐπόρθουν ἅπασαν, προσδιαφθειρομένων καθ' ἡμέραν αὐτοῖς ἑκασταχόθεν οὐκ ὀλίγων· ἐκινεῖτο δὲ καὶ κατὰ τἄλλα τῆς Ἰουδαίας κλίματα τὸ τέως ἠρεμοῦν ληστρικόν, καθάπερ δὲ ἐν ἑνὶ σώματι τοῦ κυριωτάτου φλεγμαίνοντος πάντα τὰ μέλη συνενόσει· διὰ γοῦν τὴν ἐν τῇ μητροπόλει στάσιν καὶ ταραχὴν ἄδειαν ἔσχον οἱ κατὰ τὴν χώραν πονηροὶ τῶν ἁρπαγῶν καὶ τὰς οἰκείας ἕκαστοι κώμας ἁρπάζοντες ἔπειτα εἰς τὴν ἐρημίαν ἀφίσταντο· συναθροιζόμενοί τε καὶ συνομνύμενοι κατὰ λόχους, στρατιᾶς μὲν ὀλιγώτεροι πλείους δὲ ληστηρίου, προσέπιπτον ἱεροῖς καὶ πόλεσι. καὶ κακοῦσθαι μὲν συνέβαινεν, ἐφ' οὓς ἂν ὁρμήσειαν, ὡς πολέμῳ καταληφθέντας, φθάνεσθαι δὲ τὰς ἀμύνας ὡς ληστῶν ἅμα ταῖς ἁρπαγαῖς ἀποδιδρασκόντων. οὐδὲν δὲ μέρος ἦν τῆς Ἰουδαίας, ὃ μὴ τῇ προσανεχούσῃ* πόλει συναπόλλυτο*. Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων ἀπήγγελτο, καὶ πρὸς πολιορκίαν Ἱεροσολύμων ηὐτρέπιστο. 68. Ὅτι ἐπὶ Οὐεσπασιανοῦ πολιορκοῦντος τὰ Ἱεροσόλυμα ἦν τῷ δήμῳ Σίμων μὲν ἔξωθεν Ῥωμαίων φοβερώτερος, οἱ ζηλωταὶ δὲ ἔνδον ἑκατέρων χαλεπώτεροι. κἀν τούτοις ἐπίνοια κακῶν καὶ τόλμη τό τε σύνταγμα τῶν Γαλιλαίων διέφθειρεν· τόν τε γὰρ Ἰωάννην παρήγαγον εἰς ἰσχὺν οὗτοι, κἀκεῖνος αὐτοὺς ἐξ ἧς περιεποιήσαντο δυναστείας ἠμείβετο, πάντα ἐπιτρέπων δρᾶν ὧν ἕκαστος ἐπεθύμει. πόθοι δ' ἦσαν ἁρπαγῆς ἀπλήρωτοι καὶ τῶν πλουσίων οἴκων ἔρευνα, φόνος δ' ἀνδρῶν καὶ γυναικῶν ὕβρεις ἐπαίζοντο, μεθ' αἵματος τὰ συληθέντα κατέπινον καὶ μετ' ἀδείας ἐνεθηλυπάθουν τῷ κόρῳ, κόμας συντεθειμένοι καὶ γυναικείας ἐσθῆτας ἀναλαμβάνοντες, καταντλούμενοι δὲ μύροις καὶ πρὸς εὐπρέπειαν ὀφθαλμοὺς ὑπογράφοντες. οὐ μόνον δὲ κόσμον ἀλλὰ καὶ πάθη γυναικῶν ἐμιμοῦντο καὶ δι'
q.55
ὑπερβολὴν ἀσελγείας ἀθεμίτους ἡδονὰς ἐπενόησαν· ἐνειλινδοῦντο* δ' ὥσπερ πορνείῳ τῇ πόλει καὶ πᾶσαν ἀκαθάρτοις ἐμίαναν ἔργοις. γυναικιζόμενοι δὲ τὰς ὄψεις ἐφόνων ταῖς δεξιαῖς θρυπτόμενοί τε τοῖς βαδίσμασιν ἐπιόντες ἐξαπίνης ἐγίνοντο πολεμισταὶ τά τε ξίφη προβάλλοντες ἀπὸ τῶν βεβαμμένων χλανίδων τὸν προστυχόντα διήλαυνον. τοὺς ἀποδιδράσκοντας δὲ Ἰωάννην Σίμων φονικώτερον ἐξεδέχετο, καὶ διαφυγών τις τὸν ἐντὸς τοῦ τείχους τύραννον ὑπὸ τοῦ πρὸ πυλῶν διεφθείρετο. πᾶσα δὲ φυγῆς ὁδὸς τοῖς αὐτομολεῖν πρὸς Ῥωμαίους βουλομένοις ἀποκέκοπτο. Διεστασιάζετο δὲ ἡ περὶ τὸν Ἰωάννην δύναμις, καὶ πᾶν ὅσον ἦν Ἰδουμαῖον ἐν αὐτῇ χωρισθὲν ἐπεχείρει τῷ τυράννῳ φθόνῳ τε τῆς ἰσχύος καὶ μίσει τῆς ὠμότητος αὐτοῦ. συμβάλλοντές τε ἀναιροῦσι πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς. 69. Ὅτι τριχῇ διῃρέθη ἡ τῶν Ἰουδαίων στάσις ἐπὶ Οὐεσπασιανοῦ· Ἐλεάζαρος γὰρ ὁ τοῦ Σίμωνος ὡς ἀγανακτῶν δῆθεν τοῖς ὁσημέραι τῷ Ἰωάννῃ τετολμημένοις διίσταται πόθῳ τῶν ὅλων καὶ δυναστείας ἰδίας ἐπιθυμίᾳ, παραλαβὼν δὲ Ἰουδήν τε τὸν Χέληκα καὶ τὸν Νέσρωνος* Σίμωνα τῶν δυνατῶν, πρὸς οἷς Ἐζεκίας ἦν Χωβαρὶ παῖς οὐκ ἄσημος. καθ' ἕκαστον δὲ τούτοις οὐκ ὀλίγοι τῶν ζηλωτῶν ἠκολούθησαν καὶ καταλαβόμενοι τὸν ἐνδότερον τοῦ ναοῦ περίβολον ὑπὲρ τὰς ἱερὰς πύλας ἐπὶ τῶν ἁγίων μετώπων τίθενται τὰ ὅπλα. καὶ πλήρεις μὲν ὄντες ἐπιτηδείως ἐθάρρουν (καὶ γὰρ ἀφθονία τῶν ἱερῶν πραγμάτων ἐγίνετο τοῖς δὲ* μηδὲν ἀσεβὲς ἡγουμένοις), ὀλιγότητι δὲ τῇ κατὰ σφᾶς ὀρρωδοῦντες ἐγκαθισάμενοι τὰ ὅπλα κατὰ χώραν ἔμενον. ὁ δὲ Ἰωάννης ὅσῳ ἀνδρῶν ὑπερεῖχε πλήθει, τοσοῦτον ἐλείπετο τῷ τόπῳ καὶ κατὰ κορυφὴν ἔχων τοὺς πολεμίους οὔτε δέει ἐποιεῖτο τὰς προσβολὰς οὔτε δι' ὀργὴν ἠρέμει. κακούμενος δὲ πλέον ἤπερ διατιθεὶς τοὺς περὶ τὸν Ἐλεάζαρον ὅμως οὐκ ἀνίει· συνεχεῖς τε ἐκδρομαὶ καὶ βελῶν ἀφέσεις ἐγίνοντο, καὶ φόνοις ἐμιαίνετο πανταχοῦ τὸ ἱερόν. Ὁ δὲ τοῦ Γιώρα Σίμων, ὃν ἐν ταῖς ἀμηχανίαις ἐπίκλητον ἑαυτῷ τύραννον ὁ δῆμος ἐλπίδι βοηθείας προσήγαγεν, τήν τε ἄνω πόλιν ἔχων καὶ τῆς κάτω πολὺ μέρος ἐρρωμενέστερον ἤδη τοῖς περὶ Ἰωάννην προσέβαλλεν, ὡς ἂν καὶ καθύπερθε πολεμούμενος*. ἦν δὲ ὑπὸ χεῖρα προσιὼν αὐτός*, ὥσπερ ἐκεῖνοι τοῖς ἄνωθεν. καὶ οὐ μόνον τοὺς πολεμοῦντας, ἀλλὰ καὶ πολλοὺς τῶν ἱερουργούντων ἀνῄρει. καίπερ γὰρ πρὸς πᾶσαν ἀσέβειαν ἐκλελυσσηκότες, ὅμως τοὺς θύειν ἐθέλοντας εἰσηφίεσαν, μεθ' ὑποψίας μὲν καὶ φυλακῆς τοὺς ἐπιχωρίους διερευνώμενοι, τοὺς δὲ ξένους ἀδεέστερον, οἳ καὶ περὶ τὰς εἰσόδους δυσωπήσαντες αὐτῶν τὴν ὠμότητα παρανάλωμα τῆς στάσεως ἐγίνοντο. τὰ γὰρ ἀπὸ τῶν ὀργάνων βέλη μέχρι τοῦ βωμοῦ καὶ τοῦ νεὼ διὰ τὴν βίαν ὑπερφερόμενα τοῖς ἱερεῦσι καὶ τοῖς ἱερουργοῦσιν ἐνέπιπτεν, καὶ πολλοὶ σπεύσαντες ἀπὸ γῆς περάτων ἐπὶ τὸν περιώνυμον καὶ πᾶσιν ἀνθρώποις χῶρον ἅγιον πρὸ τῶν θυμάτων ἔπεσον αὐτοὶ καὶ τὸν Ἕλλησι πᾶσι καὶ βαρβάροις σεβάσμιον βωμὸν κατέσπεισαν ἰδίῳ φόνῳ. νεκροῖς δ' ἐπιχωρίοις ἀλλόφυλοι καὶ ἱερεῦσι βέβηλοι συνεφύροντο, καὶ παντοδαπῶν αἷμα πτωμάτων ἐν τοῖς θείοις περιβόλοις ἐλιμνάζετο. τί τηλικοῦτον, ὦ τλημονεστάτη πόλις, πέπονθας ὑπὸ Ῥωμαίων, οἵ σου τὰ ἐμφύλια μύση πυρὶ καθαίροντες εἰσῆλθον. θεοῦ μὲν γὰρ οὔτε ἦς χῶρος ἔτι οὔτε μένειν ἐδύνασο, τάφος οἱκείων γενομένη σωμάτων καὶ πολέμου τὸν ναὸν ἐμφυλίου πλήσασα* πολυάνδριον· δύναιο δ' ἂν γενέσθαι πάλιν ἀμείνων, εἴ γέ ποτε τὸν πορθήσαντα θεὸν ἐξιλάσῃ. ἀλλὰ καθεκτέον γὰρ καὶ τὰ πάθη τῷ νόμῳ τῆς γραφῆς, ὡς οὐκ ὀλοφυρμῶν οἰκείων ὁ καιρός, ἀλλ' ἀφηγήσεως πραγμάτων. δίειμι δὲ τὰ ἑξῆς ἔργα τῆς στάσεως. Τριχῇ τῶν ἐπιβούλων τῆς πόλεως διῃρημένων, οἱ μὲν περὶτὸν Ἐλεάζαρον τὰς ἀπαρχὰς τὰς ἱερὰς διαφυλάσσοντες κατὰ τοῦ Ἰωάννου τὴν μέθην ἔφερον, οἱ δὲ σὺν τούτῳ διαρπάζοντες τοὺς δημότας ἠγείροντο κατὰ τοῦ Σίμωνος· ἦν δὲ κἀκείνῳ τροφὴ κατὰ τῶν ἀντιστασιαστῶν ἡ πόλις. ὁπότε μὲν οὖν
q.56
ἀμφοτέρωθεν ἐπεχείρουν, τοὺς συνόντας ὁ Ἰωάννης ἀντέστρεφεν, καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας ἀπὸ τῶν στοῶν βάλλων, τοὺς δ' ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἠμύνετο τοῖς ὀργάνοις. εἰ δὲ ἐλευθερωθείη ποτὲ τῶν καθύπερθεν ἐπικειμένων (διανέπαυε δ' αὐτοὺς πολλάκις μέθη τε καὶ κάματος), ἀδεέστερον τοῖς περὶ τὸν Σίμωνα μετὰ πλειόνων ἐπεξέθεεν. ἀεὶ δ' ἐφ' ὅσον τρέψαιτο τῆς πόλεως, ὑπεμπίπρησι τὰς οἰκίας σίτου μεστὰς καὶ παντοδαπῶν ἐπιτηδείων· τὸ δ' αὐτὸ πάλιν ὑποχωροῦντος ἐπιὼν ὁ Σίμων ἔπραττεν, ὥσπερ ἐπίτηδες Ῥωμαίοις διαφθείροντες παρεσκευάζοντο πρὸς πολιορκίαν τὴν πόλιν καὶ τὰ νεῦρα τῆς ἑαυτῶν ἀποκόπτοντες δυνάμεως. συνέβη γοῦν τὰ περὶ τὸ ἱερὸν πάντα συμφλεγῆναι καὶ μεταίχμιον ἐρημίας γενέσθαι παρατάξεως οἰκείας τὴν πόλιν, κατακαῆναι δὲ πλὴν ὀλίγου πάντα τὸν σῖτον, ὃς ἂν αὐτοῖς οὐκ ἐπ' ὀλίγα διήρκεσεν ἔτη πολιορκουμένοις. λιμῷ γοῦν ἑάλωσαν, ὅπερ ἥκιστα δυνατὸν ἦν, εἰ μὴ τοῦτον ἑαυτοῖς προπαρεσκεύασαν. Πανταχόθεν δὲ τῆς πόλεως πολεμουμένης ὑπὸ τῶν ἐπιβούλων καὶ συγκλύδων, μέσος ὁ δῆμος ὥσπερ μέγα σῶμα διεσπαράσσετο. γηραιοὶ δὲ καὶ γυναῖκες ὑπ' ἀμηχανίας τῶν ἴσων κακῶν ηὔχοντο Ῥωμαίοις, καὶ τὸν ἔξωθεν πόλεμον ἐπ' ἐλευθερίᾳ τῶν οἰκείων κακῶν ἐκαραδόκουν. κατάπληξις δὲ δεινὴ καὶ δέος ἦν τοῖς γνησίοις, καὶ οὔτε βουλῆς καιρὸς εἰς μεταβολὴν οὔτε συμβάσεως ἐλπὶς οὔτε φυγῆς τοῖς ἐθέλουσιν· ἐφρουρεῖτο γὰρ πάντα, καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλησταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας ἢ πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους. καὶ τῶν μὲν μαχομένων ἀδιάλειπτος ἡ κραυγὴ ἦν μεθ' ἡμέραν τε καὶ νύκτωρ, δεινότεροι δ' οἱ τῶν πενθούντων ὀδυρμοὶ ἀεί. καὶ θρήνων μὲν αἰτίας ἐπαλλήλους αἱ συμφοραὶ προσέφερον, τὰς δ' οἰμωγὰς ἐνέκλειεν ἡ κατάπληξις αὐτῶν. φιμούμενοι δὴ τά τε† πλήθη τῷ φόβῳ μεμυκόσι τοῖς στεναγμοῖς ἐβασανίζοντο, καὶ οὔτε πρὸς τοὺς ζῶντας ἦν αἰδὼς ἔτι τοῖς προσήκουσιν οὔτε πρόνοιατῶν ἀπολωλότων ταφῆς. αἴτιον δ' ἀμφοτέρων ἡ καθ' ἑαυτὸν ἀπόγνωσις ἑκάστου· παρῆσαν* γὰρ εἰς πάντα τῆς* προθυμίας οἱ μὴ στασιάζοντες ἀπολούμενοι πάντως ὅσον οὐδέπω. πατοῦντες δὴ τοὺς νεκροὺς ἐπ' ἀλλήλους σεσωρευμένους οἱ στασιασταὶ συνεπλέκοντο καὶ τὴν ἀπόνοιαν ἀπὸ τῶν ἐν ποσὶ πτωμάτων σπῶντες ἦσαν ἀγριώτεροι· προσεξευρίσκοντες δ' ἀεί τι καθ' ἑαυτῶν ὀλέθριον καὶ πᾶν τὸ δοχθὲν ἀφειδῶς δρῶντες οὐδεμίαν οὔτε αἰκίας ὁδὸν οὔτ' ὠμότητος παρέλειπον. ἀμέλει Ἰωάννης τὴν ἱερὰν ὕλην εἰς πολεμιστηρίων κατασκευὴν ὀργάνων ἀπεχρήσατο. δόξαν γάρ ποτε τῷ λαῷ καὶ τοῖς ἀρχιερεῦσιν ὑποστηρίξαντας τὸν ναὸν κʹ πήχεις προσυψῶσαι, κατάγει μὲν ἀπὸ τοῦ Λιβάνου τοῖς μεγίστοις ἀναλώμασι καὶ πόνοις τὴν χρήσιμον ὕλην ὁ βασιλεὺς Ἀγρίππας, ξύλα θέας ἄξια τήν τε εὐθύτητα καὶ τὸ μέγεθος· μεσολαβήσαντος δὲ τοῦ πολέμου τὸ ἔργον, ὁ Ἰωάννης τεμὼν αὐτὰ πύργους κατεσκεύασεν, ἐξαρκοῦν τὸ μῆκος εὑρὼν πρὸς τοὺς ἀπὸ τοῦ καθύπερθεν ἱεροῦ μαχομένους. ἵστησί τε καὶ προσαγαγὼν κατόπιν τοῦ περιβόλου, τῆς πρὸς δύσιν ἐξέδρας ἄντικρυς, ᾗπερ καὶ μόνῃ δυνατὸν ἦν, τῶν ἄλλων μερῶν βαθμοῖς πόρρωθεν διειλημμένων. Καὶ ὁ μὲν τοῖς ἐξ ἀσεβείας κατασκευασθεῖσιν ὀργάνοις κρατήσειν τῶν ἐχθρῶν ἤλπισεν, ὁ θεὸς δὲ ἄχρηστον αὐτῷ ἀπέδειξε τὸν πόνον, πρὶν ἐπιστῆναί τινα τῶν πύργων, Ῥωμαίους ἐπάγων. 70. Ὅτι πολιορκουμένων τῶν Ἱεροσολύμων ὑπὸ Τίτου Καίσαρος, καὶ τοῦ λιμοῦ πιέζοντος τοὺς ἔνδον οἱ αὐτόμολοι πρὸς Ῥωμαίους φεύγοντες ἐφωράθησαν καταπίνοντες τοὺς χρυσοῦς. καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνέσχιζον ἐρευνῶντες· μιᾷ γοῦν νυκτὶ περὶ δισχιλίους ἀνέσχισαν. Καὶ γνοὺς τὴν παρανομίαν Τίτος ὀλίγου μὲν ἐδέησε τὸ ἱππικὸν περιστήσας κατακοντίσαι τοὺς αἰτίους, εἰ μὴ πολὺ πλῆθος ἐνείχετο καὶ τῶν ἀνῃρημένων πολὺ πλείους ἦσαν οἱ κολασθησόμενοι. συγκαλέσας δὲ τούς τε τῶν συμμάχων ἡγεμόνας καὶ τοὺς τῶν ταγμάτων (συνδιεβάλλοντο γὰρ καὶ τῶν στρατιωτῶν τινές) πρὸς ἑκατέρους ἀγανακτῶν* ἔλεγεν, εἰ τῶν μὲν αὐτῷ
q.57
στρατευομένων τινὲς τοιαῦτα δρῶσι κέρδους ἕνεκεν ἀδήλου, μηδὲ τὰ ὅπλα σφῶν αὐτῶν αἰδούμενοι πεποιημένα ἀργυρίου τε καὶ χρυσίου· τοῖς δὲ Ἄραψι καὶ τοῖς Σύροις, εἰ πρῶτον μὲν ἐν ἀλλοτρίῳ πολέμῳ τοῖς πάθεσιν αὐτεξουσίως χρῶνται, ἔπειτα τῇ περὶ φόνους ὠμότητι καὶ τῷ πρὸς Ἰουδαίους μίσει Ῥωμαίους ἐπιγράφουσι· καὶ γὰρ νῦν ἐνίους αὐτῶν τῶν στρατιωτῶν συναπολαύειν τῆς κακοδοξίας. τούτοις μὲν οὖν θάνατον ἠπείλησεν, εἴ τις εὑρεθείη πάλιν τὸ αὐτὸ τολμῶν, τοῖς δ' ἀπὸ τῶν ταγμάτων ἐπέστελλεν ἐρευνήσαντας τοὺς ὑπόπτους ἀναγαγεῖν ἐπ' αὐτόν. κατεφρόνει δέ, ὡς ἔοικε, φιλοχρηματία πάσης κολάσεως, καὶ δεινὸς ἐμπέφυκεν τοῦ κερδαίνειν ἔρως, οὐδέν τε οὕτω πάθος πλεονεξία† προβάλλεται. ἦ ταῦτα μὲν ἄλλως καὶ μέτρον ἔχει καὶ φόβοις ὑποτάσσεται, θεὸς δ' ἦν ὁ τοῦ λαοῦ παντὸς κατακρίνας καὶ πᾶσαν αὐτοῖς σωτηρίας ὁδὸν εἰς ἀπώλειαν ἀποστρέφων. ὃ γοῦν μετ' ἀπειλῆς ἀπεῖπεν ὁ Καῖσαρ, λάθρᾳ κατὰ τῶν αὐτομόλων ἐτολμᾶτο, καὶ τοὺς διαδιδράσκοντας, πρὶν πᾶσιν ὀφθῆναι, προαπαντῶντες ἔσφαττον οἱ βάρβαροι, περισκοπούμενοι δὲ μή τις ἐπίδοι Ῥωμαίων ἀνέσχιζον κἀκ τῶν σπλάγχνων τὸ μιαρὸν κέρδος εἷλκον. ὀλίγοις δ' ηὕρισκον*, καὶ τοὺς πολλοὺς παρανήλισκεν ἐλπὶς μόνη. Τοῦτο μὲν δὴ τὸ πάθος πολλοὺς τῶν αὐτομόλων ἐπανῆγεν· Ἰωάννης δέ, ὡς ἐπέλειπον αἱ ἁρπαγαὶ παρὰ τοῦ δήμου, πρὸς ἱεροσυλίαν ἐτρέπετο καὶ πολλὰ μὲν τῶν ἀναθημάτων κατεχώννυεν* ἐκ τοῦ ναοῦ, πολλὰ δὲ τῶν πρὸς τὰς λειτουργίας ἀναγκαίων σκεύη, κρατῆρας καὶ πίνακας καὶ τραπέζας. ἀπέσχετο δ' οὐδὲ τῶν ὑπὸ τοῦ Σεβαστοῦ καὶ τῆς γυναικὸς αὐτοῦ πεμφθέντων ἀκρατοφόρων. οἷς μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν αἰεί, ταῦτα ὁ Ἰουδαῖος κατὰ* τῶν ἀλλοφύλων κατέσπα. πρὸς δὲ τοὺς συνόντας ἔλεγεν, ὡς δεῖ μετὰ ἀδείας καταχρήσασθαι τοῖς θείοις ὑπὲρ τοῦ θείου καὶ τοὺς τῷ ναῷ στρατευομένους ἐξ αὐτοῦ τρέφεσθαι. διὰ τοῦτο καὶ τὸν ἱερὸν οἶνον καὶ τὸ ἔλαιον, ὃ τοῖς ὁλοκαυτώμασιν οἱ ἱερεῖς ἐφύλαττον ἐπιχεῖν, ἐκκενώσας (ἦν δὲ ἐν τῷ ἔνδον ἱερῷ) διένειμε τῷ πλήθει, κἀκεῖνοι δίχα φρίκης ἠλείφοντο καὶ ἔπινον ἐξ αὐτῶν. οὐκ ἂν ὑπεστειλάμην* εἰπεῖν ἅ μοι κελεύει τὸ πάθος· οἶμαι Ῥωμαίων βραδυνόντων ἐπὶ τοὺς ἀλιτηρίους ἢ καταποθῆναι ὑπὸ χάσματος ἢ κατακλυσθῆναι τὴν πόλιν ἢ τοῦ τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνοῦ· πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκεν γενεὰν ἀθεωτέραν. τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς ὁ λαὸς συναπώλετο. Τὰ συμβαίνοντα δὲ Ἰουδαίοις Ῥωμαῖοι ἀκούοντες ἠλέησαν, οἱ στασιασταὶ δὲ καὶ βλέποντες οὐ μετενόουν, ἀλλ' ἠνείχοντο μέχρις αὐτῶν προελθεῖν· πεπήρωντο γὰρ ὑπὸ τοῦ χρεών, ὃ τῇ τε πόλει καὶ αὐτοῖς ἤδη παρῆν. τέλος τοῦ εʹ λόγου ἁλώσεως Ἰωσήπου. Λόγος ʹ. 71. Καὶ τὰ μὲν τῶν Ἱεροσολύμων πάθη προύκοπτε καθ' ἡμέραν ἐπὶ τὸ χεῖρον, τῶν τε στασιαστῶν μᾶλλον παροξυνομένων ταῖς συμφοραῖς καὶ τοῦ λιμοῦ μετὰ τοῦ δήμου ἤδη κἀκείνους νεμομένου· τό γε μὴν πλῆθος τῶν σεσωρευμένων ἀνὰ τὴν πόλιν πτωμάτων ὄψει τε φρικῶδες ἦν καὶ λοιμώδη προσέβαλλεν ὀσμήν, πρὸς δὲ τὰς ἐκδρομὰς ἐμπόδιον τοῖς μαχομένοις. ὥσπερ γὰρ διὰ παρατάξεως φόνῳ μυρίῳ γεγυμνασμένους χωροῦντας ἔδει τὰ σώματα πατεῖν. οἱ δ' ἐπιβάντες οὔτ' ἔφριττον οὔτ' ἠλέουν οὔτε κληδόνα κακὴν σφῶν αὐτῶν ὑπελάμβανον τὴν εἰς τοὺς κατοιχομένους ὕβριν· πεφυρμένοι δ' ὁμοφύλῳ φόνῳ τὰς δεξιὰς ἐπὶ τὸν πρὸς τοὺς ἀλλοφύλους πόλεμον ἐξέθεον, ὀνειδίζοντες, ἔμοιγε δοκεῖν, τὸ θεῖον εἰς βραδυτῆτα τῆς ἐπ' αὐτοὺς κολάσεως· οὐ γὰρ ἐλπίδι νίκης ὁ πόλεμος, ἤδη δ' ἀπόγνωσις σωτηρίας ἐθρασύνετο. 72. Ὅτι οἱ σικάριοι λεγόμενοι συνέστησαν ἐπὶ τοὺς ὑπακούειν Ῥωμαίων ἐθέλοντας καὶ πάντα τρόπον ὡς πολεμίοις προσεφέροντο, τὰς μὲν κτήσεις ἁρπάζοντες, ταῖς δ' οἰκήσεσιν αὐτῶν πῦρ ἐνιέντες· οὐδὲν γὰρ ἀλλοφύλων αὐτοὺς ἔφασκον διαφέρειν, οὕτως ἀγεννῶς τὴν περιμάχητον Ἰουδαίοις ἐλευθερίαν προεμένους καὶ δουλείαν αἱρεῖσθαι τὴν ὑπὸ Ῥωμαίοις ἀνωμολογηκότας. ἦν δ' ἄρα πρόφασις τοῦτο εἰς παρακάλυμμα τῆς ὠμότητος καὶ τῆς πλεονεξίας ὑπ'
q.58
αὐτῶν λεγόμενον. σαφὲς δὲ διὰ τῶν ἔργων ἐποίησαν· οἱ μὲν γὰρ αὐτοῖς τῆς ἀποστάσεως ἐκοινώνησαν καὶ τοῦ πρὸς Ῥωμαίους συνήραντο πολέμου, τὰ παρ' ἐκείνων δὲ τολμήματα χείρω πρὸς αὐτοὺς ἐγένετο. κἀπὶ τὸ ψεύδεσθαι πάλιν τὴν πρόφασιν ἐξελεγχόμενοι μᾶλλον ἐκάκουν τοὺς τὴν πονηρίαν αὐτῶν διὰ τῆς δικαιολογίας ὀνειδίζοντας. ἐγένετο γὰρ ὁ χρόνος ἐκεῖνος παντοδαπῆς ἐν τοῖς Ἰουδαίοις πονηρίας πολύφορος, ὡς μηδὲν κακίας ἔργον ἄπρακτον καταλιπεῖν, μηδ' εἴ τις ἐπινοίᾳ διαπλάττειν ἐθελήσειεν ἔχειν ἄν τι καινότερον ἐξευρεῖν. οὕτως ἰδίᾳ τε καὶ κοινῇ πάντες ἐνενόησαν*, καὶ πρὸς ὑπερβάλλειν ἀλλήλους ἔν τε ταῖς πρὸς τὸν θεὸν ἀσεβείαις κἀν ταῖς εἰς τοὺς πλησίον ἀδικίαις ἐφιλονείκησαν, οἱ μὲν δυνατοὶ τὰ πλήθη κακοῦντες, οἱ πολλοὶ δὲ τοὺς δυνατοὺς ἀπολλύναι σπεύδοντες· ἦν γὰρ ἐκείνοις μὲν ἐπιθυμία τοῦ τυραννεῖν, τοῖς δὲ τοῦ βιάζεσθαι καὶ τὰ τῶν εὐπόρων διαρπάζειν. πρῶτοι μὲν οὖν οἱ σικάριοι τῆς παρανομίας καὶ τῆς πρὸς τοὺς συγγενεῖς ἦρξαν ὠμότητος, μήτε λόγον ἄρρητον εἰς ὕβριν μήτ' ἔργον ἀπείραστον εἰς ὄλεθρον τῶν ἐπιβουλευθέντων παραλείποντες. ἀλλὰ καὶ τούτους Ἰωάννης ἀπέδειξεν αὑτοῦ μετριωτέρους. οὐ γὰρ μόνον ἀνῄρει πάντας ὅσοι τὰ δίκαια καὶ συμφέροντα συνεβούλευον, καθάπερ ἐχθροῖς τοῖς μάλιστα δὴ τῶν πολιτῶν τοῖς τοιούτοις προσφερόμενος, ἀλλὰ καὶ κοινῇ τὴν πατρίδα μυρίων ἐνέπλησε κακῶν, οἷα πράξειν ἔμελλεν ἄνθρωπος ἤδη καὶ τὸν θεὸν ἀσεβεῖν τετολμηκώς· τράπεζάν τε γὰρ ἄθεσμον παρετίθετο καὶ τὴν νενομισμένην καὶ πάτριον ἐξεδιῄτησεν ἁγνείαν, ἵν' ᾖ μηκέτι θαυμαστόν, εἰ τὴν πρὸς ἀνθρώπους ἡμερότητα καὶ κοινωνίαν οὐκ ἐτήρησεν ὁ τῆς πρὸς θεὸν εὐσεβείας οὕτω καταμανείς. πάλιν τοίνυν ὁ τοῦ Γιώρα Σίμων τί κακὸν οὐκ ἔδρασεν; ἢ ποίας ὕβρεως ἐλευθέρων ἀπέσχετο σωμάτων, εἰ* τοῦτον ἀνέδειξαν τύραννον; ποία δ' αὐτοὺς φιλία, ποία δ' εὐμένεια* πρὸς τοὺς ἐφ' ἑκάστης ἡμέρας φόνους οὐχὶ θρασυτέρους ἐποίησε; τὸ μὲν γὰρ τοὺς ἀλλοτρίους κακῶς ποιεῖν ἀγεννοῦς ἔργον πονηρίας ὑπέλαβον, λαμπρὰν δὲ φέρειν ἐπίδειξιν ἡγοῦντο τὴν ἐν τοῖς οἰκειοτάτοις ὠμότητα. παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν ἡ τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος ἔτι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν, καὶ τὴν τελεωτάτην εἰσήγαγον διὰ πάντων ἀνομίαν, ἐν ᾗ τὸ τῶν ζηλωτῶν κληθέντων γένος ἤκμασεν, οἳ τὴν προσηγορίαν τοῖς ἔργοις ἐκλήθεσαν*. πᾶν γὰρ κακίας ἔργον ἐξεμιμήσαντο, μηδ' ὅ τι πρότερον προϋπάρχον ἡ μνήμη παραδέδωκεν αὐτοὶ παραλιπόντες ἀζήλωτον· καίτοι τὴν προσηγορίαν αὑτοῖς ἀπὸ τῶν ἐπ' ἀγαθῷ ζηλουμένων ἐπέθεσαν, ἢ κατειρωνευόμενοι τῶν ἀδικουμένων διὰ τὴν αὐτῶν θηριώδη φύσιν, ἢ τὰ μέγιστατῶν κακῶν ἀγαθὰ νομίζοντες. τοιγαροῦν προσῆκον τὸ τέλος ἕκαστοι εὕραντο, τοῦ θεοῦ τὴν ἀξίαν ἐπὶ πᾶσιν αὐτοῖς τιμωρίαν βραβεύσαντος· ὅσας γὰρ ἀνθρώπου δύναται φύσις κολάσεις ὑπομεῖναι, πᾶσαι κατέσκηψαν εἰς αὐτοὺς μέχρι καὶ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, ἣν ὑπέμειναν ἐν πολυτρόποις αἰκίαις ἀποθανόντες. οὐ μὴν ἀλλὰ φαίη τις ἂν αὐτοὺς ἐλάττω παθεῖν ὧν ἔδρασαν· τὸ γὰρ δικαίως ἐπ' αὐτῶν οὐ προσῆν. τοὺς δὲ ταῖς ἐκείνων ὠμότησι περιπεσόντας οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ κατὰ τὴν ἀξίαν ὀδύρεσθαι. πάλιν οὖν ἐπάνειμι πρὸς τὸ καταλειπόμενον μέρος τῆς διηγήσεως. 73. Ὅτι Ἰωνάθης πονηρότατος ἄνθρωπος καὶ τὴν τέχνην ὑφάντης οὐκ ὀλίγους τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ καὶ προήγαγεν εἰς τὴν ἔρημον, σημεῖα καὶ φάσματα δείξειν ὑπισχνούμενος. καὶ τοὺς μὲν ἄλλους ἐλάνθανε ταῦτα διαπραττόμενος καὶ φενακίζων, οἱ δὲ τοῖς ἀξιώμασι προύχοντες τῶν ἐπὶ τῆς Κυρήνης Ἰουδαίων τὴν ἔξοδον αὐτοῦ καὶ παρασκευὴν τῷ τῆς πενταπόλεως τῆς Λιβύης ἡγεμόνι Κατύλλῳ προσαγγέλλουσιν. ὁ δ' ἱππέας τε καὶ πεζοὺς ἀποστείλας τούτων ἐκράτησεν. ὁ δ' ἡγεμὼν τοῦ βουλεύματος Ἰωνάθης διέφυγεν, ζητήσεως δὲ γενομένης ἥλω καὶ πρὸς τὸν ἡγεμόνα ἀχθεὶς αὑτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας
q.59
ἀπαλλαγήν, τῷ Κατύλλῳ δ' ἔδωκεν ἀφορμὴν ἀδικημάτων. τοὺς γὰρ πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε καταψευδόμενος διδασκάλους αὐτῷ τοῦ βουλεύματος γεγονέναι· προθύμως δὲ τὰς διαβολὰς ἐκεῖνος ἐξεδέχετο καὶ τῷ πράγματι πολὺν ὄγκον περιετίθει, μεγάλα προστραγῳδῶν, ἵνα δόξειε καὐτὸς Ἰουδαϊκόν τινα πόλεμον κατωρθωκέναι. καὶ πρὸς τὸ πιστεύειν ῥᾳδίως ἔτι καὶ διδάσκαλος ἦν τῶν σικαρίων τῆς ψευδολογίας. κελεύσας γοῦν αὐτὸν ὀνομάσαι τινὰ τῶν Ἰουδαίων Ἀλέξανδρον, ᾧ πάλαι προσκεκρουκὼς φανερὸν ἐξενηνόχει τὸ μῖσος, τήν τε γυναῖκα τὴν ἐκείνου ταῖς αἰτίαις συνεμπλέξας τούτους μὲν πρῶτον ἀνεῖλεν, ἐπὶ δ' αὐτοῖς ἅπαντας τοὺς εὐπορίᾳ χρημάτων διαφέροντας ὁμοῦ τρισχιλίους ἐφόνευσεν ἄνδρας. Ὅπως δὲ μὴ ἐλέγξωσιν αὐτοῦ τὴν ἀδικίαν, πορρωτέρω τὸψεῦδος ἐξέτεινεν καὶ πείθει τὸν Ἰωνάθην καί τινας τῶν ἅμα ἐκείνῳ συνειλημμένων νεωτερισμοῦ κατηγορίαν ἐπιφέρειν τοῖς ἐν Ἀλεξανδρείᾳ τε καὶ Ῥώμῃ τῶν Ἰουδαίων δοκιμωτάτοις. τούτωνεἷς τῶν ἐξ ἐπιβουλῆς αἰτιαθέντων ἦν Ἰώσηπος ὁ ταῦτα συγγραψάμενος. οὐ μὴν κατ' ἐλπίδα τῷ Κατύλλῳ τὸ σκευώρημα προσεχώρησεν. ἧκε μὲν γὰρ εἰς τὴν Ῥώμην τοὺς περὶ τὸν Ἰωνάθην ἄγων δεδεμένους καὶ πέρας ᾤετο τῆς ἐξετάσεως εἶναι τὴν ἐπ' αὐτοῦ δι' ἐκείνου γενομένην ψευδολογίαν· Οὐεσπασιανὸς δὲ τὸ πρᾶγμα ὑποπτεύσας ἀνεζήτει τὴν ἀλήθειαν καὶ γνοὺς ἄδικον τὴν αἰτίαν τοῖς ἀνδράσιν ἐπενηνεγμένην τοὺς μὲν ἀφίησι τῶν ἐγκλημάτων, δίκην δ' ἐπέθηκεν Ἰωνάθῃ τὴν προσήκουσαν. ζῶν γὰρ κατεκαύθη, πρότερον αἰκισθείς. Κατύλλῳ δὲ τότε μὲν ὑπῆρξε διὰ τὴν πραότητα τῶν αὐτοκρατόρων μηδὲν πλέον ὑπομεῖναι καταγνώσεως· οὐκ εἰς μακρὰν δὲ νόσῳ καταληφθεὶς πολυτρόπῳ καὶ δυσιάτῳ χαλεπῶς ἀπήλλακται, οὐ τὸ σῶμα μόνον κολαζόμενος, ἀλλ' ἦν ἡ τῆς ψυχῆς νόσος αὐτῷ βαρυτέρα. δείμασι γὰρ ἐξεταράττετο καὶ συνεχῶς ἐβόα βλέπειν εἴδωλα τῶν ὑπ' αὐτοῦ πεφονευμένων ἐφεστηκότα· καὶ κατέχειν ἑαυτὸν οὐ δυνάμενος ἐξήλλετο τῆς εὐνῆς ὡς βασάνων αὐτῷ καὶ πυρὸς προσφερομένων. τοῦ δὲ κακοῦ πολλὴν αἰεὶ τὴν ἐπίδοσιν λαμβάνοντος, καὶ τῶν ἐντέρων αὐτῷ διὰ βρῶσιν ἐκπεσόντων, οὕτως ἀπέθανεν, οὐδενὸς ἧττον ἕτερον τῆς προνοίας τοῦ θεοῦ τεκμήριον γενόμενος, ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν. Πέρας τῆς ἱστορίας λόγου ζʹ Ἰουδαϊκῆς ἁλώσεως. Ἐκ τοῦ λόγου τοῦ ἐπιγραφομένου περὶ παντὸς ἢ κατὰ Ἑλλήνων. λόγος βʹ. τοῦ αὐτοῦ Ἰωσήπου. 74. Ὅτι ὁ ἡμέτερος νομοθέτης ἀρχαιότατος (τοῦτο γὰρ δήπουθεν ὡμολόγηται καὶ παρὰ τοῖς πάντα καθ' ἡμῶν λέγουσιν) ἑαυτόν τε παρέσχεν ἄριστον τοῖς πλήθεσιν ἡγεμόνα καὶ σύμβουλον τήν τε κατασκευὴν αὐτοῖς ὅλην τοῦ βίου τῶν νόμων† παραλαβὼν ἔπεισε παραδέξασθαι καὶ βεβαιοτάτην εἰς ἀεὶ φυλαχθῆναι παρεσκεύασεν. Ἴδωμεν δὲ τῶν ἔργων αὐτοῦ πρῶτον τὸ μεγαλεῖον. ἐκεῖνος γὰρ τοὺς προγόνους ἡμῶν, ἐπείπερ ἔδοξεν αὐτοῖς τὴν Αἴγυπτον ἐκλιποῦσιν ἐπὶ τὴν πάτριον γῆν ἐπανιέναι πολλὰς τὰς μυριάδας παραλαβὼν καὶ ἀμηχάνους διέσωσεν εἰς ἀσφάλειαν· καὶ γὰρ τὴν ἄνυδρον αὐτοὺς καὶ πολύψαμμον ἔδει διοδοιπορῆσαι καὶ νικῆσαι πολέμους καὶ τέκνα καὶ γυναῖκας καὶ λείαν ὁμοῦ σώζειν μαχομένους. ἐν οἷς ἅπασι καὶ στρατηγὸς ἄριστος ἐγένετο καὶ σύμβουλος συνετώτατος καὶ κηδεμὼν ἀληθέστατος. ἅπαν τὸ πλῆθος εἰς ἑαυτὸν ἀνηρτῆσθαι παρεσκεύασεν καὶ περὶ παντὸς ἔχων πεισθέντας αὐτοὺς τοῦ κελευσθέντος, εἰς οὐδεμίαν οἰκείαν ἔλαβε ταύτην* πλεονεξίαν, ἀλλ' ἐν ᾧ μάλιστα τὰς τοῦ καιροῦ δυνάμεις μὲν αὑτοῖς περιβάλλονται καὶ τυραννίδας οἱ προεστηκότες, ἐθίζουσι δὲ τὰ πλήθη πολλῆς ἀνομίας, ἐν τούτῳ τῆς ἐξουσίας ἐκεῖνος καθεστηκὼς τοὐναντίον ᾠήθη δεῖν εὐσεβεῖν καὶ πολλὴν εὔνοιαν ἄλλοις ἐμπαρασχεῖν, οὕτως αὐτὸς μάλιστα τὴν ἀρετὴν ἐπιδείξειν τὴν αὑτοῦ νομίζων καὶ σωτηρίαν τοῖς αὐτὸν ἡγεμόνα πεποιημένοις βεβαιοτάτην παρέξειν. καλῆς οὖν αὐτῷ προαιρέσεως καὶ πράξεων μεγάλων ἐπιτυγχανομένων καλῶς ἐνόμιζεν ἡγεμόνα τε καὶ σύμβουλον τὸν ἕνα ἔχειν· καὶ πείσας πρότερον ἑαυτὸν ὅτι κατὰ τὴν ἐκείνου βούλησιν ἅπαντα πράττει
q.60
καὶ διανοεῖται, ταύτην ᾤετο δεῖν πρὸ παντὸς ἐμποιῆσαι τὴν ὑπόληψιν τοῖς πλήθεσεν· οἱ γὰρ πιστεύσαντες ἐπισκοπεῖν θεὸν τοὺς ἑαυτῶν βίους οὐδὲν ἀνέχονται ἐξαμαρτάνειν. τοιοῦτος μὲν δή τις ἡμῶν ὁ νομοθέτης, οὐ γόης, οὐδ' ἀπατεών, ἅπερ λέγουσιν οἱ λοιδοροῦντες ἀδίκως, ἀλλ' οἷον παρὰ τοῖς Ἕλλησιν αὐχοῦντες λέγουσι τὸν Μίνω γεγονέναι καὶ μετὰ ταῦτα τοὺς ἄλλους νομοθέτας. οἱ μὲν γὰρ αὐτῶν τοὺς νόμους ὑποτίθεσθαι,† ὁ δὲ Μίνως ἔλεγεν· οἱ δ' εἰς τὸν Ἀπόλλω καὶ τὸ Δελφικὸν αὐτοὺς μαντεῖον ἀνέφερον, ἤτοι τἀληθὲς οὕτως ἔχειν νομίζοντες ἢ πείσειν ῥᾷον ὑπολαμβάνοντες. τίς δ' ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τίς ὁ δικαιότατα περὶ τῆς τοῦ θεοῦπίστεως ἐπιτυχών, πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιβάλλοντας. οὐκοῦν ἄπειροι αἱ κατὰ μέρος τῶν ἐθνῶν καὶ τῶν νόμων παρὰ τοῖς πᾶσιν ἀνθρώποις διαφοραί· οἱ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων. ὁ δὲ εἰς μὲν τούτων οὐδ' ὁτιοῦν ἀπεῖδεν, ὡς δ' ἄν τις εἴποι βιασάμενος τὸν λόγον, θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα, θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀναθείς, καὶ πείσας ἐκεῖνον ἅπαντας ἐφορᾶν ὡς αἴτιον ὄντα πάντων τῶν ἀγαθῶν,*** κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις· λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὐδὲ τῶν πραττομένων οὐδὲ ἓν οὐδ' ὅσων ἄν τις παρ' αὑτῷ διανοηθῇ. ἕνα δ' αὐτὸν ἀπέφηνε καὶ ἀγένητον πρὸς τὸν ἀίδιον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει διαφέροντα, καὶ δυνάμει μὲν ἡμῖν γνώριμον, ὁποῖος δὲ κατ' οὐσίαν ἄγνωστον. ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρὰ τοῖς Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν ἐκείνου τὰς ἀρχὰς παρασχόντος, ἐῶ νῦν λέγειν· ὅτι δ' ἔστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι, σφόδρα μεμαρτυρήκασιν· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων καὶ οἱ μετ' ἐκείνους τῆς στοᾶς φιλόσοφοι μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ φύσεως πεφρονηκότες. ἀλλ' οἱ μὲν πρὸς ὀλίγον φιλοσοφοῦντες ταῖς εἰς πλῆθος δόξαις προκατειλημμένοι τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν, ὁ δὲ Μωσῆς ἀπέδειξε τὰ ἔργα παρέχων σύμφωνα τοῖς λόγοις καὶ οὐ μόνον τοὺς καθ' ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν περὶ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. αἴτιον δὲ ὅτι τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων ἀεὶ διήνεγκεν· οὐ γὰρ μέρος τῆς ἀρετῆς ἐποίησεν τὴν εὐσέβειαν, ἀλλὰ ταύτης τὰ μέρη τἄλλα συνεῖδε καὶ κατέστησεν· λέγω δὲ τὴν δικαιοσύνην, τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς θεὸν ἡμῖν εὐσέβειαν ἔχουσι τὴν ἀναφοράν· οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδὲ ἀόριστον παρέλιπεν. δύο γάρ εἰσιν ἁπάσης παιδείας τρόποι καὶ τῆς περὶ τὰ ἔθη κατασκευῆς, ὧν ὁ μὲν λόγῳ διδάσκαλος, ὁ δὲ διὰ τῆς ἀσκήσεως τῶν ἠθῶν. οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑλόμενοι ἑκάστοις τὸν ἕτερον παρέλειπον καὶ Λακεδαιμονίους μὲν καὶ Κρῆτας ἔθεσιν ἐπαίδευον, οὐ λόγοις. Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες, ἃ μὲν ἔδει πράττειν ἢ μή, προσέτασσον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν. Ὁ δὲ ἄμφω ταῦτα συνήρμοσεν κατὰ πολλὴν ἐμμέλειαν· οὔτε γὰρ κωφὴν ἀπέλειπε τῶν ἠθῶν ἄσκησιν, οὔτε ἐκ τοῦ λόγου νόμον ἄπρακτον εἴασεν, ἀλλ' εὐθὺς ἀπὸ πρώτης ἀρξάμενος τροφῆς καὶ τῆς κατὰ τὸν† οἰκεῖον ἑκάστῳ διαίτης οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς βουλήσεσι τῶν χρησομένων κατέλειπεν, ἀλλὰ περὶ σιτίων, τίνων ἀπέχεσθαι καὶ τίνα προφέρεσθαι****. Ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς Μακκαβαίους τοῦ αὐτοῦ Ἰωσήπου. 75. Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμ' ἂν ὑμῖν ὀρθῶς ὅπως προσέχητε προθύμως τῇ φιλοσοφίᾳ. καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς· λέγω δή·" φρονήσεως
q.61
περιέχει ἔπαινον, εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας. ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου." 2 πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν. οὐ γὰρ τῶν αὑτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι. πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ' ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός, πολὺ δὲ πλέον τοῦτοἀποδείξαιμι* ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, Ἐλεαζάρου τε καὶ τῶν ζʹ ἀδελφῶν καὶ τῆς τούτων μητρός· ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο, ὅτι ἐπικρατεῖ τῶν παθῶν ὁ λογισμός. τῶν μὲν οὖν ἀρετῶν ἐπέστη μοι ἐπαινεῖν τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ὑπὲρ τῆς καλοκαγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ' ἄν· θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπ' ἀνδρείᾳ καὶ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε καθαρισθῆναι δι' αὐτῶν τὴν πατρίδα. ἀλλὰ καὶ περὶ τοῦ νῦν ζητουμένου αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι τὸν λόγον. Ζητοῦμεν τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός, καὶ διακρίνομεν, τί ποτέ ἐστι λογισμὸς καὶ τί πάθος καὶ πόσαι παθῶν ἰδέαι καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός. λογισμὸς τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφίας βίον, σοφία δέ ἐστι γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτίων. αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδεία, δι' ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν. τῆς δὲ σοφίας ἰδέαι καθεστᾶσι φρόνησις δικαιοσύνη ἀνδρεία σωφροσύνη· κυριωτάτη δὲ πάντων ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ. παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται βʹ, ἡδονή τε καὶ πόνος· τούτων δ' ἑκάτερον καὶ*** περὶ τὴν ψυχὴν πέφυκεν. πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσὶν ἀκολουθίαι. πρὸ μὲν τῆς ἡδονῆς ἐστὶν ἐπιθυμία, μετὰ δὲ τὴν ἡδονὴν χαρά· πρὸ δὲ τοῦ πόνου ἐστὶ φόβος, μετὰ δὲ τὸν πόνον λύπη. θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς τε καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτε αὐτῷ περιέπεσεν. ἐν τῇ ἡδονῇ δέ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων οὖσα τῶν παθῶν, κατὰ μὲν ψυχῆς* ἀλαζονεία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία, κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ μονοφαγία καὶ λαιμαργία. καθάπερ οὖν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν φυτῶν εἰσιν παραφυάδες, ὧν ἑκάστην ὁ παγγέωργος λογισμὸςπερικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν παθῶν καὶ ἠθῶν ὕλας. ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστὶν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ· ἐπιθεώρει γέ τοι πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστι τῶν παθῶν ὁ λογισμός. σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν, τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσι ψυχικαὶ αἱ δὲ σωματικαί, καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς φαίνεται ἐπικρατῶν, ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφὰς ἀποστρεφόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός; ἐγὼ μὲν οἶμαι. τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν· ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακοπτόμενα, καὶ φιμοῦται πάντα τοῦ σώματος πάθη ὑπὸ τοῦ λογισμοῦ. Καὶ τί θαυμαστόν, εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται;
q.62
ταύτῃ γὰρ ὁ σώφρων Ἰωσὴφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ περιεκράτησε τῆς ἡδυπαθείας· νέος γὰρ καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τῶν παθῶν τὸν οἶστρον. οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας. λέγει γοῦν ὁ νόμος" οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τοῦ πλησίον σου ἐστίν." 2 καίτοι ὅτε μὴ ἐπιθυμεῖν ἡμᾶς εἴρηκεν ὁ νόμος, πολὺ πλέον πείσαιμ' ἂν ὑμᾶς, ὅτι τῶν ἐπιθυμιῶν δύναιτ' ἂν κρατεῖν ὁ λογισμός, ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν· ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλόν ἐστιν, ὅτι κύριός ἐστι τῶν παθῶν ὁ λογισμός; αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις ᾖ, βιάζεται τὸν αὑτοῦ τρόπον, τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἡμερῶν ἐνστασῶν χρεωκοπούμενος· κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμόν, μήτ' ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτ' ἐπιρρωλογούμενος τοὺς ἀμπελῶνας. καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο. ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ, μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι' αὐτούς, καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ, διὰ παρανομίαν αὐτὴν ἀπελέγχων, καὶ τῆς τέκνων φιλίας κυριεύει, διὰ κακίαν αὐτὰ κολάζων, καὶ τῆς φίλων συνηθείας δεσπόζει, διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων. καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον, μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτὰ τά τε τῶν ἐχθρῶν τοῖς ἀπελάσασι διασώζων καὶ τὰ πεπτωκότα συνεγείρων. καὶ τῶν βιαιοτέρων δὲ παθῶν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας· πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ καὶ τούτου δεσπόζει. θυμούμενος γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρὼν οὐ θυμῷ τι κατ' αὐτῶν ἐποίησεν, ἀλλὰ τῷ λογισμῷ τὸν θυμὸν διῄτησεν. δυνατὸς ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ ἀκυρῶσαι· ἐπεὶ διὰ τί Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Λευὶ αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἀποσφάξαντας, λέγων" ἐπικατάρατος ὁ θυμὸς αὐτῶν" 2; εἰ μὴ γὰρ ἐδύνατο τὸν θυμὸν ὁ λογισμὸς ἐπικρατεῖν, οὐκ ἂν εἶπεν οὕτως. ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασε, λόγῳ καὶ αὐτεξουσιότητι κοσμήσας, τηνικάδε τὰ πάθη αὐτῷ καὶ τὰ ἤθη περιεφύτευσε καὶ τηνικάδε ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν ἔνδον αἰσθητηρίων ἐνεθρόνισε καὶ τούτῳ νόμον ἔδωκε, καθ' ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν. πῶς οὖν, εἴποι τις ἄν, εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός, λήθης καὶ ἀγνοίας οὐκ ἐπικρατεῖ; ἔστι δὲ κομιδῇ γελοῖος ὁ λόγος· οὐ γὰρ τῶν αὑτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι. θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθεῖν. κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τῷ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναται ὁ λογισμὸς συμμαχῆσαι· οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν ἀλλ' ἀνταγωνιστής. ἔστι γοῦν τοῦτο διὰ τῆς Δαυὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν ἀλλοφύλοις ὁ Δαυὶδ πολλοὺς αὐτῶν ἀπέκτεινε μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν, τότε δὴ γενομένης ἑσπέρας ἱδρῶν καὶ σφόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθε, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν, ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἐδύνατο δι' αὐτῶν ἰάσασθαι τὴν δίψαν, ἀλλά τις αὐτὸν ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε καὶ λύουσα κατέφλεγεν· ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως δίψῃ σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ
q.63
καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπιν λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας διεξῄεσαν, ἀνερευνώμενοι τὸ τῶν πολεμίων στρατόπεδον καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ ποτόν. ὁ δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι· ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισε τὸ πόμα τῷ θεῷ. δυνατὸς γάρ, ὡς ἔφην, ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν ἁπάσας καταπαλαῖσαι καὶ τῇ καλοκαγαθίᾳ τοῦ λογισμοῦ διαπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας. Ἤδη γὰρ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς θεωρίας τοῦ σώφρονος λογισμοῦ. ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι, τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόπως ἐχρήσαντο συμφοραῖς. Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτευόμενος, τὸν τότε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβαλὼν ὑπὲρ τοῦ ἔθνους οὐκ ἴσχυσε κακῶσαι, φυγὰς ᾤχετο τὴν πατρίδα προδώσων. ὅθεν ἥκων εἰς Ἀπολλώνιον τὸν Συρίας ἐπίτροπον καὶ Φοινίκης καὶ Κιλικίας*** ἔλεγεν" εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύσων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖςἹεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι, τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, καὶ προσήκειν ταύτας Σελεύκῳ βασιλεῖ." 2 τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος τὸν μὲν Σίμωνα τῆς εἰς τὸν βασιλέα τιμῆς* ἐπῄνει, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τῶν χρημάτων θησαυρὸν καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα. καὶ τεράτων γενομένων ἐξαισίων μόλις διεσώθη. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΑΡΑΔΟΞΩΝ. Ἐκ τοῦ λόγου τοῦ ἐπιγραφομένου περὶ γένους Ἰωσήπου καὶ πολιτείας αὐτοῦ. 76. Ἐμοὶ γένος ἔστιν οὐκ ἄσημον, ἀλλ' ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δὴ παρ' ἑκάστοις ἄλλη τίς ἐστι συγγενείας* ὑπόθεσις, οὕτω παρ' ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία μέγα τεκμήριόν ἐστι γένους λαμπρότητος. ἐμοὶ δὲ οὐ μόνον ἐξ ἱερέων ἐστὶ τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίας τῶν κδʹ (πολλὴ δὲ καὶ αὐτῶν διαφορά) καὶ τῶν ἐν ταύτῃ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός. Τὴν μὲν οὖν τοῦ γένους διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμμένην εὗρον, οὕτω παρατίθεμαι, τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν ἐάσας· ὁ πατὴρ δέ μου Ματθίας οὐ διὰ μόνην τὴν εὐγένειαν ἐπίσημος ἦν, ἀλλὰ πλέω διὰ τὴν δικαιοσύνην ἐπῃνεῖτο, γνωριμώτερος ὢν ἐν τῇ μεγίστῃ πόλει τῶν παρ' ἡμῖν τοῖς Ἱεροσολυμίταις. ἐγὼ δὲ συμπαιδευόμενος ἀδελφῷ Ματθίᾳ τοὔνομα (γεγόνει γάρ μοι γνήσιος ἐξ ἀμφοῖν τῶν γονέων) εἰς μεγάλην παιδείας προύκοπτον ἐπίδοσιν, μνήμῃ τε καὶ συνέσει δοκῶν διαφέρειν. ἔτι δὲ ἄρα παῖς ὢν διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπῃνούμην, συνιόντων ἀεὶ τῶν ἀρχιερέων καὶ τῶν πρώτων τῆς πόλεως παρ' ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι. περὶ ἑκκαίδεκα δὲ ἔτη γενόμενος ἐβουλήθην τῶν παρ' ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν· τρεῖς δέ εἰσι, Φαρισαίων, Σαδδουκαίων, Ἐσσηνῶν· οὕτω γὰρ ᾠόμην αἱρεῖσθαι τὴν ἀρίστην, εἰ πάσας καταμάθοιμι. σκληραγωγήσας γοῦν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον. καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι, πυθόμενός τινα Βανοῦν ὀνόματι κατὰ τὴν ἐρημίαν διατρίβειν ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς ἐγενόμην αὐτοῦ. καὶ
q.64
διατρίψας παρ' αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαιδέκατον ἔτος ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατακολουθῶν, ἣ παραπλήσιός ἐστι τῇ παρ' Ἕλλησι Στωικῇ λεγομένῃ. Μετ' εἰκοστὸν δὲ καὶ ʹ ἐνιαυτὸν εἰς Ῥώμην μοι συνέπεσεν ἀναβῆναι δι' αἰτίαν τινά· ἔστι δὲ αὕτη. καθ' ὃν χρόνον Φῆλιξ τῆς Ἰουδαίας ἐπετρόπευεν, ἱερεῖς τινὰς συνήθεις ἐμοί, καλούς τε κἀγαθούς, διὰ μικρὰν καὶ τὴν τυχοῦσαν δήσας αἰτίαν εἰς τὴν Ῥώμην ἔπεμψε, λόγον ὑφέξοντας τῷ Καίσαρι. οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ καὶ πυθόμενος, ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐξελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ σύκοις καὶ καρύοις, ἀφικόμην εἰς Ῥώμην πολλάκις κινδυνεύσας κατὰ θάλατταν. βαπτισθέντος γὰρ ἡμῶν τοῦ πλοίου κατὰ μέσον Ἀδρίαν, περὶ ἑξακόσιοι* τὸν ἀριθμὸν ὄντες δι' ὅλης τῆς νυκτὸς ἐνηξάμεθα, καὶ μέχρι* ἀρχομένην ἡμέραν ἐπιφανέντος ἡμῖν κατὰ θεοῦ πρόνοιαν Κυρηναϊκοῦ πλοίου φθάσαντος* τοὺς ἄλλους ἐγώ τε καί τινες ἕτεροι, περὶ ʹ σύμπαντες, ἀνελήφθημεν εἰς τὸ πλοῖον. διασωθὲν* εἰς τὴν Δικαιαρχίαν, ἣν Ποτιόλους Ἰταλοὶ καλοῦσιν, διὰ φιλίας ἀφικόμην Ἀλιτύρῳ (μιμολόγος δὲ ἦν οὗτος κάλλιστα* τῷ Νέρωνι καταθύμιος), καὶ δι' αὐτοῦ Πομπηίᾳ* τῇ τοῦ Καίσαρος γυναικὶ γνωρισθεὶς προνοῶ ὡς τάχιστα παρακαλέσας αὐτὴν τοὺς ἱερεῖς λυθῆναι, μεγάλων δωρεῶν ταύτῃ εὐεργεσίᾳ πρώτῃ† τυχὼν παρὰ τῆς Πομπηίας* ὑπέστρεφον ἐπὶ τὴν οἰκείαν. Μεταξὺ δὲ συμβάντων τινῶν, εἰρηνεύεσθαι πρὸ πάντων τὴνΓαλιλαίαν ἐφρόντιζον. τοὺς δὲ ἐν τέλει τῶν Γαλιλαίων, ὅσον οʹ πάντας, βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπετείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν, καθαρεύειν δὲ παντὸς ἐν αὐταῖς λήμματος. Περὶ τριακοστὸν οὖν ἔτος ὑπάρχων, ἐν ᾧ χρόνῳ, κἂν ἀπέχεταί* τις τῶν πονηρῶν ἐπιθυμιῶν, δύσκολον τὰς ἐκ φθόνου διαβολὰς φεύγειν, ἄλλως τε καὶ ἐξουσίας ὄντα μεγάλης, γυναῖκα μὲν πᾶσαν ἀνύβριστον ἐφύλαξα, πάντων δὲ τῶν διδομένων ὡς μὴ χρῄζων κατεφρόνησα· ἀλλ' οὐδὲ τὰς ὀφειλομένας μοι ὡς ἱερεῖ δεκάτας ἀπελάμβανον παρὰ τῶν κομιζόντων. καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον, οὔτε αὐτὸν οὔτε τινὰς τῶν λοιπῶν ἐτιμωρησάμην. διὰ τοῦτο οἶμαι καὶ τὸν θεόν (οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες) καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι. Τοσαύτη δὲ ἦν ἡ πρός με τῶν Γαλιλαίων εὔνοια καὶ πίστις ὥστε, ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, ἀνδρῶν τε καὶ γυναικῶν ἀνδραποδισθέντων, οὐχ οὕτω ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας. τέλος τῆς Ἰωσήπου ἀρχαιολογίας· λόγοι κʹ καὶ τοῦ λόγου τοῦ περὶ τοῦ βίου Ἰωσήπου καὶ τῆς πολιτείας αὐτοῦ. Ἐκ τῆς χρονικῆς ἱστορίας Γεωργίου μοναχοῦ βʹ περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι ὁ Ἄβελ παρθένος καὶ δίκαιος ὑπῆρχεν καὶ ποιμὴν προβάτων, ἐξ ὧν καὶ θυσίαν τῷ θεῷ προσαγαγὼν καὶ δεχθεὶς ἀναιρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ δὲ Κάϊνγεωργὸς τυγχάνων καὶ μετὰ τὴν δίκην χειρόνως βιώσας στένων καὶ τρέμων ἦν, ὅτι ὁ μὲν Ἄβελ τὰ πρωτότοκα θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν συνίστη, ὅθεν καὶ διὰ τῆς ἀγαθῆς αὐτοῦ προαιρέσεως προσεδέχθη. ὁ δὲ Κάϊν δυσσεβῶς ἑαυτῷ ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότως καὶ ἀπεβλήθη. φησὶ γὰρ" καὶ ἐγένετο μεθ' ἡμέρας, προσήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς." 2 ὥστε διὰ τοῦτο Κάϊν ἐλέγχεται, ὅτι μὴ τὰ ἀκροθίνια τῶν γενημάτων προσήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ' ἡμέρας καὶ δεύτερα. 2. Ὅτι Σαρδανάπαλλος ὁ βασιλεὺς Ἀσυρίων ἐσφάγη ὑπὸ Περσέως· οἱ δὲ κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ τοιάδε" τόσσ' ἔχω, ὅσσ' ἔφαγόν τε καὶ ἔπιον καὶ
q.65
μετ' ἐρώτων τέρπν' ἐδάην, τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται. καὶ γὰρ νῦν σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας." 2 ἀλλ' οὖν γε ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν τοῦτο πάντως· οὐ γὰρ ἔχει ὁ τελευτήσας ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσοδμίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ ἀνιᾷ, συνειδυῖαν ἑαυτῇ τὰ κάκιστα μεμνημένην, ὧν παρανόμως καὶ ἀκολάστως ὁ τάλας εἰργάσατο. 3. Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπῄει τὴν Ἰουδαίαν πορθῶν· ὁ δὲ ἀρχιερεὺς τὴν ἱερατικὴν στολήν, περὶ ἧς ἐν τῷ περὶ ἐκφράσεως τέθειται, περιβαλλόμενος καὶ ποιησάμενος τὴν ἀπάντησιν εἰς τόπον ἐπίσημον, ἔστη ἔνθα μάλιστα ἡ περικαλλὴς τοῦ ναοῦ πρόσοψις ἐξεφαίνετο. καὶ τὸ μὲν πλῆθος πόρρωθεν ἰδὼν ὁ Ἀλέξανδρος ἐν λευκαῖς στολαῖς, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐνβυσσίναις μετὰ πολλῆς εὐταξίας καὶ σεμνότητος, τὸν δὲ ἀρχιερέα ἐν ὑακίνθῳ καὶ διαχρύσῳ κοσμῷ καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ἔλασμα, ἐν ᾧ τὸ τοῦ θεοῦ ἐπεγέγραπτο ὄνομα, ἐπὶ τῇ ξένῃ θέᾳ καταπλαγεὶς ὁ Ἀλέξανδρος καὶ ἀπὸ τοῦ ἅρματος εὐθὺς καταπηδήσας καὶ προσελθὼν μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο, ὃν πάντες οἱ Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ ἀντησπάσαντο. Τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν Ἀλέξανδρον ὑπειληφότων καὶ Παρμενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος καὶ ἀγανακτήσαντος, διότι καθάπερ τις τῶν ὑπηκόων πεσὼν προσεκύνησεν, εἶπεν Ἀλέξανδρος" οὐ τὸν ἀρχιερέα προσεκύνησα, ἀλλὰ τὸν ὑπ' αὐτοῦ θεὸν τιμώμενον κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ἐναντίων ὑποσχόμενον. ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρατείαν καὶ οὐκ ἐτόλμων διὰ τὸ μέγεθος τῆς δυναστείας αὐτῶν, ὤφθη μοι κατ' ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ θεὸς καὶ θαρρεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι, λέγων" εἰς σὲ καταλήξω τὴν Περσῶν δυναστείαν." 2 διὸ τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως εἰκότως προσεκύνησα." 2 καὶ ταῦτα εἰπὼν πρὸς τὸν οἰκειακὸν Παρμενίωνα καὶ τὸν ἀρχιερέα δεξιωσάμενος, τῶν ἱερέων παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παρεγένετο μετὰ πολλῆς τῆς ὑπὸ τῶν Ἰουδαίων δεχθεὶς εὐφροσύνης. οἱ δὲ γραμματεῖς τὴν βίβλον τοῦ Δανιὴλ προσκομίσαντες τὴν προφητείαν αὐτῷ διηρμήνευον, ἣν ὁ προφήτης προηγόρευσεν, ὡς δεῖν τινα τῶν Μακεδόνων τὴν βασιλείαν Περσῶν χειρώσασθαι. ὃς ἐπὶ τούτῳ μᾶλλον ἡσθεὶς καὶ περιχαρὴς γενόμενος καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθὼν θύειν μὲν τῷ θεῷ κατὰ τὴν τοῦ ἀρχιερέως ὑφήγησιν ἐκέλευσεν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς*** 4.*** Οὐκοῦν ὥσπερ ὁ παλαιὸς νόμος εἰς δύο βίους ἦνδιῃρημένος, εἴς τε τὸν Φαρισαϊκὸν καὶ [τὸν] ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον κοσμικόν, οὕτω δὴ καὶ ὁ κατὰ χριστιανισμὸν νέος θεσμὸς εἰς μοναδικὸν ὑπερφερῆ καὶ βιωτικόν. Φαρισαῖοι τοίνυν οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι καὶ μεμερισμένοι παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς ἀπὸ τῶν ἄλλων ἁπάντων ἐλέγοντο εἴς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. τὸν δὲ αὐτὸν βίον μετήρχοντο καὶ οἱ γραμματεῖς, παρ' οἷς καὶ πολιτεία ἡ αὐτὴ ἐγκράτειά τε καὶ παρθενία, νηστεία δὶς τοῦ σαββάτου, ξεστῶν καὶ πινάκων καὶ ποτηρίων καθαρισμοὶ ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑπεξαιρουμένων δηλονότι τῶν Ἐσσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμένων. ἣν δὴ Φαρισαϊκήν, ὡς ἄριστον πολιτείαν, ὁ Παῦλος ζηλώσας εὖ μάλα σεμνύνεται, φάσκων" Ἰσραηλίτης εἰμί, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος." 2 ὅθεν καὶ ὁ Κύριος τὸν τελειότερον καὶ ἀγγελικὸν ὑποτιθέμενος ἐναργῶς βίον ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας·" ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." 2 Ἔνθεν γέ τοι καὶ ὁ ἀποστολικὸς
q.66
Διονύσιος, ὡς ἔοικεν, ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν οὕτως φάσκει·" ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις, ἡ τῶν μοναχῶν, ἔστιν ἱερὰδιακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ οὔσης θεμιτὸν θεωρεῖν αὐτῇ ἱερουργίας, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη καὶ τὰς ἐποπτευθείσας τῶν κατ' αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελειοτάτην ἀναγομένη τελείωσιν. ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν, καὶ οἱ μὲν θεραπευτάς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν ὡς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν. διὸ καὶ τελεστικὴν αὐτὴν ἡ ἱερὰ θεσμοθεσία χάριν ἐκάλεσεν καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπικλήσεως, οὐχ ἱερατικῆς (ἐκείνη γὰρ ἐπὶ μόναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν) ἀλλ' ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἱερέων τῇ ἱεραρχικῇ τελετουργίᾳ δευτέρως ἱερουργουμένη." 2 Ταῦτα δὲ ἐκ πολλῶν ἐρανισάμενος ὀλίγα ἀναγκαίως οἶμαι συντέθεικα διὰ τοὺς ἐπαποροῦντας, πότε καὶ ποῦ καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις καὶ τάξις. ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς ἀποστολικῆς ἐκκλησίας θείων παραδόσεων καὶ θεσμῶν εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλλόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι, καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν κοπρώνυμον νέαν καὶ πρόσφατον ταύτην δογματίζοντες ἐξ ἄκρας μανίας τε καὶ ἀπονοίας καὶ ἀβελτηρίας" μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται" 2; ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων πατέρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρχειν. Καὶ οὐ θαῦμα [ἡ] περὶ τῆς μοναδικῆς πολιτείας ὅτι λέγουσιν, ὅπουγε καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας ἀποτυφλώττουσι πάνυ καὶ κακουργοῦσιν, πολλῷ μᾶλλον περὶ τῶν λοιπῶν ἁπάντων. δυσωπείτω δὴ οὖν αὐτούς, εἰ καὶ μὴ ὁ θεσπέσιος Διονύσιος καὶ Εὐσέβιος***, ὡς ἀποστολικὴ τάξις ὑπάρχει καὶ παράδοσις ἀρχαιοτάτη καὶ θεοφιλεστάτη. ἰσχυραὶ δὲ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι πεφύκασι, βεβαιοῦσαι τὴν παρ' ἡμῖν ἀλήθειαν, μηδαμῶς τὸ ἀμφήριστον ἐπιδέχεσθαι· ἀκουέτωσαν δέ γε πρὸς τοῖς παλαιοῖς τούτοις ἐξηγηταῖς. Καὶ ὁ μέγας Βασίλειος περὶ μοναδικῆς πολιτείας διεξιὼν οὕτως ἔφη·" διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Κύριος κηδόμενος ἡμῶν τῆς σωτηρίας εἰς δύο βίους διεῖλε τὰ τῶν ἀνθρώπων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικός, ἐκεῖνο εἰδὼς ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοίωσιν. οἷος ἦν ἐν μὲν τῇ παλαιᾷ διαθήκῃ Ἀβραάμ, ὃς τῇ τοῦ θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμπαθῶς ἐμεγαλαύχει καὶ τὰς τῆς σκήνης αὐτοῦ θύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. οὐκ ἤκουσαν" πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς" 2, καὶ τὰ μείζονα τούτων ἐνεδείξαντο Ἀβραὰμ καὶ Σαμουὴλ καὶ Δαυῒδ καὶ ἕτεροι πλεῖστοι. ἐν τῇ νέᾳ διαθήκῃ οἷος ἦν ὁ Πέτρος καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. ἀπαιτηθήσεται γὰρ πᾶς τοὺς καρποὺς τῆς πρὸς θεὸν ἀγάπης καὶ τὸν πλησίον καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων· φησὶ γὰρ ὁ Κύριος" ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος." 2 καί" ὃς οὐ μισεῖ τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναταί μου εἶναι μαθητής." 2 ἆρά σοι δοκεῖ καὶ ὑπογυναίοις τεθεῖσθαι τὰ εὐαγγέλια; ἰδοὺ σεσαφήνισταί σοι, ὡς πάντες ἄνθρωποι ἀπαιτησόμεθα τὴν πρὸς τὸ εὐαγγέλιον ὑπακοὴν μοναχοί τε καὶ ἐν συζυγίαις· ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς
q.67
τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας. τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσιν. καὶ γὰρ εὐαγγελιζόμενος ὁΧριστὸς τὰ τοῦ πατρὸς ἐντάλματα τοῖς ἐν κόσμῳ διελέγετο. εἰ δέ που συνέβη αὐτὸν κατ' ἰδίαν ἐπερωτηθέντα τοῖς ἑαυτοῦ μαθηταῖς ἀποκρίνασθαι, διεμαρτύρετο λέγων" ὁ δὲ ὑμῖν λέγω, πᾶσι. λέγω." 2 μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος ὁ γυναικὶ συνεζευγμένος, ὡς ὑπ' ἐξουσίαν ἔχων τὸν κόσμον περιβάλλεσθαι· πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν, ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐπ' ὄψιν ἔχοντι καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ καὶ μεθ' ἡμέραν ἐκμοχλευομένῳ πάσας σου τὰς αἰσθήσεις. γίνωσκε, ὡς οὐκ ἀποδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν οὐδὲ νικήσεις ἄνευ πόνων πολλῶν. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐν συζυγίαις ἀμελοῦντας τῶν ἐντολῶν τοῦ θεοῦ. σὺ δὲ ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς καὶ τῶν ἁγίων τοῦ Χριστοῦ μαθητῶν συστρατιώτης γενέσθαι ἐπιθυμῶν τόνωσον σεαυτὸν πρὸς ὑπομονὴν θλίψεως καὶ ἀνδρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν." Ὅτι καὶ Νεῖλός φησι" φιλοσοφεῖν ἐπετήδευσαν μὲν Ἑλλήνων καὶ Ἰουδαίων οὐκ ὀλίγοι, μόνοι δὲ τὴν ἀληθῆ σοφίαν ἐζήλωσαν οἱ Χριστοῦ μαθηταί, ἐπεὶ καὶ μόνοι τὴν ὄντως σοφίαν ἔσχον διδάσκαλον. οἱ μὲν γὰρ πρότεροι καθάπερ ἐν σκηνῇ δρᾶμα ὑποκρινόμενοι ἀλλοτρίῳ ἑαυτοὺς κατεκόσμησαν προσωπείῳ, ὄνομα κενὸν ὑποδύντες, ἀληθοῦς φιλοσοφίας ἐστερημένοι, ἐν μὲν τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ καὶ τῇ βακτηρίᾳ*** ἐπιδεικνύμενοι, περιέποντες δὲ τὸ σῶμα καὶ ταῖς ἐπιθυμίαις ὡς δεσποίναις ὑπηρετούμενοι, γαστρὸς ὄντες δοῦλοι καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὡς φύσεως ἔργον ἀποδεχόμενοι, ὀργῆς ὑπήκοοι καὶ πρὸς δόξαν ἐπτοημένοι, ταῖς λαμπραῖς τραπέζαις κυνιδίων δίκην λίχνως ἐφαλλόμενοι, οὐκ εἰδότες, ὅτι πρὸ πάντων ἐλεύθερον εἶναι δεῖ τὸν φιλόσοφον καὶ μᾶλλον φεύγειν τὸ δοῦλον εἶναι παθῶν ἢ ἀργυρώνητον καὶ οἰκότριβα. τὸ γὰρ ἀνθρώπων εἶναι δοῦλον οὐδὲν ἴσως ἔβλαψε τὸν ὀρθῶς βεβιωκότα, τὸ δὲ πάθεσιν ὡς δεσπόταις χρώμενον ὑπηρετεῖν ταῖς ἡδοναῖς αἰσχύνην ἤνεγκε καὶ γέλωτα πολύν. εἰσὶ μὲν οὖν παρ' αὐτοῖς καθόλου τῆς πράξεως ἠμεληκότες, λογικὴνδὲ φιλοσοφίαν, ὡς δοκοῦσιν, ἐπανῃρημένοι, μετεωρολέσχαι τινὲς ὄντες καὶ τῶν ἀναποδείκτων ἐξηγηταί, μέγεθος οὐρανοῦ καὶ ἡλίου μέτρα καὶ ἀστέρων ἐνεργείας εἰδέναι κατεπαγγελλόμενοι, ἔστι δὲ ὅτε καὶ θεολογεῖν μὲν ἐπιχειροῦντες, ὅπου καὶ ἡ ἀλήθεια ἀνέφικτος καὶ ὁ στοχασμὸς ἐπικίνδυνος, ζῶντες δὲ τῶν ἐν βορβόρῳ κυλινδουμένων χοίρων ἀτιμότεροι. εἰ δὲ καί τινες ἐγένοντο πρακτικοί, τούτων ἐγένοντο χείρους, δόξαις τε καὶ ἐπαίνοις τοὺς πόνους πεπραχότες· οὐδενὸς γὰρ ἑτέρου χάριν ἢ ἐπιδείξεως καὶ φιλοδοξίας ἐπετήδευον οἱ δείλαιοι τὰ πολλά, μισθὸν εὐτελῆ καὶ εὔωνον τῆς τοιαύτης ἀντικαταλλαττόμενοι ταλαιπωρίας. τὸ γὰρ σιωπῆσαι διὰ παντὸς κατὰ τὴν Πυθαγορικὴν νομοθεσίαν καὶ χόρτῳ τρέφεσθαι καὶ ῥακίοις τριχίνοις σκεπάζεσθαι καὶ ἐν πίθῳ κατακεκλεῖσθαι καὶ διαβιῶναι μηδεμίαν ἀμοιβὴν μετὰ θάνατον προσδοκᾶν πάσης ἀνοίας ἐστὶν ἐπέκεινα, τῷ βίῳ τούτῳ συγκαταλύειν τῆς ἀρετῆς τὰ ἔπαθλα. Ἰουδαίων δὲ ὅσοι τοῦτον ἐτίμησαν τὸν βίον, εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι, πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προσιέμενοι εἰς τὴν αὐτῶν ἐνάγουσι πολιτείαν, οἵτινες ἐν σκηναῖς κατοικοῦσι διὰ παντός, οἴνου τε καὶ τῶν πρὸς τὸ ἁβροδίαιτον πάντων ἀπεχόμενοι καὶ δίαιταν ἔχοντες εὐτελῆ καὶ τὴν χρείαν συμμεμετρημένην τοῦ σώματος. καὶ σφόδρα μὲν οὖν ἐπιμελοῦνται τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν. ἔνθεν κατορθούμενος ὁ τῆς φιλοσοφίας σκοπός, οὐδαμοῦ τῶν πραγμάτων διαμαχομένων τῷ ἐπαγγέλματι, ἀλλὰ τί τῶν ἀγώνων ὄφελος αὐτοῖς καὶ τῆς ἐπιπόνου ἀθλήσεως τὸν ἀγωνοθέτην Χριστὸν ἀνῃρηκόσιν; καὶ τούτων γὰρ ὁμοίως ὁ τῶν πόνων οἴχεται μισθός, ἀρνησαμένων τὸν τῶν
q.68
ἐπάθλων διανομέα καὶ τῆς ἀληθοῦς ζωῆς καὶ φιλοσοφίας ἀποσφαλεῖσιν. φιλοσοφία γάρ ἐστιν ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τοῦ ὄντος γνώσεως ἀληθοῦς. ταύτης δὲ ἀπεσφάλησαν ἄμφω καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὴν ἀπ' οὐρανοῦ παραγενομένην σοφίαν παραιτησάμενοι καὶ χωρὶς Χριστοῦ φιλοσοφεῖν ἐπιχειρήσαντες τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν. οὗτος γὰρ πρῶτος καὶ μόνος ἔτεμε τῷ βίῳ τὴν ταύτης ὁδόν, πολιτείαν ἐπιδειξάμενος καθαρὰν καὶ ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν παθῶν τοῦ σώματος, ἔσχατον δὲ καὶ αὐτῆς καταφρονήσας, ὅτε ἡ παρ' αὐτοῦ οἰκονομουμένη σωτηρία τῶν ἀνθρώπων ἀπῄτει θάνατον, διδάσκων διὰ τούτων, ὅτι δεῖ καὶ τὸν φιλόσοφον ὀρθῶς προαιρούμενον ἀρνήσασθαι μὲν τὰ ἡδέα τοῦ βίου, πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν, καταφρονοῦντα τοῦ σώματος, ἔχων δὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην ἑτοίμως προέσθαι, ὅταν δι' ἀρετῆς ἐπίδειξιν ἀποθέσθαι δέοι. καὶ ταύτην παραλαβόντες οἱ ἀπόστολοι αὐτοῦ καὶ μαθηταὶ γνησίως τὴν διαγωγὴν ἐμιμήσαντο· ἅμα γὰρ τῷ κληθῆναι ἀποταξάμενοι τῷ βίῳ καὶ ὑπεριδόντες πατρίδος καὶ γένους καὶ ὑπάρξεως πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον, διὰ πάντων χωρήσαντες τῶν δυσχερῶν καὶ τεθλιμμένων, διωκόμενοι κακοχούμενοι* καὶ τὰ ἑξῆς, καλῶς διὰ πάντων μιμησάμενοι τὸν διδάσκαλον καὶ τῷ βίῳ καταλιπόντες πολιτείας ἀρίστης εἰκόνα. ἀλλ' ἐπειδὴ γράφειν ἀπὸ τῆς εἰκόνος ταύτης πάντες Χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφείλοντες ἢ οὐκ ἠβουλήθησαν ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν, ἠδυνήθησαν τὰς κοσμικὰς ὑπερκύψαι ταραχὰς καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην καὶ τὴν τοῦ βίου φροντίδα τε καὶ προσπάθειαν· καὶ οὕτως ἔξω γενόμενοι τῶν κοσμικῶν θορύβων τὸν μοναδικὸν ἀσπάσασθαι βίον ἐκμαγεῖον τῆς ἀποστολικῆς ἀρετῆς ἐποιήσαντο, τοῦ μὲν κεκτῆσθαι τὴν ἀκτημοσύνην προκρίναντες διὰ τὸ ἀπερίσπαστον, τροφῆς δὲ κεκαρυκευμένης τὴν ἐσχεδιασμένην προτιμήσαντες διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν τοῦ σώματος ἐκπληροῦντες, ἐνδυμάτων τε μαλακῶν καὶ τῆς χρείας ἔξω, ὡς ἀνθρωπίνης χλιδῆς ἐπίνοιαν ἀλογήσαντες, λιτῇ καὶ ἀπεριέργῳ στολῇ διὰ τὴν τοῦ σώματος ἀνάγκην ἐχρήσαντο." 2 Καὶ γὰρ ὁ Κύριος τῷ πλουσίῳ τὴν τελειότητα τοῦ κατὰ θεὸν ἀκροτάτου βίου τούτου σαφῶς ὑποτιθέμενος πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ οὕτως ἀμερίμνως τε καὶ ἀπερισπάστως ἀκολουθεῖν τὸν σταυρὸν ἄραντα προσέταξεν καὶ τὸν τοῦτο μὴ ποιοῦντα ἀνάξιον ἑαυτοῦ ἔκρινεν." ὅστις γάρ" 2 φησίν" οὐκ ἀφήσει πατέρα" 2. τοιγαροῦν οὐκ ἔστιν ἄλλως τῆς ἀξίας ταύτης καὶ τελειότητος ἐπιτυχεῖν, εἰ μὴ καθ' ὃν τρόπον ὁ ὑπερτελὴς καὶ προτέλειος ἐδίδαξε Κύριος. θαυμαστέον τοίνυν ἡμῖν καὶσφόδρα τιμητέον τοὺς ἀπαρνησαμένους πᾶσαν πρόσκαιρον ἡδονήν τε καὶ προσπάθειαν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν μεταχωρήσαντας καὶ πᾶσαν τὴν γῆν πληρώσαντας. πᾶσα γὰρ γῆ τούτων μεμέστωται καὶ πᾶσα ἡ γῆ πέπλησται μοναστηρίων καὶ κατευλόγηται καὶ ἁγιάζεται προδήλως ταῖς τούτων χοροστασίαις τε καὶ ψαλμῳδίαις. Καὶ ὁ θεολόγος ἀποσεμνύνων αὐτοὺς λέγει" οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες ἐν νόμῳ Κυρίου ἡμέρας καὶ νυκτός, οἱ τὰς ὑψώσεις τοῦ θεοῦ ἐν τοῖς λάρυγξι φέροντες καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθές, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς μᾶλλον δὲ ὁρμὴ μειδιάματος ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ τοῦ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος οὐ πρὸς θωπείαν ἀλλ' ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως καὶ δι' ἀμφοτέρων μίξις καὶ κρᾶσις, καὶ
q.69
ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάστασις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία, εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἐρχομένων τὰ κατὰ θεὸν γεννήματα, οἱ τρυφῶντες τὸ μὴ τρυφᾶν, οἱ ταπεινοὶ καὶ ὑπὲρ τῶν οὐρανῶν, οἱ μηδὲν ἐν κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον, οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκί, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν καὶ διὰ πτωχείαν βασιλεύοντες. οὗτοί με καὶ παρόντες λαμπρὸν ποιοῦσιν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἐντρύφημα, καὶ ἀπόντες συστέλλουσι. τίνες δέ εἰσιν οὗτοι; οἳ κόσμου χωρίσαντες ἑαυτοὺς καὶ τῷ θεῷ τὸν βίον καθιερώσαντες καὶ τὴν ἔρημον ἀσπαζόμενοι ζῶσι θεῷ πάντων μᾶλλον τῶν τρεφομένων ἐν σώματι, λέγω δὴ τοὺς καθ' ἡμᾶς Ναζηραίους, οἱ μὲν τὸν πάντη μοναδικὸν καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ θεῷ, οἱ δὲ ἀγάπης νόμῳ τὴν κοινωνίαν στέργοντες ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες καὶ τοῦτο μόνον κόσμον εἰδότες ὅσον τῇ ἐρημίᾳ γνωρίζουσιν, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφέρεται στροβοῦντά τε καὶ στροβούμενα καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις τε κόσμος ὄντες καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες." 2 Καὶ ὁ Χρυσόστομος ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ περὶ τῶν ἐν Αἰγύπτῳ μοναχῶν φησιν" οὐχ οὕτως ἐστὶν λαμπρὸς ὁ οὐρανὸς τῷ ποικίλῳ τῶν ἀστέρων χορῷ, ὡς ἔρημος Αἰγύπτου τὰς σκηνὰς πάντοθεν ἡμῖν τῶν μοναχῶν δεικνύουσα, οἵτινες τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι πρὸς τὸν οὐρανὸν ἀθρόον μεθωρμίσαντο καὶ θερμότεροι τῶν ἄλλων ὄντες πρὸς εὐσέβειαν τὰς ἀσωμάτους δυνάμεις τῇ τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. καὶ οἷος ἦν Ἀντώνιος καὶ οἵων ὄψεων θείων ἠξιώθη καὶ βίον θεοπρεπῆ τε καὶ ἀγγελικὸν ἐπεδείξατο." 2 καὶ τὰ λοιπὰ δῆλα. Ὁ Θεοδώρητος δέ φησι περὶ μοναχῶν" τὴν γὰρ δὴ τῶν ἀγγέλων προδήλως ἐκμιμοῦνται πολιτείαν ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ θεοῦ θεραπείαν ἠσπάσαντο, οἵτινες ἔφυγον μὲν τὴν τοῦ σώματος ἀνάπαυσιν καὶ τὴν ἔννομον κοινωνίαν, ὡς τῶν θείων ἀφέλκουσαν καὶ τῶν ἐπουρανίων ἀοράτων τρυφημάτων, κατέλιπον δὲ πατρίδα καὶ γένος καὶ πλοῦτον, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμὸς εἰς οὐρανὸν ἀναπτῆναι. τούτων πλήρεις καὶ πόλεις καὶ κῶμαι καὶ τῶν ὀρῶν ἀκρώρειαι καὶ φάραγγες. ἀφ' οὗ γὰρ ὁ Χριστὸς τὴν παρθενίαν ἐτίμησεν, ὑπὸ παρθένου τεχθείς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησεν, τὰ εὐώδη τῶν μοναχῶν ἄνθη καὶ ἀμάραντα. καὶ γὰρ πανταχοῦ μοναστήρια γεγόνασιν, ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ εʹ χιλιάδας ἀνδρῶν ἔχειν ἔνια μοναστήρια, μεταξὺ τὸν θεὸν ὑμνούντων ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνοῦντες καὶ μετὰ σκληραγωγίας πολλῆς ζῶντες καὶ τὸν ὀφθαλμὸν τῷ κάλλει τῶν ὁρωμένων ἐπιτέρπεσθαι κωλύοντες σχολὴν τῷ νῷ παρέχουσιν ἐπεντρυφᾶν τῇ θεωρίᾳ τῶν νοητῶν μετὰ φρονήσεως καὶ γνώσεως. μέγιστον γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, οὐκ ἀπόχρη δὲ τέλειον ἀποφῆναι τὸν ταύτης ἠξιωμένον, εἰ μὴ καὶ τὴν πρᾶξιν ἔχοι τὸ ἀγαθόν. ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις, ἐξ ἧς ἡ βεβαία καὶ ὀρθόδοξος γίνεται πίστις. χρὴ τοίνυν οὐ μόνον εἰδέναι, τί προσήκει περὶ θεοῦ δοξάζειν, ἀλλά γε καὶ κατὰ τοὺς ἐκείνου καλῶς πολιτεύεσθαι νόμους. δεῖ γὰρ τοὺς τῆςεὐσεβείας ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρετῆς ἐκμανθάνειν ἀκριβῶς νόμους. ὥστε οὖν ἡ γνῶσις δεῖται τῆς πρακτικῆς, ὡς καὶ ἡ πρακτικὴ τῆς γνώσεως." 2 Καὶ ὁ Κύριός φησι" ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." 2 οὐ γὰρ εἶπεν" ὃς ἂν ποιήσῃ" 2 μόνον, ἀλλὰ καί" διδάξῃ." 2 εἰ γὰρ ἤρκει πρὸς τελειότητα τὸ ποιῆσαι μόνον χωρὶς τοῦ διδάξαι ἢ τὸ διδάξαι μόνον ἄνευ τοῦ ποιῆσαι γενέσθαι μέγαν, οὐκ ἂν ἄμφω συνέζευξε λέγων" ὃς ἂν ποιήσῃ καὶ διδάξῃ." 2 ὅπερ καὶ αὐτὸς ἐποίει, ὡς μαρτυρεῖ αὐτοῦ ὁ μαθητὴς λέγων" ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν." 2 Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων καὶ
q.70
διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττει, ἀλλὰ καὶ τοῦ νομοθέτου ζῶσά τις εἰκὼν ὄντως καὶ λογικὴ γίνεται. κἀντεῦθέν φησιν ὁ ἀπόστολος·" γίνεσθε μιμηταὶ τοῦ θεοῦ," 2 ὁ δὲ Κύριος" γίνεσθε μιμηταὶ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς." 2 Καὶ ὁ Πλάτων φησὶν ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον" οὔ μοι δοκεῖ δυνατὸν ἄνθρωπον μακάριόν τε καὶ εὐδαίμονα γίνεσθαι πλὴν ὀλίγων. μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι. ναρθηκοφόροι μὲν γὰρ πολλοί, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι." 2 καλὴ δὲ πίστις καὶ πρᾶξις τελευτήσαντα τυχεῖν ἁπάντων. ὅθεν ἐπήγαγεν ἄνδρα ἁπλοῦν καὶ γενναῖον κατ' Αἰσχύλον οὐ δοκεῖν ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσται αὐτῷ τιμαί τε καὶ δωρεαὶ δοκοῦντι τῷ τοιούτῳ εἶναι. ἄδηλον οὖν, εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτός ἐστιν. γυμνητέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ. μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην τῷ μὴ ἡττῆσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ τῶν ὑπ' αὐτῆς γινομένων, ἀλλ' ἔστω ἀμετάστατος ἄχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου. καὶ δὴ Σωκράτης ὁ διδάσκαλος αὐτοῦ πρὸς αὐτὸν οὕτως ἔφη·" πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ταύτην, ἢ τῇ τοῦ ἑνός, καὶ τοῦτον δεῖ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους. ᾧ εἰ μὴ ἀκολουθήσομεν, δεινῶς λωβησόμεθα. οὐκ ἄρα γε, ὦ βέλτιστε, φροντιστέον ἡμῖν, τί ἐροῦσιν ἡμᾶς οἱ πολλοί, ἀλλὰ τί τὸ ἐπαΐον τῷ δικαίῳ καὶ ἀδίκῳ, ἥτις ἡ ἀλήθεια." 2 Ταῦτα δὲ ἐοίκασι τοῖς ἀποστολικοῖς" διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας" 2 ἕως τοῦ" ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες." 2 τοιαύτην Σωκράτης καὶ Πλάτων περὶ δικαιοσύνης διδασκαλίαν ἐποιήσαντο· τὰ γὰρ ἠθικὰ μαθήματα πάντας ἡ φύσις ἐπαίδευσεν. διαπλάσας γὰρ τὸ τῶν ἀνθρώπων γένος ὁ θεὸς ἐντέθεικε τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν ὁ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. διὸ καὶ πολλοὶ καὶ τῶν Ἑλλήνων ἐβδελύξαντο τὸν ἄδικον βίον, καὶ βάρβαροι οἱ ὑπερβόρειοι, οἰκοῦντες τὰ ὄρη καὶ ἀσκοῦντες δικαιοσύνην† μὴ κρεοφαγοῦντας ἀλλ' ἀκροδρύοις καὶ ὕδασι χρωμένους διάγειν καὶ τοὺς Βραχμάνους ἐν ταῖς ὕλαις διάγειν φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον εἶναι λέγουσιν, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσοφίας ἔρως ἐνεπύρωσεν, ὡς ὀνομαστότατον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην γενέσθαι. οὐ γὰρ μόνον γρηγορῶν πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας καὶ σωφροσύνης ἐδήλου σημεῖα. εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέχειν, ὑπεμφαίνων, ὡς πολλῷ μεῖζόν ἐστιν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἀσφαλείας δεῖται. 5. Ὅτι κένταυρος ὁ Χείρων σώφρων ἦν καὶ καρτερικὸς καὶ δίκαιος, καὶ Ὅμηρος δικαιότατον αὐτὸν εἶπεν. καὶ ὁ Πλάτων" ἐπιμελεῖσθαι δεῖ ψυχῆς πράγματος ἀθανάτου," 2 καὶ ὁ Παῦλος" ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ," 2 τοῦτ' ἔστιν πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ' ἐπιστήμης καὶ φρονήσεως γυμνάζω καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, ἀλλ' οὐ πρὸς ἀσέλγειαν προνοοῦμαι. ταύτῃ τοι καὶ παραινεῖ λέγων" καὶ τῆς σαρκὸςπρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας," 2 οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν ἐπιμέλειαν πρὸς σύστασιν ἀπαγορεύσας, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν· ἐπήγαγε γάρ" εἰς ἐπιθυμίας," 2 δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους. καὶ αὖθις ὁ Πλάτων ὑπέδειξε τῆς φαύλης ἐπιθυμίας τὴν αὔξησιν, φάσκων" ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια." 2 καὶ ὁ Σωκράτης τὰ βλέμματα καὶ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερα* σκορπίων καὶ ὄφεων ἰὸν ἐνιέναι πεφυκότας* ἀποφεύγειν ἐδίδασκεν. ὅθεν ἰδών τινα φιλήσαντα νέον εὔοπτον" οὗτος" 2 ἔφη" ῥαδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσειε καὶ εἰς πῦρ ἐμπέσοιεν" 2 ὁ
q.71
τοσαύτην δηλονότι πυρὰν ἐν ἑαυτῷ κατατολμήσας ἀνάψαι. καὶ Διογένης ἰδὼν μειράκιον ἀσελγέστερον ἢ κατ' ἄνδρα κεκοσμημένον εἶπεν" εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς." 2 θηρῶσι γὰρ διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας, αἱ δὲ γυναῖκες καὶ οἱ ἀνδρόγυνοι τοὺς ἄνδρας. καὶ Ἀγησίλαος εὐμόρφου ἤρα παιδὸς καὶ βουλόμενος αὐτὸν φιλῆσαι διεκώλυσεν ἑαυτόν, φεύγων τὴν βλάβην. ὁ δὲ Ἀλέξανδρος ὁ Μακεδὼν τὰς Δαρείου θυγατέρας εὐμόρφους οὔσας οὐκ ἐθεάσατο, αἰσχρὸν νομίσας τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. οὕτω δὲ καὶ Κῦρος ὁ Περσῶν βασιλεὺς οὐδὲ θεάσασθαι κόρην τινὰ θαυμασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρουμένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου δεινὸν πάσχειν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν." τὸ μὲν γὰρ πῦρ" 2 φησίν" τοὺς πλησίον ὄντας καίει, τὸ δὲ κάλλος καὶ τοὺς πόρρωθεν ἑστῶτας." 2 ἐπεὶ οὖν ἐκ τοῦ ὁρᾶν τὸ ἐρᾶν τίκτεται καὶ ἐκ τοῦ ἐρᾶν ἡ συγκατάθεσις γίνεται καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις ἐπιτελεῖται, διὰ τοῦτο ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων. καὶ ὃ Ἀμβακοὺμ παραινεῖ λέγων" καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ." 2 καὶ Σωκράτης φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη, μὴ πεινῶντας λίαν μὴ ἐσθίειν καὶ μὴ διψῶντας πολλὰ μὴ πίνειν." μακάριοι γὰρ οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε καὶ οἱ κλαίοντες νῦν, ὅτι γελάσετε." 2 6. Ὅτι ὁ Νέρων, κραταιουμένης αὐτῷ τῆς ἀρχῆς, εἰς ἀνοσίους πράξεις ἐξώκειλεν καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μύσος προσέθηκεν, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἀνεῖλε τὴν μητέρα καὶ ἑαυτόν. 7. Ὅτι Τίτος ὁ υἱὸς Οὐεσπασιανοῦ τοῦ βασιλέως φιλοσοφώτατος καὶ εὐγλωττότατος καὶ πολεμικώτατος ἦν. καὶ μέτριος ἄγαν καὶ ἀγαθοεργίᾳ πολλῇ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος ἐκδηλοτέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ· σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν πυρπολούμενον ὁρῶν ἐδάκρυσε καὶ τὸν θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, ὡς οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ταῦτα γεγόνασιν, ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν. Ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνακηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναρρήσεις, ὡς οὐκ αὐτὸς εἴργασται ταῦτα φήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. 8. Ὅτι Δομετιανὸς ὁ βασιλεὺς ὁ ἀδελφὸς Τίτου τοῦ ἀδελφοῦ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. 9. Ὅτι Τραϊανὸς ἀγαθὸς καὶ μισοπόνηρος καὶ φιλοδίκαιοςτοσοῦτον ὑπῆρχεν, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων αὐτοῦ ἐπέδωκε τῷ ὑπάρχῳ λέγων" δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλῶς ὑπάρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ χρῆσαι." 2 10. Ὅτι Ὠριγένης Λεωνίδην ἔσχε πατέρα ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ ὑπάρχων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς εἰς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν
q.72
φοιτῶντες μεγίστην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ' αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ' Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατὴρ μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοὺς δʹ καὶ μόνον πρὸς διατροφὴν καθ' ἑκάστην ἡμέραν ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει καὶ ἐπ' ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν μελέτην τῶν ἱερῶν λογίων διήνυεν, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι πατελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστηνὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγράφους αὐτῷ παραστήσας ζʹ, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις. καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσάν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ἑξακισχιλίας βίβλους συνέταξεν. τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων" ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε· ὅστις νομίζων* με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν, εἰ μὴ ἀντιβάλλοντα οὔτε δειπνήσαντι ἔξεστιν περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντας. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς ἐνάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσειτῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασιν." 2 πᾶσαν τοίνυν ἡρμήνευσεν τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τῇ Παλαιᾷ εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. Ἀλλ' οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινεν. συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονεν. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφεν καὶ οἱ καθ' ἑξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱόν, οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν
q.73
λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. Πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφὴν καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζώων καὶ ἀλόγων εἴρηται μέσως* φερόμενος, πολλάκις χαρίεντα διηγήματα· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισεν, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. Ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι' ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος. φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος· ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν Ἀλεξάνδρειαν δὲ καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν (πρεσβύτερος γὰρ προϋπῆρχεν) καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών" τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου" 2 πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. Εἰσὶ δὲ καὶ ἄλλα πολλὰ περὶ αὐτοῦ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων, ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος" υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά" 2 καὶ" μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα" 2 καὶ" μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ" 2 καὶ" μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς." 2 ταῦτα πάντα παραγκωνισάμενος παρεσφάλη τοῦ πρέποντος. 11. Ὅτι ἐπὶ Αὐρηλιανοῦ τοῦ βασιλέως Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον ὁ δαιμονιώδης μορφαζόμενος. διὸ καὶ μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. Οὗτος οὖν ὁ μεμηνὼς Μάνης ὁ καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρώην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλήνων δοξάσαντος τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγενῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος βιβλία δʹ τὸ μὲν ἐπωνόμασεν τῶν Μυστηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. Καὶ ὁ μὲν Βουδδᾶς οὗτος ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο, γυνὴ δέ τις, παρ' ᾗ κατέλυσε, τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων, καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν εἶναι. Ὃν ὁ βασιλεὺς
q.74
Περσῶν ἐξέδειρε ζῶντα, ὡς θανάτου γενόμενον τοῦ υἱοῦ αὐτοῦ αἴτιον. τοῦ γὰρ βασιλέως παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγείλατο Μάνης ὁ καὶ Κούβρικος χωρὶς ἰατρείας ἀναστῆσαι τοῦτον. καὶ οὕτω τοὺς ἰατροὺς ἀποστήσας ἐθανάτωσε τὸν παῖδα τῇ ἀμελείᾳ καὶ τερατολογίᾳ. ὃν ἐξέδειρεν ὁ βασιλεύς. Ὁ τοίνυν ἐμβρόντητος οὗτος Μάνης ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος θεοῦ γεγονέναι βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι τερατεύεται. καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους ἐπιτηδεύσας μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα πλεῖστα φλυαρήσας καὶ δράσας καὶ διδάξας τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ μάταια δόγματα κρατύνειν ἐσπούδακεν ὁ θεομισὴς καὶ θεήλατος. Περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι" Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρετής, μᾶλλον δὲ τῆς ἐξουσίας τοῦ σκότους ἀνάπλασμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν Κύριον ἐφαντάσθη καὶ ᾠνείρωξεν, ὥστε φησὶ πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν ἅπερ ἔδρα καὶ πέπονθεν καθ' ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται." 2 διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται λέγειν ἐπὶ τοῦ Κυρίου, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις τῷ Μάνεντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος Σαμωσατεὺς Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν ἄνθρωπον εἶναι τὸν Κύριον ἐδυσφήμησεν· ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος θεοῦλόγου. αὗται μὲν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστοῦ λέγεσθαι, τὸ μὲν ἐπ' ἀναιρέσει τῆς θεότητος, τὸ δὲ τῆς ἀνθρωπότητος. Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολινάριός τις ἀνεφύη πρόεδρος Λαοδικείας τῆς Συρίας ματαιοφροσύνης ἑτέρας ἡγησάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ Κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ Κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο. μηδὲ γὰρ δεηθῆναί φησι τὴν σάρκα ἐκείνην ἀνθρωπείου νοός, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην νοερὰν δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνεται μὲν εἶναι φύσιν τοῦ λόγου καὶ τῆς σαρκός, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἄξιον φύσιν ὀνομάζεσθαι. Μεθ' ὃν ἀναφαίνεταί τις Θεόδωρος τῆς Μοψουεστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών. καὶ ἐκ διαμέτρου τῷ Ἀπολιναρίῳ φερόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς, ἐν πρώτοις εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντα. τὸν δὲ θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ' εὐδοκίαν ἐν αὐτῷ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. ταῦτα καὶ ἕτερα τοιαῦτα δυσφημήσας δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον καὶ ἀλλήλαις ᾠκειωμένας· δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι. Μετὰ δὲ τούτους γέγονέ τις Νεστόριος ὄνομα ἀπὸ Γερμανικείας τῆς Συρίας, τὸν θρόνον Κωνσταντινουπόλεως δραξάμενος. ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων
q.75
κακοφρόνως ἀπεχρήσατο, Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις ἑπόμενος· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμωσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρνούμενος τὸν ἑαυτοῦ Κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ δέσποιναν ὁ δείλαιος καὶ ἀναίσχυντος. ὃς Νεστόριος τρίτος προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ' ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισεν. Τῆς δὲ κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχής, ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως, ἀνεδείχθη. ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ Κυρίου ὁμολογεῖν, ἀπηρνεῖτο, σώζεσθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενεχθῆναι τὸ σῶμα τοῦ Κυρίου καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτον ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικός, καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευσεν. Εἶτα Σευῆρός τις λεγόμενος ἁρπάσας τὸν θρόνον Ἀντιοχείαςτὴν κατὰ Μάνεντα αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν, ὅση δύναμις αὐτῷ, τὴν τῆς ἐκκλησίας εἰρήνην. ἐξελαθεὶς δὲ τῆς Ἀντιοχείας ὡς ταραχώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος δίκην ἢ θυέλλης ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ συνέχεε πάντα καὶ ἐθορύβησε. διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἀλικαρνασοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σευήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σευῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, μὴ νοοῦντες κατὰ τὸ δὴ λεγόμενον μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται. οἵτινες πρὸς ἡμᾶς διαμάχονται λαμβάνοντας εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον καί φασιν" οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις" 2. ἀλλ' ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅτι δύο φύσεις ὁμολογοῦμεν, θεοῦ καὶ ἀνθρώπου. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ. 12. Ὅτι καὶ Θεοδώρητός φησι περὶ τούτων ἀνοσίων οὕτως" εἰσὶ μέντοι γέ τινες οἱ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχοντες, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. οἱ μὲν γὰρ τὸ ἀγένητον εἰς τρία τέμνουσιν καὶ τὸ μὲν καλοῦσιν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δὲ δίκαιον, οἱ δὲ δύο ἀρχὰς ἀγενήτους ζωγραφοῦσι τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. ἄλλοι δὲ τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ θεοῦ μονογενῆ λόγον ὁμολογοῦντες υἱὸν ὡς ποίημα τῇ κτίσει συναριθμοῦσιν καὶ τὸν κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως καὶ τὸ ἅγιον πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες καὶ τοῖς τῶν προωδευκότων ἴχνεσιν ἀκολουθῆσαι μὴ βουληθέντες πόρρω που τῆς ἀληθείας ἐγένοντο. καὶ οἱ μὲν τὴνὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο, οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν θεὸν λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι. οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν, ἴσως τὴν οἰκείαν ἄνοιαν τοῦτο τεκμήριον ἔχοντες· ἡμεῖς δὲ ἀνθρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ τὴν λογικὴν καὶ ἀθάνατον. καὶ ἄλλοι μὲν πάλιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσιν καὶ ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ θεοῦ πατρὸς λόγον· καὶ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς θεὸν φύσει τε καὶ ἀληθῶς υἱὸν ὀνομάζουσιν. ἄλλοι δὲ παρατετράφθαι φασὶ τὸν ἐκ
q.76
θεοῦ πατρὸς λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν." 2 13. Ὅτι ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τοῦ γαμβροῦ αὐτοῦ διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη φρικωδέστατος· προσέταξαν γὰρ κατὰ χώραν καὶ πόλιν τὰς Χριστοῦ ἐκκλησίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσιν. 14. Ὅτι Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἡττηθέντες τῷ πλήθει τῶν ἀναιρουμένων Χριστιανῶν ἐξέθεντο δόγμα, ὥστε τοὺς εὑρισκομένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ καὶ διὰ τὸ ἄτιμόν τε καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. Οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψεν· καὶ ὁ μὲν ἐσφάγη ὑπὸ τῆς συγκλήτου, ὁ δὲ ἀπήγξατο. 15. Ὅτι Μαξιμῖνος τῆς ἑῷας βασιλεύων πολλὰ μιαρὰ καὶ ἄτοπα καθ' ὑπερβολὴν ἐνεδείξατο καὶ πρὸς τούτοις διωγμὸν ἀπηνῆ καὶ ἀπανθρωπότατον κατὰ πᾶσαν τὴν ἀνατολὴν εἰς τοὺς Χριστιανούς, καθ' ὃν πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν. Ἄξια τῆς δυσσεβείας αὐτοῦ προοίμια τῆς μελλούσης αὐτὸνδιαδέχεσθαι κολάσεως εἰκότως πέπονθεν. νόσῳ γὰρ δεινοτάτῃ περιπεσών, ἀλγηδόνες ἰσχυραὶ τὴν πᾶσαν σάρκα τούτου διελυμαίνοντο. καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς ἐνδομυχούσης σφοδροτάτης φλογώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην ἐξετήκετο, λαβροτέρως δὲ φλογιζόμενος καὶ τηγανιζόμενος καὶ αὐτὰ συνεφρύγησαν τὰ ὀστᾶ, ὥστε ἐξαφανισθῆναι τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης μορφῆς. κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς κατασηπόμενος τοσαύτην δυσωδίαν ἐξέπεμπεν, ὡς οὐδὲν τῶν ἐν τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. ὁ δὲ ἐν τούτοις ἐμπνέων, βραχὺ στενάξας θάνατον ἐπεκαλεῖτο, ὥστε καὶ ἀπέθανεν. 16. Ὅτι ἡ μήτηρ τοῦ μεγάλου Κωνσταντίνου Ἐλένη πάσῃ ἀρετῇ ἦν κεκοσμημένη· εἶχε δὲ καὶ τὴν χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδων ἀνακλίνουσα αὐτὴ δι' ἑαυτῆς καθυπούργει, ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θεραπαίνης ἔργον ἐπλήρου. οὕτω δὲ καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι, δουλεύειν τῷ θεῷ κατὰ τὴν γραφὴν" μετὰ φόβου καὶ τρόμου." 2 ὃς καὶ αὐτὸς φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως. Ἐπὶ τούτου γὰρ τοῦ μακαρίου καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες προσῆλθον τῷ ἁγίῳ βαπτίσματι, καὶ οἱ Ἀρμένιοι τελείως ἐπίστευσαν μετὰ καὶ τοῦ βασιλέως αὐτῶν Τιριδάτου διὰ τοῦ πολυάθλου μάρτυρος καὶ μεγάλου Γρηγορίου ἀρχιεπισκόπου αὐτῶν. 17. Ὅτι κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον συναθροίσας ὁ βασιλεὺς Κωνσταντῖνος τοὺς ἀρχιερεῖς καὶ θεασάμενός τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθών, ὡς ὑπὸ Διοκλητιανοῦ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων. οὕτως ἦν ὁ θαυμάσιος ἀνὴρ ἐκεῖνος εὐλαβείᾳ καὶ πίστει καὶ μετριοφροσύνῃ λελαμπρυσμένος. 18. Ὅτι παρῆν ἐν τῇ κατὰ τὴν Νίκαιαν συνόδῳ Ἕλλην καὶ αὐτὸς παρὰ πάντων θαυμαζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι, πλήθους ἐπισυντρέχοντος. οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι διαλεγόμενον, διότι πᾶσι τοῖς ἐπαγομένοις ῥᾷστα προσεφέρετο, ἐπιλύων εὐφυῶς τὰ προτεινόμενα καὶ δίκην ἐγχέλυος ἀκατάσχετος εὑρισκόμενος καὶ μηδενὶ λόγῳ κρατούμενος. ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων ἐπικρατεστέρως ἀντεφέρετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωττίᾳ καὶ στωμυλίᾳ. ἀλλ' ἵνα δείξῃ ὁ θεός, ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν ἀλλ' ἐν δυνάμει, ὁ ἅγιος Σπυρίδων ἰδιώτης ὢν τῷ λόγῳ σφόδρα αἰτεῖται χώραν αὐτῷ διαλέξεως ἐπιδοθῆναι πρὸς τὸν φιλόσοφον. οἱ δὲ
q.77
πατέρες τὸ ἁπλοῦν καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώλυον αὐτόν, μή ποτε παρὰ τοῖς μοχθηροῖς καταγελασθῶσιν. τοῦ δὲ μὴ ἀνεχομένου, πρόσεισι τῷ ἀνδρὶ καί φησιν" ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα." 2 ὁ δὲ πρὸς αὐτὸν ἔφη" ἐὰν εἴποις." 2 κἀκεῖνος εἶπεν" γίνωσκε, ὅτι ὁ θεὸς εἷς ἐστιν ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας, ὁ καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας καὶ τὰ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα, τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύματι συστησάμενος. τοῦτον οὖν τὸν λόγον ἡμεῖς υἱὸν θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν σωτηρίαν ἐπ' ἐσχάτων ἐκ τῆς παρθένου τεχθῆναι καὶ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσεως αὐτὸν ἐλευθερωκέναι τὸ γένος τῶν ἀνθρώπων, ὃν καὶ ἐλπίζομεν ἐλθόντα πάλιν κρῖναι πάντας ἐν δικαιοσύνῃ. πιστεύεις τούτοις, ὦ φιλόσοφε;" 2 ὁ δὲ ὡς ἄν τις πεῖραν λόγων μηδεπώποτε ἔχων εἰς τὴν ἀντίθεσιν ἀπηνεώθη καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας τοῦτο μόνον ἐφθέγξατο, ὅτι" κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ." 2 καὶ ὁ γέρων φησίν" οὐκοῦν ἀναστὰς ἀκολούθει μοι πρὸς τὴν ἐκκλησίαν καὶ λήψῃ τὸ σημεῖον τῆς πίστεως ταύτης." 2 ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ" ἀκούσατε, ὦ ἄνδρες, ἕως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους ἀντετίθουν πρὸς τὰ προσφερόμενα καὶ τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις ἐξῆλθεν ἐκ τοῦ στόματος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τῇ δυνάμει ἀντιτάξασθαι· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἄνθρωπος ἀντιτάξασθαι θεῷ. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς κἀγὼ νενόηκα, πιστεύει εἰς Χριστὸν καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, ἐν ᾧ ἐλάλησεν ὁ θεός." 2 καὶ οὕτως ὁ φιλόσοφος ἐβαπτίσθη. 19. Ὅτι κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον φιλαπεχθήμονές τινες κατά τινων ἐπισκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. ὁ δὲ ταύτας δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτύλῳ σημειωσάμενος ἐκέλευσε φυλάττεσθαι. εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας καὶ ταύτας κομίσας ἐνώπιον πάντων κατέκαυσεν, ὅρκῳ πληροφορήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐταῖς ἐγγεγραμμένων. οὐ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γίνεσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν." ἐγὼ δέ, εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν πραττομένων ἡ ὄψις." 2 οὕτω τοίνυν τοὺς μὲν εὐλογοῦντας ἀνακηρύττων, τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων τοὺς πάντας ὁμογνώμονας καὶ ὁμοδόξους ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατέστησε. καὶ παραινέσας πάντας καὶ πολλῆς τιμῆς καὶ δωρεᾶς ἀξιώσας ἑκάστῳ παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην. 20. Ὅτι Κωνστάντιος ὁ υἱὸς Κωνσταντίνου τοῦ μεγάλου μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ Ἀρειανικὸν φρόνημα παρασυρεὶς κατεβιάζετο τὸν θεῖον Ἀλέξανδρον ἐπίσκοπον Κωνσταντινουπόλεως δέξασθαι τὸν Ἄρειον εἰς κοινωνίαν, ὁ δὲ οὐκ ἐδέξατο. 21. Ὅτι Ἰουλιανὸς ὁ παραβάτης κατὰ συγχώρησιν θεοῦ τὴνβασιλείαν παραλαβὼν ἐποίει καὶ τὰ λοιπά, ὅσα οἱ τοῦτον κινοῦντες ἐθεραπεύοντο δαίμονες. ὅθεν οἱ τῶν εἰδώλων ὑπασπισταὶ ἀντιθαρρήσαντες ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκοὺς καὶ τὰς μυσαρὰς ἐπετέλουν τελετάς, τοὺς δὲ θείους ναοὺς κατέστρεφον καὶ τοὺς Χριστιανοὺς δεινῶς ἐβασάνιζον. 22. Ὅτι ἐκ πολλῶν ὀλίγα τοῦ παραβάτου ἄξιόν ἐστι μνημονεῦσαι. ἐν Ἀσκάλωνι καὶ Γάζῃ ἀνδρῶν ἱερῶν καὶ γυναικῶν διὰ βίου τὴν παρθενίαν ἐπηγγελμένων, ἀναρρήξαντες τὰς γαστέρας καὶ κριθῶν ἐμπλήσαντες προύθηκαν χοίροις βοράν, ὧν καὶ τῶν ἡπάτων καὶ τῶν αἱμάτων ἀπεγεύσαντο οἱ δυσώνυμοι. 23. Ὅτι ἐν τῇ Σεβαστοπόλει τοῦ προδρόμου τὴν θήκην ἀνοίξαντες πυρί τε παρέδοσαν τὰ λείψανα καὶ τὴν κόνιν διεσκέδασαν. 24. Ὅτι καὶ τὸν τοῦ Χριστοῦ ἀνδριάντα, ὃν ἡ αἱμόρρους ἐκ πίστεως στήσασα πρὸ τοῦ οἴκου αὐτῆς κατεφαίνετο,*** καὶ ὁ ἐμβρόντητος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ
q.78
ἀναιδῶς κατὰ τῆς ἐκκλησίας ὡπλίζετο. καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἔξωθεν πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος μεταλαγχάνῃ καὶ τοῦ μύσους. ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλα· περιερραίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέατα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἄλλα ὅσα ἐδώδιμα. ταῦτ' οὖν ὁρῶντες οἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλοφύροντο ἐπὶ τοῖς γινομένοις, μετελάμβανον δ' ὅμως, ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι" πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες." 2 Ἔτι μὴν καὶ ἕτερον ἐξευρὼν κατὰ τῆς εὐσεβείας μηχάνημα καὶ τοῖς στρατιωτικοῖς καταλόγοις χρυσίον διανέμων κατὰ τὸ παλαιὸν ἔθος καθῆστο μὲν ἐπὶ θρόνου βασιλικοῦ, προύθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη καὶ λιβανωτὸν ἐπὶ τῆς κατὰ πρόσωπον τραπέζης καὶ προσέταξε περὶ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβάλλειν τῷ βωμῷ λιβανωτόν, εἶτα προσέρχεσθαι καὶ τὸ χρυσίον ἐκ τῆς χειρὸς αὐτοῦ δέχεσθαι. Καὶ πρὸς τούτοις ἐκέλευσε καὶ ταῖς μυσαραῖς εἰκόσιν αὐτοῦ συγγράφεσθαι Δία καὶ Ἄρεα. καὶ οὕτως ὁ ἀνόσιος ἔσπευδε καταμιαίνειν πάντας. Ἐξέθετο δὲ καὶ νόμον, ὥστε Χριστιανοὺς μὴ στρατεύεσθαι μήτε ποιητικῶν ἢ ῥητορικῶν ἢ φιλοσόφων μαθημάτων ἐκπαιδεύεσθαι." ἐκ γὰρ τῶν ἡμετέρων" 2 φησί" καθοπλιζόμενοι γραμμάτων τὸν καθ' ἡμᾶς ἀναδέχονται πόλεμον." 2 Ὃν Γρηγόριος ὁ θεολόγος ἐστηλίτευσεν. 25. Ὅτι Ἰωβιανὸς ὀρθόδοξος ἦν. ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ποιούμενος τῶν ἐκκλησιῶν τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο, τῷ δὲ ἁγίῳ Ἀθανασίῳ ἐπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν, ὅπερ καὶ πέπραχεν Ἀθανάσιος. καὶ γέγραφεν Ἰωβιανῷ ἐπιστολὴν πλήρη ὀρθοδοξίας. 26. Ὅτι Οὐάλης συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο· καὶ γὰρ ἐπισκόπους εἰς ἐξορίαν ἔπεμπε καὶ πρεσβυτέρους καὶ διακόνους καὶ μοναχούς, Τατιανοῦ τότε ἄρχοντος Ἀλεξανδρείας, ἐπὶ τοσοῦτον, ὥστε καί τινας εἰς βασάνους ἀγαγεῖν καὶ τῷ πυρὶ παραδοῦναι καὶ πλεῖστα ἀθέμιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας μηχανήσασθαι. ταῦτα πάντα μετὰ τὴν τελευτὴν Ἀθανασίου. Οἱ οὖν ἐν Κωνσταντινουπόλει ὀρθόδοξοι ἐλεεῖσθαι νομίσαντες ὑπὸ Οὐάλεντος πρεσβείαν ἔστειλαν πρὸς αὐτὸν ἐν Νικομηδείᾳ τυγχάνοντα, πέμψαντες πʹ ἱερατικοὺς ἄνδρας, ὧν ἡγοῦντο Θεόδωρος καὶ Οὐρβασὸς καὶ Μενέδημος. οὓς ἅπαντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι προσέταξεν. καὶ πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιδίζων τοῦ πλοίου διαρκέσαντος κἀκεῖσε διαλυθέντος. 27. Ὅτι ἐπὶ Οὐάλεντος τοῦ βδελυροῦ Λούκιός τις ἐπίσκοπος τῆς τῶν Ἀρειανῶν αἱρέσεως παραχρῆμα ὡς λύκος ἐπὶ πρόβατα ὥρμησε. καὶ ὁ μὲν Πέτρος εὐθέως εἰς τὴν Ῥώμην ἀπέφυγε, Λούκιος δὲ οὕτως εἰς τὸ αἷμα τῶν ἀνθρώπων ἐπορεύετο, ὡς μηδὲ σχῆμα τῆς θρησκείας δοκεῖν φυλάττειν. Ἐν τῇ ἀρχῇ δὲ τῆς ἐπιβάσεως αὐτοῦ τοσαῦτα καὶ οὕτως αἰσχρὰ κατὰ τῶν παρθένων τῆς ἐκκλησίας καὶ κατὰ τῶν ἐγκρατευομένων ἐγένετο, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων γεγενῆσθαι μνημονεύεται. Οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἔρημον ἐπόρθει καὶ πόλεμον τοῖς ἡσυχάζουσιν ἐπήγαγεν· τρεῖς γὰρ χιλιάδας ὁμοῦ κατὰ τὴν ἔρημον ἀπέστειλε τοῖς μοναχοῖς πολεμεῖν. οἱ δὲ ἐρχόμενοι καινὸν εἶδος πολέμου ἑώρων· οἱ γὰρ ἀντίπαλοι, καθὼς ἐπέμποντο, τοὺς ἑαυτῶν αὐχένας τοῖς ξίφεσιν ὑπέβαλλον, καὶ οὐδὲν ἄλλο ἤκουον, εἰ μὴ τοῦτο" φίλε, δι' ὃ παρεγένου;" 2 28. Ὅτι Μαυΐα ἡ τῶν Σαρακηνῶν βασιλὶς Χριστιανὴ ἦν ἐκ γένους Ῥωμαίων καὶ ληφθεῖσα αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν Σαρακηνῶν· καὶ τῷ χρόνῳ εἰς βασιλίδα προέκοψεν· πολλὰ οὖν κακὰ τοῖς Ῥωμαίοις ἔδρασεν, ὥστε καὶ τὸν στρατὸν ἐκτρῖψαι σφοδροτάτῳ πολέμῳ καὶ πόλεις πολλὰς ἐν Παλαιστίνῃ καὶ Ἀραβίᾳ πορθῆσαι. παρακληθεῖσα δὲ εἰρήνην ποιήσασθαι," οὐκ ἄλλως" 2 ἔφη" τοῦτο γενήσεται, εἰ μὴ Μωυσῆς ὀνόματι μόναχος τῷ ἔθνει αὐτῆς χειροτονηθείη ἐπίσκοπος." 2 ὃ καὶ γέγονεν. 29. Ὅτι Οὐαλεντινιανὸς ὁ μέγας τῇ πίστει
q.79
τῆς εὐσεβείας τέλειος καὶ ἀκέραιος τῇ παλαιᾷ τῆς τῶν Ῥωμαίων βασιλείας αὐθεντίᾳ τὴν πολιτείαν ἐκυβέρνα καλῶς. 30. Ὅτι Οὐαλεντινιανὸς διὰ τῆς μητρὸς Ἰουστίνης παρετράπη τῆς ὀρθῆς πίστεως καὶ ἐξεβλήθη τῆς βασιλείας. καὶ ἐλθὼν πρὸς Θεοδόσιον ἐπαιδεύθη τὴν ὀρθὴν πίστιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόσιος τὴν βασιλικὴν παράταξιν ἑστάναι οὐ δι' ὅπλων, ἀλλ' ἐξ ἀγαθῶν προφάσεων. καί" οἶδα" 2 φησιν" Οὐαλεντινιανέ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτως καὶ ὁ ἔνθεος Κωνσταντῖνος ταῖς βοηθείαις τοῦ θεοῦ ἀνορθωθεὶς Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεσεν, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο, πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν διασπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ τῆς ἐξορίας τῶν ἱερέων. ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς ἐκαύθη. σὺ οὖν αἱρετικὸν ὄνομα λαβεῖν εἰς πόλεμον ἀπιὼν ἀνέξῃ; ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπιστία Μαξίμῳ εὐχέρειαν συνήνεγκεν. ἐκεῖνος μόνον τοῦ βασιλέως ἐστὶ τύραννος, σὺ δὲ πολέμιος ἤρξω τοῦ θεοῦ καθεστάναι. δώσω σοι στρατὸν καὶ παρέξω βοήθειαν, ἀλλ' εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι;" 2 ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθὴν πίστιν μετήγαγεν. Ἐν δὲ τῷ μέσῳ τῆς μητρὸς αὐτοῦ τελευτησάσης, Θεοδόσιος διὰ τὴν πίστιν τῆς βασιλείας τῆς χρηστότητος καὶ τῶν εὐεργεσιῶν Γρατιανοῦ μεμνημένος εἰς ἄμυναν πάσας τὰς ἀνατολικὰς δυνάμεις ἐξάξας ἐξεδίκησε τὸ δίκαιον αἷμα. 31. Ὅτι τοῦ Ἀρσενίου ἀναχωρήσαντος ἐκ τοῦ παλατίου καὶ εἰς Αἴγυπτον ἐλθόντος, μαθὼν ὁ Ἀρκάδιος μετὰ πολὺν χρόνον δυσωπῶν ὁ Ἀρκάδιος γράφει συγχωρῆσαι αὐτῷ. καὶ γράφει αὐτῷ λαβεῖν τὰ δημόσια ὅλης τῆς Αἰγύπτου καὶ ταῦτα διανεῖμαι, ὅπου ἂν κελεύῃ. ὁ δὲ ἅγιος Ἀρσένιος γράψαι μὲν πρὸς αὐτοὺς οὐκ ἠνείχετο, δηλοῖ δὲ αὐτοῖς·" ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ ἀξιώσει ποιεῖν τὰ θεῖα αὐτοῦ θελήματα, περὶ δὲ ὧν ἐγράψατε χρημάτων, ἐγὼ ἤδη τῷ κόσμῳ ἀπέθανον, καὶ μηδεὶς λογίσηταί με εἶναι εἰς τοὺς ζῶντας." 2 32. Ὅτι Πουλχερία ἡ τοῦ βασιλέως Θεοδοσίου ἀδελφὴ πολλὰ ποιήσασα κατορθώματα καὶ πολλοὺς εὐκτηρίους οἴκους καὶ πτωχοτροφεῖα καὶ ξενῶνας καὶ ξενοτάφια καὶ μοναστήρια ἐτελεύτησε παρθένος. Καὶ γὰρ ἦν πάσῃ ἀρετῇ κεκοσμημένη, ὡς καὶ τὸν ἀδελφὸν Θεοδόσιον ἐκπαιδεύειν εἰς πάντα, οἷον ἦθός τε καὶ λόγον καὶ βάδισμα καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσεως· προηγουμένως δὲ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἐπιμελῶς αὐτὸν ἐδίδαξεν. Ὁ δὲ φύσει νωθρός τε καὶ ἀπερίσκεπτος εἰς πάντα μὲν ὑπῆρχε, μάλιστα δὲ εἰς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας ἀπαραναγνώστως ὑπέγραφεν. ὅπερ ἡ σοφωτάτη γνοῦσά ποτε Πουλχερία σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβαλοῦσα δῆθεν πρὸς δουλείαν ἐκχωροῦσαν τὴν ἑαυτοῦ γαμετὴν Εὐδοκίαν. ἣν καὶ καθυπογράψας μὴ πρότερον ἀναγνοὺς ὕστερον δεινῶς ὠνειδίζετο παρὰ τῆς Πουλχερίας. 33. Ὅτι καὶ Μαρκιανὸς ὁ βασιλεὺς δίκαιος ὑπῆρχεν. 34. Ὅτι Πέτρος ὁ Μογγὸς Ἀλεξανδρείας μὲν ἦν ἐπίσκοπος, αἱρετικὸς δὲ διάπυρος. Εὐφήμιος δὲ ὁ πατριάρχης ζηλωτὴς ἦν τῆς ὀρθοδόξου πίστεως. 35. Ὅτι Ἡράκλειος ὁ βασιλεὺς ὑπὸ Ἀθανασίου πατριάρχουτῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου Κωνσταντινουπόλεως εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν ἐξεκυλίσθη. 36. Ὅτι Κωνσταντῖνος ὁ υἱὸς Λέοντος τοῦ εἰκονομάχου τοῦ Ἰσαύρου ἐκ λέοντος ἀνεφύη ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ὁ ἐκ Δὰν ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν διαδεξάμενος πλείω καὶ μᾶλλον ἐκ θεοῦ καὶ τῆς θεομήτορος καὶ πάντων αὐτοῦ τῶν ἁγίων διΐστατο, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ
q.80
δαιμόνων ἐπικλήσεσιν καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι χαίρων καὶ σχολάζων ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰς τοσαύτηνἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡς καὶ θεσμὸν ἐπὶ λαοῦ καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τῶν θεραπόντων Κυρίου τὸ παράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν. οὐδὲν γὰρ ἰσχύουσιν. εἶτα προσθεὶς ὁ παμβέβηλος λέγει" μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν (οὐ γὰρ δύναται βοηθεῖν τινι) μηδ' αὖ πάλιν θεοτόκος αὐτὴ ὀνομαζέσθω." 2 καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου καὶ ὑποδείξας αὐτὸ πᾶσιν ἤρετο" τίνος ἄξιόν ἐστιν;" 2 τῶν δὲ" πολλοῦ" 2 εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο·" τίνος ἄξιον;" 2 καὶ λέγουσιν" οὐδενός" 2." οὕτως" 2 ἔφη" καὶ ἡ Μαρία (οὐ γὰρ θεοτόκον ὁ ἄθεος ἠξίου λέγειν) ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ὑπῆρχεν, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχεν." 2 Φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ σαρακηνοπίστου καὶ ἰουδαιόφρονος. τὴν γὰρ Ἀφροδίτην ἐτίμα καὶ ἀνθρωποθυσίας ἀνέφερεν πέραν τῆς πόλεως, ἔνθα τῆς ἁγίας Μαύρας ὁ ναός· ὅνπερ ἐκδαφίσας καὶ φονευτήριον ποιήσας Μαύραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ νύκτωρ ἐπετέλει θυσίας καὶ παῖδας κατέσφαττε. καὶ μαρτυρεῖ τὸ πρὸς θυσίαν σφραγιασθὲν Σουφλαμίου παιδάριον, ὅπερ ἐν παραβύστῳ θύσας, τοῦτο ὁ θεὸς ἔκδηλον ἐποίησεν. 37. Ὅτι Μιχαὴλ ὁ Ἀμορραῖος ὁ μετὰ Λέοντα τὸν Ἀρμένηνβασιλεύσας μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ ἀμφιβλήστρῳ περιπαρεὶς τῆς δεινῆς αἱρέσεως ἰχθύος δίκην τοῖς τῶν δογμάτων σαθροῖς [τε] καὶ ἀσεβέσιν ἐναπέθανεν ἐξ ἀκροτάτης ἀβελτηρίας τε καὶ ἀλογίας. ἀμύητος γὰρ σφόδρα καὶ ἀπαίδευτος ἐτύγχανεν· ἀμαθίαν γὰρ ἐκ πατρῴας ἀλογίας καὶ ἀπειροκαλίας, ὥσπερ ἱκανὴν οὐσίαν, ἐκληρώσατο. 38. Ὅτι Θεόφιλος ὁ βασιλεὺς ὁ υἱὸς Μιχαὴλ τοῦ Ἀμοραίου καὶ πατὴρ Μιχαὴλ εἰς τοσαύτην ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλε καὶ τὴν τοῦ Κοπρωνύμου χαλεπὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ ἀνακαινίσας, ὡς μηδὲν ἧττον ὀφθῆναι τῆς ἐκείνων δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ καὶ οἰστρηλασίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμωμένων πάλαι, διωγμὸν καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας ὡσαύτως ἐπανετείνετο, συμμύστην καὶ σύμμαχον καὶ συνίστορα τῆς αἱρέσεως ἔχων ὁ δεύτερος Νεκταναβὼ τὸν φατριάρχην Ἰωάννην*, μᾶλλον δὲ μαντιάρχην ἢ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαὰμ ἐν τοῖς καθ' ἡμᾶς χρόνοις κακῶς ἀναφανέντα λεκανομάντιν καὶ πάσης θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην, ὑφ' οὗ καὶ τὰ γράμματα παιδευθεὶς καὶ ὑπονοθευθεὶς ὁ εὐρίπιστος καὶ δείλαιος ὑπηρέτης δόκιμος ἐχθίστων πραγμάτων καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσεται σχετλιαστικῶς φάσκων" οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάιν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο." καὶ τὰ ἑξῆς εἰσιν ἄπειρα. τέλος τῆς ἱστορίας Γεωργίου μοναχοῦ. περὶ ἀρετῆς καὶ κακίας. Ἐκ τῆς ἱστορίας Ἰωάννου τοῦ Μαλέλα. Γʹ περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι μετὰ τὴν τῶν γιγάντων ἀπώλειαν ἐγένετο ἄνθρωπος Νῶε ὄνομα, ἀγαπώμενος ὑπὸ θεοῦ· καὶ ἦν ἐτῶν φʹ καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. καὶ ἐκέλευσεν ὁ θεὸς τῷ Νῶε ποιῆσαι κιβωτόν, καὶ ἐποίησε καθὼς προσέταξεν αὐτῷ ὁ Κύριος. 2. Ὅτι μετὰ τὴν τελευτὴν Κάδμου τοῦ βασιλέως Βοιωτίας ἐβασίλευσεν ὁ Νυκτεύς. ὃς εἶχε θυγατέρα ἱερείαν τοῦ ναοῦ Ἑλίου ὀνόματι Ἀντιόπην, ἥτις ἐδιδάχθη τὴν
q.81
ἡλιακὴν μυσταγωγίαν τῶν Διονυσιακῶν βακχευμάτων κἀκεῖθεν ἐλέγετο βάκχη. ὁ δὲ ἀδελφὸς τοῦ πατρὸς αὐτῆς Λύκος ὄνομα βασιλεὺς Ἄργους εἶχε συγκλητικὸν ὄνομα Θέοβριν ἐκ τοῦ γένους τῆς Δίρκης καταγόμενον καὶ Πίκου τοῦ καὶ Διός. ὁ δὲ Θέοβρις ἐλθὼν κατὰ τάγμα ἐν τῷ ἱερῷ τοῦ Ἑλίου ἔφθειρεν αὐτὴν τὴν ἱέρειαν καὶ φοβηθεὶς τὸν πατέρα αὐτῆς Νυκτέα τὸν βασιλέα ἀνεχώρησεν εἰς τὴν ἑαυτοῦ χώραν. ὁ δὲ Νυκτεὺς τοῦτο μαθὼν ἔλαβεν αὐτὴν ἐκ τοῦ ἱεροῦ. καὶ μαθών, ὅτι ἐκ τοῦ συγκλητικοῦ τοῦ Λύκου ἐγένετο ἔγκυος, τοῦτο ἐδήλωσε τῷ Λύκῳ τῷ ἀδελφῷ καὶ πέμπει αὐτὴν πρὸς τὸν αὐτὸν Λύκον, ὡς τιμωρήσοντα. ὁ δὲ ἑωρακὼς αὐτῆς τὴν ἡλικίαν καὶ τὴν εὐπρέπειαν ἠλέησεν αὐτήν, λέγων ὅτι δεῖ περιμεῖναι, ἄχρις οὗ τέκῃ, καὶ τότε τιμωρήσασθαι αὐτήν. ὁ δὲ Λύκος εἶχε γυναῖκα Δίρκην ὀνόματι καὶ παραδοὺς αὐτῇ τὴν Ἀντιόπην εἶπεν αὐτὴν φυλάττεσθαι μέχρι τοῦ τοκετοῦ· ὁ δὲ Λύκος ἦν θεῖος τῆς Ἀντιόπης. ἡ δὲ Ἀντιόπη ἐγέννησε δίδυμα, Ἀμφίονα καὶ Ζῆθον, ἅτινα ἐξερρίφησαν ἐν τῇ χώρᾳ ἐν κώμῃ λεγομένῃ Δέρασ Θέας πλησίον τοῦ Κιθαιρωνίου ὄρους. ἅτινα βρέφη οἴκτου χάριν ἔλαβεν Ὀρδίων τις γεηπόνος, ἄπαις ὤν, γνοὺς ὅτι τῆς ἱερείας εἰσίν, καὶ ταῦτα ἀνεθρέψατο. μέχρι δὲ πολέμου κινηθέντος ἐν τῇ Ἀργείων χώρᾳ, ἐξῆλθεν ὁ Λύκος ἐκεῖσε καὶ ἐχρόνισε πολεμῶν. ἡ δὲ Δίρκη ἡ τοῦ Λύκου γυνὴ λογισαμένη, ὅτι οὐκέτι μετὰ τὸν τοκετὸν ἐτιμωρήσατο τὴν Ἀντιόπην ἀλλ' εἴασεν αὐτήν, ἐρῶν αὐτῆς καὶ λάθρα ταύτῃμιγνύμενος, συναγαγοῦσα τοὺς ἰδίους αὐτῆς καὶ λαβοῦσα ταῦρον ἄγριον καὶ πήξασα δᾷδας ἐν τοῖς αὐτοῦ κέρασιν ἐκέλευσε τὴν Ἀντιόπην δεθῆναι, καὶ τὸν σχοῖνον εἰς τὸν τράχηλον τοῦ ταύρου εἰληθῆναι καὶ οὕτω συρῆναι τὴν Ἀντιόπην ὑπὸ τοῦ ταύρου καὶ ἀπολέσθαι. οἱ δὲ ἄγροικοι ἀκούσαντες τοὺς ὀλολυγμοὺς Ἀντιόπης, ὁμοίως καὶ Ἀμφίων καὶ Ζῆθος, διεκώλυον αὐτὴν καὶ νικήσαντες ἐφόνευσαν τοὺς στρατιώτας. καὶ λαβόντες τὴν Δίρκην ἀφείλοντο ἃ ἐφόρει βασιλικὰ κόσμια καὶ λύσαντες τὴν Ἀντιόπην ἔδησαν τὴν Δίρκην εἰς τὸν αὐτὸν ταῦρον καὶ συρεῖσα τῷ αὐτῷ μόρῳ ἡ Δίρκη ἀπώλετο. ὁ δὲ ταῦρος διψήσας καὶ εὑρὼν πηγὴν ἔστη πιεῖν, καὶ ῥαγέντος τοῦ δεσμοῦ κατελείφθη τὸ λείψανον πλησίον τῆς πηγῆς καὶ ἐκλήθη ἡ πηγὴ ἐκεῖθεν Δίρκη. ὁ δὲ Ἀμφίων καὶ Ζῆθος ἔλαβον τὴν ἑαυτῶν μητέρα τὴν Ἀντιόπην καὶ ἦλθον εἰς Βοιωτίαν, ὁ δὲ Νυκτεὺς γηράσας ἐτελεύτησεν. 3. Ὅτι Προίτου τοῦ βασιλέως Ἑλλάδος ἡ γυνὴ Σθενέβοια ἐφίλησε τὸν Βελλεροφόντην καὶ προσέπεμψεν αὐτῷ τινας, ὁ δὲ οὐκ ἐπείσθη, λέγων ὅτι" χαμαιεύρετόν με εὗρεν ὁ βασιλεὺς Προῖτος πρὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀνεθρέψατο καὶ τιμῆς με ἠξίωσεν υἱοῦ συνεσθίειν αὐτῷ· καὶ πράξω τι τοιοῦτο κατ' αὐτοῦ; οὐκ ἔστι νόμος Ἕλλησι ταῦτα ποιεῖν." 2 καὶ ταῦτα ἀκούσασα ἡ Σθενέβοια, λογισαμένη μήποτε, ὡς ἔχων παρρησίαν υἱοῦ πρὸς αὐτόν, εἴπῃ αὐτῷ, ὅτι προσέπεμψεν αὐτῷ τινας ὡς ἐρῶσα αὐτοῦ, λάθρα εἶπε τῷ ἰδίῳ ἀνδρὶ ὅτι" ἐρᾷ μου ὁ Βελλεροφόντης καὶ ἐπέρχεταί μοι καὶ μὴ φάρμακόν μοι δώσῃ καὶ θάνω φυλάττουσά σοι σωφροσύνην, ὡς ἀνδρὸς ἐρῶσα, καὶ φοβοῦμαι." 2 καὶ λέγει αὐτῇ ὁ Προῖτος" νόμος ἐστὶν Ἕλλησιν μὴ ποιεῖν κακῶς τῷ συνεσθίοντι βασιλεῖ, ἀλλὰ πέμπω αὐτὸν πρὸς τὸν ἴδιόν σου πατέρα Ἰωβάτην, μεθ' οὗ οὐδέποτε ἔφαγεν, γράφων αὐτῷ φονεῦσαι αὐτὸν ὡς ἐπίβουλον τῆς ἐμῆς βασιλείας καὶ σοῦ αὐτῆς." 2 ὁ δὲ ποιήσας οὕτως ἔδωκεν αὐτῷ γράμματα, σφραγίσας αὐτὰ βασιλικῇ σφραγῖδι. καὶ λαβὼν τὰ γράμματα ὁ Βελλεροφόντης, ἀγνοῶν τὴν κατ' αὐτοῦ σκευὴν ἀπῆλθε πρὸς τὸν Ἰωβάτην βασιλέα καὶ εὗρεν αὐτὸν ἐν τῷ ἀρίστῳ. καὶ μαθὼν ὁ Ἰωβάτης ὅτι ἦλθεν ἐκάλεσεν αὐτὸν καὶ ὡς φιλούμενονπαρὰ τοῦ Προίτου τοῦ γαμβροῦ αὐτοῦ ὡς υἱὸν ἐκέλευσε συνεσθίειν αὐτῷ. δεξάμενος δὲ τὰ γράμματα καὶ ἀναγνοὺς τὰ γραφέντα παρὰ τοῦ Προίτου, εἰδὼς ὁ Ἰωβάτης ὅτι συνέφαγεν αὐτῷ εἶπε καθ' ἑαυτὸν ὅτι" μᾶλλον κατηγορεῖται οὗτος· εἰ γὰρ συνῄδει ἑαυτῷ κακόν, οὐκ ἂν ἡ δίκη ἐκάλεσεν αὐτὸν φαγεῖν μετ' ἐμοῦ, ὅτι ὁ νόμος ἐστὶν Ἕλλησι τῷ συνεσθίοντι μὴ ποιεῖν κακῶς." 2 καὶ ταῦτα ἔγραψε τῷ ἰδίῳ γαμβρῷ καὶ τὰ λοιπά, καθὼς
q.82
συνεγράψατο Εὐριπίδης. 4. Ὅτι Μίνως ἐβασίλευε τῆς Κρήτης. ὃς εἶχε γυναῖκα Πασιφάην, ᾗτινι Ταῦρος ὁ αὐτῆς νοτάριος ἐμίγη. καὶ ἐγέννησε τὸν Μινώταυρον, μεσίτης δὲ τοῦ γάμου Δαίδαλος ἐγένετο. ὁ δὲ Μίνως τὴν Πασιφάην ἀποκλείσας ταύτην ἀνεῖλεν, καὶ ὁ Ἴκαρος κατὰ τὴν φυγὴν ἐπνίγη, καὶ τὸν Δαίδαλον ἐφόνευσεν. μετὰ δὲ θάνατον βασιλεῦσαι τῶν Κρητῶν βουλομένου τοῦ Μινωταύρου, ἀναξιοπαθοῦντες οἱ Κρῆτες ὡς μοιχογέννητον οὐκ ἐδέξαντο, ἀλλὰ προτρέπονται Θησέα ὡς γενναῖον τὸν υἱὸν Θησέως εἰς τὸ πολεμῆσαι αὐτῷ. ὁ δὲ Μινώταυρος τοῦτο γνοὺς ἔφυγεν εἰς τὴν Λαβύρινθον χώραν καὶ ἀνελθὼν ἐν ὄρει ἔφυγεν ἐν σπηλαίῳ. ὅντινα ἐκβαλὼν ὁ Θησεὺς ἀνεῖλεν καὶ εἰσῆλθεν ἐν τῇ πόλει Γορτύνῃ θριαμβεύων τὴν νίκην ὁ Θησεύς. καὶ ἐβούλετο καὶ εἰς τὸν ἑαυτοῦ πατέρα ἐλθεῖν καὶ θριαμβεῦσαι τὴν νίκην. μαθὼν δὲ ὁ πατὴρ αὐτοῦ, ὅτι ἐξέφυγεν ὁ Μινώταυρος ἐκ τῆς πόλεως, ὑπολαβὼν ὅτι ἄλην αὐτῷ ἐποίησαν οἱ Κρῆτες ἔρριψεν ἑαυτὸν εἰς θάλασσαν ὁ Αἰγεὺς καὶ ἀπώλετο. ὁ δὲ Θησεὺς τοῦτο μαθὼν κατεφρόνησε τῆς βασιλείας τῶν Κρητῶν καὶ βασιλεύσας ἀντὶ τοῦ ἰδίου πατρὸς τῆς Θεσσαλίας ἠγάγετο γυναῖκα τὴν Ἡλίαν γυναῖκα τὴν λεγομένην Φαίδραν. ἡ δὲ Ἀριάδνη ἐλθοῦσα ἐν τῷ ἱερῷ τοῦ Διὸς καὶ ἱέρεια γενομένη ἐκεῖσε τελευτᾷ. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐθρυλεῖτο ὁ ψευδὴς πόθος τῆς Φαίδρας ἐν τῇ Θεσσαλίᾳ ὁ πρὸς Ἱππόλυτον, τὸν πρόγονον αὐτῆς, υἱὸν δὲ Θησέως ἐκ παλλακῆς. ὁ δὲ Θησεὺς ἀκούσας τὰ θρυλούμενα ἐν τῇ πόλει περὶ τῆς αὐτοῦ γυναικὸς Φαίδρας ἐλυπεῖτο πρὸς αὐτήν. καὶ ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ Ἱππολύτου οὐκ ἔδειξεν αὐτοῖς, λαβὼν δὲ ταῦρον λευκὸν ἔθυσε τῷ Ποσειδῶνι, καταρώμενος τὸν Ἱππόλυτον. ὃς ἐν κυνηγίᾳ ἀπέθανεν ὑπὸ τοῦ ἵππου· ἦν δὲ ἐνιαυτῶν κβʹ. ὁ δὲ Θησεὺς πενθῶν αὐτὸν ἐξεῖπε τῇ Φαίδρᾳ τὴν ἑαυτοῦ λύπην, ὀνειδίζων αὐτήν, εἰρηκὼς αὐτῇ καὶ τὰ θρυλούμενα ἐν τῇ πόλει καὶ τῇ χώρᾳ ἕνεκεν Ἱππολύτου. ἡ δὲ Φαίδρα ἐξωμόσατο μὴ συνειδέναι τοιοῦτόν τι, ἀλλὰ καὶ ἀποδιακειμένην αὐτῷ. ὁ δὲ Θησεὺς μὴ πεισθεὶς αὐτῇ, αἰσχυνόμενος δὲ καὶ θλιβόμενος ἐποίησεν αὐτὴν ἀπὸ ὄψεως. ἡ δὲ Φαίδρα διὰ ταῦτα ἑαυτὴν διεχρήσατο, καὶ μάτην τὴν σώφρονα Φαίδραν ἐλοιδόρησαν. 5. Ὅτι Δομετιανὸς ἐφίλει τὸν ὀρχηστὴν τοῦ πρασίνου μέρους Ῥώμης τὸν λεγόμενον Πάριν. περὶ οὗ καὶ ἐλοιδορεῖτο ἀπὸ τῆς συγκλήτου Ῥώμης καὶ Ἰουβεναλίου τοῦ ποιητοῦ τοῦ Ῥωμαίου, ὡςχαίρων εἰς τὸ πράσινον. ὅστις βασιλεὺς ἐξώρισεν τὸν Ἰουβενάλιον ποιητὴν ἐν Πενταπόλει ἐπὶ τὴν Λιβύην. τὸν δὲ ὀρχηστὴν πλουτίσας ἔπεμψεν ἐν Ἀντιοχείᾳ ἐπὶ τῷ οἰκεῖν αὐτὸν ἐκεῖ ἔξω τῆς πόλεως. ὁ δὲ Πάρις ἀπελθὼν ἔκτισεν ἑαυτῷ οἶκον προαστείου καὶ λουτρὸν κἀκεῖ τελευτήσας κεῖται. 6. Ὅτι Νέρβας ὁ βασιλεὺς ἀνεκαλέσατο τὸν ἀπόστολον τὸν ἅγιον Ἰωάννην· καὶ ἦλθεν πάλιν ἐν Ἐφέσῳ ἀπὸ Πάτμου. 7. Ὅτι Δέκιος ὁ βασιλεὺς Ῥωμαίων μισόχριστος ἦν· ἐν τοῖς χρόνοις γὰρ αὐτοῦ διωγμὸς ἐγένετο Χριστιανῶν μέγας καὶ ἐξεφώνησεν αὐτοῦ ἄθεον τύπον, ὥστε τοὺς εὑρίσκοντας ὅπου δήποτε τοὺς λεγομένους Χριστιανοὺς καὶ αὐθεντοῦντας καὶ φονεύοντας αὐτοὺς καὶ τὰ αὐτῶν πάντα ἁρπάζοντας ἀκινδύνους εἶναι. καὶ πολλοὶ Χριστιανοὶ ἐφονεύθησαν ὑπὸ τῶν κατὰ πόλιν ὄχλων ὧν ἔτυχε καὶ ἐπραιδεύθησαν. 8. Ὅτι Μάξιμος Λικινιανὸς ἐχαρίσατο τοῖς Χριστιανοῖς ἐλευθερίαν εἰς τὸ μὴ κρύπτεσθαι αὐτοὺς ἀλλὰ δημοσιεύειν. 9. Ὅτι Σαλούστιος ἔπαρχος πραιτωρίων προεβάλετο βασιλέα Βαλεντινιανόν· ὁ δὲ βασιλεύσας διεδέξατο αὐτὸν καὶ ἔθηκε προθέματα, ἵνα εἴ τις ἠδίκηται παρ' αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. οὐδεὶς δὲ προσῆλθεν· ἦν γὰρ ἁγνότατος. 10. Ὅτι Βαλεντινιανὸς ὁ βασιλεὺς Ῥωμαίων πολλοὺς συγκλητικοὺς ἄρχοντας ἐφόνευσεν, ὡς ἀδικοῦντας καὶ κλέπτοντας καὶ ἁρπάζοντας. καὶ τὸν πραιπόσιτον τοῦ παλλατίου αὐτοῦ Ῥοδανόν, ἄνδρα δυνατὸν ὄντα καὶ εὔπορον καὶ διοικοῦντα τὸ παλλάτιον, ὡς πρῶτον ὄντα ἀρχιευνοῦχον καὶ ἐν μεγάλῃ τιμῇ ὄντα, ἔκαυσε ζωόκαυστον εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ φρυγάνοις, θεωροῦντος τοῦ ἱππικοῦ. ὁ γὰρ πραιπόσιτος Ῥοδανὸς ἥρπασεν οὐσίαν ἀπό τινος
q.83
γυναικὸς χήρας καλουμένης Βερονίκης, πλέξας αὐτῇ, ὡς ἐν δυνάμει ὤν· καὶ προσῆλθεν ἐκείνη τῷ Βαλεντινιανῷ. ἅμα ἐβασίλευσεν κατ' αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς δικαστὴν τὸν πατρίκιον Σαλούστιον, ὁ δὲ κατέκρινε τὸν αὐτὸν πραιπόσιτον. καὶ μαθὼν τὸν ὅρον ὁ βασιλεὺς παρὰ τοῦ Σαλουστίου ἐκέλευσε τῷ πραιποσίτῳ ἀποδοῦναι τῇ χήρᾳ ἃ ἥρπασεν, ὁ δὲ οὐκ ἐπείσθη, ἀλλ' ἐξεκαλέσατο τὸν Σαλούστιον. ὁ δὲ ἀγανακτήσας ἐκέλευσε τῇ γυναικὶ προσελθεῖν τῷ βασιλεῖ ἐν τῷ ἱππικῷ. καὶ προσῆλθεν αὐτῷ ἡ γυνή. ὁ δὲ ὡς ἵσταται ἔγγιστα αὐτοῦ εἰς τὰ δεξιὰ ὁ πραιπόσιτος, ἐκέλευσε κατενεχθῆναι ἀπὸ τοῦ καθίσματος, καὶ κατηνέχθη εἰς τὴν σφενδόνην καὶ ἐκαύθη. καὶ ἐχαρίσατο τῇ γυναικὶ Βερονίκῃ ὁ βασιλεὺς πᾶσαν τὴν περιουσίαν τοῦ πραιποσίτου καὶ εὐφημίσθη ὑπὸ τοῦ δήμου παντὸς ὡς δίκαιος καὶ ἀπότομος. καὶ ἐγένετο φόβος πολὺς εἰς τοὺς κακοπράγμονας καὶ εἰς τοὺς ἁρπάζοντας τὰ ἀλλότρια, καὶ ἡ δικαιοσύνη ἐκράτει. Ὁμοίως δὲ καὶ τὴν δέσποιναν Μαριανὴν τὴν αὐτοῦ γυναῖκα ἀγοράσασαν προάστειον ἔχον πρόσοδον καὶ δοῦσαν παρ' ὃ ἦν τὸ προάστειον ἄξιον καὶ τιμηθεῖσαν ὡς Αὐγούσταν, ἔπεμψε καὶ διετιμήσατο τὸ προάστειον, ὁρκώσας τοὺς διατιμησομένους. καὶ μαθών, ὅτι πλείονος τιμῆς πολὺ ἄξιον ἦν τῆς ἀγορασίας, ἠγανάκτησε κατὰ τῆς βασιλίσσης καὶ ἐξώρισεν αὐτὴν τῆς πόλεως, ἀναδοὺς τῇπωλησάσῃ γυναικὶ τὸ προάστειον. ταύτην δὲ ἀνεκαλέσατο ὁ υἱὸς αὐτῆς Βαλεριανὸς μετὰ τὸ γενέσθαι αὐτὸν βασιλέα παρὰ τοῦ αὐτοῦ πατρός. 11. Ὅτι Βάλης ὁ ἀδελφὸς Βαλεντινιανοῦ ἦν τῷ δόγματι Ἐξακιονίτης, πολεμιστὴς δὲ καὶ μεγαλόψυχος. ἅμα δὲ ἐβασίλευσε, δέδωκε τοῖς Ἀρειανοῖς τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως καὶ εἰς τὰς ἄλλας πόλεις τὸ αὐτὸ πεποίηκεν. καὶ πάνυ ἐκάκωσε τοὺς Χριστιανοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ. 12. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ ἦν Παυλῖνος ὁ μάγιστρος τιμώμενος εἰς τὰ μάλιστα. συνέβη δέ ποτε ἐν τῷ προιέναι τὸν βασιλέα Θεοδόσιον ἐν τῇ ἐκκλησίᾳ ἐν τοῖς ἁγίοις θεοφανίοις τὸν Παυλῖνον ἀηδισθέντα ἐκ τοῦ ποδὸς ἀπρόιτον εἶναι καὶ ἐξσκουσσευθῆναι, προσενέγκαι δὲ τῷ αὐτῷ βασιλεῖ Θεοδοσίῳ πένητάν τινα μῆλον Φρυγιατικὸν παμμέγεθες πολὺ εἰς πᾶσαν ὑπερβολήν, ὥστε ξενισθῆναι τὸν βασιλέα καὶ τὴν σύγκλητον. ὁ δὲ βασιλεὺς ἔδωκε τῷ πένητι ρνʹ νομίσματα καὶ δέδωκε τὸ μῆλον τῇ Αὐγούστᾳ Εὐδοκίᾳ. ἡ δὲ ἔπεμψεν αὐτὸ Παυλίνῳ τῷ μαγίστρῳ ὡς φίλῳ τοῦ βασιλέως. ὁ δὲ Παυλῖνος ἀγνοῶν, ὅτι ὁ βασιλεὺς ἔπεμψεν αὐτὸ τῇ Αὐγούστῃ, ἔπεμψεν αὐτὸ τῷ βασιλεῖ Θεοδοσίῳ. καὶ τὰ λοιπὰ δῆλα. ἐφόνευσε γὰρ τὸν Παυλῖνον ὁ Θεοδόσιος, ἡ δὲ Αὐγούστα ἀπελθοῦσα εἰς Ἱεροσόλυμα καὶ εἰς τοὺς ἁγίους τόπους καὶ κτίσασα πολλὰ καὶ ἐκεῖσε τελευτήσασα ἐν τῷ μέλλειν αὐτὴν τελευτᾶν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατηγορίᾳ τῇ γενομένῃ κατ' αὐτῆς ἕνεκεν Παυλίνου. 13. Ὅτι Θεοδόσιος ὁ μικρὸς ἐφίλει ἔρωτι Χρυσάφιον τὸν κουβικουλάριον τὸν λεγόμενον Τζούμμαν, ὡς πάνυ εὐπρεπῆ ὄντα, καὶ παρεῖχεν αὐτῷ πολλά, ὅσα ἂν ᾐτήσατο αὐτόν, καὶ ἐδύνατο παρ' αὐτῷ παρρησίαν ἔχων καὶ κατεῖχε τῶν πραγμάτων παιτῖτααὐτὸν αἰτῶν καὶ ἁρπάζων πάντας· ἦν γὰρ πάτρων καὶ προστάτης τῶν Πρασίνων πανταχοῦ. τοῦτον δὲ τὸν Χρυσάφιον ὁ βασιλεὺς Μαρκιανὸς ἀπεκεφάλισεν ἐδήμευσέ τε τὸν πολλὰ φιλούμενον παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως, ὡς πολλοὺς ἐπηρεάσαντα καὶ προσελθόντας κατ' αὐτοῦ καὶ ὡς προστάτην τῶν Πρασίνων. 14. Ὅτι ἐπὶ Ἀναστασίου τοῦ βασιλέως ἐφάνη τις ἀνὴρ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ὢν ἀπὸ πόλεως Ἀμίδης, ὄνομα ἸωάννηςἸσθμαῖος, χειμευτὴς ὑπάρχων φοβερὸς καὶ ἐπιθέτης. καὶ λάθρα εἰσήρχετο εἰς τὰ ἀργυροπρατία καὶ ἐδείκνυεν αὐτοῖς χεῖρας ἀνδριάντων χρυσᾶς καὶ πόδας καὶ ἄλλα ζωδία, λέγων ὅτι" θησαυρὸν ἔχω γέμοντα τοιαῦτα ζωδία ὄβρυζα" 2. καὶ ἠπάτησε πολλοὺς καὶ ἐκόμωσε πολλὰ χρήματα· ᾧτινι παρώνυμον ἔθηκαν οἱ Ἀντιοχεῖς Βαγουλάν, ὅ ἐστι γοργὸς ἐπιθέτης. καὶ λαθὼν πάντας ἔφυγεν ἐν Κωνσταντινουπόλει καὶ ἐκόμωσε καὶ ἐκεῖ πολλοὺς ἀργυροπράτας, ὥστε γνωσθῆναι τῷ βασιλεῖ. καὶ συσχεθεὶς εἰσηνέχθη τῷ βασιλεῖ καὶ προσήνεγκεν αὐτῷ χαλινὸν χρυσοῦν ἵππου διὰ μαργαριτῶν σὺν τῷ
q.84
κουρκούμῳ αὐτοῦ. καὶ λαβὼν αὐτὸν ὁ βασιλεὺς Ἀναστάσιος λέγει αὐτῷ" ἐμὲ οὐ κομώνεις" 2 καὶ ἐξώρισεν αὐτὸν εἰς Πέτρας, καὶ ἐκεῖ τελευτᾷ. τέλος ἱστορίας Ἰωάννου τοῦ Μαλέλα. περὶ ἀρετῆς καὶ κακίας. Ἐκ τῆς ἱστορίας Ἰωάννου Ἀντιοχέως χρονικῆς ἀπὸ Ἀδάμδʹ περὶ ἀρετῆς καὶ κακίας. 1. (6, 6). Ὅτι τὸν Ἡρακλέα τὸν τῆς Ἀλκμήνης φιλόσοφονἱστοροῦσιν· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα. ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τοῦτ' ἔστιν νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος. καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετάς, τὸ μὴ ὀργίζεσθαι, μὴ φιλαργυρεῖν, μὴ φιληδονεῖν. διὰ γὰρ τοῦ ῥοπάλου τῆς καρτερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν† τῆς φαυλῆς ἐπιθυμίας, φιλοσοφήσας ἄχρι θανάτου. 2. (9). Ὅτι ἡ εἰδωλολατρεία ἤρξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσιν καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας καὶ τιμᾶσθαι ὡς εὐεργέτας. καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος, ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπουςπλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖνκαὶ ποιητὴν ἁπάντων μὴ γνωρίζειν θεόν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν ποταμῶν χώρας καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ εʹ καὶ οʹ ἔτει τῆς ἑαυτοῦ ζωῆς. εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη αυγʹ, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ἔτη γψμεʹ. ἐγένετο δὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν· καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. καθ' ὃν δὴ χρόνον ἀπώλοντο δύο πόλεις Σόδομά τε καὶ Γόμορα, θείου πυρὸς καταρραγέντος ἐπ' αὐτάς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. (16). Ὅτι Σαμψὼν παῖς Μανωὲ κριτὴς καὶ ἀνὴρ ἰσχυρός. ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνάστευσεν· ἐπειδὴ δὲ ὑπὸ Δαλιδᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. διὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις εἰπών" ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων." 2 καὶ ὁ μὲν οὕτω διεφθάρη, κρίνας τὸν λαὸν ἔτη κʹ. 4. (18, 1). Ὅτι Σαοὺλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο. ὅντινα ὁ Δαβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. 5. (18, 2). Ὅτι ὁ Δαβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ καὶ πάντας τοὺς πολεμίους ἐχειρώσατο. ὀλίγοις τέ τισι πταίσμασι τοῦ σώματος πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. καὶ ταῦτα μὲν μετανοίᾳ καὶ δάκρυσιν ἐθεράπευσεν. 6. (18, 3). Ὅτι Σολομῶν ὁ υἱὸς Δαβὶδ ὁ βασιλεὺς Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ δυνατὸς καὶ περιφανὴς ἦν. δικάζων τε τῷ λαῷ ἐν φρονήσει καὶ σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν, πείθεται δὲ ὑπ' αὐτῶν εἰδωλολάτρης γενέσθαι. διὸ προσέταξεν ὁ θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. 7. (21). Ὅτι Σθενέβοια ἡ Προίτου γυνὴ φιλήσασα τὸν Βελλεροφόντην καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν τούτου σωφροσύνην τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ,
q.85
ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. καὶ ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ τῷ πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ. ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. αἰσθόμενος δὲ ὁ Ἰοβάτης, ὅτι ψευδής ἐστιν ἡ κατ' αὐτοῦ κατηγορία, ἐφείσατο τοῦ Βελλεροφόντου. μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσεν. 8. (23). Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ ἔσχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμόν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσειτὴν Τροίαν. καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπετέλεσε. καὶ δεδωκὼς αὐτῷ δῶρα καὶ πρὸς τοὺς τοπάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. καὶ παραγενόμενος εἰς Σπάρτην ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ' αὐτοῦ τῇ Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. ὁ τοίνυν Μενέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶσθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἐλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ' αὐτοῦ. συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγόμεναι Πέλοπος καὶ Εὐρώπης. ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἐλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. λαβὼν οὖν αὐτὴν μετὰ χρημάτων λιτρῶν τʹ καὶ ἀργύρου πολλοῦ καὶ κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. καὶ ἔμεινεν ἄχρι τινὸς παρ' αὐτῷ, καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυλάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν Γορτύνῃ τῇ πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κατασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι. καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἐλένην. ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. ὡς δὲ οὐδὲν ἔδρα (ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτήν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο), ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχαςτῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ Δίκτυς. 9. (26). Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. διὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς ἐπέγνωσε τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ προσελθὼν οὐ παρώφθη. βασιλεύσας δὲ ἔτη εʹ καὶ νʹ μετήλλαξε τὸν βίον. 10. (36). Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος καὶ δι' αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἁλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις
q.86
ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο. σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι. 11. (41). Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν Δαρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησεν, Περσικήν τε στολὴνἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τʹ τε παλλακαῖςχρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγκέα† μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. 12. (43). Ὅτι Λούκιος Βαλέριος Ποπλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου ταφῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας παραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὴ καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. 13. (48). Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαϊκαῖς πολλάκις κεκοσμημένος. οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν τὸν αὐτοῦργόν τε ἀγαπᾶν [τε] βίον. ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε*** τὰ σύμβολα πρὸ ἑστιάσεως ἅμα τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶνἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χάρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν* δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον. 14. (50). Ὅτι Μάρκελλος καὶ Σκιπίων οἱ ὕπατοι μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν*** κατὰ τὸν αὐτὸν καιρὸν καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους πικρῶς ἠλευθέρωσαν. οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώραν ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι αὐτοί τε τῶν ὅπλων καταφρονήσαντες τοῖς οἰκέταις ταῦτα χειρίζειν ἐπέτρεψαν. ἐπειδὴ δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίαν κατῄσχυναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχεν διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὑποβαλόντες κατηνάλωσαν. 15. (51). Ὅτι καὶ Μάρκος Μινούκιος Ῥοῦφος καὶ Πόπλιος Κορνήλιος οἱ ὕπατοι Ἰστριανοῖς κακουργοῦσι τὰς σιταγωγοὺς Ῥωμαίων ὁλκάδας δίκην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες ὅπλοις. 16. (57). Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς καὶ ἱκανὸς ὤν. ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπών" ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;" 2 ἐπί τινος βασιλικοῦ θρόνου πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον δασμόν τε φέρειν βραχὺν καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον, ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων [ὅτι] Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ καὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ' αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων ἐθνῶν πρέσβεις εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. 17. (67). Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάιος Μάριος, ἕκτον γεγονὼς ὕπατος. ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτερισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν Ἑλλάδα κατειληφότος,
q.87
Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβεν, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν δὲ ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατηλασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. καὶ τὸν Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέησεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομένοις, παρῆκεν ἀπαθῆ. καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπάγει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν καὶ κρατεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως Σουλπίκιονμὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως***. 18. (68). Ὅτι ληξάντων τῶν ἐμφυλίων πολέμων φόνοι καὶ προγραφαὶ τῶν ἐπιφανῶν οἴκων διεδέξαντο τὴν Ῥώμην, ἐς πᾶν ἐπεξιόντος τοῦ Σύλλου τοῖς ἀντιστασιώταις, ὡς τὴν Μαρίου τελευτὴν οὐκ ἀπαλλαγὴν, ἀλλὰ μεταβολὴν τυραννίδος νομισθῆναι Ῥωμαίοις. τὰ μὲν γὰρ πρῶτα τοὺς ἐχθίστους οἱ τῶν πολιτῶν ἐκποδὼν ποιήσασθαι διεγνωκὼς διὰ πάσης ὠμότητος ἐπεξῄει τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν. τελευτῶν δὲ ἔστιν οὓς ἢ χρημάτων ἢ κτημάτων ἕνεκα ἐπ' ὠφελείᾳ τῶν ἑαυτοῦ φίλων διέφθειρεν. λέγεται γοῦν Κόϊντον ἄνδρα ἐπιφανῆ, ἐπιεικῆ τε καὶ σώφρονα, οὐδετέρας μὲν γεγονότα στάσεως, ἀδοκήτως δὲ ἐν τοῖς προγεγραμμένοις θεασάμενον ἑαυτόν" οἴμοι τάλας" 2 εἰπεῖν" διώκει με τὸ ἐν Ἀλβανοῖς χωρίον" 2. καὶ ὀρθῶς γε Σαλούστιος ὁ Ῥωμαῖος συγγραφεὺς ἔφη καλοῖς αὐτὸν ἐγχειρήμασιν κάκιστον ἐπενηνοχέναι τὸ τέλος. εἰ μὲν γὰρ τὴν Μαρίου καταβαλὼν δυναστείαν ἀνδρὸς ἀρχῆθέν τε χαλεποῦ καὶ ἐπιτείναντος ἐν τῇ ἐξουσίᾳ τὴν φύσιν παρέδωκε τῇ βουλῇ καὶ τῷ δήμῳ τὴν πολιτείαν, θαυμαστὸς ἂν ἦν· νῦν δὲ μέτριος τὰ πρῶτα καὶ πολιτικὸς φανεὶς καὶ δόξαν δημωφελοῦς ἡγεμόνος παρασχὼν ἐπειδὴ τῶν ἐναντίων ἐκράτησεν, αὐτὸς ἀντ' ἐκείνων ἦν. καὶ τυραννίδα φάσκων ἐλαύνειν ἐκ τῆς πόλεως ἑτέραν εἰσῆγε χαλεπωτέραν. δικτάτορα μὲν γὰρ ἀνεῖπεν ἑαυτόν· ἔμπληκτα δὲ καὶ ἀπάνθρωπα ἔς τε τοὺς πολίτας καὶ τοὺς ἄλλους ὑπηκόους ἐπὶ πολὺ διεπράττετο, οὐ μὴν ἀλλὰ οὕτω γε τῇ τύχῃ κατεπίστευσε πρὸς ἅπασαν αὐτῷ μεταβολὴν δεξιῶς ἑπομένῃ, ὥστε πολλοὺς μὲν ἀνῃρηκότα, καινότητα δὲ τοσαύτην εἰς τὴν πολιτείαν εἰσενεγκάμενον ἀποθέσθαι τὴν ἀνυπεύθυνον ἀρχὴν καὶ τὸν δῆμον αὖθις τῶν ὑπατικῶν ἀρχαιρεσίων ἀποφῆναι κύριον, καίτοι Λεπίδου παρελθεῖν εἰς τὴν ὑπατείαν διὰ τὴν Πομπηίου περὶ τὸν ἄνδρασπουδὴν προσδοκωμένου, ἀνδρὸς θρασυτάτου τε καὶ αὐτῷ μάλιστα πολεμίου. ἀλλ' ὅμως ἐν ἰδιώτου τάξει καὶ ἰσηγορίᾳ τοῖς πολλοῖς ἐντεῦθεν ἦν. ἀποδειχθέντος δὲ ὑπάτου Λεπίδου, χαίροντα τῷ γεγονότι τὸν Πομπήιον ἰδών" εὖγε" 2 ἔφη" τῆς σπουδῆς, ὦ νεανία, ὅτι καὶ Κατούλου πρότερον ἀνηγόρευσας Λέπιδον, τοῦ πάντων ἀρίστου τῶν πολιτῶν τὸν ἐμπληκτότατον· ὥρα μέντοι σοι σκοπεῖν, ὅπως ἰσχυρὸν γεγονότα καταγωνίσῃ τὸν ἀντίπαλον." 2 τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε. μετ' ὀλίγον γὰρ ἐξυβρίσας ἐς τὴν ἀρχὴν ὁ Λέπιδος πολέμιος κατέστη τοῖς περὶ τὸν Πομπήιον. Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβάλετο. τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. ὁ μὲν οὖν Σύλλας ἐπὶ τὴν εἰρημένην ἐλθὼν ἀρχὴν σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελθεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν πανηγυρίζουσι Ῥωμαῖοι, ὡς ἂν δι' αὐτῶν τοῖς* τῆς πόλεως ἱππεῦσι* διαχρήσηται. ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ἀπήντησεν. ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος πολλοὺς τῶν ἱππέων
q.88
διέφθειρεν. τούτων δὲ κατὰ τὴν πόλιν πραττομένων, ὁ Σύλλας βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυλίου ταραχῆς ἀποστῆσαι, διεσοφίσατο μηνύσεις τινὰς ἐκ τῶν πανταχόθεν ὑπηκόων, βαρβάρων ἐπιδρομὰς ἐπιφαινούσας. καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρατεύματα ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς τοῦ παντὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν. 19. (71). Ὅτι Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων καὶ τὸ ἦθος ποικίλος ἐπ' ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶνἐς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων ἐς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. ἐπῆρεν δὲ ἄρα τὸν Κατιλῖνον ἐς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας καὶ συνειδὸς ἐκθέσμων καὶ μυσαρῶν πράξεων. τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ἀρεστίλλης ἕνεκα γάμου διέφθειρεν, καὶ θυγατρὶ παρθένῳ συνελθών. δι' ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος οὐδὲ ἀναπαύων τὴν γνώμην. οὐ μὴν ἀλλὰ ὁ Κικέρων εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς ἀνευρεῖν ἱκανὸς γνῶναί τε τὸ μέλλον ὀξύτατος πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάλλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπουλίαν καὶ Τυρρηνίαν ἠθροικότα. οἱ δὲ κοινωνήσαντες αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον. 20. (75). Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτύσαι. τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι. πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. Οὗτοί γε μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. τοιαῦτα μὲν περὶ τὰς σφαγάς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινεν. καίτοι ταῖς τε γυναιξὶ τῶν ἀναιρουμένων τὰς προῖκας καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες ἀφῃροῦντο τὸ ὅλον, τῶν δὲ προσόδων τὸ ἥμισυ. καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. δεκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. ταῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. 21. (77). Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηΐῳ τῷ παιδὶ Πομπηΐου τόν τε Καίσαρα Ἰούλιον καὶ Ἀντώνιονἐν τῇ στρατηγίδι νηῒ παρασκευασαμένῳ τὸ δεῖπνον. τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας
q.89
ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῇ καί" βούλει" 2 φάναι" τὰς ἀγκύρας τῆς νηὸς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;" 2 τὸν δὲ Πομπήιον ἀποκρίνασθαι·" ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι, μὴ προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν." 2 22. (79). Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλὰ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λογισμοὺς ποιούμενος πᾶν ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προσετίθετο*. τοιοῦτος δή τις ὢν τοὺς ἄρχοντας, οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ καὶ τῷ δημοσίῳ εἰσφέροντας ἐκόλαζε λέγων·" κείρεσθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι." 2 οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντα* μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς γε ἑταίροις ὡς καὶ ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενοςκαὶ θύουσι συνεορτάζων νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ' ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρᾶσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας, πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασεν. τοιοῦτος οὖν τις ὢν αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυναῖκας ἅπαντα δι' αὐτῶν τὰ κοινὰ κατεμάνθανε καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλεν διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. Σεϊανόν τε ἄνδρα ὑπ' αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα αὐτοκράτορά τε ψηφισθέντα παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐπεκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες, ὡς καὶ διὰ τούτου αὖθις τὴν ἀνθρωπείαν ἀσθένειαν κατιδεῖν. Σεϊανὸς μὲν δὴ μέγιστον τῶν πρὸ αὐτοῦ δυνηθεὶς τοιοῦτον ἔσχε τέλος. φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο, ὡς τοσοῦτον ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ εἰς τὰς κατ' ἔθος ἀρχαιρεσίας διαρκεῖν. παρακαλούμενός τέ ποτε ὑπὸ τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατο· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος ἀπώλετο καὶ τῆς βασιλείας. οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπέστρεψεν. 23. (82). Ὅτι ὁ Γάϊος μιαρώτατός τις καὶ ἀνοσιώτατος ἐγένετο. καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανεν. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. ἐχρῶτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῷ τῶν ἀδελφῶν ἀποκυηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζεν.
q.90
τοιούτῳ τε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοσοῦτον*** τὰ τοῦ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ' ἐκεῖνα παρήνεγκαν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάϊος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν, πολλάκις καὶ αὐτὸς ἐνδεικνύμενος καὶ τὴν βουλὴν πρὸς ἀνάγκας μετακαλούμενος. εἰκοστὸν γὰρ δὴ καὶ εʹ ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνηλίου Ὀρέστου ἥρπασε θυγατέρα αὐτοῖς τοῖς γάμοις ἐγγεγυημένην Καλπουρνίῳ. πολλούς τε διὰ ταῦτα συκοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. αὖθις δὲ ταύτην ἐκποδὼν ποιησάμενος Λολλίαν Παυλῖναν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μεμνόνιον Ῥήγουλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις καὶ Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο καὶ τὰς ἐκείνου στήλας ἐς αὐτὸν μετερρύθμιζεν. ταῖς τε γὰρ βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου δὲ κεραυνὸς κατέπεσε, λίθον ἀντηκόντιζεν. 24. (85). Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει ἐν παιδείᾳ τε ἤσκητο, ὡς καὶ συγγράψαι τινά, τό τε σῶμα νοσώδης ἦν καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμων. ἐξ οὗ δὴ καὶ τῷ φρωνήματι ἐσφάλλετο. τοιοῦτός τε ὢν ὑπὸ τῶν δούλων καὶ τῶν γυναικῶν, αἷς συνεκάθευδεν, ἐκακύνετο. περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν ἀσφαλείᾳ* καὶ ἐν φόβῳ τραφείς. καὶ διὰ τοῦτο ἐπὶπλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ τοῦτο* καὶ αὐτὸς ὡμολόγησεν. καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ τῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ τῇ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσιν. πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. 25. (88). Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δοριαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ' αἵματος. καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ' ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. τὰς γοῦν δύο ἀδελφὰς διαβληθείσας ἀνεῖλεν αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλῖνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ' αὐτῆς πραττομένων οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ' αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπὰς πάντα τε ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, εἰς τὸ Ἄρειον πεδίον τοῦπλήθους συνελθόντος, ἀπὸ βήματός τινα* διατάξαι. οὐ μὴν ἀλλὰ καὶ αὐτή γε εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος παρελθοῦσα καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ' ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμβόλαια
q.91
πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοὺς κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. μεθ' ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. 26. (90). Ὅτι βασιλεύσαντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. καὶ μαθών, ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησεν καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ τὸν Πιλάτον σιδηροδεσμίους καὶ τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι" ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν· ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξεν." 2 καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισεν, τοὺς δὲ περὶ τὸν Ἄνναν ἀπέλυσεν. ὕστερον δὲ τὸν Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς κελεύσεως. καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύρωσεν, τὸν δὲ Παῦλον τῆς κεφαλῆς ἀπέτεμεν. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράττειν τε† τὰ τῆς ἀρχῆς ἐφ' ἧς ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μεταβέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δράμασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυτελείας καὶ ἐκδιαιτήσεως τὸν Καλλιγούλαν οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζόμενον. ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων καλῳδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κόχλου. εἰς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνήν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκριτῶν. ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυμαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχεν τοῖς θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ' ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζεν καὶ θηρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς ἐς τὸ θέατρον παρῄει. καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φορίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο· Αἰλία γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν οἱ διὰ γῆρας ἢ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες ᾖδον κατὰ χοροὺς ἱστάμενοι. ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ πρῶτον ψιλωθέντι καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνές, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ' ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκοτος. τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς δὲ Ῥώμης ἐξήλασεν, ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι βίον ἐγενέσθην. συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ
q.92
φαρμάκῳ διέφθειρεν, ὡς δεινὸν μὴ μόνον ὁρᾶσθαι, ἀλλὰ καὶ ἀκούεσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, δι' ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινεν. καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων. καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις ἐσθῆσι χρώμενος, τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας αἰσχύνων καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσιν μετὰ τῶν φίλων χρώμενος. ἡ δὲ Ἀγριππῖνα ἔς τε τὰ συνέδρια ἐφοίτα ταῖς τε πρεσβείαις ἐχρημάτιζεν καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσινἐπέστελλεν. ἀλλὰ ταῦτα μὲν ἡ Ἀγριππῖνα ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. τότε γὰρ καὶ τὴν μητέρα ἐφόνευσεν. αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβῖναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσιν τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκὼς τὴν μὲν Ἀγριππῖναν ἀφαιρεῖται τιμήν, Αὐγούσταν δὲ τὴν Σαβῖναν ἀποδείκνυσιν, ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. ἀλλ' ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. οὗ γενομένου ἔγνω τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης τήν τε ἐσθῆτα περιερρήξατο καὶ τὴν γαστέρα γυμνώσασα," παῖε" 2 ἔφη" ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκεν." 2 Καὶ τὰς περιττὰς μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας Δίωνος περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. 27. Ὅτι διὰ τὸ μῖσος τὸ πρὸς Νέρωνα πολλοὶ τὰς φλέβας ἀποτέμνοντες διεφθείροντο. 28. (94). Ὅτι Ὄθων ὁ μετὰ Γάλβαν βασιλεύσας, γένους ἀσήμου καὶ ἀφανοῦς ὢν καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος, ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονεν, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων. 29. (97). Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίανἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς ἐσιτοποιεῖτο καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὰ πολυτελῆ τῶν δημοσίων ἀπετρώγετο. δέκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ φʹ ἐς τὰ δεῖπνα δεδαπανηκέναι φασί, συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἀπερευγόμενός τε καὶ ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βέβιος γοῦν Κρίσπος διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου μάλα στωμύλως ἔφη·" εἰ μὴ ἐνενοσήκειν, ἀπωλόμην ἄν." 2 ἐς τόδε τὸ δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς διαμνημονεύεται· καθ' ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνεις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνος καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνεν. 30. (99). Ὅτι Βεσπασιανὸς οὕτως ἦν ἤπιος καὶ προσηνής, ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς. τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς διανοίας ταχέως ἀπεσείετο καὶ σκώμματα ῥητόρων, ὑφ' ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοινὸς καὶ δημοτικὸς ὢν ἀπεσκήνου μὲν ὡς τὰ πολλὰ τῶν βασιλέων. 31. (102). Ὅτι Τίτος Οὐεσπασιανοῦ υἱὸς ἀνὴρ ἦν πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ
q.93
προσαγορευθῆναι γένους. εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. 32. (103). Ὅτι ἐπεὶ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τίτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. 33. (106). Ὅτι Δομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλλιγούλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ προσεοικὼς τὸν τρόπον. μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσιν φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. ταχέως γοῦν τὸ πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς οὐχ ὑπέμενεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν*** ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. ἀπείχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ' ἐπὶ πάντας τοὺς ἀφ' αἵματος τὴν ἀνοσίαν ἤγαγεν δεξιάν, οὔτε θεοὺς ὁμογνίους οὔτε δίκην αἰδούμενος, ἀλλ' ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. 34. (111). Ὅτι Τραϊανὸς τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας παρέσχεν. οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. ὅθεν καὶ Τιβεριανὸς ἡγεμονεύων τοῦ πρώτου Παλαιστίνων ἔθνους ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστιανοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ' αὐτὸν ἀπηγόρευσε τοῦ τιμωρεῖσθαι τούτους. 35. (113). Ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων ἄριστα γλώττῃ χρώμενος· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. 36. (115). Ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραϊανὸς ἐνομίσθη παραπλήσιος. τόν τε γὰρ ἰδιώτην ὁ Ἀντωνῖνος ἄριστα καὶ ἐντιμότατα διετέλεσε βίον καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ σωφρονέστερος, οὐδενὶ τραχὺς οὐδὲ φορτικός, ἀλλὰ πρὸς ἅπαντας χρηστός τε καὶ ἤπιος ὤν. ἔν γε μὴν τοῖς πολεμικοῖς τὴν ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενος φυλάττειν σώους ἤπερ εἰς μέγεθος ἐκφέρειν τοὺς τῆς ἀρχῆς ἐγίνωσκεν ἄνδρας· ὡς ἔνι μάλιστα πλείστην τοῦ δικαίου ποιούμενος ἐπιμέλειαν, ταῖς τῶν δημοσίων ἐφιστὰς διοικήσεσιν, τοὺς μὲν ἀγαθοὺς τῶν ἡγεμόνων ταῖς παρ' αὐτοῦ τιμαῖς ἀμειβόμενος, τούς γε μὴν φαύλους δίχα τινὸς τραχύτητος τῶν κοινῶν ἀπελαύνων πραγμάτων. Οὔκουν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ' ἤδη καὶ πρὸς τῶν ἀλλοφύλων ἐθαυμάζετο, ὡς τῶν προσοίκων τινὰς βαρβάρων τὰ ὅπλα κατατιθεμένους ἐπιτρέποντάς τε τῷ βασιλεῖ τὰς δίκας διαλύεσθαι ταῖς ἐκείνου ψήφοις. αὐτὸς δὲ παρὰ τὸν ἰδιώτην βίον πολύ τι πλῆθος χρημάτων κεκτημένος ἐπειδὴ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουσίαν εἴς τε τῶν στρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωσε δωρεάς, τῶν δὲ δημοσίων θησαυρῶν πλῆθος παντοδαπῶν ἀπέλειπε χρημάτων· τήν τε τοῦ Εὐσεβοῦς ἐπίκλησιν πρῶτος ἁπάντων τῶν αὐτοκρατόρων ἐκ τῆς τοῦ ἤθους ἁπλότητος ἀπηνέγκατο. 37. (116). Ὅτι Μάρκος ἀνὴρ ὃν ἐκπλήττεσθαι σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον
q.94
βίον ὑποστησάμενος οὔτε κατὰ δέος οὔτε καθ' ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. ἐπῄνει δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς Στοᾶς καὶ ἦν ἄρα ἐκείνων μιμητὴς οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. οὕτω γοῦν ἐκ νέας κομιδῇ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον παῖδα ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξεν, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ βασιλείου γένους ἀλλοιωθείς. καὶ ἐπεὶ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενος καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθηπώποτε, ἀλλ' ἦν ἐλεύθερος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθός τε καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσιν. 38. (120). Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι Ἡρακλέα τε καὶ Διὸς υἱὸν ὀνομάζεσθαι· τούς τε μῆνας ἀφ' ἑαυτοῦ φέρειν τὴν προσηγορίαν προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβής, Εὐτυχής, Λούκιος, Αἴλιος, Αὐρήλιος. ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζόμενος. ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον συναγαγὼν δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γονάτων ὑφάσματα ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργάσατο. καθεύδων δὲ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρκίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν. 39. (123). Ὅτι Ἰουλιανὸς ὁ ὕπατος ὁ ὠνησάμενος τὴν βασιλείαν ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχήν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις ἐν καταφρονήσει αὐτὸν ἐποίει. 40. (125). Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοις τε ἀνέχων* ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. 41. (129). Ὅτι Σεβῆρος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ ἐλέγχους προσέφερεν· ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ [τε] ἢ γένει ὑπερέχοντας διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. 42. (132). Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαιφονίαις καὶ οἱ στρατιῶται τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν οὐκέτι κατ' οὐδὲν διεκρίνοντο. τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων ἀπεδήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβεν, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμμάχους παρ' αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. οὕτω τε καὶ ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ' αὐτῶν λεγόμενος***.
q.95
ἐπεὶ δὲ καὶ εἰς τὴν Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον· καὶ στεφάνοις κοσμήσας καὶ ἄνθεσιτὸν Ἀχιλλέα ἐμιμεῖτο. καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο καὶ διατρίψας χρόνον τινὰ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων ὡς οὔπω τις βασιλέων πρότερον. καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα τήν τε χλαμύδα, ἣν ἐφόρει, καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρεν παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ, ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ τὴν μητέρα ἀπέσκωψαν. ὀργίλος τε ὢν φύσει ὁ Ἀντωνῖνος ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γονεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδόν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ' ἧς εἶχε φρουρᾶς, τοὺς δὲ στρατιώτας ἐπαφῆκεν καὶ πᾶσαν τὴν ἐν μέσῳ νεολαίαν συνέκοψεν. οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. τοσοῦτος δὲ ἐγένετο φόνος, ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύο τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδυέντιον καὶ Μακρῖνον· ὁ μὲν γὰρ στρατιωτικός, ὁ δὲ λογικός. διὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον, ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον. 43. (137). Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκχευεν, ἐνδύμασί τε ξένοις χρώμενος καὶ ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαϊκὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο. ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε πείθειν τε ἐπειρᾶτο μεταμφιάσασθαι τὴν Ῥωμαϊκὴν στολὴν μέλλοντα εἰς τὴν πόλιν καὶ εἰς τὴν σύγκλητον ἐσελεύσεσθαι. ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὐτοῦ τῶν ἁμαρτημάτων) δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ φιλοτίμους τε ἐπιτελέσας θέας νεών τε μέγιστον κατασκευάσας ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. ὅμως δὲ καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν πλείστους ἀπέκτεινεν τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοὺς ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας αὐτός τε ἡνιόχει καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. ὡς δὲ ἐν τῷ ναῷ ἱδρύθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργου ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς ζῶά τε πάντα ὅσα ἥμερα πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπαγαῖς διεφθείροντο. αὐτὸς δ' ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι πείθει αὐτὸν θέσθαι υἱόν. 44. (138). Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγεμὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων διδασκάλους τε πάσης παιδείας λάθρα μετεπέμπετο παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις***. ἐφ' οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίνωσκε τούς τε διδασκάλους ἀπεσόβει. ἐς τοσοῦτον δὲ ἐξώκειλεν, ὡς δὴ πάντα τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν
q.96
ἐπὶ τὰς μεγίστας ἀρχὰς καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα· τῆς τε τῶν ἱππέων ὑποστάσεως προέστησεν ἡνίοχον τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχείριζεν. πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον, περιδεραίοις δὲ χρυσοῖς καὶ ἐσθῆσιν ἁπαλαῖς ἀνάνδρως κοσμούμενον. ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. 45. (140). Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ' ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. δικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾶον καὶ ἥμερον εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. ἐς τεσσαρεσκαιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. πολλὰ δὲ ἠναγκάζετο ὑπ' αὐτῆς πράττειν· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ. 46. (142). Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος· ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. φύσει δὲ ἦν τὸ ἦθος ὥσπερ καὶ τὸ γένος βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλεχθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ καὶ μηδὲν αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς. πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. τόν τε γὰρ Μάγνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν· εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μάχης. 47. (144). Ὅτι καὶ ἀποστάσεις ἐγίνοντο ἐπὶ Μαξιμίνου. ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν καὶ πρότερον οὕτω πεφυκυῖαν. ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος καὶ μέγιστος τὸ σῶμα. 48. (145). Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί· ἀνεσείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσίους μεταιτοῦντας· τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. καὶ ἐφ' ὅσον μὲν οὖν εἰς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελεν· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ εἰςεὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυτὸν μετήγαγε ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πόλεων καὶ εἴ τι καλλώπισμα ἦν ἐχωνεύετο (ὅπερ μάλιστα τοὺς δήμους ἐλύπει πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ ἐς χεῖρας ἐλθεῖν) ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. 49. (149). Ὅτι Δέκιος ὁ Ῥωμαίων βασιλεὺς Φιλίππου διάδοχος βασιλικῷ θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν ἠνάγκαζεν. 50. (155). Ὅτι Αὐρηλιανὸς ὁ βασιλεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος, ἀκάθεκτος δὲ περὶ τὴν γνώμην καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐζημίωσεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φονικὸς ὑπάρχων καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεύς, ἐν παντὶ δὲ
q.97
καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον διεχρήσατο. τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν. 51. (162). Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ' ἑαυτὸν παραδοὺς παρανάλωμα τῆς τρυφῆς ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων κατά τι προσκεκρουκέναι νομισθέντων αὐτῷ, βαρυνομένων δὲ πάντων ἐπὶ τῇπικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πράττοντος. 52. (165). Ὅτι Διοκλητιανὸς μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴγυπτον, οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρήσατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. ὅτε δὴ καὶ τὰ περὶ χημίας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μηδὲ χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. Διοκλητιανὸς μὲν ποικίλος τις καὶ πανοῦργος ἦν, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκάλυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων ἐπιβολαῖς καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. 53. (166). Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικός, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς καὶ τῷ Διοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑπουργὸς καθίστατο. 54. (168). Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπίκλησιν τῆς τε Ἰταλίας καὶ Λιβύης ἑκουσίως ἀπέστη τῷ συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς ἀλλ' ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων τὰς δὲ τῶν βασιλείων θησαυρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. βέλτιον γάρ οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπηκόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τῶν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ' ἡμέραν τοῦ βίου δίαιταν, ὡς μηδὲ κοῖλον ἄργυρον ἐς πλῆθος κεκτῆσθαι μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ' αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρόπος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον Διοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πραότητι. 55. (170). Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. διὸ δὴ τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλλεσθαι, μετ' ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασιν πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν, καίτοι τῆς φύσεως αὐτὸν καὶ τῶν, ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. οὐ γὰρ εἰπεῖν, ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶνπολεμικῶν ἔργων δόξαν μεταδιώκοντα καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείονι χρώμενον. οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν.
q.98
ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ ἰσχύος μνήμας ἀπέλειπεν. ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθερίοις μαθήμασιν καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. δίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. ὡς γὰρ δὴ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα καιρὸν παρεὶς οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀποφαίνειν τοὺς ἐπιτηδείους. 56. (172). Ὅτι Κώνστας ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου χρόνον τινὰ προὔστη τῆς ἡγεμονίας ὀρθῶς. τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς βαρύτατα κατηνέχθη μειονεκτήματα, δι' ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρατιώταις ἦν. 57. (172). Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν, ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος ὡς τὸ πολὺ καὶ εὐτυχέστατος τοῖς τε στρατιωτικοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδεμίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰν τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός γε μὴν ἐναντίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ πολιτικά, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώμενος. 58. (173). Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀναγορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς ἐμπειρίας τε καὶ τύχης ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενοςτὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς. 59. (175). Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας τε καὶ γυναῖκας. καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολάσεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 60. (175). Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιός τε καὶ γαληνὸς τὸν τρόπον καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μάλιστα πιστός· ἀπό τε τῆς τοῦ ἤθους πραότητος καὶ ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρισμένος. 61. (179). Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφεν καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. ταῦτα αὐτοῦ ἀσκοῦντος οἱ τῶν ἐπαρχιῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χριστιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. καὶ ὁ μὲν Ἰουλιανὸς κατ' ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν οὐχ ὁμοίως τότε διεγίνετο, ἀλλὰ πολλὰ τῶν πραττομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας μεταλαμβάνειν καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρατεύεσθαι. ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ' αὐτὸν βασιλεύσαντες. ἐπεὶ δὲ εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα· καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς ὡς εἰς αὐτὸν ἀποσκώψαντος ὑπὸ Σαλουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη. 62. (180). Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ παραβάτου Ἰουλιανοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν ἀνώρθωσέ τεαὐτό, εἰ μὴ εἰς ἐναντίωσιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐράνια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. πρὸς δὲ τοὺς φίλους μεγαλόφρων τε καὶ ἐλευθέριος πλὴν ὅσον οὐκ ἐξητασμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσιν
q.99
τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασιν, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦντος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ τῶν δασμῶν καθ' ὅσον ἠδύνατο καθῄρει μέτρα καὶ τὸ δημοτικὸν καὶ κοινὸν τοῦ ἤθους πρὸς ἅπαντας ὁμοίως τοὺς ὑπηκόους ἐξέφερεν, χρημάτων μὲν ἀθροίσεως ὀλίγα πεφροντικώς, δόξης τε ἐπιθυμητικῶς τε καὶ ἀκορέστως ἔχων, ὡς πολλάκις καὶ τὸ μέτρον ὑπερβαίνειν ταῖς ἐγχειρήσεσιν. ἐβέβλαπτο δὲ μόνον περὶ τὴν τοῦ σωτῆρος Χριστοῦ δόξαν ἐναντίως ἔχων καὶ ἐνιστάμενος τοῖς τὰ Χριστιανῶν μετιοῦσι δόγματα, οὐ μὴν ὥστε ὠμὸν ἢ φονικὸν ἐργάσασθαι πώποτε. συνελόντι δὲ εἰπεῖν Μάρκῳ Ἀντωνίνῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐσπούδαζεν. 63. (181). Ὅτι Ἰοβιανὸς ὁ βασιλεὺς Ῥωμαίων ὁ μετὰ Ἰουλινὸν ἄρξας τῇ τοῦ πατρὸς μᾶλλον ἤπερ τῇ οἰκείᾳ δόξῃ τοῖς περὶ τὸ στρατόπεδον ἔγνωστο. ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ εἰς Νίσιβιν πόλιν πολυάνθρωπον καὶ εὐδαίμονα δύο μόνων ἡμερῶν ἐνδιατρίψας αὐτῇ ὅσαπερ εἶχε χρήματα κατηνάλωσεν, τοῖς ἐν αὐτῇ κατοικοῦσιν μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· νυκτός τεὑπεχώρησε χαίρειν αὐτῇ πολλὰ φράσας, ὥσπερ ἐχθρῷ καὶ νεκρῷ σώματι μηδὲ δάκρυον ἐπισταλάξας, δι' ἣν αὐτός τε ἐσώθη καὶ τοὺς ὑπολειφθέντας ἐκ τῶν τοῦ πολέμου κινδύνων διέσωσεν· ἄνθρωπος οὐ δι' ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον τύχης προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. διόπερ καὶ τὴν Νισιβηνῶν πόλιν φεύγων, ὡς εἰπεῖν, ᾤχετο, ἀπολαῦσαι σπουδάζων τῷ συμβάντι αὐτῷ παρ' ἐλπίδα ἀξιώματι καὶ γίνεσθαι τῶν Ῥωμαϊκῶν ἐθνῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης· καὶ ἤλαυνεν ἐπὶ Συρίαν μετὰ τοῦ στρατοῦ παντός. οἱ δὲ Ἀντιοχεῖς οὐχ ἡδέως διέκειντο πρὸς αὐτόν, ἀλλ' ἀπέσκωπτον αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, μάλιστα μὲν διὰ τὴν τῆς Νισίβιος προδοσίαν, οὐχ ἥκιστα δὲ περὶ σφῶν αὐτῶν δεδιότες, μή ποτε καὶ αὐτοὺς πρόοιτο, ἀγαπήσας καὶ ἐν ὀλίγῳ μέρει τῆς Ῥωμαϊκῆς οἰκουμένης κρατεῖν· καθαπτόμενοι καὶ τῆς γυναικὸς αὐτοῦ διὰ τὴν τοῦ ἱεροῦ καταστροφήν. Ἀδριανὸς μὲν γὰρ ὁ βασιλεὺς εἰς ἀποθέωσιν καὶ τιμὴν τοῦ πατρὸς Τραϊανοῦ ἔκτισε μικρόν τινα καὶ χαριέστατον ναόν, ὃν Ἰουλιανὸς ὁ παραβάτης βιβλιοθήκην κατεσκεύασεν· ὃν σὺν τοῖς βιβλίοις Ἰοβιανὸς κατέκαυσεν. καὶ πολλὰ εἰς αὐτὸν εἰπόντων Ἀντιοχέων, ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιος παραγενόμενος ἔπαυσε τὴν στάσιν καὶ τὸν Ἰοβιανὸν μὴ βουλόμενον παρώρμησεν ὁδοιπορῆσαι, καὶ ταῦτα χειμῶνος ὄντος, ἐπὶ Κιλικίαν καὶ Γαλατίαν. καὶ Ἰοβιανὸς μὲν ἐν Δαδαστάνοις ἀφίκετο τὴν τοῦ Χριστοῦ δόξαν ἀνακηρύττων. 64. (181). Ὅτι Ἰοβιανὸς κατὰ τὴν ἡγεμονίαν κοινός τε καὶ ἐλευθέριος ἔδοξεν εἶναι. 65. (182). Ὅτι Οὐαλεντινιανὸς χριστιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν οὐδὲν τοὺς ἐναντίους ἠδίκει. ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρίαις* τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπί τε τοῖς πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Χριστιανῶν διωγμόν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις ἀναιρεῖσθαι, πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. καθ' ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος καὶ τῆς Κωνσταντινουπόλεως Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. 66. (185). Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτήν, αὐτίκα πρὸς τὴν ἑώαν Ῥώμην διέθει καὶ
q.100
καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος τοὺς μὲν ὑπ' ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργεσθαι Εὐνομιανούς, Φωτεινιανούς, Μανιχαίους. 67. (188). Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὀνωρίου Ῥουφῖνοκαὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι ἔδοξεν· δίκαι τε ἅπασαι πρὸς τοῦτο ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστονἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. ἑκάτερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει. 68. (189). Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανεν, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τοὺς τῆς δυνάμεως συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ' οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμβάνειν βουλόμενος προὔθηκεν, ἐπιτρέπων τούτους ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη τε εὐθέως τῆς ὠμότητος ἠκολούθει. μετ' οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου· ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τῆς κεφαλῆς ἀποτέμνεται. οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠμείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. 69. (191). Ὅτι Θεοδόσιος ὁ νέος διὰ τὴν ἄγαν τῆς ἡλικίας νεότητα οὐδὲ πρὸς τὸ φρονεῖν οὐδὲ πρὸς τὸ πολεμεῖν ἱκανὸς ἦν· ἀλλὰ μόνον ὑπογραφὰς τοῖς βουλομένοις παρεῖχε, μάλιστα τοῖς περὶ τὴν βασιλείαν εὐνούχοις. ἐξ ὧν ἅπαντες, ὡς εἰπεῖν, τὰς οὐσίας ἡρπάζοντο· οἱ μὲν γὰρ ἔτι ζῶντες ἐκληρονομοῦντο, οἱ δὲ τὰς γαμετὰς ἑτέροις παρέπεμπον καὶ τέκνων ἐστεροῦντο βιαίως, ἀντιλέγειν τοῖς τοῦ βασιλέως διατάγμασιν οὐ δυνάμενοι. ἐν τούτοις μὲν οὖν τὰ Ῥωμαίων ὑπῆρχε. 70. (192). Ὅτι Θεοδόσιος ὁ βασιλεὺς χαίρειν εἰπὼν τοῖς παιγνίοις ἐπὶ λόγους ἐλευθερίους μετέβαλε τὴν γνώμην, Παυλίνου τε καὶ Πλακίτου συναναγινωσκόντων αὐτῷ· οἷς καὶ ἀρχὰς καὶ ἐξουσίας ἐχαρίσατο μεγάλας. 71. (193). Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ' οὕτως γέγονε φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως, ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτόν, ἀλλὰ βασάνους προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι' ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς φόνων τε παντελῶς ἀπεχόμενος. καί ποτέ τινος τῶν ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, ἔφη" Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν." 2 εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνάκλησις τὸν ἐκείνου θάνατον προελάμβανεν. 72. (194). Ὅτι Θεοδόσιος τὴν ἀρχὴν παρὰ Ἀρκαδίου τοῦ πατρὸς διαδεξάμενος ἀπόλεμος ἦν καὶ δειλίᾳ συνέζη καὶ τὴν εἰρήνην χρήμασι καὶ οὐχ ὅπλοις ἐκτήσατο. καὶ ὑπὸ τοῖς εὐνούχοις πάντα ἔπραττεν. καὶ ἐς τοσοῦτον τὰ πράγματα ἀτοπίας φέρεσθαι οἱ εὐνοῦχοι παρεσκεύασαν, ὡς συνελόντι εἰπεῖν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι συνεχώρησαν, καίτοι ἀγαθῆς ὑπάρχοντα φύσεως· ἀλλ' ἐς νʹ ἐνιαυτοὺς συνελάσαντα βαναύσοις τέ τισι τέχναις καὶ θήραις προσκαρτερεῖν παρέπεισαν, ὥστε αὐτούς τε καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς
q.101
βασιλείας κράτος, ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. 73. (215). Ὅτι ὁ βασιλεὺς Ἀναστάσιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολιτείας ἀριστοκρατίαν μετέστησεν, τὰς μὲν ἀρχὰς ἁπάσας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν καὶ πρός γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς, ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. πρὸς δέ γε τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπραγμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις μετ' ὀλίγον διεδίδου τῷ τῆς εὐσεβείας τρόπῳ· καὶ ὧν ἐγύμνου πόλεων τοὺς ἐνοικοῦντας, τὰς οἰκοδομὰς ἀνενέου, ὡς καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶς κοσμῆσαι καὶ τρισὶ περιβαλεῖν στεφάνοις. 74. (216). Ὅτι ἐπὶ τοῦ Ἀναστασίου τοῦ βασιλέως δειναὶ ταῖς κατὰ Λιβύην πόλεσιν ἐπέσκηψαν θλίψεις ὑπὸ τῶν καλουμένων Μαζικῶν. ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου εἰς ἡγεμονίαν ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ· καὶ μετ' ἐκεῖνον αὖθις Βασιανῷ τῷ παιδί. ὁ δὲ οἷς ἔπραξε παντοίως τὰς τοῦ πρὸ αὐτοῦ ἄρξαντος ὑπερβαλόμενος ἀσελγείας ἔδωκε Λίβυσιν αἱρεῖσθαι τὰ πρότερα, καὶ ταῦτα τοῖς μὲν πενίας, τοῖς δὲ θανάτου μνήμην καταλείψαντα. οὕτως, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ' αἵματος καὶ ἁπλῶςτὴν Μαρίνου παρευτυχήσαντες εὔνοιαν τοῖς Λιβύων διαφερόντως καὶ Αἰγυπτίων ἐνεφορήθησαν κτήμασιν. 75. (219). Ὅτι εἶχε φίλην ὁ Φωκᾶς Καλλινίκην ἀπὸ προϊσταμένων. ὁ αὐτὸς Φωκᾶς ὑπῆρχεν αἱμοπότης. τέλος τῆς ἱστορίας Ἰωάννου μοναχοῦ. περὶ ἀρετῆς καὶ κακίας. Περὶ ἀρετῆς καὶ κακίας. εʹ. ἐκ τῆς ἱστορίας Διοδώρου Σικελιώτου. 1. (1, 58, 3). Ὅτι ὁ Σεσόωσις δοκεῖ πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσιν καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατ' Αἴγυπτον. 2. (1, 63, 1). Ὅτι μετὰ τὴν τελευτὴν Ῥέμφιδος ἑπτὰ βασιλεῖς ἐγένοντο ἐν Αἰγύπτῳ ἀργοὶ παντελῶς καὶ πρὸς ἄνεσιν καὶ τρυφὴν ἅπαντα πράττοντες. διόπερ οὐδὲ πρᾶξις αὐτῶν ἀναγέγραπται. 3. (1, 64, 9). Ὅτι Μυκερῖνος ὁ τὴν τρίτην πυραμίδα κατασκευάσας μισήσας τὴν τῶν προβασιλευσάντων ὠμότητα ἐζήλωσε βίον ἐπιεικῆ καὶ πρὸς τοὺς ἀρχομένους εὐεργετικὸς ἐγένετο. φασὶ δὲ αὐτὸν ποιεῖν συνεχῶς ἄλλα τε πλείω, δι' ὧν ἦν μάλιστα δυνατὸν ἐκκαλεῖσθαι τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν. 4. (2, 21, 1). Ὅτι Νινύας ὁ τῆς Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν βασιλείαν ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ' οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων· ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναιτέλος τὸ πάσαις ταῖς ἡδοναῖς χρῆσθαι ἀνεπικαλύπτως. πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ' ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου· καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΟΛΙΤΙΚΩΝ ΔΙΟΙΚΗΣΕΩΣ. 5. (2, 22, 3). Ὅτι τὸν Μέμνονα τὸν Ἀσσυρίων στρατηγὸν τὸν πεμφθέντα εἰς τὴν Τροίαν φασὶ τὴν ἡλικίαν ἀκμάζοντα διαφέρειν ἀνδρείᾳ τε καὶ ψυχῆς λαμπρότητι. 6. (2, 23, 1). Ὅτι Σαρδανάπαλλος πάντας τοὺς πρὸ αὑτοῦ βασιλεῖς ὑπερῆρε τρυφῇ καὶ ῥᾳθυμίᾳ. χωρὶς γὰρ τοῦ μηδὲ ὑφ' ἑνὸς τῶν ἔξωθεν ὁρᾶσθαι βίον ἔζησε γυναικώδη. καὶ διαιτώμενος μετὰ τῶν παλλακίδων, πορφύραν δὲ καὶ τὰ μαλακώτατα τῶν ἐρίων ταλασιουργῶν στολὴν μὲν γυναικείαν ἐνεδεδύκει, τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα ψιμυθίοις καὶ τοῖς ἄλλοις τοῖς τῶν ἑταιρῶν ἐπιτηδεύμασιν ἁπαλώτερον πάσης γυναικὸς τρυφερᾶς κατεσκεύαστο. ἐπετήδευσε δὲ καὶ τὴν φωνὴν ἔχειν γυναικώδη καὶ κατὰ τοὺς πότους οὐ μόνον βρωτῶν καὶ ποτῶν τῶν δυναμένων μάλιστα τὰς ἡδονὰς παρέχεσθαι συνεχῶς ἀπολαύειν, ἀλλὰ καὶ τὰς ἀφροδισιακὰς τέρψεις μεταδιώκειν ἀνδρὸς ἅμα καὶ
q.102
γυναικός· ἐδεῖτο* γὰρ ταῖς ἐπ' ἀμφότερα συνουσίαις ἀνέδην, τῆς ἐκ τῆς πράξεως αἰσχύνης οὐδὲν ὅλως φροντίζων. ἐπὶ τοσοῦτον δὲ προήχθη τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς ἀκρασίας, ὥστε ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπ' ἐκείνου βαρβαρικῶς, μεθερμηνευθὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος· ταῦτ' ἔχω ὅσσ' ἔφαγόν τε καὶ ἔπιον καὶ μετ' ἐρώτων. καὶ τὰ ἑξῆς. ΖΗΤΕΙ ΕΝ ΤΟΙΣ ΕΠΙΓΡΑΜΜΑΣΙ. 7. (3, 67, 3). Ὅτι Θάμυριν τὸν Λίνου μαθητὴν φύσει διαφόρῳ κεχορηγημένον ἐκπονῆσαι τὰ περὶ τὴν μουσικὴν καὶ κατὰ τὴν ἐν τῷ μελῳδεῖν ὑπεροχὴν φάσκειν ἑαυτὸν τῶν Μουσῶν ἐμμελέστερον ᾄδειν. διὸ καὶ τὰς θεὰς αὐτῷ χολωθείσας τήν τε μουσικὴν ἀφελέσθαι καὶ πηρῶσαι, καθάπερ τὸν Ὅμηρον τούτοις προσμαρτυρεῖν λέγοντα ἔνθα τε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, καὶ ἔτι αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν. 8. (4, 12, 7). Ὅτι Ἡρακλῆς διαφερόντως ἐθαυμάσθη· Ὅμαδοςμὲν γὰρ ὁ κένταυρος ἐν Ἀρκαδίᾳ τὴν Εὐρυσθέως ἀδελφὴν Ἀλκηνόνην* βιασάμενος ἀνῃρέθη, ἐφ' ᾧ συνέβη θαυμασθῆναι Ἡρακλέα· τὸν μὲν γὰρ ἐχθρὸν κατ' ἰδίαν ἐμίσησεν, τὴν δὲ ὑβριζομένην ἐλεῶν ἐπιεικείᾳ διαφέρειν ὑπελάμβανεν. 9. (4, 25, 2). Ὅτι Ὀρφεὺς Οἰάγρου ἦν υἱός, Θρᾷξ δὲ τὸ γένος, παιδείᾳ καὶ μελῳδίᾳ καὶ ποιήσει πολὺ προέχων. ἐπὶ τοσοῦτο δὲ προέβη δόξῃ, ὥστε δοκεῖν τῇ μελῳδίᾳ θέλγειν τὰ θηρία καὶ τὰ δένδρη. περὶ δὲ παιδείαν ἀσχοληθεὶς καὶ τὰ περὶ τῆς θεολογίας μυθολογούμενα καλῶς ἐκμαθὼν ἀπεδήμησεν εἰς τὴν Αἴγυπτον κἀκεῖ πολλὰ προσεπιμαθὼν μέγιστος ἐγένετο τῶν Ἑλλήνων ἔν τε ταῖς τελεταῖς καὶ θεολογίαις καὶ ποιήμασι καὶ μελῳδίαις. συνεστρατεύσατο δὲ τοῖς Ἀργοναύταις. 10. (4, 44, 3). Ὅτι οἱ Φινεῖδαι δεσμοῖς καὶ μάστιξι παρὰ τῆς μητρυᾶς καθυποβληθέντες, καὶ τοῦ Φινέως τελευτήσαντος καὶ βουλομένων αὐτῶν μετ' αἰκίας τὴν μητρυὰν ἀποκτεῖναι, πεῖσαι τῆς μὲν τιμωρίας ἀποστῆναι, πρὸς δὲ τὸν πατέρα πέμψαντας εἰς τὴν Σκυθίαν ἐκεῖνον παρακαλέσαι τῶν εἰς αὐτοὺς ἀνομημάτων λαβεῖν κόλασιν. οὗ γενηθέντος τὸν μὲν Σκύθην τῆς θυγατρὸςκαταγνῶναι θάνατον, τοὺς δὲ ἐκ τῆς Κλεοπάτρας υἱοὺς ἀπενέγκασθαι παρὰ τοῖς Θρᾳξὶ δόξαν ἐπιεικείας. 11. (4, 46, 1). Ὅτι τὴν Μήδειάν φασι μαθεῖν παρὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς ἁπάσας τὰς τῶν φαρμάκων δυνάμεις, προαιρέσει δ' ἐναντιωτάτῃ χρῆσθαι· διατελεῖν γὰρ τοὺς καταπλέοντας τῶν ξένων ἐξαιρουμένην ἐκ τῶν κινδύνων. καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελλόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δ' αὐτὴν τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυχούντων σωτηρίας. ὑποπτεύσαντα δὲ Αἰήτην τὸν πατέρα αὐτῆς τὴν ἐκ ταύτης ἐπιβουλὴν εἰς τὴν ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν· ἡ δὲ διαδράσασα κατέφυγεν εἴς τι τέμενος. καθ' ὃν δὴ χρόνον ταύτῃ περιτυχόντες οἱ Ἀργοναῦται, Ἰάσων ἔσχεν αὐτὴν σύνοικον καὶ σύμβιον. 12. (5, 7, 7). Ὅτι Αἰόλον τὸν Ἱππότου, πρὸς ὃν μυθολογοῦσι τὸν Ὀδυσσέα κατὰ πλάνην ἀφικέσθαι, φασὶ γενέσθαι εὐσεβῆ καὶ δίκαιον, ἔτι δὲ πρὸς τοὺς ξένους φιλάνθρωπον. καὶ τοῖς υἱοῖς αὐτοῦ ὑπήκουον οἱ Σικελιῶται διὰ τὴν τοῦ πατρὸς διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν. πάντες δὲ οἱ υἱοὶ αὐτοῦ μιμησάμενοι τὴν τοῦ πατρὸς εὐσέβειαν καὶ δικαιοσύνην μεγάλης τιμῆς παρὰ πάντων ἐτύγχανον. 13. (5, 14, 1). Ὅτι οἱ ἐν Κύρνῳ τῇ νήσῳ τὰ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως καὶ ἐν ταῖς ἐν τῷ βίῳ κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δίκαιον πράττειν. 14. (5, 66, 6). Ὅτι διὰ τὴν ὑπερβολὴν τῆς εὐνομίας τῆς ἐπὶ τοῦ Κρόνου ἀδίκημα μὲν μηδ' ὅλως ὑπὸ μηδενὸς συντελεσθῆναι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν αὐτοῦ τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας. 15. (5, 76, 4). Ὅτι παραδέδοται ὁ Μίνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλωκέναι. 16. (5, 79, 1). Ὅτι τὸν Ῥαδάμανθύν φασι τὰς κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λησταῖς καὶ ἀσεβέσι
q.103
καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐνηνοχέναι τιμωρίαν. κατακτήσασθαι δὲ καὶ χώραν πολλήν, πάντων ἑκουσίως παραδιδόντων ἑαυτοὺς διὰ τὴν δικαιοσύνην. 17. (5, 79, 2). Ὅτι διὰ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης μεμυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθ' Ἅιδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονηρούς. τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα δικαιοσύνης πεφροντικότα. 18. (6, 6, 1). Ὅτι παραδέδονται Κάστωρ καὶ Πολυδεύκης, οἱ καὶ Διόσκουροι, πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν καὶ συστρατεῦσαι τοῖς Ἀργοναύταις ἐπιφανέστατα· πολλοῖς δὲ δεομένοις ἐπικουρίας βεβοηθηκέναι. καθόλου δὲ ἐπ' ἀνδρείᾳ καὶ δικαιοσύνῃ, πρὸς δὲ τούτοις στρατηγίᾳ καὶ εὐσεβείᾳ παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἔσχον δόξαν, ἐπιφανεῖς βοηθοὶ τοῖς παρὰ λόγον κινδυνεύουσι γινόμενοι. διὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀρετῆς Διὸς υἱοὺς νενομίσθαι καὶ ἐξ ἀνθρώπων μεταστάντας τιμῶν τυχεῖν ἀθανάτων. 19. (6, 6, 2). Ὅτι Ἐπωπεὺς βασιλεὺς Σικυῶνος τοὺς θεοὺς εἰς μάχην προκαλούμενος τὰ τεμένη καὶ τοὺς βωμοὺς αὐτῶν ἐλυμαίνετο. 20. (6, 6, 3). Φασὶ τὸν Σίσυφον πανουργίᾳ καὶ φιλοτεχνίᾳ διενεγκεῖν τῶν ἄλλων καὶ διὰ τῆς ἱεροσκοπίας ἅπαντα εὑρίσκειν καὶ προλέγειν τοῖς ἀνθρώποις. 21. (6, 6, 4). Ὅτι ὁ Σαλμωνεὺς ἀσεβὴς καὶ ὑπερήφανος ἦν καὶ τὸ θεῖον διέσυρε, τὰς δὲ αὑτοῦ πράξεις ὑπερέχειν τῶν τοῦ Διὸς ἀπεφαίνετο· διὸ καὶ κατασκευάζων διά τινος μηχανῆς ψόφον ἐξαίσιον καὶ μιμούμενον τὰς βροντὰς ἐβρόντα καὶ οὔτε θυσίας οὔτε πανηγύρεις ἐτέλει. 22. (6, 6, 5). Ὅτι ὁ αὐτὸς Σαλμωνεὺς ἔσχεν θυγατέρα Τυρώ, ἥτις διὰ τὴν λευκότητα καὶ τὴν τοῦ σώματος μαλακότητα ταύτης τῆς προσηγορίας ἔτυχεν. 23. (6, 8, 1). Ὅτι Ἄδμητος ἐπὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ διενέγκας προσφιλὴς θεοῖς ἐγένετο· ἐπὶ τοσοῦτο δὲ δι' ἀρετὴν τιμηθῆναι, ὥστε τὸν Ἀπόλλωνα προσκόψαντα Διὶ δοθῆναι θητεύειν παρὰ τὸν Ἄδμητον. φασὶ δὲ καὶ Ἄλκηστιν τὴν Πελίου θυγατέρα μόνην τῆς κατὰ τὸν πατέρα ἀσεβείας οὐ μετασχοῦσαν δοθῆναι γυναῖκα δι' εὐσέβειαν Ἀδμήτῳ. 24. (6, 8, 2). Ὅτι Μελάμπους εὐσεβείᾳ διενεγκὼν φίλος ἐγένετο Ἀπόλλωνος. 25. (7, 4, 1). Ὅτι τῆς Τροίας ἁλούσης Αἰνείας μετά τινων καταλαβόμενος μέρος τῆς πόλεως τοὺς ἐπιόντας ἠμύνετο. τῶν δὲ Ἑλλήνων ὑποσπόνδους τούτους ἀφέντων καὶ συγχωρησάντων ἑκάστῳ λαβεῖν ὅσα δύναιτο τῶν ἰδίων, οἱ μὲν ἄλλοι πάντες ἄργυρον ἢ χρυσὸν ἤ τινα τῆς ἄλλης πολυτελείας ἔλαβον, Αἰνείας δὲ τὸν πατέρα γεγηρακότα τελείως ἀράμενος ἐπὶ τοὺς ὤμους ἐξήνεγκεν. ἐφ' ᾧ θαυμασθεὶς ὑπὸ τῶν Ἑλλήνων ἔλαβεν ἐξουσίαν πάλιν ὃ βούλοιτο τῶν οἴκοθεν ἐκλέξασθαι. ἀνελομένου δὲ αὐτοῦ τὰ ἱερὰ τὰ πατρῷα, πολὺ μᾶλλον ἐπαινεθῆναι συνέβη τὴν ἀρετήν, καίπερ ὑπὸ πολεμίων ἐπισημασίας τυγχάνουσαν. ἐφαίνετο γὰρ ὁ ἀνὴρ ἐν τοῖς μεγίστοις κινδύνοις πλείστην φροντίδα πεποιημένος τῆς τε πρὸς γονεῖς ὁσιότητος καὶ τῆς πρὸς θεοὺς εὐσεβείας. διόπερ φασὶν αὐτῷ συγχωρηθῆναι μετὰ τῶν ὑπολειφθέντων Τρώων ἐκχωρῆσαι τῆς Τρωάδος μετὰ πάσης ἀσφαλείας καὶ ὅπου βούλεται. 26. (7, 7, 1). Ὅτι Ῥωμύλος Σιλούιος παρ' ὅλον τὸν βίον ὑπερήφανος γενόμενος ἡμιλλᾶτο πρὸς τὸν θεόν. βροντῶντος γὰρ αὐτοῦ κελεύειν τοὺς στρατιώτας ταῖς σπάθαις τύπτειν τὰς ἀσπίδαςὑφ' ἑνὸς συνθήματος καὶ λέγειν, ὡς ὁ παρ' ἑαυτῶν γινόμενος ψόφος εἴη μείζων. διὸ κεραυνωθῆναι. 27. (7, 10, 1). Ὅτι ἐγένετο τύραννος κατὰ τὴν Κύμην τὴν πόλιν ὄνομα Μάλακος, ὃς εὐδοκιμῶν παρὰ τοῖς πλήθεσι καὶ τοὺς δυνατωτάτους ἀεὶ διαβάλλων περιεποιήσατο τὴν δυναστείαν. καὶ τοὺς μὲν εὐπορωτάτους τῶν πολιτῶν ἀπέσφαζεν, τὰς δὲ οὐσίας ἀναλαβὼν μισθοφόρους ἔτρεφεν καὶ φοβερὸς ἦν τοῖς Κυμαίοις. 28. (7, 12, 1). Ὅτι τηλικοῦτον περὶ τὸν Λυκοῦργον ἦν τῆς ἀρετῆς τὸ μέγεθος, ὥστε παραγενηθέντος εἰς Δελφοὺς αὐτοῦ τὴν Πυθίαν ἀποφθέγξασθαι ἔπη τάδε. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΓΝΩΜΩΝ. 29. (7, 12, 8). Ὅτι οἱ Λακεδαιμόνιοι χρησάμενοι τοῖς τοῦ Λυκούργου νόμοις ἐκ ταπεινῶν δυνατώτατοι ἐγένοντο τῶν Ἑλλήνων, τὴν δὲ ἡγεμονίαν διεφύλαξαν ἐπὶ ἔτη πλείω τῶν υʹ. μετὰ δὲ
q.104
ταῦτα ἐκ τοῦ κατ' ὀλίγον καταλύοντες ἕκαστον τῶν νομίμων καὶ πρὸς τρυφὴν καὶ ῥᾳθυμίαν ἀποκλίνοντες ἔτι δὲ διαφθαρέντες νομίσματι χρῆσθαι καὶ πλούτους ἀθροίζειν ἀπέβαλον τὴν ἡγεμονίαν. 30. (8, 1, 1). Ὅτι τῶν Ἠλείων πολυανδρουμένων καὶ νομίμως πολιτευομένων ὑφορᾶσθαι τοὺς Λακεδαιμονίους τὴν τούτων αὔξησιν, συγκατασκευάσαι τὸν κοινὸν βίον, ἵν' εἰρήνης ἀπολαύοντες μηδεμίαν ἔχωσιν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων. καὶ καθιέρωσαν αὐτοὺς τῷ θεῷ, συγχωρησάντων σχεδὸν ἁπάντων τῶν Ἑλλήνων. καὶ οὔτε ἐπὶ τῆς Ξέρξου στρατείας συνεστράτευσαν, ἀλλὰ ἀφείθησαν διὰ τὸ ἐπιμελεῖσθαι τῆς τοῦ θεοῦ τιμῆς, ἔτι δὲ καὶκατ' ἰδίαν ἐν τοῖς τῶν Ἑλλήνων ἐμφυλίοις πολέμοις οὐδεὶς αὐτοὺς παρηνώχλει διὰ τὸ πάντας τὴν χώραν καὶ τὴν πόλιν σπεύδειν ἱερὰν καὶ ἄσυλον φυλάττειν. ὕστερον δὲ πολλαῖς γενεαῖς καὶ στρατεῦσαι τούτους καὶ ἰδίᾳ πολέμους ἐπανελέσθαι. 31. (8, 4, 1). Ὅτι τούτων ἐκτεθέντων, ἐπειδὴ τοῦ χρόνου προϊόντος ἠνδρώθησαν, πολὺ διέφερον τῶν ἄλλων κάλλει καὶ ῥώμῃ. διὸ καὶ πᾶσι τοῖς ποιμνίοις ἀσφάλειαν παρείχοντο, ῥᾳδίως τοὺς ληστεύειν εἰωθότας ἀποκρουόμενοι καὶ πολλοὺς μὲν ἀναιροῦντες τῶν ἐπιθεμένων, ἐνίους δὲ καὶ ζῶντας συλλαμβάνοντες. χωρὶς δὲ τῆς ἐν τούτῳ φιλοτιμίας ὑπῆρχον ἅπασι τοῖς πλησίον νομεῦσι προσφιλεῖς, ταῖς τε ὁμιλίαις συνόντες καὶ τὸν ἑαυτῶν τρόπον μέτριον καὶ κοινὸν τοῖς δεομένοις ἀναδεικνύντες. διὸ καὶ τῆς πάντων ἀσφαλείας ἐν τούτοις κειμένης, οἱ πλεῖστοι τούτοις ὑπετάττοντο καὶ τὸ παραγγελλόμενον ἐποίουν, συντρέχοντες εἰς οὓς προστάξαιεν τόπους. 32. (8, 7, 1). Ὅτι Πολυχάρη Μεσσήνιον πλούτῳ καὶ γένει διαφέροντα συνθέσθαι μεθὼν* κοινωνίαν πρὸς Εὔαιφνον Σπαρτιάτην. ὃν εἰς ἐπιμέλειαν καὶ φυλακὴν παραλαβόντα τάς τε ἀγέλας καὶ τοὺς νομεῖς ἐπιχειρῆσαι μὲν πλεονεκτεῖν, καταφανῆ δὲ γενέσθαι. πωλήσαντα γὰρ ἐμπόροις τῶν τε βοῶν καὶ τῶν νομέων τινὰς ἐπ' ἐξαγωγῇ προσποιηθῆναι τὴν ἀπώλειαν αὐτῶν ὑπὸ ληστῶν γεγονέναι βιαίως. τοὺς δὲ ἐμπόρους εἰς Σικελίαν πλέοντας κομίζεσθαι παρὰ τὴν Πελοπόννησον. γενομένου δὲ χειμῶνος προσορμισθῆναι τῇ γῇ, καὶ τοὺς νομεῖς νυκτὸς ἀποβάντας διαδρᾶναι τῇ τῶν τόπων ἐμπειρίᾳ πιστεύσαντας. παραγενηθέντων δὲ αὐτῶν εἰς Μεσσήνην καὶ τῷ κυρίῳ πᾶσαν τὴν ἀλήθειαν εἰπόντων, τὸν Πολυχάρη τούτους μὲν κρύψαι, τὸν δὲ κοινωνὸν ἐκ τῆς Σπάρτης μεταπέμψασθαι. διαβεβαιουμένου δὲ αὐτοῦ καὶ λέγοντος τῶν νομέων τοὺς μὲν ὑπὸ ληστῶν ἀφηρπάσθαι, τοὺς δὲ τετελευτηκέναι, τὸν [δὲ] Πολυχάρη προάγειν τοὺς ἄνδρας. οὓς ἰδόντα τὸν Εὔαιφνον καταπλαγῆναι καὶ φανερῶς ἐλεγχόμενον τραπῆναι πρὸςδέησιν καὶ τάς τε βοῦς ἀποκαταστήσειν ἐπαγγελέσθαι καὶ πᾶσαν προέσθαι φωνὴν εἰς τὸ σωθῆναι. τὸν δὲ Πολυχάρη ἐντραπέντα τὴν ξενίαν κρύψαι τὴν πρᾶξιν καὶ τὸν υἱὸν συναποστεῖλαι τῷ Σπαρτιάτῃ πρὸς τὸ τυχεῖν τῶν δικαίων. Εὔαιφνον δὲ καὶ τῶν ἐπαγγελιῶν ἐπιλαθέσθαι, τὸν δὲ εἰς Σπάρτην συνεκπεμφθέντα νεανίσκον ἀνελεῖν. οὗ συντελεσθέντος τὸν Πολυχάρη ὡς ἐπὶ τηλικούτοις ἀνομήμασιν ἀγανακτεῖν καὶ τὸν αἴτιον ἐξαιτεῖν. τοὺς δὲ Λακεδαιμονίους τούτῳ μὴ προσέχειν, τὸν δὲ υἱὸν Εὐαίφνου μετ' ἐπιστολῆς εἰς Μεσσήνην ἀποστεῖλαι δηλοῦντα διότι" Πολυχάρης εἰς Σπάρτην κατηγορείτω περὶ ὧν ἔπαθεν ἐπί τε τῶν ἐφόρων καὶ τῶν βασιλέων." 2 τὸν δὲ Πολυχάρη τυχόντα τῶν ἴσων τόν τε νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. 33. (8, 10, 1). Ὅτι Ἀρχίας ὁ Κορίνθιος ἐραστὴς ὢν Ἀκταίωνος τὸ μὲν πρῶτον προσέπεμπέ τινα τῷ παιδί, θαυμαστὰς ἐπαγγελίας ποιούμενος. οὐ δυνάμενος δ' αὐτὸν ἀναλαβεῖν παρὰ τὴν τοῦ πατρὸς καλοκἀγαθίαν καὶ τὴν αὐτοῦ τοῦ παιδὸς σωφροσύνην ἤθροισε τῶν συνήθων τοὺς πλείστους, ὡς βιασόμενος τὸν ἐν χάριτι καὶ δεήσει μὴ ὑπακούοντα. τέλος δὲ μεθυσθεὶς μετὰ τῶν συμπαρακληθέντων ἐπὶ τοσοῦτον ἀνοίας προέπεσεν ὑπὸ τοῦ πάθους, ὥστε εἰς τὴν οἰκίαν ἐμπεσὼν τοῦ Μελίσσου τὸν παῖδα βιαίως ἀπήγαγεν. ἀντεχομένου δὲ τοῦ πατρὸς καὶ τῶν ἄλλων τῶν κατὰ τὴν οἰκίαν, παρ' ἀμφοτέροις
q.105
φιλοτιμίας βιαιοτέρας γενομένης ἔλαθεν ὁ παῖς ἐν ταῖς χερσὶ τῶν ἀντεχομένων ἀφεὶς τὴν ψυχήν, ὥστε τὸ παράδοξον τῆς πράξεως ἀναλογιζομένους ἐλεεῖν ἅμα τὴν τοῦ παθόντος συμφορὰν καὶ θαυμάζειν τὴν τῆς τύχης περιπέτειαν· ᾧ γὰρ ὁ παῖς τῆς αὐτῆς ἐκείνης ἔτυχε προσηγορίας, τούτῳ τὴν ὁμοίαν τοῦ βίου καταστροφὴν ἔσχεν, ἑκατέρων ὑπὸ τῶνμάλιστα ἂν βοηθησόντων τοῦ ζῆν παραπλησίῳ τρόπῳ στερηθέντων. 34. (8, 11, 1). Ὅτι Ἀγαθοκλῆς ἐπιστάτης αἱρεθεὶς τῆς περὶ τὸν νεὼν τῆς Ἀθηνᾶς οἰκοδομίας τοὺς καλλίστους τῶν τεμνομένων λίθων ἐπιλεγόμενος τὴν μὲν δαπάνην ἐκ τῆς ἰδίας οὐσίας ἐποιεῖτο, τοῖς δὲ λίθοις καταχρησάμενος οἰκίαν ᾠκοδόμησε πολυτελῆ. ἐφ' οἷς φασιν ἐπιφανῆναι τὸ δαιμόνιον· κεραυνωθέντα γὰρ τὸν Ἀγαθοκλέα μετὰ τῆς οἰκίας καταφλεχθῆναι. οἱ δὲ γεωμόροι ἔκριναν τὴν οὐσίαν αὐτοῦ δημοσίαν εἶναι, καίπερ τῶν κληρονόμων δεικνυόντων μηδὲν εἰληφότα τῶν ἱερῶν ἢ δημοσίων χρημάτων. τὴν δὲ οἰκίαν καθιερώσαντες ἄβατον τοῖς εἰσιοῦσιν ἐποίησαν, ὡς ἔτι καὶ νῦν ὀνομάζεται Ἐμβρονταῖον. 35. (8, 14). Ὅτι Πομπίλιος ὁ Ῥωμαίων βασιλεὺς πάντα τὸν τοῦ ζῆν χρόνον ἐν εἰρήνῃ διετέλεσεν. λέγουσι δέ τινες ἀκουστὴν γενόμενον Πυθαγόρου παρ' ἐκείνου λαβεῖν τά τε περὶ θεῶν νομοθετήματα καὶ πολλὰ διδαχθῆναι, δι' ὧν ἐπιφανὴς ἀνὴρ ἐγένετο καὶ βασιλεὺς ᾑρέθη μετάπεμπτος. 36. (8, 16). Ὅτι Δηιόκης ὁ Μήδων βασιλεὺς πολλῶν ἀνομημάτων γενομένων ἤσκει δικαιοσύνην καὶ ἄλλας ἀρετάς. 37. (8, 18, 1). Ὅτι οἱ Συβαρῖται γαστρίδουλοί εἰσι καὶ τρυφηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ' αὐτοῖς τρυφῆς, ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴωνας καὶ Τυῤῥηνούς, ὅτι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. 38. (8, 19, 1). Ὅτι Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ παρὰ Συβαρίταις· οὗτος γάρ, Κλεισθένους τοῦ Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύξαντος παραγενέσθαι τοὺς προαιρουμένους γαμεῖν τὴν αὐτοῦ θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί [τινα] ἐκ Συβάρεως ἐν πεντηκοντόρῳ τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας· ων† εῖται τοὺς μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. παραγενόμενον δὲ εἰς Σικυῶνα ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύοντας ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφιξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ τῆς γυναικὸς ἢ μόνος κατακλιθησόμενος. 39. (8, 22). Ὅτι Ἱππομένης ὁ τῶν Ἀθηναίων ἄρχων, τῆς θυγατρὸς αὐτοῦ φθαρείσης ὑπό τινος, τιμωρίαν ἔλαβεν παρ' αὐτῆς ἀνήκεστον καὶ παρηλλαγμένην· μεθ' ἵππου γὰρ αὐτὴν εἰς οἰκίσκον τινὰ συγκλείσας καὶ τὴν τροφὴν παρελόμενος ἐπί τινας ἡμέρας ἠνάγκασε τὸ ζῶον διὰ τὴν ἔνδειαν ἀναλῶσαι τὸ σῶμα τῆς παραβληθείσης. 40. (8, 30, 1). Ὅτι Ἀρκεσίλαος ὁ τῶν Κυρηναίων βασιλεὺς δεινοπαθήσας ἐπὶ ταῖς συμφοραῖς ἐπηρώτα εἰς Δελφούς. ἔχρησεν δὲ ὅτι† θεός ἐστιν μῆνις· τοὺς γὰρ ὕστερον βασιλεῖς οὐχ ὁμοίως ἄρχειν τῷ πρώτῳ Βάττῳ. ἐκεῖνον μὲν γὰρ αὐτῇ τῇ προσηγορίᾳ τοῦ βασιλέως ἀρκούμενον ἐπιεικῶς ἄρξαι καὶ δημοτικῶς, καὶ τὸ μέγιστον, τηροῦντα τὰς πρὸς τοὺς θεοὺς τιμάς· τοὺς δὲ ὕστερον ἀεὶ τυραννικώτερον δυναστεύοντας ἐξιδιοποιήσασθαι μὲν τὰς δημοσίας προσόδους, ὀλιγωρῆσαι δὲ τῆς πρὸς τὸ θεῖον εὐσεβείας. 41. (8, 30, 2). Ὅτι τῆς τῶν Κυρηναίων στάσεως διαιτητὴς ἐγένετο Δημῶναξ Μαντινεύς, συνέσει καὶ δικαιοσύνῃ δοκῶν διαφέρειν οὗτος οὖν πλεύσας εἰς Κυρήνην καὶ παρὰ πάντων λαβὼν τὴν ἐπιτροπὴν διέλυσε τὰς πόλεις ἐπὶ τούτοις. 42. (8, 31). Ὅτι Λεύκιος Ταρκύνιος ὁ τῶν Ῥωμαίων βασιλεὺς σπουδαίας ἔτυχεν ἀγωγῆς καὶ γενόμενος ζηλωτὴς παιδείας οὐ μετρίως δι' ἀρετὴν ἐθαυμάζετο. ἀνδρωθεὶς γὰρ συνεστάθη τῷ βασιλεῖ τῶν Ῥωμαίων Ἄγκῳ Μαρκίῳ καὶ φίλος αὐτοῦ μέγιστοςἐγένετο καὶ πολλὰ τῶν κατὰ τὴν βασιλείαν συνδιῴκει τῷ βασιλεῖ. καὶ μεγαλόπλουτος ὢν πολλοῖς τῶν ἀπόρων ἐβοήθει, χρήματα διδούς, καὶ πᾶσι προσφιλῶς ὁμιλῶν ἄμεμπτος ἦν καὶ ἔνδοξος ἐπὶ σοφίᾳ. 43.
q.106
(9, 1, 1). Ἦν δὲ πατρὸς μὲν Ἐξηκεστίδου, τὸ γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παιδείᾳ πάντας τοὺς καθ' ἑαυτὸν ὑπερβεβηκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην· πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς. κατὰ μὲν γὰρ τὴν τοῦ παιδὸς ἡλικίαν παιδευταῖς ἐχρήσατο τοῖς ἀρίστοις, ἀνδρωθεὶς δὲ συνδιέτριψεν τοῖς μεγίστην ἔχουσι δύναμιν ἐπὶ φιλοσοφίᾳ. διὸ καὶ τούτοις ὁμιλῶν καὶ συνδιατρίβων ὠνομάσθη μὲν εἷς τῶν ζʹ σοφῶν καὶ τὸ πρωτεῖον τῆς συνέσεως οὐ μόνον παρὰ τούτοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς θαυμαζομένοις ἀπηνέγκατο. 44. (9, 1, 3). Ὅτι ὁ αὐτὸς Σόλων ἐν τῇ νομοθεσίᾳ μεγάλην δόξαν περιποιησάμενος ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις καὶ ἀποκρίσεσιν, ἔτι δὲ συμβουλίαις θαυμαστὸς ἐτύγχανεν διὰ τὴν ἐν παιδείᾳ προκοπήν. 45. (9, 1, 4). Ὅτι ὁ αὐτὸς Σόλων, τὴν ὅλην ἀγωγὴν τῆς πόλεως ἐχούσης Ἰωνικὴν καὶ διὰ τὴν τρυφὴν καὶ τὴν ῥᾳστώνην ἐκτεθηλυμμένων τῶν ἀνθρώπων, μετέθηκεν τῇ συνηθείᾳ πρὸς ἀρετὴν καὶ ζῆλον τῶν ἀνθρωπίνων* πράξεων. διὸ τῇ τούτου νομοθεσίᾳ καθοπλισθέντες τὰς ψυχὰς Ἁρμόδιος καὶ Ἀριστογείτων καταλύειν ἐπεχείρησαν τὴν τῶν Πεισιστρατιδῶν ἀρχήν. 46. (9, 7). Ὅτι Μύσων τις ἦν Μαλιεύς, ὃς ᾤκει ἐν κώμῃ Χηνὰς καλουμένῃ, τὸν ἅπαντα χρόνον ἐν ἀγρῷ διατρίβων καὶ ὑπὸ τῶν πολλῶν ἀγνοούμενος. ὃν ἀντεισῆξαν εἰς τοὺς ζʹ σοφούς, ἐκκρίναντες τὸν Περίανδρον τὸν Κορίνθιον διὰ τὸ τύραννον γεγονέναι πικρόν. 47. (9, 9). Ὅτι Χίλων τῷ λόγῳ σύμφωνον ἔσχε τὸν βίον, ὅπερ σπανίως εὕροι τις ἂν γινόμενον. τῶν γὰρ καθ' ἡμᾶς φιλοσόφων τοὺς πλείστους ἰδεῖν ἔστιν λέγοντας μὲν τὰ κάλλιστα, πράττοντας δὲ τὰ χείριστα, καὶ τὴν ἐν ταῖς ἀπαγγελίαις αὐτῶν σεμνότητα καὶ σύνεσιν διὰ τῆς πείρας ἐλεγχομένην. ὁ δὲ Χίλων χωρὶς τῆς κατὰ τὸν βίον ἐν ἅπασι τοῖς πραττομένοις ἀρετῆς πολλὰ διενοήθη καὶ ἀπεφθέγξατο μνήμης ἄξια. 48. (9, 11, 1). Ὅτι Πιττακὸς ὁ Μυτιληναῖος οὐ μόνον ἐν σοφίᾳ θαυμαστὸς ἦν, ἀλλὰ καὶ πολίτης ἐγένετο τοιοῦτος οἷον ἕτερον οὐκ ἤνεγκεν ἡ νῆσος· δοκῶ δ' οὐδ' ἂν ὕστερον ἐνέγκαι, μέχρι ἂν τὸν οἶνον φέρῃ πλείω τε καὶ ἡδίω. νομοθέτης τε γὰρ ἀγαθὸς ὑπῆρχε κἀν τοῖς κατὰ μέρος πρὸς τοὺς πολίτας κοινὸς καὶ φιλάνθρωπος καὶ τὴν πατρίδα τριῶν τῶν μεγίστων συμφορῶν ἀπέλυσεν, τυραννίδος, στάσεως, πολέμου. 49. (9, 11, 2). Ὅτι Πιττακὸς βαθὺς ἦν καὶ ἥμερος καὶ τὴν παραίτησιν ἔχων αὐτὸς ἐν αὑτῷ. διὸ δὴ πᾶσιν ἐδόκει τέλειος ἀνὴρ εἶναι πρὸς πᾶσαν ἀρετὴν ὁμολογουμένως. κατὰ μὲν γὰρ τὴν νομοθεσίαν ἐφαίνετο πολιτικὸς καὶ φρόνιμος, κατὰ δὲ τὴν πίστιν δίκαιος, κατὰ δὲ τὴν ἐν τοῖς ὅπλοις ὑπεροχὴν ἀνδρεῖος, κατὰ δὲ τὴν πρὸς τὸ κέρδος μεγαλοψυχίαν ἀφιλάργυρος. 50. (9, 13, 1). Ὅτι φασὶν οἱ Πριηνεῖς ὡς Μεσσηνίας τὸ γένος ἐπισήμους παρθένους λυτρωσάμενος ὁ Βίας παρὰ ληστῶν ἦγεν ὡς ἰδίας θυγατέρας ἐντίμως. μετὰ δέ τινας χρόνους παραγενομένων τῶν συγγενῶν κατὰ ζήτησιν, ἀπέδωκεν αὐτὰς οὔτε τροφεῖα πραξάμενος οὔτε λύτρα, τοὐναντίον δὲ τῶν ἰδίων πολλὰ δωρησάμενος. εἶχον οὖν πρὸς αὐτὸν αἱ κόραι πατρικὴν εὔνοιαν διά τε τὴν συντροφίαν καὶ τὸ μέγεθος τῆς εὐεργεσίας, ὥστε καὶ χωρισθεῖσαι μετὰ τῶν ἰδίων εἰς τὴν πατρίδα τῆς ὑπερορίου χάριτος οὐκ ἐπελάθοντο. 51. (9, 13, 2). Ὅτι σαγηνεῖς Μεσσήνιοι κατὰ τὸν βόλον ἕτερον μὲν οὐδὲν ἀνείλκυσαν, χαλκοῦν δὲ τρίποδα μόνον ἐπιγραφὴν ἔχοντα" τῷ σοφωτάτῳ." 2 ἀναχθέντος δὲ τοῦ κατασκευάσματος δοθῆναι τῷ Βίαντι. 52. (9, 13, 3). Ὅτι Βίας ἦν δεινότατος καὶ τῷ λόγῳ πρωτεύων τῶν καθ' ἑαυτόν. κατεχρήσατο δὲ τῇ τοῦ λέγειν δυνάμει πολλοῖς ἀνάπαλιν· οὐ γὰρ εἰς μισθαρνίαν οὐδὲ εἰς προσόδους, ἀλλ' εἰς τὴν τῶν ἀδικουμένων κατετίθετο βοήθειαν. ὅπερ ἂν σπανιώτατον† ἄν τις εὕροι. 53. (9, 22). Ὅτι Κῦρος ὁ Καμβύσου μὲν υἱὸς καὶ Μανδάνης τῆς θυγατρὸς Ἀστυάγους τοῦ Μήδων βασιλέως ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς ἐπρώτευεν τῶν καθ' αὑτόν· βασιλικῶς γὰρ αὐτὸν ὁ πατὴρ ἦγε παιδεύων, ζῆλον ἐμποιῶν τῶν κρατίστων. καὶ ἔκδηλος ἦν ἁδρῶν ἁψόμενος
q.107
πραγμάτων διὰ τὸ τὴν ἀρετὴν προφαίνειν ὑπὲρ τὴν ἡλικίαν. 54. (9, 23). Ὅτι Ἀστυάγης ὁ τῶν Μήδων βασιλεὺς ἡττηθεὶς καὶ φυγὼν αἰσχρῶς δι' ὀργῆς εἶχε τοὺς στρατιώτας· καὶ τοὺς μὲν ἐφ' ἡγεμονιῶν τεταγμένους ἅπαντας ἀπαλλάξας ἑτέρους ἀντ' ἐκείνων κατέστησεν, τοὺς δὲ τῆς φυγῆς αἰτίους ἅπαντας ἐπιλέξας ἀπέσφαξεν, νομίζων τῇ τούτων τιμωρίᾳ τοὺς ἄλλους ἀναγκάσειν ἄνδρας ἀγαθοὺς ἐν τοῖς κινδύνοις γενέσθαι· ὠμὸς γὰρ ἦν καὶ φύσει ἀπηνής. οὐ μὴν τὰ πλήθη κατεπλάγη αὐτοῦ τὴν βαρύτητα, ἀλλ' ἕκαστος μισήσας τὸ βίαιον καὶ παράνομον τῆς πράξεως μεταβολῆς ὠρέγετο. διὸ καὶ κατὰ λόχους ἐγίνοντο συνδρομαὶ καὶ λόγοι ταραχώδεις, παρακαλούντων ἀλλήλους τῶν πλείστων πρὸς τὴν κατὰ τούτων τιμωρίαν. 55. (9, 24). Ὅτι Κῦρος, ὥς φασιν, οὐ μόνον ἦν κατὰ τὸν πόλεμον ἀνδρεῖος, ἀλλὰ καὶ πρὸς τοὺς ὑποτεταγμένους εὐγνώμων καὶ φιλάνθρωπος. διόπερ αὐτὸν οἱ Πέρσαι προσηγόρευσαν πατέρα. 56. (9, 29, 1). Ὅτι Ἄδραστός τις Φρὺξ τὸν τοῦ βασιλέως Κροίσου τοῦ Λυδίου πρὸς κυνηγίαν ἀκουσίως, ἐξακοντίσας κατὰ συός, Ἄτυν καλούμενον πλήξας ἀπέκτεινεν. καὶ ὁ μὲν καὶ ἀκουσίως ἀνῃρηκὼς οὐκ ἔφησεν ἑαυτὸν ἔτι ζῆν ἄξιον εἶναι. διὸ καὶ παρεκάλει τὸν βασιλέα μὴ φείσασθαι, τὴν ταχίστην δὲ ἐπικατασφάξειν τῷ τοῦ τετελευτηκότος τάφῳ. ὁ δὲ Κροῖσος τὴν μὲν ἀρχὴν ὡς ἂν ἐπὶ φόνῳ τέκνου δι' ὀργῆς εἶχε τὸν Ἄδραστον, ἀπειλῶν ζῶντα κατακαύσειν. ἐπεὶ δὲ αὐτὸν ἑώρα προθυμούμενον καὶ εἰς τὴν τοῦ τετελευτηκότος τιμὴν τὸ ζῆν ἐπιδιδόντα, τὸ τηνικαῦτα λήξας τῆς ὀργῆς ἀπέλυσε τῆς τιμωρίας τὸν ἀνελόντα, τὴν ἰδίαν τύχην ἀλλ' οὐ τὴν ἐκείνου προαίρεσιν αἰτιώμενος. ὁ δὲ Ἄδραστος οὐδὲν ἧττον κατ' ἰδίαν ἐπὶ τὸν Ἄτυος τάφον πορευθεὶς ἑαυτὸν κατέσφαξεν. 57. (9, 32). Ὅτι Κροῖσος ὁ τῶν Λυδῶν βασιλεὺς προσποιησάμενος εἰς Δελφοὺς πέμπειν ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῷ χρυσίον, ὅπως ὡς πλείστους ξενολογήσῃ τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσεν. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν, ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ. 58. (9, 34). Ὅτι Κῦρος εὐσεβῆ νομίσας εἶναι τὸν Κροῖσον διὰ τὸ καταῤῥαγῆναι ὄμβρον καὶ σβέσαι τὴν φλόγα, καὶ διὰ μνήμης ἔχων τὴν Σόλωνος ἀπόκρισιν μεθ' ἑαυτοῦ περιῆγε τὸν Κροῖσον ἐντίμως. μετέδωκε δὲ αὐτῷ καὶ τοῦ συνεδρίου, διαλαμβάνων ὑπάρχειν συνετόν, ὡς ἂν πολλοῖς καὶ πεπαιδευμένοις καὶ σοφοῖς ἀνδράσι συμβεβιωκότα. 59. (10, 2). Ὅτι Σερούιος Τύλλιος ὁ Ῥωμαίων βασιλεὺς ἐβασίλευσεν ἔτη μδʹ, διὰ τῆς ἰδίας ἀρετῆς κατωρθωκὼς οὐκ ὀλίγα τῶν κοινῶν. 60. (10, 3, 1). Ὅτι ἐπ' ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν ξαʹ Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλόσοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ· γέγονε γὰρ ἱστορίας ἄξιος εἰ καί τις ἕτερος τῶν περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γένος· οἱ δέ φασιν ὅτι Τυρρηνός. τοσαύτη δ' ἦν ἐν τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πόλεως σχεδὸν ὅλης ἐπ' αὐτὸν ἐπιστρεφούσης καθ' ἡμέραν, ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν, ἅπαντας συντρέχειν ἐπὶ τὴν ἀκρόασιν. οὐ μόνον δὲ περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας, ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς μίμησιν βίου σώφρονος τοῖς νέοις θαυμαστὸν ἀρχέτυπον. καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐπορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθορὰν ἀγεννῆ τοῦ σώματος καὶ ψυχῆς. 61. (10, 3, 4). Ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας πᾶσαν εἰσηνέγκατο σπουδήν, ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανελθεῖν† εἰς τὴν Ἰταλίαν. 62. (10, 3, 5).
q.108
Ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὑτῶν ὡς πρὸς ἀδελφούς. οὐ μόνον δὲ πρὸς τοὺς καθ' ἡμέραν συμβιοῦντας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας. 63. (10, 4, 1). Ὅτι Κλεινίας Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν καὶ τὴν οὐσίαν ἀπεκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. οὐ μόνον δὲ ἐν τῇ τῶν χρημάτων ἐπιδόσει τοιούτους αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συνεκινδύνευον. καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρότερον ἃ βούλεται διοικῆσαι· δώσειν δ' ἔφησεν ἐγγυητὴν τοῦ θανάτου τῶν φίλων ἕνα. τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστιν φίλος, ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ' ἐκείνου παραδώσει, προσεκαλέσατό τινα τῶν γνωρίμων ὁ Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, ὃς οὐδὲ διστάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου. τινὲς μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον. πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμεν, καραδοκῶν, εἰ φυλάξει τὴν πίστιν ὁ καταστήσας. ἤδη δὲ τῆς ὥρας συγκλειούσης, πάντες μὲν ἀπεγίγνωσκον, ὁ δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην. θαυμαστῆς δὲ τῆς φιλίας φανείσης ἅπασιν, ἀπέλυσεν ὁ Διονύσιος τῆς τιμωρίας τὸν ἐγκαλούμενον καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι. 64. (10, 5, 1). Ὅτι οἱ Πυθαγόρειοι καὶ τῆς μνήμης μεγίστην γυμνασίαν ἐποιοῦντο, τοιοῦτόν τινα τρόπον τῆς μελέτης ὑποστησάμενοι. οὐ πρότερον ἐκ τῆς εὐνῆς ἠγείροντο, πρὶν ἂν πρὸς ἑαυτοὺς ἀνθωμολογήσαντο τὰ κατὰ τὴν προτέραν ἡμέραν αὐτοῖς πραχθέντα, τὴν ἀρχὴν ἀπὸ τῆς πρωίας, τὴν δὲ τελευτὴν ἕως ἑσπέρας ποιούμενοι. εἰ δ' ἀναστροφὴν ἔχοιεν καὶ πλείονα σχολὴν ἄγοιεν, καὶ τὰ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἔτι πρότερον ἡμέραις πραχθέντα προσανελάμβανον. τοῦτο πρὸς ἐπιστήμην καὶ φρόνησιν, ἔτι δὲ τῶν πάντων ἐμπειρίαν τε τοῦ δύνασθαι πολλὰ μνημονεύειν*** 65. (10, 5, 2). Ὅτι ἐποιοῦντο καὶ τῆς ἐγκρατείας γυμνασίαντόνδε τὸν τρόπον. παρασκευασάμενοι πάντα τὰ κατὰ τὰς λαμπροτάτας ἑστιάσεις παρατιθέμενα πολὺν αὐτοῖς ἐνέβλεπον χρόνον· εἶτα διὰ τῆς θέας τὰς τῆς φύσεως ἐπιθυμίας πρὸς τὴν ἀπόλαυσιν ἐκκαλεσάμενοι τὰς τραπέζας ἐκέλευον αἴρειν τοὺς παῖδας καὶ παραχρῆμα ἄγευστοι τῶν παρατεθέντων ἐχωρίζοντο. 66. (10, 9, 2). Ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν. 67. (10, 9, 3). Ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως. καθόλου γὰρ τὸ γένος τῶν ἀφροδισίων ὑπελάμβανεν εἶναι βλαβερόν, τὴν δὲ συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου ποιητικὴν ἐνόμιζε. 68. (10, 9, 6). Ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνεύουσαν. 69. (10, 9, 9). Ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς λοιπὰς ἀρετάς, ἴσα θεοῖς παρὰ τοῖς Κροτωνιάταις ἐτιμᾶτο. 70. (10, 11, 1). Ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα τῇ οὐσίᾳ
q.109
καὶ δόξῃ πρῶτος τῶν πολιτῶν ἐπεθύμησε Πυθαγόρειος γενέσθαι. ὢν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστής τε καὶ τυραννικὸς ἀπεδοκιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυθαγορείων ἑταιρείαν μεγάλην συνεστήσατο καὶ διετέλει πάντα καὶ λέγων καὶ πράττων κατ' αὐτῶν. 71. (10, 11, 2). Ὅτι Λῦσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιωτίας γενόμενος διδάσκαλος Ἐπαμινώνδου τοῦτον μὲν τέλειον ἄνδραπρὸς ἀρετὴν κατέστησε καὶ πατὴρ αὐτοῦ θετὸς ἐγένετο δι' εὔνοιαν. ὁ δὲ Ἐπαμινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα λαβὼν οὐ μόνον Θηβαίων, ἀλλὰ καὶ πάντων τῶν κατ' αὐτὸν ἐπρώτευσεν. 72. (10, 12, 1). Ὅτι δὲ τῶν προγεγονότων ἀνδρῶν ἡ τῶν βίων ἀναγραφὴ δυσκολίαν μὲν παρέχεται τοῖς γράφουσιν, ὠφελεῖ δ' οὐ μετρίως τὸν κοινὸν βίον. μετὰ παρρησίας γὰρ δηλοῦσα τὰ καλῶς* πραχθέντα τοὺς μὲν ἀγαθοὺς κοσμεῖ, τοὺς δὲ πονηροὺς ταπεινοῖ, διὰ τῶν οἰκείων ἑκάστοις ἐγκωμίων τε καὶ ψόγων. ἔστιν δ' ὁ μὲν ἔπαινος, ὡς ἄν τις εἴποι, ἔπαθλον ἀρετῆς ἀδάπανον, ὁ δὲ ψόγος τιμωρία φαυλότητος ἄνευ πληγῆς. καλὸν δὲ τοῖς μεταγενεστέροις ὑποκεῖσθαι, διότι βίον οἷον ἄν τις ἕληται ζῶν, τοιαύτης ἀξιωθήσεται μετὰ τὸν θάνατον μνήμης, ἵνα μὴ περὶ τὰς τῶν λιθίνων μνημείων κατασκευὰς σπουδάζωσιν, ἃ καὶ τόπον ἕνα κατέχει καὶ φθορᾶς ὀξείας τυγχάνει, ἀλλὰ περὶ λόγον καὶ τὰς ἄλλας ἀρετάς, αἳ πάντη φοιτῶσι διὰ τῆς φήμης. ὁ δὲ χρόνος ὁ πάντα μαραίνων τἄλλα ταύτας ἀθανάτους φυλάττει καὶ πρεσβύτερος γενόμενος αὐτὸς ταύτας ποιεῖ νεωτέρας. ζῆλος† δὲ ἐπὶ τῶν ἀνδρῶν ἐγένετο προειρημένος· πάλαι γὰρ γεγονότες ὥσπερ νῦν ὄντες ὑπὸ πάντων μνημονεύονται. 73. (10, 14, 1). Ὅτι ὁ Καμβύσης ἦν μὲν φύσει μανικὸς καὶ παρακεκινηκὼς τοῖς λογισμοῖς, πολὺ δὲ μᾶλλον αὐτὸν ὠμὸν καὶ ὑπερήφανον ἐποίει τὸ τῆς βασιλείας μέγεθος. 74. (10, 14, 2). Ὅτι Καμβύσης ὁ Πέρσης μετὰ τὴν ἅλωσιν Μέμφεως καὶ Πηλουσίου τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως τὸν Ἀμάσιος τοῦ πρότερον βεβασιλευκότος τάφον ἀνέσκαψεν. εὑρὼν δὲ ἐν τῇ θήκῃ τὸν νεκρὸν τεταριχευμένον, τό τε σῶμα τοῦ τετελευτηκότος ᾐκίσατο καὶ πᾶσαν ὕβριν εἰς τὸν οὐκ αἰσθανόμενονεἰσενεγκάμενος τελευταῖον προσέταξε κατακαῦσαι τὸν νεκρόν. οὐκ εἰωθότων γὰρ πυρὶ παραδιδόναι τῶν ἐγχωρίων τὰ σώματα τῶν τετελευτηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα. 75. (10, 14, 3). Ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπ' Αἰθιοπίας ἔπεμψε μέρος τῆς δυνάμεως ἐπ' Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι τούς τε περιοικοῦντας τὸ ἱερὸν ἅπαντας ἐξανδραποδίσασθαι. 76. (10, 16, 4). Ὅτι Λυδοί τινες φεύγοντες τὴν Ὀροίτου τοῦ σατράπου δυναστείαν κατέπλευσαν εἰς Σάμον μετὰ πολλῶν χρημάτων, καὶ τοῦ Πολυκράτους ἱκέται ἐγίνοντο. ὁ δὲ τὸ μὲν πρῶτον αὐτοὺς φιλοφρόνως ὑπεδέξατο, μετ' ὀλίγον δὲ πάντας ἀποσφάξας τῶν χρημάτων ἐγκρατὴς ἐγένετο. 77. (10, 17, 1). Ὅτι Θετταλὸς ὁ Πεισιστράτου υἱὸς σοφὸς ὑπάρχων ἀπείπατο τὴν τυραννίδα καὶ τὴν ἰσότητα ζηλώσας μεγάλης ἀποδοχῆς ἠξιοῦτο παρὰ τοῖς πολίταις· οἱ δὲ ἄλλοι, Ἵππαρχος καὶ Ἱππίας, βίαιοι καὶ χαλεποὶ καθεστῶτες ἐτυράννουν τῆς πόλεως. πολλὰ δὲ παρανομοῦντες εἰς τοὺς Ἀθηναίους, καί τινος μειρακίου διαφόρου τὴν ὄψιν Ἵππαρχος ἐρασθείς, διὰ τοῦτο ἐκινδύνευσεν...... Ἡ μὲν οὖν ἐπὶ τοὺς τυράννους ἐπίθεσις καὶ ἡ πρὸς τὴν τῆς πατρίδος ἐλευθερίαν σπουδὴ κοινὴ τῶν προειρημένων ὑπῆρξεν ἀνδρῶν· ἡ δὲ ἐν ταῖς βασάνοις παράστασις τῆς ψυχῆς καὶ τὸ καρτερικὸν τῆς τῶν δεινῶν ὑπομονῆς περὶ μόνον ἐγενήθη τὸν Ἀριστογείτονα. ὃς ἐν τοῖς φοβερωτάτοις καιροῖς δύο μέγιστα διετήρησε, τήν τε πρὸς τοὺς φίλους πίστιν καὶ τὴν πρὸς τοὺς ἐχθροὺς τιμωρίαν. 78. (10, 18, 2). Ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νεάρχου σκληρῶς, ἐπιβουλὴν κατὰ τοῦ τυράννου συνεστήσατο. καταφανὴςδὲ γενόμενος καὶ κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νεάρχου, τίνες ἦσαν οἱ συνειδότες" ὤφελον γάρ" 2 ἔφησεν" ὥσπερ τῆς γλώττης εἰμὶ
q.110
κύριος, οὕτως ὑπῆρχον καὶ τοῦ σώματος." 2 τοῦ δὲ τυράννου πολὺ μᾶλλον ταῖς βασάνοις προσεπιτείναντος, ὁ Ζήνων μέχρι μέν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύδων ἀπολυθῆναί ποτε τῆς ἀνάγκης καὶ ἅμα τιμωρήσασθαι τὸν Νέαρχον ἐπενοήσατό τι τοιοῦτον. κατὰ τὴν ἐπιτονωτάτην ἐπίστασιν τῆς βασάνου προσποιηθεὶς ἐνδιδόναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀνέκραγεν" ἄνετε· ἐρῶ γὰρ πᾶσαν ἀλήθειαν." 2 ὡς δ' ἀνῆκεν, ἠξίωσεν αὐτὸν ἀκοῦσαι κατ' ἰδίαν προσελθόντα· πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων, ἃ συνοίσει τηρεῖν ἐν ἀποῤῥήτῳ. τοῦ δὲ τυράννου προσελθόντος ἀσμένως καὶ τὴν ἀκοὴν τῷ στόματι παραβαλόντος, ὁ Ζήνων τοῦ [τε] δυνάστου περιχανὼν τὸ οὖς ἐνέπρισε τοῖς ὀδοῦσιν. τῶν δὲ ὑπηρετῶν ταχὺ προσδραμόντων καὶ πᾶσαν τῷ βασανιζομένῳ προσφερόντων τιμωρίαν εἰς τὸ χαλάσαι τὸ δῆγμα, πολὺ μᾶλλον προσενεφύετο. τέλος δ' οὐ δυνάμενοι τἀνδρὸς νικῆσαι τὴν εὐψυχίαν παρεκάλεσαν* αὐτόν, ἵνα διίῃ τοὺς ὀδόντας. καὶ τοιούτῳ τεχνήματι τῶν ἀλγηδόνων ἀπελύθη καὶ παρὰ τοῦ τυράννου τὴν ἐνδεχομένην ἔλαβε τιμωρίαν. 79. (10, 20, 1). Ὅτι Λευκίου Ταρκυνίου τοῦ Ῥωμαίων βασιλέως ὁ υἱὸς Σέξτος ἐξεδήμησεν εἰς πόλιν Κολλατίαν καλουμένην καὶ κατέλυσεν πρὸς Λεύκιον Ταρκύνιον ἀνεψιὸν τοῦ βασιλέως, ἔχοντα γυναῖκα Λουκρητίαν, ἥτις ἦν εὐπρεπὴς τὴν ὄψιν, σώφρων δὲ τὸν τρόπον. ἐπὶ στρατοπέδου γὰρ ὄντος τἀνδρός, ὁ ξένος νυκτὸς ἐγερθεὶς ἐκ τοῦ κοιτῶνος ὥρμησεν ἐπὶ τὴν γυναῖκα κοιμωμένην ἔν τινι θαλάμῳ. ἐπιστὰς δὲ ταῖς θύραις ἄφνω καὶ σπασάμενος τὸ ξίφος παρασκευάσασθαι μὲν ἔφησεν οἰκέτην ἐπιτήδειον εἰς ἀναίρεσιν, συγκατασφάξειν δὲ κἀκείνην, ὡς ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ τετευχυῖαν τῆς προσηκούσης τιμωρίας ὑπὸ τοῦ συγγενεστάτου τῷ συνοικοῦντι. διόπερ αἱρετώτερον ὑπάρχειν ὑπουργῆσαι ταῖς ἐπιθυμίαις αὐτοῦ σιωπῶσαν· λήψεσθαι δὲ ἔπαθλον τῆς χάριτος δωρεάς τε μεγάλας καὶ τὴν μετ' αὐτοῦ συμβίωσιν καὶ γενέσθαι βασίλισσαν, ἰδιωτικῆς ἑστίας ἐξηλλαγμένην ἡγεμονίαν. ἡ δὲ Λουκρητία διὰ τὸ παράδοξον ἐκπλαγὴς γενομένη καὶ φοβηθεῖσα, μήποτε ταῖς ἀληθείαις δόξῃ διὰ τὴν μοιχείαν ἀνῃρῆσθαι, τότε μὲν ἡσυχίαν ἔσχεν. ἡμέρας δὲ γενομένης ὁ Σέξτος ἐχωρίσθη· ἡ δὲ ἐκάλεσε τοὺς οἰκείους καὶ ἠξίου μὴ περιιδεῖν ἀτιμώρητον τὸν ἀσεβήσαντα εἰς ξενίαν ἅμα καὶ συγγένειαν. ἑαυτῇ δὲ φήσασα μὴ προσήκειν ἐφορᾶν τὸν ἥλιον τηλικαύτης ὕβρεως πεπειραμένην, ξιφιδίῳ πατάξασα τὸ στῆθος ἑαυτῆς ἐτελεύτησεν. 80. (10, 28, 1). Ὅτι Ἱπποκράτης ὁ Γελῶος τύραννος τοὺς Συρακουσίους νενικηκὼς κατεστρατοπέδευσεν εἰς τὸ τοῦ Διὸς ἱερόν. κατέλαβεν δὲ αὐτὸν τὸν ἱερέα καὶ τῶν Συρακουσίων τινὰς καθαιροῦντας ἀναθήματα χρυσᾶ καὶ μάλιστα ἱμάτιον τοῦ Διὸς περιαιρουμένους ἐκ πολλοῦ κατεσκευασμένον χρυσίου. καὶ τούτοις μὲν ἐπιπλήξας ὡς ἱεροσύλοις ἐκέλευσεν ἀπελθεῖν εἰς τὴν πόλιν, αὐτὸς δὲ τῶν ἀναθημάτων ἀπέσχετο, φιλοδοξῆσαι θέλων καὶ νομίζων δεῖν τὸν τηλικοῦτον ἐπαναιρούμενον πόλεμον μηθὲν ἐξαμαρτάνειν εἰς τὸ θεῖον, ἅμα δὲ νομίζων διαβάλλειν τοὺς προεστῶτας τῶν ἐν Συρακούσαις πραγμάτων πρὸς τὰ πλήθη διὰ τὸ δοκεῖν αὐτοὺς πλεονεκτικῶς, ἀλλ' οὐ δημοτικῶς οὐδ' ἴσως ἄρχειν. 81. (10, 28, 3). Ὅτι Θήρων ὁ Ἀκραγαντῖνος γένει καὶ πλούτῳ καὶ τῇ πρὸς τὸ πλῆθος φιλανθρωπίᾳ πολὺ προεῖχεν οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν Σικελιωτῶν. 82. (10, 30, 1). Ὅτι ὁ τοῦ Μιλτιάδου υἱὸς ὁ Κίμων, τελευτήσαντος τοῦ πατρὸς αὐτοῦ ἐν τῇ δημοσίᾳ φυλακῇ διὰ τὸ μὴ ἰσχῦσαι ἐκτῖσαι τὸ ὄφλημα, ἵνα λάβῃ τὸ σῶμα τοῦ πατρὸςεἰς ταφήν, ἑαυτὸν εἰς τὴν φυλακὴν παρέδωκε καὶ διεδέξατο τὸ ὄφλημα. 83. (10, 30, 2). Ὅτι ὁ Κίμων φιλότιμος ὢν εἰς τὴν τῶν κοινῶν διοίκησιν ἐξ ὑστέρου ἀγαθὸς στρατηγὸς ἐγενήθη καὶ διὰ τῆς ἰδίας ἀρετῆς ἐνδόξους πράξεις κατειργάσατο. 84. (11, 11, 1). Ὅτι οἱ ἐν Θερμοπύλαις ἀνδρείως ἀγωνισάμενοι ἀπέθανον. ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν; οἵτινες μιᾷ γνώμῃ χρησάμενοι τὴν μὲν ἀφωρισμένην τάξιν ὑπὸ τῆς Ἑλλάδος οὐκ ἔλιπον, τὸν ἑαυτῶν δὲ βίον προθύμως ἐπέδωκαν εἰς τὴν κοινὴν τῶν Ἑλλήνων σωτηρίαν, καὶ μᾶλλον εἵλαντο τελευτᾶν
q.111
καλῶς ἢ ζῆν αἰσχρῶς. καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι. τίς γὰρ ἂν τῶν βαρβάρων ὑπέλαβε τὸ γεγενημένον; τίς δ' ἂν προσεδόκησεν ὅτι φʹ τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν ἐπιθέσθαι ταῖς ρʹ μυριάσι; διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς δὲ ψυχαῖς οὐχ ἡττήθησαν. 85. (11, 12, 4). Ὅτι Θεμιστοκλῆς ὁ Ἀθηναῖος διὰ σύνεσιν καὶ στρατηγίαν μεγάλης ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον ἐν τοῖς κατὰ τὸ ναυτικὸν Ἕλλησιν, ἀλλὰ καὶ παρ' αὐτῷ τῷ Εὐρυβιάδῃ, καὶ πάντες τούτῳ προσέχοντες προθύμως ὑπήκουον. 86. (11, 25, 5). Ὅτι Γέλων τοσοῦτον πλῆθος ἐπήγετο αἰχμαλώτων Καρχηδονίων, ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον. παρεγένοντο δὲ πρὸς αὐτὸν καὶ τῶν πρότερον ἐναντιουμένων πόλεών τε καὶ δυναστῶν πρέσβεις, ἐπὶ τοῖς ἠγνοημένοις αἰτούμενοι συγγνώμην, εἰς δὲ τὸ λοιπὸν ἐπαγγελλόμενοι πᾶν ποιήσειν τὸ προσταττόμενον. ὁ δὲ πᾶσιν ἐπιεικῶς χρησάμενος συμμαχίαν συνετίθετο καὶ τὴν εὐτυχίαν ἀνθρωπίνως ἔφερεν οὐκ ἐπὶ τούτων μόνον ἀλλὰ καὶ ἐπὶ τῶν πολεμιωτάτων Καρχηδονίων. παραγενομένων γὰρ αὐτῶν πρὸς αὐτὸν ἐκ τῆς Καρχηδόνος καὶ μετὰ δακρύων δεομένων ἀνθρωπίνως αὑτοῖς χρῆσθαι, συνεχώρησε τὴν εἰρήνην. καὶ ἐχρῆτο πᾶσιν ἐπιεικῶς μάλιστα μὲν διὰ τὸν ἴδιον τρόπον, οὐχ ἥκιστα δὲ καὶ σπεύδων ἅπαντας ἔχειν ταῖς εὐνοίαις ἰδίους. 87. (11, 38, 1). Ὅτι Γέλων ἐπιεικῶς προέστηκε τῶν Σικελιωτῶν καὶ πολλὴν εὐνομίαν καὶ πάντων τῶν ἐπιτηδείων εὐπορίαν παρεῖχε ταῖς πόλεσιν. 88. (11, 44, 1). Ὅτι Παυσανίαν τὸν ἐν ταῖς Πλαταιαῖς στρατηγήσαντα οἱ Λακεδαιμόνιοι ἐποίησαν ναύαρχον· ὃς δι' ἀπορρήτων φιλίαν συνετέθειτο πρὸς τὸν Ξέρξην καὶ τὴν θυγατέρα αὐτοῦ ἔμελλε γαμεῖν, ἵνα προδῷ τοὺς Ἕλληνας, χρήματα λαμβάνων παρὰ Ἀρταβάζου καὶ φθειρόμενος. ζηλώσαντος γὰρ αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραννικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλλήνων ἐπί τινος ἡγεμονίας. καταφανὴς δὲ γενόμενος τιμωρίας ἔτυχε τοιῷδέ τινι τρόπῳ. Παυσανίας ἦν συντεθειμένος ὥστε τοὺς τὰς ἐπιστολὰς παρ' αὐτοῦ κομίζοντας πρὸς τὸν βασιλέα Ξέρξην μὴ ἀνακάμπτειν μηδὲ γίνεσθαι μηνυτὰς τῶν ἀποῤῥήτων· δι' ἣν αἰτίαν ἀναιρουμένων αὐτῶν ὑπὸ τῶν ἀπολαμβανόντων τὰς ἐπιστολὰς συνέβαινε μηδένα διασώζεσθαι. ἃ δὴ συλλογισάμενός τις τῶν βιβλιαφόρων ἀνέῳξε τὰς ἐπιστολὰς καὶ γνοὺς ἀληθὲς ὂν τὸ περὶ τὴν ἀναίρεσιν τῶν κομιζόντων τὰ γράμματα ἀνέδωκε τοῖς ἐφόροις τὰς ἐπιστολάς. τούτων δὲ ἀπιστούντων διὰ τὸ ἀνεῳγμένας αὐτοῖς τὰς ἐπιστολὰς ἀναδεδόσθαι καὶ πίστιν ἑτέραν βεβαιοτέραν ἐπιζητούντων, ἐπηγγείλατο παραδώσειν αὐτὸν ὁμολογοῦντα. πορευθεὶς οὖν ἐπὶ Ταίναρον ἐπὶ τῷ ἱερῷ δὲ καθεζόμενος διπλῆν σκηνὴν περιεβάλετο καὶ τοὺς μὲν ἐφόρους καὶ τῶν ἄλλων Σπαρτιατῶν τινας κατέκρυψε, τοῦ δὲ Παυσανίου παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου τὴν αἰτίαν τῆς ἱκετείας, ἐμέμψατο αὐτῷ καθ' ὅσον εἰς τὴν ἐπιστολὴν ἐνέγραψε τὸν κατ' αὐτοῦ θάνατον. 89. (11, 53, 2). Ὅτι Θρασυδαῖος ὁ Θήρωνος υἱὸς διάδοχος γενόμενος τῆς ἀρχῆς καὶ ζῶντος τοῦ πατρὸς βίαιος ἦν καὶ φονικὸς καὶ τελευτήσαντος ἦρχε τῆς πατρίδος παρανόμως καὶ τυραννικῶς. διὸ καὶ ταχέως ἀπιστηθεὶς ὑπὸ τῶν ὑποτεταγμένων διετέλεσεν ἐπιβουλευόμενος καὶ βίον ἔχων μισούμενον· ὅθεν ταχέως τῆς ἰδίας παρανομίας οἰκείαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. ὁ δὲ πατὴρ αὐτοῦ Θήρων ὁ Ἀκραγαντίνων τύραννος καὶ ζῶν καὶ μετὰ θάνατον μεγάλης ἀποδοχῆς ἐτύγχανεν παρὰ τῶν πολιτῶν διὰ τὴν οἰκείαν ἀρετήν. 90. (11, 57, 6). Ὅτι Ξέρξης δι' ἀρετὴν Θεμιστοκλέους μεγάλαις δωρεαῖς αὐτὸν ἐτίμησε. καὶ γυναῖκα πρὸς γάμου κοινωνίαν αὐτῷ ἔζευξε Περσίδα, εὐγενείᾳ καὶ κάλλει διαφέρουσαν καὶ κατ' ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμόζουσαν.
q.112
ἐδωρήσατο δὲ αὐτῷ καὶ πόλεις τρεῖς. 91. (11, 66, 1). Ὅτι Ἱέρων ὁ τῶν Συρακουσίων βασιλεὺς τοὺς Ἀναξίλα παῖδας τοῦ γενομένου τυράννου Ζάγκλης μεταπεμψάμενος ἀνεμίμνησκε τῆς γενομένης πρὸς τὸν πατέρα αὐτῶν εὐεργεσίας καὶ συνεβούλευεν αὐτοῖς ἤδη ἠνδρωμένοις τὴν ἡλικίαν ἀπαιτῆσαι λόγον παρὰ Μικύθου τοῦ ἐπιτροπεύοντος καὶ τὴν δυναστείαν αὐτοὺς παραλαβεῖν. τούτων δὲ ἐπανελθόντων καὶ τὸν ἐπίτροπον λόγον ἀπαιτούντων τῶν διῳκημένων, ὁ Μίκυθος ἀνὴρ ὢν ἀγαθὸς συνήγαγε τοὺς πατρικοὺς φίλους τῶν παίδων καὶ λόγον ἀπέδωκεν, ὡς θαυμασθῆναι τὴν δικαιοσύνην καὶ τὴν πίστιν αὐτοῦ, τοὺς δὲ παῖδας μεταμεληθέντας ἐπὶ τοῖς πραχθεῖσιν ἀξιοῦν τὸν Μίκυθον πάλιν τὴν ἀρχὴν παραλαβεῖν καὶ πατρὸς ἐξουσίαν ἔχοντα καὶ τάξιν διοικεῖν τὰ κατὰ τὴν δυναστείαν. οὐ μὴν ὁ Μίκυθός γε συνεχώρησεν, ἀλλὰ πάντα παραδοὺς ἀκριβῶς καὶ τὴν ἰδίαν οὐσίαν ἐνθέμενος εἰς πλοῖον ἐξέπλευσεν ἐκ τοῦ Ῥηγίου, προπεμπόμενος ὑπὸ τῆς τῶν ὄχλων εὐνοίας καὶ εἰς τὴν Ἑλλάδα κατάρας ἐν Τεγέαις τῆς Ἀρκαδίας κατεβίωσεν ἐπαινούμενος. 92. (11, 67, 2). Ὅτι Γέλων ἀρετῇ καὶ στρατηγίᾳ πολὺ τοὺς ἄλλους διενέγκας Καρχηδονίους κατεστρατήγησε. χρησάμενος δὲ ἐπιεικῶς τοῖς καταπολεμηθεῖσι καὶ τοῖς πλησιοχώροις προσενεχθεὶς φιλανθρώπως ἔτυχεν ὑπὸ πάντων ἀγαπώμενος διὰ τὴν πραότητα καὶ διετέλεσε τὸν βίον εἰρηνικῶς μέχρι τῆς τελευτῆς. 93. (11, 67, 3). Ὅτι Ἱέρων ὁ πρεσβύτατος τῶν ἀδελφῶν οὐχ ὁμοίως ἦρχε τῶν ὑποτεταγμένων· ἦν γὰρ καὶ φιλάργυρος καὶ βίαιος καὶ καθόλου τῆς ἁπλότητος καὶ καλοκαγαθίας ἀλλοτριώτατος. 94. (11, 67, 5). Ὅτι Θρασύβουλος ὁ ἀδελφὸς ὑπερέβαλε τῇ κακίᾳ τὸν πρὸς αὐτοῦ βασιλεύσαντα. βίαιος γὰρ ὢν καὶ φονικὸς πολλοὺς μὲν τῶν πολιτῶν ἀνῄρει παρὰ τὸ δίκαιον, οὐκ ὀλίγους δὲ φυγαδεύων ἐπὶ ψευδέσι διαβολαῖς τὰς οὐσίας εἰς τὸ βασιλικὸνἀνελάμβανεν. καθόλου δὲ μισῶν καὶ μισούμενος ὑπὸ πάντων τῶν ἀδικουμένων μισθοφόρων πλῆθος ἐξενολόγησεν, ἀντίταγμα κατασκευάζων ταῖς πολιτικαῖς δυνάμεσιν. ἀεὶ δὲ μᾶλλον τοῖς πολίταις ἀπεχθόμενος καὶ πολλοὺς ὑβρίζων, τοὺς δὲ ἀναιρῶν ἠνάγκασε τοὺς ἀδικουμένους ἀποστῆναι. 95. (11, 77, 3). Ὅτι Ἀθηναῖοι οἱ ἐν Αἰγύπτῳ, τῶν Αἰγυπτίων πρὸς τοὺς Πέρσας Μεγάβυζον καὶ Ἀρτάβαζον διαλυσαμένων, συμμάχων ὄντες ἔρημοι καὶ τὰς ναῦς ὁρῶντες ἀχρήστους γεγενημένας ταύτας μὲν ἐνέπρησαν, ὅπως μὴ τοῖς πολεμίοις ὑποχείριοι γενηθῶσιν, αὐτοὶ δὲ οὐ καταπλαγέντες τὴν δεινότητα τῆς περιστάσεως παρεκάλουν ἀλλήλους μηδὲν ἀνάξιον πρᾶξαι τῶν προκατειργασμένων ἀγώνων. διόπερ ταῖς ἀρεταῖς ὑπερβαλόμενοι τοὺς ἐν Θερμοπύλαις ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας ἑτοίμως εἶχον ἀγωνίζεσθαι πρὸς τοὺς πολεμίους. οἱ Πέρσαι ὁρῶντες τὴν ὑπερβολὴν τῆς εὐτολμίας καὶ λογισάμενοι*** τοῦ πολλὰς μυριάδας ἀποβαλεῖν τῶν ἰδίων σπονδὰς ἔθεντο πρὸς αὐτούς, καὶ Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ παραδόξως ἐσώθησαν εἰς τὴν πατρίδα. 96. (12, 24, 2). Ὅτι οἱ ἐν τῇ Ῥώμῃ δέκα εἵλαντο νομοθέτας· εἷς δὲ ἐξ αὐτῶν ἐρασθεὶς εὐγενοῦς παρθένου πενιχρᾶς τὸ μὲν πρῶτον χρήμασι διαφθεῖραι τὴν παρθένον ἐπεβάλετο, ὡς δὲ οὐδεὶς αὐτῷ προσεῖχεν, ἐπαπέστειλε συκοφάντας ἐπ' αὐτήν, προστάξας ἄγειν εἰς δουλείαν. τοῦ δὲ συκοφάντου φήσαντος ἰδίαν αὑτοῦ εἶναι δούλην καὶ πρὸς τὸν ἄρχοντα καταστήσαντος δουλαγωγεῖν, προσαγαγὼν κατηγόρησεν ὡς δούλης. τοῦ δὲ διακούσαντος τῆς κατηγορίας καὶ τὴν κόρην ἐγχειρίσαντος, ἐπιλαβόμενος ὁ συκοφάντης ἀπήγαγεν ὡς ἰδίαν δούλην. ὁ δὲ πατὴρ τῆς παρθένου παρὼν καὶ δεινοπαθῶν, ὡς οὐδεὶς αὐτῷ προσεῖχεν, παραπορευόμενος κατὰ τύχην κρεοπώλιον, ἁρπάσας τὴν παρακειμένην ἐπὶ τῆς σανίδος κοπίδα ταύτῃ πατάξας τὴν θυγατέρα ἀπέκτεινεν, ἵνα μὴ τῆς ὕβρεως λάβῃ πεῖραν, αὐτὸς δὲ ἐκ τῆς πόλεως ἐκπηδήσας ἀπῆλθε πρὸς τὸ στρατόπεδον τὸ ἐν τῷ Λαγωδίῳ* καλουμένῳ τότε ὑπάρχον. καὶ καταφυγὼν ἐπὶ τὸ πλῆθος ἅπαντας εἰς ἔλεον καὶ πολλὴν συμπάθειαν ἤγαγεν. καὶ μετὰ τῶν ὅπλων εἰς τὴν Ῥώμην νυκτὸς εἰσέπεσον. 97.
q.113
(13, 35, 4). Ὅτι Διοκλῆς ἐγένετο παρὰ Συρακουσίοις νομοθέτης· μεγάλης δὲ οὔσης κατὰ τὴν νομοθεσίαν ἀναθεωρήσεως, μισοπόνηρος μὲν φαίνεται ὁ ἀνὴρ διὰ τὸ πάντων τῶν νομοθετῶν πικρότατα πρόστιμα θεῖναι κατὰ πάντων τῶν ἀδικούντων, δίκαιος δὲ ἐκ τοῦ περιττότερον τῶν πρὸ αὐτοῦ οὐ κατ' ἀξίαν ἑκάστῳ τὸ ἐπιτίμιον ὑπάρξαι, πραγματικὸς δὲ καὶ πολύπειρος ἐκ τοῦ πᾶν ἔγκλημα καὶ πρᾶγμα δημόσιόν τε καὶ ἰδιωτικὸν ἀμφισβητούμενον ὡρισμένης ἀξιῶσαι τιμωρίας· ἔστιν δὲ καὶ κατὰ τὴν λέξιν σύντομος καὶ πολλὴν τοῖς ἀναγινώσκουσιν ἀπολείπων ἀναθεώρησιν. ἐμαρτύρησε δὲ αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν σκληρότητα τῆς ψυχῆς ἡ περὶ τὴν τελευτὴν περιπέτεια. 98. (13, 37, 2). Ὅτι Ἀλκιβιάδης ὁ Ἀθηναῖος φυγὰς ὢν συνεπολέμησεν Λακεδαιμονίοις. ἦν δὲ καὶ λόγῳ δυνατώτατος καὶ τόλμῃ πολὺ προέχων τῶν πολιτῶν, ἐν δὲ εὐγενείᾳ καὶ πλούτῳ πρῶτος Ἀθηναίων. 99. (13, 38, 2). Ὅτι Θηραμένης ὁ Ἀθηνεὺς εἰσηγητὴς ὢν τῶν τὴν πολιτείαν διοικούντων ἀνὴρ καὶ τῷ βίῳ κόσμιος καὶ φρονήσει δοκῶν διαφέρειν τῶν ἄλλων· καὶ γὰρ τὸν Ἀλκιβιάδην οὗτος μόνος συνεβούλευσε κατάγειν, δι' ὃν πάλιν ἑαυτοὺς ἀνέλαβον, καὶ πολλῶν ἄλλων εἰσηγητὴς γενόμενος ἐπ' ἀγαθῷ τῆς πατρίδος οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν. 100. (13, 58, 3). Ὅτι οἱ τὴν αἰχμαλωσίαν διαφυγόντες Σελινούντιοι τὸν ἀριθμὸν ὄντες χʹ πρὸς τοῖς δισχιλίοις διεσώθησαν εἰς Ἀκράγαντα καὶ πάντων ἔτυχον τῶν φιλανθρώπων· οἱ γὰρ Ἀκραγαντῖνοι σιτομετρήσαντες αὐτοῖς δημοσίᾳ διέδωκαν κατὰ τὰς οἰκίας, παρακελευσάμενοι τοῖς ἰδιώταις καὶ αὐτοῖς προθύμοις οὖσι χορηγεῖν τὰ πρὸς τὸ ζῆν ἅπαντα. 101. (13, 59, 3). Ὅτι ὁ Ἀννίβας μετὰ τὴν ἅλωσιν Σελινοῦντος Ἐμπεδίωνα τῶν πεφευγότων πρεσβευτὴν ἀποστειλάντων, τούτῳ τὰς οὐσίας ἀπεκατέστησεν· ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμπεφωνηκὼς μὴ πολεμεῖν Καρχηδονίους· ἐχαρίσατο δὲ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις. 102. (13, 68, 5). Ὅτι Ἀλκιβιάδης ὁ Ἀθηναῖος θράσει πολὺδιέφερε τῶν ἄλλων καὶ δεινότατος ἦν εἰπεῖν καὶ κατὰ μὲν τὴν στρατείαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος· ἦν δὲ καὶ τὴν ὄψιν καθ' ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος. καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθ' ἅμα τῇ ἐκείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον. πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον. 103. (13, 74, 3). Ὅτι μέγιστον ἔγκλημα κατὰ Ἀλκιβιάδου ἦν τοῦ Ἀθηναίου στρατηγοῦ τὸ περὶ τῶν ἱππέων*, τετιμημένων* ταλάντων νʹ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς Ὀλυμπίαν ὁ Ἀλκιβιάδης κατὰ τὴν ὑπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο καὶ νικήσας τὸ τέθριππον τήν τε ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι. καὶ ταῦτα καὶ ἄλλα πολλὰ διανοούμενος ὁ Ἀλκιβιάδης, μή ποτε καιρὸν λαβόντες οἱ Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων, ὧν εἰς αὐτοὺς ἐξήμαρτεν, αὐτὸς αὑτοῦ κατέγνω φυγήν. 104. (13, 76, 2). Ὅτι Καλλικρατίδης ὁ Σπαρτιατῶν ναύαρχος νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠθῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν· ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτ' εἰς πόλιν οὔτ' εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφθείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρ' αὐτῶν ἐλάμβανεν. 105. (13, 84, 5). Ὅτι διὰ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν Ἀκράγαντα εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς Ἀκραγαντίνοις, ὥστε μετ' ὀλίγον τῆς πολιορκίας γενομένης ποιῆσαιψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχῃ πλέον τύλης καὶ περιστρώματος καὶ κωδίου καὶ δυεῖν προσκεφαλαίων. τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον
q.114
τρυφήν. 106. (13, 103, 2). Ὅτι Καλλίξενός τις ὁ τὴν γνώμην εἰπὼν καὶ τὸν δῆμον ἐξαπατήσας εὐθὺ τοῦ πλήθους μεταμεληθέντος εἰς αἰτίαν ἦλθεν ὡς τὸν δῆμον ἐξηπατηκέναι· οὐκ ἀξιωθεὶς δὲ ἀπολογίας ἐδέθη καὶ καταβληθεὶς εἰς τὴν δημοσίαν φυλακὴν ἔλαθε μετά τινων διορύξας τὸ δεσμωτήριον καὶ διαδρὰς πρὸς τοὺς πολεμίους εἰς Δεκέλειαν, ὅπως διαφυγὼν τὸν θάνατον παρ' ὅλον τὸν βίον στηλιτεύηται. 107. (13, 106, 8). Ὅτι Λύσανδρος ὁ Λακεδαιμόνιος μετὰ τὴν νίκην τὴν πρὸς Ἀθηναίους Γύλιππον ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια φʹ. ὄντος δὲ τοῦ χρήματος ἐν σακκίοις, καὶ ταῦτ' ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τʹ καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων ἔφυγε καὶ κατεδικάσθη θανάτῳ. παραπλησίως δὲ καὶ τὸν πατέρα Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν Ἀττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ καὶ ἐν Θουρίοις ἔφυγεν. οὗτοι μὲν οὖν ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες τὸν ἄλλον βίον αὑτῶν κατῄσχυναν. 108. (13, 108, 2). Ὅτι Ἰμίλκων ὁ τῶν Καρχηδονίων ἀφηγούμενος τὴν τῶν Ἀκραγαντίνων πόλιν κατασκάψας τῶν ἱερῶν, ὅσα μὴ καλῶς ὑπὸ τοῦ πυρὸς ἐδόκει διεφθάρθαι, τὰς γλυφὰς καὶ τὰ περιττοτέρως εἰργασμένα περιέκοψε· καὶ ἐχόντων τῶν Γελώων ἐκτὸς τῆς πόλεως Ἀπόλλωνος ἀνδριάντα χαλκοῦν σφόδρα μέγαν, συλήσαντες αὐτὸν ἀπέστειλαν εἰς τὴν Τύρον. 109. (13, 111, 5). Ὅτι παρὰ τοῖς Καρχηδονίοις οὐδεμία τις ἦν φειδὼ τῶν ἁλισκομένων, ἀλλ' ἀσυμπαθεῖς τῶν ἠτυχηκότων οὓς μὲν ἀνεσταύρουν, οἷς δὲ ἀφορήτους ἐπῆγον ὕβρεις. ἰδεῖν γὰρ ἦνπαῖδας ἐλευθέρους καὶ παρθένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, παραπλησίως δὲ καὶ τοὺς πρεσβυτάτους παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν. 110. (14, 2, 1). Ὅτι παρὰ Ἀθηναίοις λʹ τύραννοι γενόμενοι διὰ τὴν ἰδίαν πλεονεξίαν τήν τε πατρίδα μεγάλοις ἀτυχήμασι περιέβαλον καὶ αὐτοὶ ταχὺ τὴν δύναμιν ἀποβαλόντες ἀθάνατον ἑαυτῶν ὄνειδος καταλελοίπασιν· Λακεδαιμόνιοι δὲ περιποιησάμενοι τὴν τῆς Ἑλλάδος ἀρχὴν ἀναμφισβήτητον, τότε ταύτης ἐστερήθησαν, ὅτε πράξεις ἀδίκους κατὰ τῶν συμμάχων ἐπιτελεῖν ἐπεχείρησαν. παραπλησίως δὲ καὶ Διονύσιος ὁ τῶν Συρακουσίων τύραννος καίπερ εὐτυχέστατος τῶν δυνατῶν γεγονὼς ζῶν μὲν οὐ διέλιπεν ἐπιβουλευόμενος καὶ διὰ τὸν φόβον ἠναγκάζετο φέρειν ἐπὶ* τὸν χιτῶνα σιδηροῦν θώρακα· τελευτήσας δὲ μέγιστον εἰς βλασφημίας παράδειγμα καταλέλοιπε τὸν ἑαυτοῦ βίον εἰς ἅπαντα τὸν αἰῶνα. 111. (14, 4, 7). Ὅτι τὸν Θηραμένην οἱ περὶ Κριτίαν συνέλαβον ξιφήρεις ὄντες· ὁ δὲ φθάσας ἀνεπήδησε μὲν πρὸς τὴν βουλαίαν Ἑστίαν, ἔφησε δὲ πρὸς τοὺς θεοὺς καταφεύγειν, οὐ σωθήσεσθαι νομίζων, ἀλλὰ σπεύδων τοῖς ἀνελοῦσιν αὐτὸν περιποιήσασθαι τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν. παρελθόντων δὲ τῶν ὑπηρετῶν καὶ ἀποσπώντων αὐτόν, ὁ μὲν Θηραμένης ἔφερε γενναίως τὴν ἀτυχίαν, ἅτε καὶ φιλοσοφίας ἐπὶ πλεῖον μετεσχηκὼς παρὰ Σωκράτει. 112. (14, 5, 6). Ὅτι οὐκ ἔληγον τῆς παρανομίας οἱ λʹ τύραννοι, πολὺ δὲ μᾶλλον ἐν ἅπασι λαμβανούσης τῆς ἀπονοίας ἐπίδοσιν, τῶν μὲν ξένων τοὺς πλουσιωτάτους ξʹ κατέσφαξαν, ὅπως τῶν χρημάτων κυριεύσωσι, τῶν δὲ πολιτῶν καθ' ἡμέραν ἀναιρουμένων οἱ τοὺς βίους εὐπορούμενοι σχεδὸν ἅπαντες ἔφυγον ἐκ τῆς πόλεως. ἐπὶ τοσοῦτο δὲ κατέφθειρον τὴν πόλιν, ὥστε φυγεῖν Ἀθηναίους πλείους τῶν ἡμίσεων. 113. (14, 9, 8). Ὅτι οἱ Καμπανοὶ ταῖς καθηκούσαις τιμαῖς καὶ δωρεαῖς τιμηθέντες παρὰ Διονυσίου καὶ πορευθέντες εἰς Αἴτελλαν* καὶ πείσαντες τοὺς ἐν τῇ πόλει λαβεῖν ἑαυτοὺς συνοίκους, νυκτὸς ἐπιθέμενοι τοὺς μὲν ἡβῶντας ἀπέσφαξαν, τὰς δὲ γυναῖκας τῶν παρασπονδηθέντων γήμαντες κατέσχον τὴν πόλιν. 114. (14, 12, 3). Ὅτι Κλέαρχος ὁ παρὰ Λακεδαιμονίων ἀποσταλεὶς πρὸς Βυζαντίους
q.115
διαφερομένους πρὸς ἀλλήλους πολλοὺς τῶν Βυζαντίων ἀνελὼν καὶ πάντων τῶν διαφθαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους, ψευδεῖς αἰτίας ἐπιῤῥίπτων καὶ οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐφυγάδευσε, πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισθοφόρων ἀθροίσας πλῆθος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο. 115. (14, 19, 2). Ὅτι Κῦρος νεανίσκος ἦν φρονήματος πλήρης καὶ προθυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας. 116. (14, 32, 1). Ὅτι οἱ ἐν Ἀθήναις δυναστεύοντες λʹ τύραννοι καθ' ἡμέραν οὐκ ἐπαύοντο τοὺς μὲν φυγαδεύοντες, τοὺς δὲ ἀναιροῦντες. 117. (14, 35, 2). Ὅτι Ἀρταξέρξης καταπεπολεμηκὼς Κῦρον ἀπέστειλε Φαρνάβαζον παραληψόμενον πάσας τὰς ἐπὶ θαλάττῃ σατραπείας. οἱ δὲ Κύρῳ συμμαχήσαντες σατράπαι ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν, μή ποτε δῶσι τιμωρίαν ὑπὲρ ὧν ἐξήμαρτον εἰς τὸν βασιλέα. καὶ οἱ μὲν διαπρεσβευσάμενοι πρὸς Τισσαφέρνην ἐξεθεράπευον, Ταμῶν* δὲ ὁ μέγιστος αὐτῶν εἰς τὰς τριήρεις ἔθετο τὰ χρήματα καὶ τοὺς υἱοὺς ἅπαντας πλὴν ἑνὸς καλουμένου Γάου*. καὶ εὐλαβηθεὶς τὸν Τισσαφέρνην ἀπῆρεν εἰς Αἴγυπτον μετὰ τοῦ στόλου καὶ κατέφυγε πρὸς Ψαμμίτιχον τὸν βασιλέα τῶν Αἰγυπτίων, ἀπόγονον Ψαμμιτίχου. οὔσης δὲ αὐτῷ προγεγενημένης εὐεργεσίας εἰς τὸν βασιλέα, διελάμβανε τοῦτον ἕξειν οἷόν τινα λιμένα τῶν ἀπὸ τοῦ βασιλέως κινδύνων. ὁ δὲ Ψαμμίτιχος τήν τε εὐεργεσίαν καὶ τὸ πρὸς τοὺς ἱκέτας ὅσιον παρ' οὐδὲν ἡγησάμενος ἀπέσφαξε τὸν ἱκέτην καὶ φίλον μετὰ τῶν τέκνων, ὅπως τῶν τε χρημάτων καὶ τοῦ στόλου γένηται κύριος. 118. (14, 63, 1). Ὅτι Ἰμίλκων ἐπαρθεὶς καὶ μετεωρισθεὶς τῇ νίκῃ κατελάβετο καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν· ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν. ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθ' ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακουσίους. 119. (14, 76, 3). Ὅτι ὁ τῶν Καρχηδονίων στρατηγὸς Ἰμίλκων ἱεροσυλήσας αἰσχρῶς εἰς Καρχηδόνα διέφυγεν, ὅπως μὴ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον ἀποδοὺς ἀθῶος γένηται τῶν ἀσεβημάτων, ἀλλ' ἐν τῇ πατρίδι περιβόητον ἔχει* τὸν βίον ὑπὸ πάντων ὀνειδιζόμενος. εἰς τοσοῦτον δὲ ἦλθεν ἀτυχίας, ὥστε μετὰ τῆς εὐτελεστάτης ἐσθῆτος περιῄει τοὺς κατὰ τὴν πόλιν ναούς, κατηγορῶν τῆς ἰδίας ἀσεβείας καὶ περὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ὁμολογουμένην διδοὺς τιμωρίαν τῷ δαιμονίῳ. 120. (14, 85, 4). Ὅτι Τιρίβαζος ὁ τῶν κατὰ τὴν Ἀσίαν πεζικῶν δυνάμεων ἀφηγούμενος ἐφθόνει ταῖς τοῦ Κόνωνος εὐπραξίαις· καὶ πρόφασιν μὲν λαβών, ὅτι ταῖς βασιλικαῖς δυνάμεσι τὰς πόλεις Ἀθηναίοις κατακτᾶται, προαγόμενος δ' αὐτὸν εἰς Σάρδεις συνέλαβε καὶ δήσας εἰς φυλακὴν κατέθετο. 121. (14, 93, 3). Ὅτι Ῥωμαῖοι χρυσοῦν κρατῆρα κατασκευάσαντες εἰς Δελφοὺς ἐξέπεμψαν. οἱ δὲ κομίζοντες αὐτὸν πρεσβευταὶ λησταῖς Λιπαραίοις περιέπεσον, καὶ πάντες αἰχμαλωτισθέντες κατήντησαν εἰς Λιπάραν. Τιμασίθεος δὲ ὁ τῶν Λιπαραίων στρατηγὸς γνοὺς τὸ γεγενημένον τούς τε πρεσβευτὰς ἀνέσωσε καὶ τὸ χρυσίον ἀποδοὺς εἰς Δελφοὺς τοὺς πρέσβεις ἀπεκατέστησεν. οἱ δὲ τὸν κρατῆρα κομίζοντες ἀναθέντες αὐτὸν εἰς τὸν τῶν Μασσαλιωτῶν θησαυρὸν εἰς Ῥώμην ἀνέστρεψαν. διόπερ ὁ δῆμος τῶν Ῥωμαίων πυθόμενος τὴν τοῦ Τιμασιθέου καλοκἀγαθίαν παραχρῆμα αὐτὸν ἐτίμησεν, δημόσιον δοὺς κατάλυμα καὶ μετὰ ταῦτα ἔτεσιν ρλʹ τὴν Λιπάραν ἀφελόμενος τῶν Καρχηδονίων τοὺς ἐγγόνους τοῦ Τιμασιθέου τῶν τε εἰσφορῶν ἀτελεῖς ἀφῆκε καὶ ἐλευθερίους ἐποίησεν. 122. (14, 105, 3). Ὅτι Διονύσιος τοὺς καταφυγόντας ἐπὶ τὸν λόφον, τῶν Ἰταλιωτῶν αὐτοὺς δι' ἀνάγκην σφᾶς προδόντων αὐτῷ, λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ λόφου ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων· καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος. τούς τε γὰρ αἰχμαλώτους αὐτῶν* ἀφῆκε χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνθέμενος ἀφῆκεν αὐτονόμους. ἐπὶ δὲ
q.116
τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παθόντων χρυσοῖς στεφάνοις ἐτιμήθη καὶ σχεδὸν τοῦτ' ἔδοξε πράξειν* ἐν τῷ ζῆν κάλλιστον. 123. (14, 109, 6). Ὅτι Διονύσιος πυθόμενος τὸν τῶν ποιημάτων αὐτοῦ διασυρμόν, καὶ τῶν κολάκων λεγόντων, ὅτι πᾶσι τοῖς καλῶς πραττομένοις φθονοῦντες ἐξ ὑστέρου θαυμάζουσιν, οὐκ ἀφίστατο τῆς περὶ τὴν ποίησιν σπουδῆς. 124. (14, 111, 3). Ὅτι τῶν Ῥηγίνων πολιορκουμένων καὶ διὰ σπάνιν τροφῆς βοτάνας ἐσθιόντων δίκην θρεμμάτων ὁ Διονύσιος πυθόμενος τὸ γινόμενον οὐχ ὅπως ἠλέησε τοὺς ὑπὲρ ἄνθρωπον πάσχειν ἀναγκαζομένους, ἀλλὰ πᾶν τοὐναντίον ἐπαγαγὼν ζεύγη εἷλε τὴν πόαν τοῦ τόπου, ὥστε τὴν ὕλην ἅπασαν ἀφανισθῆναι. διόπερ ταῖς ὑπερβολαῖς τῶν κινδύνων νικώμενοι παρέδωκαν αὐτῷ τὴν πόλιν. 125. (14, 111, 4). Ὅτι Διονύσιος ἤθροισεν ἀπὸ τὸ Ῥήγιον πλείους τῶν ἑξακισχιλίων αἰχμαλώτους. καὶ τὸ πλῆθος εἰς συρακούσας ἀποστείλας ἐκέλευσε τοὺς δόντας ἀργυρίου μνᾶν ἀπολυτροῦσθαι· τοὺς δὲ μὴ εὐπορήσαντας ἐλαφυροπώλησεν. 126. (15, 1, 3). Ὅτι Λακεδαιμόνιοι ἄξιοι κατηγορίας· οἵτινες παραλαβόντες ἡγεμονίαν κάλλιστα τεθεμελιωμένην καὶ ταύτην διὰ τὴν ἀρετὴν τῶν προγόνων διαφυλαχθεῖσαν ἔτη πλείω τῶν φʹ, οἱ τότε Λακεδαιμόνιοι διὰ τὴν αὑτῶν ἀβουλίαν καταλυθεῖσαν ἐπεῖδον, οὐκ ἀλόγως. οἱ μὲν γὰρ πρὸ αὐτῶν βεβιωκότες πολλοῖς φόνοις* καὶ μεγάλοις κινδύνοις τὴν τηλικαύτην κατεκτήσαντο δόξαν, ἐπιεικῶς καὶ φιλανθρώπως προσφερόμενοι τοῖς ὑποτεταγμένοις, οἱ δὲ μεταγενέστεροι βιαίως καὶ χαλεπῶς χρώμενοι τοῖς συμμάχοις, ἔτι δὲ πολέμους ἀδίκους καὶ ὑπερηφάνους ἐνιστάμενοι πρὸς τοὺς Ἕλληνας οὐκ ἀλόγως ἀπέβαλον τὴν ἀρχὴν διὰ τῆς ἰδίας ἀβουλίας. ἐν γὰρ ταῖς συμφοραῖς αὐτῶν τὸ μῖσος τῶν ἀδικουμένων ἔλαβε καιρὸν ἀμύνασθαι τοὺς προηδικηκότας· καὶ τοῖς ἐκ προγόνων ἀνικήτοις γεγονόσι τοσαύτη καταφρόνησις ἐπηκολούθησεν, ὅσην εἰκόςἐστι γενέσθαι κατὰ τῶν ἀναιρούντων τὰς τῶν προγόνων ἀρετάς. τοιγαροῦν Θηβαῖοι μὲν οἱ πρότερον ἐπὶ πολλὰς γενεὰς τοῖς κρείττοσιν ὑποτεταγμένοι, τότε† τοὺς ἀνελπίστως νικήσαντες ἡγεμόνες κατέστησαν τῶν Ἑλλήνων, Λακεδαιμόνιοι δὲ μετὰ τὴν ἀφαίρεσιν τῆς ἡγεμονίας οὐδέποτ' ἐδυνήθησαν ἀναλαβεῖν τὸ τῶν προγόνων ἀξίωμα. 127. (15, 7, 3). Ὅτι Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν τῶν ἀποσταλέντων εἰς τὴν Ὀλυμπιακὴν πανήγυριν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης. ἀεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὑτῷ φάσκων ἅπαντας, τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας· καὶ πέρας ὡς* ἐπὶ τοσοῦτο προῆλθε λύπης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι. οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς Ἰταλίας καὶ παρὰ τοῖς Ἰταλιώταις μεγάλης ἀποδοχῆς τυχόντες ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀπεκατέστησαν. 128. (15, 14, 3). Ὅτι Διονύσιος ὁ τύραννος χρημάτων ἀπορούμενος ἐστράτευσεν ἐπὶ Τυῤῥηνίαν, ἔχων τριήρεις ξʹ, πρόφασιν μὲν φέρων τὴν τῶν ληστῶν κατάλυσιν, τῇ δὲ ἀληθείᾳ συλήσων ἱερὸν ἅγιον, γέμον ἀναθημάτων πολλῶν, καθιδρυμένον ἐν ἐπινείῳ πόλεως Ἀγύλης*, ὀνομαζόμενον Πύργοι. καταπλεύσας δὲ νυκτὸς καὶ τὴν δύναμιν ἐκβιβάσας ἐσύλησε τὸ ἱερὸν καὶ συνήθροισεν οὐκ ἐλάττονα ταλάντων χιλίων. 129. (15, 31, 3). Ὅτι Ἀγησίλαος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς περιβόητος ἦν ἐν ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει καὶ σχεδὸν ἀνίκητος γεγονὼς ἐν τοῖς ἐπάνω χρόνοις. ἔν τε γὰρ τοῖς λοιποῖς πολέμοις ἐθαυμάσθη καὶ καθ' ὃν καιρὸν Λακεδαιμόνιοι πολεμοῦντες† τοῖς Πέρσαις, παραταξάμενος καὶ πολλαπλασίονα δύναμιν νικήσας πολλὴν τῆς Ἀσίας ἐπῆλθε, κρατῶν τῶν ὑπαίθρων, καὶ εἰ μὴ μετεπέμψαντο αὐτὸν Σπαρτιᾶται διά τινας αἰτίας πολιτικάς, σχεδὸν ἂν καὶ τὴν ὅλην Περσῶν
q.117
βασιλείαν εἰς τοὺς ἐσχάτους κινδύνους κατέστησεν. ἦν γὰρ ὁ ἀνὴρ οὗτος δραστικὸς καὶ μετὰ συνέσεως πολλῆς θρασὺς καὶ παραβόλοις πράξεσι χρώμενος. διὸ καὶ τότε θεωροῦντες οἱ Σπαρτιᾶται τὸ μέγεθος τοῦ πολέμου δεόμενον ἡγεμόνος ἀξιολόγου, τοῦτον τοῦ πολέμου παντὸς ἡγεμόνα κατέστησαν. 130. (15, 36, 6). Ὅτι Τιμόθεος ὁ τῶν Ἀθηναίων ναύαρχος πάντα τὰ κατὰ τὸν πόλεμον ταχέως καὶ ῥᾳδίως ἐπετέλει, πείθων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ δι' ἀνδρείας καὶ στρατηγίας. διόπερ οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς. 131. (15, 44, 1). Ὅτι ὁ Ἰφικράτης παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαθὴν φύσει κεχρῆσθαι διαφόρῳ. 132. (15, 61, 2). Ὅτι Πολύδωρος ὁ Φεραῖος παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν ἀκολούθως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν. τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήθεσι καὶ διὰ τοῦτο ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο. 133. (15, 75, 1). Ὅτι Ἀλέξανδρος ὁ Φερῶν τύραννος ἐν τῇ Θετταλίᾳ περί τινων ἐγκαλέσας τῇ πόλει τῶν Σκοτουσσαίων ἐκάλεσεν αὐτοὺς εἰς ἐκκλησίαν καὶ περιστήσας τοὺς μισθοφόρους ἅπαντας ἀπέσφαξεν. τὰ δὲ σώματα τῶν τετελευτηκότων ῥίψας εἰς τὴν πρὸ τῶν τειχῶν τάφρον τὴν πόλιν διήρπασεν. 134. (15, 88, 1). Ὅτι οὗτος τοὺς καθ' ἑαυτὸν ἐδόκει ὑπερβάλλειν ἐν στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ. κατὰ μὲν γὰρ τὴν ἡλικίαν τὴν τούτου γεγόνασιν ἄνδρες ἐπιφανεῖς Πελοπίδας τε ὁ Θηβαῖος καὶ Τιμόθεος καὶ Κόνων, ἔτι δὲ Χαβρίας καὶ Ἰφικράτης οἱ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀγησίλαος ὁ Σπαρτιάτης, βραχὺ τοῖς χρόνοις πρότερον, ἐν δὲ τοῖς πρὸ τούτου χρόνοις ἐπὶ τῶν Μηδικῶν καὶ Περσικῶν καιρῶν Σόλων καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης, ἔτι δὲ Κίμων καὶ Μυρωνίδης καὶ Περικλῆς καί τινες ἕτεροι παρὰ Ἀθηναίοις, κατὰ δὲ Σικελίαν Γέλων ὁ Δεινομένους καί τινες ἕτεροι. ἀλλ' ὅμως εἴ τις συγκρίναι τὰς τούτων ἀρετὰς τῇ Ἐπαμινώνδου στρατηγίᾳ τε καὶ δόξῃ, πολὺ ἂν προέχουσαν εὕροι τὴν περὶ τὸν Ἐπαμινώνδαν ἀρετήν. παρὰ μὲν γὰρ ἑκάστῳ τῶν ἄλλων ἓν ἂν εὕροις προτέρημα τῆς δόξης, παρὰ δὲ τούτῳ πάσας τὰς ἀρετὰς ἠθροισμένας. καὶ γὰρ ῥώμῃ σώματος καὶ λόγου δεινότητι, πρὸς δὲ τούτοις ψυχῆς λαμπρότητι καὶ μισαργυρίᾳ καὶ ἐπιεικείᾳ, καὶ τὸ μέγιστον, ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει πολὺ διήνεγκε τῶν ἄλλων. τοιγαροῦν ἡ πατρὶς αὐτοῦ ζῶντος μὲν ἐκτήσατο τὴν ἡγεμονίαν τῆς Ἑλλάδος, τελευτήσαντος δὲ ταύτης ἐστερήθη καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἐπειράθη καὶ πέρας διὰ τὴν ἀφροσύνην τῶν ἡγουμένων ἀνδραποδισμοῦ καὶ κατασκαφῆς ἔλαβε πεῖραν. 135. (15, 92, 5). Ὅτι ὁ Ταχὼς ὑπὸ τῶν ἀποστατῶν ἐπιβουλευθείς, ὁ τῆς Αἰγύπτου βασιλεύς, καὶ καταπλαγεὶς ἐτόλμησε διὰ τῆς Ἀραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα Ἀρταξέρξην καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων· ὁ δὲ Ἀρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου. 136. (15, 95, 3). Ὅτι Χάρης ὁ τῶν Ἀθηναίων στρατηγὸς ὁ μετὰ Λεωσθένην γενόμενος πολλὰ παρανομῶν ἀγαθὸν μὲν οὐδὲν διεπράξατο, τῇ δὲ πατρίδι διαβολάς. 137. (16, 1, 5). Ὅτι Φίλιππος ὁ Ἀμύντου μὲν υἱὸς Ἀλεξάνδρου δὲ πατὴρ γέγονεν ἀγχινοίᾳ καὶ στρατηγίᾳ καὶ ἀνδρείᾳ καὶ λαμπρότητι ψυχῆς διαφέρων. ἦν δὲ κατὰ τὴν ρεʹ ὀλυμπιάδα ἐπ' ἄρχοντος Ἀθήνησι Καλλιμήδου. 138. (16, 2, 3). Ὅτι συμφοιτητὴς Ἐπαμινώνδου ἐγένετο Φίλιππος ὁ πατὴρ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ἀμφότεροι δὲ ἀκροαταὶ Πυθαγορείου τινὸς φιλοσόφου. καὶ Ἐπαμινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, ὁ δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμινώνδου δόξης. 139. (16, 5, 1). Ὅτι Διονύσιος ὁ νεώτερος ὁ τῶν Συρακουσίων τύραννος παρειληφὼς τὴν βασιλείαν ἐν τοῖς ἄνω καιροῖς, ἄπρακτοςδ' ὢν καὶ πολὺ τοῦ πατρὸς καταδεέστερος προσεποιεῖτο διὰ τὴν ἀπραγίαν εἰρηνικὸς εἶναι καὶ
q.118
πρᾶος τὸν τρόπον. μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολέμοις γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλε. 140. (16, 11, 2). Ὅτι πάντες ἔσπευδον οἱ Συρακούσιοι ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως ἢ κατὰ ἄνθρωπον. καὶ τοῦτο εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς. πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι δι' ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς. 141. (16, 17, 5). Ὅτι Δίων λαμπρᾷ μάχῃ νικήσας τοὺς Συρακουσίους οὐδὲν ἐμνησικάκησεν αὐτοῖς· ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ταύτην ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων. 142. (16, 17, 5). Ὅτι πολλοὶ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον. 143. (16, 20, 2). Ὅτι Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις. 144. (16, 23, 1). Ὅτι Φιλόμηλος ὁ Φωκεὺς ἀνὴρ θράσει καὶ παρανομίᾳ διαφέρων κατελάβετο μὲν τὸ ἐν Δελφοῖς ἱερόν, ἐξέκαυσε δὲ τὸν ἱερὸν πόλεμον. 145. (16, 38, 1). Ὅτι Φίλιππος νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήν τε ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς αὑτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ. 146. (16, 40, 1). Ὅτι Βοιωτοὶ κάμνοντες τῷ πρὸς Φωκεῖς πολέμῳ καὶ χρημάτων ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν τῶν Περσῶν βασιλέα, παρακαλοῦντες πορίσασθαι τῇ πόλει χρήματα. ὁ δὲ Ἀρταξέρξης προθύμως ὑπακούσας ἔδωκεν αὐτοῖς δωρεὰν ἀργυρίου τάλαντα τριακόσια. 147. (16, 44, 3). Ὅτι Νικόστρατος ὁ Ἀργείων στρατηγὸς ἦν ἀνὴρ ἀγαθὸς καὶ πρᾶξαι βουλόμενος† καὶ βουλεύσασθαι, μεμιγμένην ἔχων τῇ φρονήσει μανίαν. τῇ γὰρ τοῦ σώματος ῥώμῃ διαφέρων ἐμιμεῖτο τὸν Ἡρακλέα κατὰ τὰς στρατείας καὶ λεοντῆν ἐφόρει καὶ ῥόπαλον ἐν ταῖς μάχαις. 148. (16, 45, 1). Ὅτι ὁ Τέννης κοινωσάμενος τὴν προδοσίαν Μέντορι τῷ στρατηγῷ τῶν ἐξ Αἰγύπτου μισθοφόρων τοῦτον μὲν ἀπέλειπεν τηροῦντα μέρος τῆς πόλεως καὶ συνεργοῦντα τοῖς περὶ τὴν προδοσίαν ἐγχειρουμένοις, αὐτὸς δὲ μετὰ στρατιωτῶν φʹ προῆγεν ἐκ τῆς πόλεως, προσποιούμενος ἐπὶ κοινὴν τῶν Φοινίκων σύνοδον ἀπαντᾶν· ἦγε δὲ μεθ' ἑαυτοῦ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ρʹ συμβούλους. ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ρʹ παρέδωκε τῷ Ἀρταξέρξῃ. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ρʹ ὡς αἰτίους τῆς ἀποστάσεως ὄντας κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθ' ἱκετηριῶν ἀπαντησάντων, μετεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν, εἰ δύνανται τὴν πόλιν αὐτῷ παραδοῦναι. σφόδρα γὰρ ἔσπευδε μὴ δι' ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις. τοῦ γὰρ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν, ὁ [δὲ] βασιλεὺς φυλάττων τὴν ὀργὴν ἀπαραίτητον ἅπαντας τοὺς φʹ ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν. εἶτα ὁ Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόν τε καὶ τὸν βασιλέα. 149. (16, 57, 2). Ὅτι Ἀθηναίοις ὁ χρόνος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον, ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως, καὶ Διονυσίου τοῦ Συρακουσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα, περιτυχὼν ταῖς κομιζούσαις ναυσὶν ὁ Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν, τί χρὴ πράττειν, οἱ δὲ Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν
q.119
ἐξετάζειν, ἀλλὰ σκοπεῖν, ὅπως τοὺς στρατιώτας διαθρέψει. Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησεν τὸν τῶν θεῶν κόσμον. 150. (16, 64, 2). Ὅτι οἱ τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες ὑπὸ τῶν θεῶν τῆς προσηκούσης τιμωρίας ἠξιώθησαν. ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγάλην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποίησεν. 151. (16, 81, 2). Ὅτι τοσαύτη κατάπληξις καὶ δέος κατεῖχε τοὺς καταλειφθέντας τῶν Καρχηδονίων, ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδὲ ἀποπλεῖν εἰς Λιβύην, μή πως διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθῆναι. 152. (16, 95, 2). Ὅτι δοκεῖ ὁ βασιλεὺς Φίλιππος ἐλαχίστας μὲν εἰς μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρ' Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης. φασὶ δὲ καὶ αὐτὸν τὸν Φίλιππον σεμνύνεσθαι μᾶλλον ἐπὶ τῇ στρατηγικῇ συνέσει καὶ τοῖς διὰ τῆς ὁμιλίας ἐπιτεύγμασιν, ἤπερ ἐπὶ τῇ κατὰ τὰς συμμαχίας ἀνδρείᾳ. τῶν μὲν γὰρ κατὰ τοὺς ἀγῶνας κατορθωμάτων μετέχειν ἅπαντας τοὺς στρατευομένους, τῶν δὲ διὰ τῆς ὁμιλίας γινομένων ἐπιτευγμάτων αὐτὸν μόνον λαμβάνειν τὴν ἐπιγραφήν. 153. (17, 1, 3). Ὅτι Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν ὀλίγῳ χρόνῳ μεγάλας πράξεις κατειργάσατο καὶ διὰ τὴν ἰδίαν σύνεσίν τε καὶ ἀνδρείαν ὑπερεβάλετο τῷ μεγέθει τῶν ἔργων πάντας τοὺς ἐξ αἰῶνος τῇ μνήμῃ παραδεδομένους βασιλεῖς. ἐν ἔτεσι γὰρ δώδεκα καταστρεψάμενος τῆς μὲν Εὐρώπης οὐκ ὀλίγα, τὴν δὲ Ἀσίαν σχεδὸν ἅπασαν εἰκότως περιβόητον ἔσχε τὴν δόξαν καὶ τοῖς παλαιοῖς ἥρωσι καὶ ἡμιθέοις ἰσάζουσαν. 154. (17, 14, 1). Ὅτι ὁ Ἀλέξανδρος τοὺς τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν φʹ. 155. (17, 32, 1). Ὅτι ἡ μήτηρ τοῦ βασιλέως Ἀλεξάνδρου ἔγραψε τά τε ἄλλα τῶν χρησίμων καὶ διότι φυλάξασθαι τὸν Λυγκηστὴν Ἀλέξανδρον. οὗτος δ' ὢν ἀνδρεῖός τε διάφορος καὶφρονήματος πλήρης καὶ συμπαρακολουθῶν τῷ βασιλεῖ μετὰ τῶν ἄλλων φίλων ἐπιστεύετο. πολλῶν δὲ καὶ ἄλλων εὐλόγων συνδραμόντων πρὸς ταύτην τὴν διαβολήν, συλληφθεὶς καὶ δεθεὶς εἰς φυλακὴν παρεδόθη, ὡς τευξόμενος δικαστηρίου. 156. (17, 38, 1). Ὅτι διαβεβαιωσάμενος τὴν Σισυγγάμβρην* ὁ Ἀλέξανδρος ὡς μητέρα ἕξειν περιέθηκεν αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀπεκατέστησεν· τὴν μὲν γὰρ θεραπείαν αὐτῇ πᾶσαν τὴν δοθεῖσαν ὑπὸ Δαρείου παρέδωκεν, ἰδίαν δὲ ἄλλην οὐκ ἐλάττονα τῆς προϋπαρχούσης προσεδωρήσατο καὶ τῆς μὲν τῶν παρθένων ἐκδόσεως βέλτιον τῆς Δαρείου κρίσεως ἐπηγγείλατο προνοήσασθαι, τὸν δὲ παῖδα τρέφων ὡς υἱὸν ἴδιον καὶ βασιλικῆς τιμῆς ἀξιώσειν. περὶ δὲ τῆς Δαρείου γυναικὸς καὶ τῆς περὶ αὐτὴν σεμνότητος πρόνοιαν ἕξειν ἔφησεν, ὅπως μηδὲν ἀνάξιον πάθῃ τῆς προγεγενημένης εὐδαιμονίας. καὶ ἄλλα δὲ πολλὰ πρὸς ἔλεον καὶ φιλανθρωπίαν διαλεχθεὶς ἐποίησε τὰς γυναῖκας διὰ τὸ μέγεθος τῆς ἀνελπίστου χαρᾶς εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα. ἐπὶ δὲ πᾶσι τοῖς προειρημένοις δοὺς τὴν δεξιὰν οὐ μόνον ὑπὸ τῶν εὖ παθόντων ἐπαίνων ἐτύγχανεν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς στρατευομένοις περιβόητον ἔσχε τὴν ὑπερβολὴν τῆς ἐπιεικείας. καθόλου δ' ἔγωγε νομίζω πολλῶν καὶ καλῶν ἔργων ὑπ' Ἀλεξάνδρου συντετελεσμένων μηδὲν τούτων μεῖζον ὑπάρχειν μηδὲ μᾶλλον ἄξιον ἀναγραφῆς καὶ μνήμης ἱστορικῆς. αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τἄλλα τὰ κατὰ πόλεμον προτερήματα τὰ πλείονα δι' ἀρετὴν ἢ τύχην ἐπιτυγχάνεται· ὁ δὲ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ μόνης τῆς φρονήσεως γίνεται. οἱ πλεῖστοι γὰρ διὰ τὴν εὐτυχίαν ἐπαίρονται μὲν ταῖς εὐπραξίαις, ὑπερήφανοι δὲ ἐν ταῖς εὐτυχίαις γινόμενοι τῆς ἀνθρωπίνης καὶ κοινῆς ἀσθενείας ἐπιλανθάνονται· διὸ νῦν καὶ τοὺς πλείστους ὁρᾶν ἔστιν τὴν εὐτυχίαν ὥσπερ βαρὺ φορτίον φέρειν
q.120
ἀδυνατοῦντας. Ἀλέξανδρος μὲν οὖν καίπερ πολλαῖς γενεαῖς προγεγονὼς τοῦ καθ' ἡμᾶς βίου τυγχανέτω καὶ παρὰ τῶν μεταγενεστέρων δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἱστορίαις* ἐπαίνου. 157. (17, 40, 1). Ὅτι Ἀλέξανδρος μετὰ τὴν ἐν Ἰσσῷ νίκηντοὺς μὲν τελευτήσαντας ἔθαψεν, ἐν οἷς καὶ τῶν πολεμίων τοὺς ἐν ταῖς ἀνδραγαθίαις θαυμασθέντας. 158. (17, 59, 7). Ὅτι ἡ μήτηρ τοῦ Δαρείου Σύγαμβρις*, τῶν Περσῶν τὰς ἀποσκευὰς ἁρπαζόντων καὶ τῶν αἰχμαλωτίδων πρὸς τοὺς βαρβάρους ἀποχωρουσῶν καὶ ταύτην παρακαλουσῶν ἀποδρᾶ σαι, οὐ προσέσχεν, ἀλλ' ἐφ' ἡσυχίας ἔμεινε φιλοφρόνως, οὔτε τῷ παραλόγῳ τῆς τύχης πιστεύσασα οὔτε τὴν πρὸς Ἀλέξανδρον εὐχαριστίαν λυμαινομένη. 159. (17, 67, 1). Ὅτι τὴν Δαρείου μητέρα ὁ Ἀλέξανδρος καὶ τὰς θυγατέρας καὶ τὸν υἱὸν ἀπέλιπεν ἐν Σούσοις καὶ παρέστησε τοὺς διδάξοντας τὴν Ἑλληνικὴν διάλεκτον. 160. (17, 77, 4). Ὅτι ὁ Ἀλέξανδρος δόξας ἤδη κεκρατηκέναι τῆς ἐπιβολῆς καὶ τὴν βασιλείαν ἔχειν ἀδήριτον ἤρξατο ζηλοῦν τὴν Περσικὴν τρυφὴν καὶ πολυτέλειαν τῶν Ἀσιανῶν βασιλέων. καὶ πρῶτον μὲν περὶ τὴν αὐλὴν ῥαβδούχους εἶχεν Ἀσιαγενεῖς, ἔπειτα τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν δορυφορεῖν ἔταξεν, ἐν οἷς ἦν καὶ ὁ Δαρείου ἀδελφὸς Ὀξάθρης. εἶτα τὸ Περσικὸν διάδημα περιέθετο καὶ τὸν διάλευκον χιτῶνα καὶ τὴν Περσικὴν ζώνην καὶ τἄλλα πλὴν τῶν ἀναξυρίδων καὶ τοῦ κάνδυος. διέδωκε δὲ καὶ τοῖς ἑταίροις παραπορφύρους στολὰς καὶ τοῖς ἵπποις Περσικὰς στολὰς περιέθηκε. πρὸς δὲ τούτοις τὰς παλλακίδας ὁμοίως τῷ Δαρείῳ περιῆγε, τὸν ἀριθμὸν οὔσας οὐκ ἐλάττους πλήθει τῶν κατὰ τὸν ἐνιαυτὸν ἡμερῶν, κάλλει δὲ διαπρεπεῖς, ὡς ἂν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν ἐπιλελεγμένας. αὗται δὲ ἑκάστης νυκτὸς περιῄεσαν τὴν κλίνην τοῦ βασιλέως, ἵνα τὴν ἐκλογὴν αὐτὸς ποιήσηται τῆς μελλούσης αὐτῷ συνιέναι. 161. (17, 77, 7). Ὅτι τούτοις τοῖς ἐθισμοῖς ὁ Ἀλέξανδρος σπανίως ἐχρῆτο, τοῖς δὲ προϋπάρχουσι κατὰ τὸ πλεῖστον ἐνδιέτριβε, φοβούμενος τὸ προσκόπτειν τοῖς Μακεδόσι. 162. (17, 108, 4). Ὅτι Ἅρπαλος ὁ τῶν ἐν Βαβυλῶνι θησαυρῶν καὶ τῶν προσόδων τὴν φυλακὴν πεπιστευμένος, ἐπειδὴ ὁ βασιλεὺς εἰς τὴν Ἰνδικὴν ἐστράτευσεν, ἀπέγνω τὴν ἐπάνοδον αὐτοῦ· δοὺς δ' ἑαυτὸν εἰς τρυφὴν καὶ πολλῆς χώρας ἀποδεδειγμένος σατράπης τὸ μὲν πρῶτον εἰς ὕβρεις γυναικῶν καὶ παρανόμους ἔρωτας ἐξετράπη καὶ πολλὰ τῆς γάζης ἀκρατεστάταις ἡδοναῖς κατηνάλωσεν· ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης πολὺ διάστημα κομίζων ἰχθύων πλῆθος καὶ δίαιταν πολυδάπανον ἐνιστάμενος ἐβλασφημεῖτο. μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τὴν ἐπιφανεστάτην τῶν ἑταιρῶν ὄνομα Πυθονίκην μετεπέμψατο καὶ ζῶσάν τε αὐτὴν βασιλικαῖς δωρεαῖς ἐτίμησε καὶ μεταλλάξασαν ἔθαψε πολυτελῶς καὶ τάφον κατὰ τὴν Ἀττικὴν κατεσκεύασε πολυδάπανον. μετὰ δὲ ταῦτα ἄλλην ἑταίραν Ἀττικὴν ὄνομα Γλυκέραν μεταπεμψάμενος ἐν ὑπερβαλλούσῃ τρυφῇ καὶ πολυδαπάνῳ διαίτῃ διεξῆγεν· εἰς δὲ τὰ παράλογα τῆς τύχης καταφυγὰς ποριζόμενος εὐεργέτει τὸν τῶν Ἀθηναίων δῆμον. 163. (18, 28, 4). Ὅτι Πτολεμαῖος οὐ παρὰ ἀνθρώπων μόνον ἀλλὰ καὶ παρὰ θεῶν***. οἱ μὲν γὰρ ἄνθρωποι διὰ τὸ τῆς ψυχῆς εὐχάριστον καὶ μεγαλόψυχον συνέτρεχον πανταχόθεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προθύμως ἑαυτοὺς εἰς τὴν στρατείαν παρείχοντο. οἱ δὲ θεοὶ διὰ τὴν ἀρετὴν καὶ εἰς πάντας τοὺς φίλους ἐπιείκειαν ἐκ τῶν μεγίστων κινδύνων παραδόξως αὐτὸν ἔσωσαν. 164. (18, 33, 2). Ὅτι τὸν Περδίκκην πολλοὶ καταλιπόντες τῶν φίλων ἀπεχώρησαν πρὸς τὸν Πτολεμαῖον. καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως· ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας. 165. (18, 47, 3). Ὅτι ὁ Ἀντίγονος παραλαβὼν τὸ σῶμα τοῦ Ἀλκέτου καὶ καταικισάμενος ἐπὶ τρεῖς ἡμέρας καὶ τοῦ νεκροῦ σῆψιν λαβόντος ἀφεὶς αὐτὸν ἄταφον ἀνέζευξεν ἐκ τῆς Πισιδικῆς. 166. (19, 1, 6). Ὅτι ἰδιώτατα πάντων Ἀγαθοκλῆς ἐτυράννησε τῶν Συρακουσίων, ἀφορμαῖς ἐλαχίσταις χρησάμενος, ἀτυχήμασι δὲ
q.121
μεγίστοις περιβαλὼν οὐ τὰς Συρακούσας μόνον ἀλλὰ καὶ πᾶσαν Σικελίαν τε καὶ Λιβύην. δι' ἀπορίαν γὰρ βίου καὶ πραγμάτων ἀσθένειαν τὴν κεραμευτικὴν τέχνην μεταχειρισάμενος εἰς τοῦτο προῆλθε δυνάμεως καὶ μιαιφονίας, ὥστε καταδουλώσασθαι μὲν τὴν μεγίστην καὶ καλλίστην τῶν πασῶν νήσων, κατακτήσασθαι δὲ χρόνον τινὰ τῆς τε Λιβύης τὴν πλείστην καὶ μέρη τῆς Ἰταλίας, ὕβρεως δὲ καὶ σφαγῆς ἐμπλῆσαι τὰς κατὰ τὴν Σικελίαν πόλεις. οὐδεὶς γὰρ τῶν πρὸ τούτου τυράννων ἐπετελέσατό τι τοιοῦτον οὔτε* τοιαύτην ὠμότητα κατὰ τῶν ὑποτεταγμένων ἔσχεν. τοὺςμὲν γὰρ ἰδιώτας ἐκόλαζε πᾶσαν τὴν συγγένειαν ἀποσφάττων, παρὰ δὲ τῶν πόλεων τὰς εὐθύνας ἐλάμβανεν ἡβηδὸν μιαιφονῶν καὶ δι' ὀλίγους τῶν ἐγκαλουμένων τοὺς πολλοὺς καὶ μηδ' ὁτιοῦν ἀδικήσαντας ἀναγκάζων τὴν αὐτὴν ἀναδέχεσθαι συμφορὰν πανδημεὶ τῶν πόλεων θάνατον κατεγίνωσκε. 167. (19, 3, 2). Ὅτι Ἀγαθοκλῆς γενόμενος χιλίαρχος δόξαν ἑαυτῷ περιεποιήσατο, φιλοκίνδυνος μὲν ὢν καὶ παράβολος ἐν ταῖς μάχαις, ἰταμὸς δὲ καὶ πρόχειρος ἐν ταῖς δημηγορίαις. καὶ ποτὲ μὲν ἰδιώτης ὤν, ποτὲ δὲ ἐφ' ἡγεμονίας τεταγμένος ὑπελήφθη δραστικὸς εἶναι καὶ φιλότεχνος ἐν τῷ πρὸς ἕκαστον τῶν καιρῶν ἐπινοεῖσθαί τι τῶν χρησίμων. 168. (19, 11, 4). Ὅτι Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνου τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τε Εὐρυδίκην καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησεν· περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ δίκαια. 169. (19, 11, 8). Ὅτι Ὀλυμπιὰς ἐπέλεξεν τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ὅτι* Μακεδόνας, οὓς ἀπέσφαξεν. ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα. 170. (19, 40, 2). Ὅτι ὁ Μιθριδάτης ὁ Ἀριβαρζάνου* υἱὸς ἀπόγονος δὲ τῶν ζʹ Περσῶν ἀνὴρ ἦν ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς. 171. (19, 59, 4). Ὅτι ἡ Δημητρίου γυνὴ Φιλετη* συνέσει δοκεῖ διενηνοχέναι· τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων. λέγεται δὲ καὶ Ἀντίπατρον τὸν πατέρα αὐτῆς, ὃς δοκεῖ γεγονέναι φρονιμώτατος τῶν ἐν δυναστείᾳ γεγονότων κατὰ τὴν αὐτὴν ἡλικίαν, κόρης οὔσης ἔτι τῆς Φιλίας*, συμβουλεύεσθαι πρὸς ταύτην περὶ τῶν μεγίστων. 172. (19, 71, 2). Ὅτι Ἀκρότατος ὁ Κλεομένους τοῦ βασιλέωςυἱὸς τοῦ χρόνου προϊόντος πρᾶξιν οὐδεμίαν οὔτε τῆς πατρίδος οὔτε τῆς περὶ τὸ γένος ἐπιφανείας ἀξίαν διεπράξατο, τοὐναντίον δὲ φονικὸς ὢν καὶ τῶν τυράννων ὠμότερος προσέκοπτε τοῖς πλήθεσι. πρὸς δὲ τούτοις τὴν πάτριον δίαιταν μετεβάλετο καὶ ταῖς ἡδοναῖς ἐνετρύφησεν οὕτως ἀσελγῶς, ὥστε Πέρσην εἶναι δοκεῖν καὶ οὐ Σπαρτιάτην. ἐπεὶ δὲ τῶν προσόδων τὸ πλεῖον μέρος ἀνήλωσε τὰ μὲν πολυτελευόμενος τὰ δὲ νοσφιζόμενος τέλος Σωσίστρατον ἐπιφανέστατον πολλάκις δυνάμεων ἀφηγησάμενον ἐπὶ τὸ δεῖπνον παραλαβὼν ἐδολοφόνησεν, ἐγκαλέσαι μὲν ἁπλῶς οὐδ' ὁτιοῦν ἔχων, ἐκποδὼν δὲ ποιήσασθαι† δραστικὸν ἄνδρα καὶ δυνάμενον ἐφεδρεῦσαι τοῖς κακῶς προϊσταμένοις τῆς ἡγεμονίας. 173. (19, 81, 3). Ὅτι ὁ Δημήτριος ὁ Φαληρεὺς τοῦ πατρὸς ἤδη γεγηρακότος αἱ τῆς βασιλείας ἐλπίδες εἰς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν. ἦν δὲ καὶ τῷ κάλλει καὶ μεγέθει διάφορος, ἔτι δὲ καὶ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, δι' ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πραότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι' ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας, ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως. 174. (19, 86, 1). Ὅτι Πτολεμαῖος πλησίον Τύρου
q.122
στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρεάς τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι. ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπ' Ἀντιγόνου καὶ Δημητρίου πίστιν ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον.*** προσεδόκα τιμωρίας τεύξεσθαι διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι· οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς, ἃς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων† ἐποίησεν προάγων ἐντίμως. ἦν γὰρ ὁ δυνάστης οὗτος καθ' ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δὲ εὐεργέτης. ὅπερ μάλιστα αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας. καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὑτὸν εὐδαιμονίαν. διὸ καὶ τότε παρακαλοῦντος αὐτὸν Σελεύκου δοῦναι στρατιώτας τοὺς ἀναβησομένους εἰς Βαβυλῶνα, προθύμως ὡμολόγησε καὶ προσεπηγγείλατο πάντα πράξειν μέχρις ἀνακτήσαιτο τὴν ὑπάρχουσαν σατραπείαν. 175. (19, 102, 6). Ὅτι Ἀγαθοκλῆς τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας τῶν χʹ. 176. (19, 103, 4). Ὅτι Καρχηδόνιοι καταπλεύσαντες εἰς τὸν μέγαν λιμένα δύο* σκάφεσιν ἄλλο μὲν οὐδὲν ἠδυνήθησαν πρᾶξαι, δυσὶ δὲ περιπεσόντες φορτηγοῖς πλοίοις τὴν μὲν ἐξ Ἀθηνῶν κατέδυσαν, τῶν δὲ ἐπιπλεόντων τὰς χεῖρας ἀπέκοψαν. δοξάντων δὲ αὐτῶν ὠμῶς κεχρῆσθαι μηδ' ὁτιοῦν ἀδικοῦσι, ταχὺ τὸ δαιμόνιον αὐτοῖς ἐπεσήμηνεν. εὐθὺς γὰρ στόλου τινὲς νῆες ἀποσχισθεῖσαι περὶ τὴν Βρεττανίαν* ἑάλωσαν ὑπὸ τῶν Ἀγαθοκλέους στρατηγῶν καὶ τὸ παραπλήσιον ἔπαθον οἷα ἔπραξαν εἰς τοὺς ἁλόντας. 177. (20, 25, 1). Ὅτι Εὔμηλος ὁ τοῦ Πόντου βασιλεὺς Βυζαντίους καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν. ἔτι δὲ ὑπὲρ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς ληστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους καθαρὰν ληστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς μεγαλοψυχίας καρπὸν κάλλιστον τὸν ἔπαινον. προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης χώρας βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν περιφανεστέραν ἐποίησεν. 178. (20, 71, 1). Ὅτι Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ἐκ Λιβύης εἰς Σικελίαν παρῆλθεν εἰς τὴν Αἰγεσταίων πόλιν. ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους. πολλῶν δὲ ἐπὶ τούτοις ἀγανακτούντων δειναῖς αὐτοὺς περιέβαλε συμφοραῖς. τοὺςγὰρ ἀπορωτέρους προαγαγὼν ἐκ τῆς πόλεως ἐπὶ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν. 179. (20, 71, 2). Ὅτι τοὺς δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν, ὁπόσα ἔχων τις τυγχάνοι χρήματα, καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίους δὲ ἀστραγάλους† ἐπέτεμε προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν. ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ. κατεσκεύασεν γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπον ἔχουσαν καὶ καθ' ἕκαστον μέρος κλησὶν διειλημμένην· εἰς ταύτην ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους. 180. (20, 71, 4). Ὅτι τῶν γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις τοῖς σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτριβε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνε, ταῖς δὲ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφὺν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβε. τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος, καὶ μεγάλου φόβου τὴν πόλιν ἔχοντος, τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον.*** ὅτι τῆς πόλεως οὐδὲ τὴν προσηγορίαν κατέλιπον. 181. (20, 72, 1). Ὅτι ὁ Ἀγαθοκλῆς ἀκούσας τὴν τῶν
q.123
υἱῶν ἀναίρεσιν καὶ δι' ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψεν τινὰς πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξειν. ταχὺ δὲ τὸ προσταχθὲν ποιήσαντος, ποικιλώτατον συνέβη γενέσθαι φόνον· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, πατέρας περιόντας ἐσχάτῳ γήρᾳ καὶ ταῖς ἄλλαις* αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἦγον δὲ γυναῖκας, ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας. πολλοῦ δὲ πλήθους πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τιμωρίαν, καὶ τῶν σφαγέων ἐφεστώτων, δάκρυα καὶ δεήσεις ἐγίνοντο, τῶν μὲν ἀνηλεῶς φονευομένων, τινῶν δὲ ἐπὶ ταῖς πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων ταῖς ψυχαῖς τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον, τῶν σωμάτων ἐρριμμένων οὐδεὶς ἐτόλμα κηδεύειν. διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφ' ἱκανὸν τόπον αἵματι κραθεῖσαν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος. 182. (20, 89, 5). Ὅτι Ἀγαθοκλῆς φυγάδας, ὡς μέν τινες φασιν, ἑπτακισχιλίους, ὡς δὲ Τίμαιός φησι, τετρακισχιλίους κατηκόντισεν. ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δὲ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὑτὸν δυνάμεως ἀλλ' ἐκ τῆς τῶν ἐπιγινομένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους. θαυμάσειε δ' ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς. 183. (20, 92, 1). Ὅτι οὐ μόνον τῷ μεγέθει τῶν μηχανῶν ὁ Δημήτριος καὶ τῷ πλήθει τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττε τοὺς Ῥοδίους ἀλλὰ καὶ τὸ τούτου βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις. εὐμήχανος γὰρ ὢν καθ' ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν Πολιορκητής, τὴν δὲ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν, ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος, ὃ δύναιτ' ἂν τὴν ἀπ' ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι. ἦν δὲ καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν ἄλλων μόνον ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων. 184. (21, 1, 1). Ὅτι Ἀντίγονος ὁ βασιλεὺς ἐξ ἰδιώτου γενόμενος δυνάστης καὶ πλεῖστον ἰσχύσας τῶν καθ' αὑτὸν βασιλέων οὐκ ἠρκέσθη ταῖς παρὰ τῆς τύχης δωρεαῖς, ἀλλ' ἐπιβαλόμενος τὰς τῶν ἄλλων βασιλείας εἰς αὑτὸν ἀδίκως περιστῆσαι τὴν ἰδίαν ἀπέβαλεν ἀρχὴν ἅμα καὶ τοῦ ζῆν ἐστερήθη. 185. (21, 3, 2). Ὅτι Ἀγαθοκλῆς πυθόμενος τούς τε Λίγυαςκαὶ Τυῤῥηνοὺς ταραχωδῶς ἀπῃτηκέναι τοὺς μισθοὺς τὸν υἱὸν Ἀγάθαρχον κατὰ τὴν ἀπουσίαν αὐτοῦ, πάντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας τῶν δισχιλίων. 186. (21, 11). Ὅτι οἱ Θρᾷκες τὸν τοῦ βασιλέως υἱὸν Ἀγαθοκλέα λαβόντες αἰχμάλωτον ἀπέστειλαν μετὰ δώρων, ἅμα μὲν πρὸς τὰ παράδοξα τῆς τύχης ἑαυτοῖς παρασκευάζοντες καταφυγάς, ἅμα δὲ διὰ τῆς φιλανθρωπίας ταύτης ἐλπίζοντες ἀπολήψεσθαι τὴν ἀφῃρημένην αὐτῶν χώραν ὑπὸ Λυσιμάχου. οὐκέτι γὰρ ἤλπιζον αὑτοὺς δύνασθαι κρατῆσαι τῷ πολέμῳ, συμπεφρονηκότων ἁπάντων σχεδὸν τῶν δυνατωτάτων βασιλέων καὶ συμμαχούντων ἀλλήλοις. 187. (21, 12, 2). Ὅτι ὁ Δρομιχαίτης ὁ τῶν Θρᾳκῶν βασιλεὺς κατὰ πάντα τὸν Λυσίμαχον τὸν βασιλέα δεξιωσάμενος καὶ φιλήσας, ἔτι δὲ πατέρα προσαγορεύσας ἀπήγαγε μετὰ τῶν τέκνων εἰς πόλιν τὴν ὀνομαζομένην Ἧλιν. 188. (21, 12, 3). Ὅτι μετὰ τὴν ἅλωσιν τῆς Λυσιμάχου δυνάμεως συνδραμόντων τῶν Θρᾳκῶν καὶ βοώντων ἄγειν εἰς τὸ μέσον τὸν ἡλωκότα βασιλέα πρὸς τὴν κόλασιν– δεῖν γὰρ τὴν ἐξουσίαν ἔχειν τὸ τῶν κινδύνων μετεσχηκὸς πλῆθος βουλεύσασθαι, πῶς χρηστέον ἐστὶν τοῖς ἡλωκόσιν– ὁ μὲν Δρομιχαίτης περὶ τῆς τιμωρίας τοῦ
q.124
βασιλέως ἀντειπὼν ἐδίδαξε τοὺς στρατιώτας, ὅτι συμφέρει σῶσαι τὸν ἄνδρα. ἀναιρεθέντος μὲν γὰρ αὐτοῦ βασιλεῖς ἄλλους καταλήψεσθαι τὴν Λυσιμάχου δυναστείαν, φοβερωτέραν οὖσαν, ἂν τύχῃ, τοῦ προϋπάρξαντος· διαφυλαχθέντος δὲ χάριν ἕξειν ὀφειλομένην τοῖς Θρᾳξὶ παρὰ τοῦ σωθέντος, καὶ τὰ φρούρια τὰ πρότερον ὑπάρξαντα Θρᾳκῶν ἀπολήψεσθαι χωρὶς κινδύνων. συγκαταθεμένου δὲ τοῦ πλήθους, ὁ Δρομιχαίτης ἀναζητήσας ἐκ τῶν αἰχμαλώτων τοὺς φίλους τοῦ Λυσιμάχου καὶ τοὺς περὶ τὴν θεραπείαν εἰωθότας διατρίβειν, ἀπήγαγε πρὸς τὸν ἡλωκότα βασιλέα. μετὰ δὲ ταῦτα συντελέσας θυσίαν παρέλαβεν ἐπὶ τὴν ἑστίασιν τόν τε Λυσίμαχον μετὰ τῶν αὐτοῦ φίλων καὶ τῶν Θρᾳκῶν τοὺς ἐπιτηδειοτάτους, διττὰς δὲ κλισίας κατασκευάσας τοῖς μὲν περὶ τὸν Λυσίμαχον ἔστρωσε τὴν ἁλοῦσαν βασιλικὴν στρωμνήν, ἑαυτῷ δὲ καὶ τοῖς φίλοις εὐτελῆ στιβάδα. ὁμοίως δὲ διττῶν ἑτοιμασθέντων δείπνων, ἐκείνοις μὲν παντοδαπῶν πολυτέλειαν βρωμάτων παρέθηκεν ἐπὶ τραπέζης ἀργυρᾶς, τοῖς δὲ Θρᾳξὶ λάχανα καὶ κρέα μετρίως ἐσκευασμένα, ἐπὶ σανίδος εὐτελοῦς ἐπικειμένης αὐτοῖς τῆς τραπέζης. τὸ δὲ τελευταῖον τοῖς μὲν ἐνέχει τὸν οἶνον ἀργυροῖς καὶ χρυσοῖς ποτηρίοις, τοῖς δὲ μεθ' ἑαυτοῦ κερατίνοις καὶ ξυλίνοις, καθάπερ ἦν ἔθος τοῖς Γέταις. προβαίνοντος δὲ τοῦ πότου πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε, πότερον αὐτῷ δοκεῖ [τὸ] δεῖπνον βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος. ΖΗΤΕΙ ΕΙΣ ΤΟ ΠΕΡΙ ΓΝΩΜΩΝ. 189. (21, 14, 1). Ὅτι ὁ βασιλεὺς Δρομιχαίτης* παραλαβὼν καὶ τὰς ἄλλας πόλεις προσηνέχθη τοῖς Βοιωτοῖς μεγαλοψύχως. πλὴν γὰρ ἀνδρῶν δέκα καὶ τεττάρων τῶν αἰτιωτάτων τῆς ἀποστάσεως ἀπέλυσε τῶν ἐγκλημάτων ἅπαντας. 190. (21, 16, 7). Ὅτι Ἀγάθαρχος ἀνδρείᾳ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων τῆς ἰδίας ἡλικίας· ἦν γὰρ παντελῶς νέος. 191. (21, 17, 1). Ὅτι οὗτος ἱστορικὸς τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐλέγξας κατὰ μὲν τἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ' Ἀγαθοκλέους ἐκ τῆς Σικελίας ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ' ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι' αὐτὸν μόνον γενομένας ἀλλὰ καὶ τὰς διὰ τύχην, μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτόντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ διαλείπει παρ' ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν, ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάττοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχνης γὰρ ἐκ παίδων γενόμενος δι' ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας σχεδὸν ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ' ἄν τις τοῦ συγγραφέως τὴν εὐχερίαν*· παρ' ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν τὸν τούτων κρατήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλάληθες τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκεν ἔχθρας καὶ φιλονεικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως εʹ βίβλους τοῦ συγγραφέως τούτου, καθ' ἃς περιείληφεν τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀποδέξαιτο. 192. (21, 17, 4). Ὅτι καὶ Καλλίας ὁ Συρακούσιος δικαίως καὶ προσηκόντως κατηγορίας ἀξιωθείη. ἀναληφθεὶς γὰρ ὑπ' Ἀγαθοκλέους καὶ δώρων μεγάλων ἀποδόμενος τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν οὐ διαλέλοιπεν ἀδίκως ἐγκωμιάζων τὸν μισθοδότην. οὐκ ὀλίγων γὰρ αὐτῷ
q.125
πεπραγμένων πρὸς ἀσεβείας θεῶν καὶ παρανομίας ἀνθρώπων, φησὶν ὁ συγγραφεὺς αὐτὸν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ πολὺ τοὺς ἄλλους ὑπερβεβληκέναι. καθόλου δέ, καθάπερ Ἀγαθοκλῆς ἀφαιρούμενος τὰ τῶν πολιτῶν ἐδωρεῖτο τῷ συγγραφεῖ μηδὲν προσήκοντα παρὰ τὸ δίκαιον, οὕτως ὁ θαυμαστὸς ἱστοριογράφος ἐχαρίζετο διὰ τῆς γραφῆς ἅπαντα τἀγαθὰ τῷ δυνάστῃ. ῥᾴδιον δ' ἦν, οἶμαι, πρὸς ἄμειψιν χάριτος τῷ γραφεῖ τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆς ἐκ τοῦ βασιλικοῦ γένους δωροδοκίας. 193. (21, 18, 3). Ὅτι οἱ μισθοφόροι κατὰ τὰς ὁμολογίας ἐκλιπόντες τὰς Συρακούσας προσεδέχθησαν ὑπὸ τῶν Μεσσηνίων, ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς ἰδιωτικὰς οἰκίας νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους καὶ τὰς τῶν παρανομηθέντων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν. 194. (21, 20). Ὅτι τοῦ Δημητρίου φυλαττομένου εἰς Πέλλαν Λυσίμαχος πρέσβεις ἀποστείλας ἠξίου τὸν Σέλευκον μηδενὶ τρόπῳ τὸν Δημήτριον ἐκ τῶν χειρῶν ἀφεῖναι, πλεονέκτην ἄνδρα καὶ πᾶσι τοῖς βασιλεῦσιν ἐπιβεβουλευκότα· ἐπηγγέλλετο δὲ αὐτῷ δώσειν ὑπὲρ τῆς ἀναιρέσεως τῆς τούτου τάλαντα δισχίλια. ὁ δὲ βασιλεὺς τοῖς μὲν πρεσβευταῖς ἐπετίμησε παρακαλοῦσιν αὐτὸν μὴ μόνον ἀθετῆσαι πίστιν, ἀλλὰ καὶ συνῳκειωμένον αὐτῷ μύσος ἐκεῖνο ἐπανελέσθαι· πρὸς δὲ τὸν υἱὸν Ἀντίοχον ἐν τῇ Μηδίᾳ διατρίβοντα γράψας συνεβούλευσε, πῶς χρηστέον ἐστὶν τῷ Δημητρίῳ. κεκρικὼς γὰρ ἦν αὐτὸν ἀπολύειν καὶ κατάγειν ἐπὶ τὴν βασιλείαν μεγαλοπρεπῶς· ἔσπευδεν δὲ καὶ τὴν τοῦ υἱοῦ χάριν συνεπιγράψαι ταῖς εὐεργεσίαις, ὡς ἂν γεγαμηκότος αὐτοῦ Στρατονίκην τὴν Δημητρίου καὶ τέκνα γεγεννηκότος ἐξ αὐτῆς. 195. (22, 1, 3). Ὅτι εἰς τὸ Ῥήγιον ἀπεστάλη φρουρὰ ὑπὸ Ῥωμαίων. ὁ δὲ χιλίαρχος Δέκιος τὸ γένος Καμπανὸς πλεονεξίᾳ καὶ τόλμῃ διαφέρων ἐμιμήσατο τὴν τῶν Μαμερτίνων παρανομίαν. ἐκεῖνοί τε γὰρ προσδεχθέντες ὑπὸ Μεσσηνίων ὡς φίλοι τὴν μὲν πόλιν κατελάβοντο, τοὺς δὲ Μεσσηνίους ἐπὶ τῆς ἰδίας ἑστίας ἑκάστους σφάξαντες ἔγημαν τὰς τῶν ἰδιοξένων γυναῖκας καὶ τὰς τῶν σφαγέντων κτήσεις κατέσχον. οἱ δὲ περὶ τὸν Δέκιον Καμπανοὶ δοθέντες ὑπὸ Ῥωμαίων φύλακες τῶν Ῥηγίνων ἐζήλωσαν τὴν τούτων ὠμότητα· τοὺς γὰρ Ῥηγίνους σφάξαντες καὶ τὰς κτήσεις διελόμενοι κατέσχον τὴν πόλιν ὡς δορίκτητον. ὁ δὲ ἐπὶ τῆς φρουρᾶς τεταγμένος Δέκιος ἐξαργυρισάμενος τὰς τῶν ἠτυχηκότων κτήσεις καὶ τὴν διαίρεσιν τῆς ὠφελείας ἄδικον ποιησάμενος ἐξέπεσεν ἐκτοῦ Ῥηγίου, φυγαδευθεὶς ὑπὸ τῶν συνασεβησάντων Καμπανῶν. οὐ μὴν ἐξέφυγον τὴν τιμωρίαν οἱ παρανομήσαντες, ἀλλ' ὁ μὲν Δέκιος εἰς ὀφθαλμίαν χαλεπὴν ἐμπεσὼν μετεπέμψατο τῶν ἰατρῶν τὸν ἄριστον· οὗτος δὲ τὴν ὑπὲρ τῆς πατρίδος τιμωρίαν λαμβάνων ἱκανῶς κανθαρίσιν ὑπήλειψε τὸν Δέκιον καὶ τῆς ὁράσεως αὐτὸν στερήσας ἔφυγεν ἐκ τῆς Μεσσήνης. 196. (22, 2, 4). Ὅτι Φιντίας τῶν πόλεων βιαίως ἄρχων καὶ πολλοὺς τῶν εὐπόρων ἀναιρῶν ὑπὸ τῶν ὑποτεταγμένων διὰ τὴν παρανομίαν ἐμισεῖτο. διόπερ ἁπάντων ὄντων πρὸς ἀπόστασιν ταχὺ ταπεινωθεὶς μετεβάλετο τὸν τρόπον καὶ φιλανθρωπότερον ἄρχων διακατέσχε τοὺς ὑπὸ χεῖρα. 197. (22, 3). Ὅτι Πτολεμαῖος ὁ Μακεδόνων βασιλεὺς τὴν μὲν ἡλικίαν νέος ὢν παντελῶς, πραγμάτων δὲ πολεμικῶν ἄπειρος, φύσει δὲ θρασὺς καὶ προπετὴς οὐδὲν τῶν χρησίμων προενοεῖτο· τῶν γὰρ φίλων αὐτῷ συμβουλευόντων ἀναδέξασθαι τοὺς ἀφυστεροῦντας, οὐ προσέσχεν. 198. (22, 5, 1). Ὅτι Ἀπολλόδωρος ἐπιθέμενος τυραννίδι καὶ βεβαιῶσαι κρίνας τὴν συνωμοσίαν, μειρακίσκον τινὰ φίλον αὐτοῦ καλέσας ὡς ἐπὶ θυσίαν καὶ σφαγιάσας τοῖς θεοῖς τά τε σπλάγχνα τοῖς συνομόσασιν ἔδωκε φαγεῖν καὶ τὸ αἷμα κεράσας οἴνῳ πιεῖν παρεκελεύσατο. 199. (22, 5, 2). Ὅτι ὁ αὐτὸς Ἀπολλόδωρος Γαλάτας εὑρὼν καὶ τούτοις ὅπλα διδοὺς καὶ δωρεαῖς τιμήσας δορυφόροις ἐχρῆτο πιστοῖς καὶ πρὸς τὰς κολάσεις εὐθέτοις διὰ τὴν ὠμότητα. τὰς δὲ τῶν εὐπόρων οὐσίας δημεύων πλῆθος χρημάτων ἤθροιζεν. ἀναβιβάσας δὲ τοὺς στρατιωτικοὺς μισθοὺς καὶ μεταδιδοὺς τοῖς πένησι τῆς εὐπορίας δύναμιν ἀξιόλογον
q.126
περιεποιήσατο. ἐκτραπεὶς δὲ εἰς ὠμότητα καὶ πλεονεξίαν εἰσεπράττετο τοὺς πολιτικοὺς χρήματα καὶ πολλοὺς μὲν ἄνδρας, οὐκ ὀλίγας δὲ γυναῖκας τῇ διὰ τῶν βασάνων τιμωρίᾳ βιαζόμενος ἠνάγκασε πάντα ἄργυρον καὶ χρυσὸν παραδιδόναι. εἶχε δὲ τυραννίδος εἰσηγητὴν καὶ διδάσκαλον Καλλιφῶντα τὸν Σικελόν, συνδιατετριφότα πολλοῖς τοῖς κατὰ τὴν Σικελίαν τυράννοις. 200. (22, 12). Ὅτι τὰς Αἰγέας διαρπάσας ὁ Πύρρος, ἥτις ἦν ἑστία τῆς Μακεδονικῆς βασιλείας, τοὺς Γαλάτας ἐκεῖσε κατέλιπεν. οἱ δὲ πυθόμενοι τινῶν, ὅτι κατὰ τοὺς βασιλικοὺς τάφους τοῖς τετελευτηκόσι συγκατωρύχθη χρήματα πολλὰ κατά τινα παλαιὰν συνήθειαν, ἅπαντας ἀνέσκαψαν καὶ τυμβωρυχήσαντες τὰ μὲν χρήματα διείλαντο, τὰ δὲ ὀστᾶ τῶν τετελευτηκότων διέρριψαν. ὁ δὲ Πύρρος ἐπὶ τούτοις βλασφημούμενος οὐκ ἐκόλαζε τοὺς βαρβάρους διὰ τὰς ἐν τοῖς πολέμοις χρείας. 201. (23, 15, 1). Ἡμεῖς δὲ τῆς ἱστορίας οἰκεῖον ὑπελαμβάνομεν εἶναι τὸ μὴ παραλιπεῖν ἀνεπισημάντους τὰς τῶν ἡγεμόνων προαιρέσεις ἐπ' ἀμφότερα· τῇ μὲν γὰρ τῶν ἡμαρτημένων κατηγορίᾳ διορθοῦσθαι συμβαίνει τοὺς ἐπὶ τὴν ὁμοίαν καταφερομένους ἄγνοιαν, τῇ δὲ ἐπὶ τῶν ἐπιτηδευμάτων εὐφημίᾳ προτρέπεσθαι πολλῶν τὰς ψυχὰς πρὸς ἀρετήν. τίς οὖν οὐκ ἂν δικαίως μέμψαιτο τὴν ἀφροσύνην καὶ τὴν ὑπερηφανίαν τὴν Ἀντιλίου*; τὴν γὰρ εὐτυχίαν ὥσπερ βαρὺ φορτίον ἐνεγκεῖν ἐπιδεξίως οὐ δυνηθεὶς ἑαυτὸν ἀπεστέρησε τῆς μεγίστης δόξης, τὴν δὲ πατρίδα μεγάλοις περιέβαλε κακοῖς. δυνάμενος γὰρ θέσθαι τὴν εἰρήνην συμφέρουσαν μὲν τῇ Ῥώμῃ ταπεινὴν δὲ καὶ παντελῶς αἰσχρὰν τῇ Καρχηδόνι, πρὸς δὲ τούτοις ἀπενέγκασθαι παρὰ πᾶσιν ἀνθρώποις αἰώνιον μνήμην ἡμερότητος καὶ φιλανθρωπίας, τούτων μὲν οὐδ' ὁντινοῦν ἐποιήσατο λόγον, τοῖς δὲ τῶν ἠτυχηκότων πταίσμασιν ὑπερηφάνως προσενεχθεὶς τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν, ὥστε τὸ μὲν δαιμόνιον νεμεσῆσαι, τοὺς δὲ ἡττημένους διὰ τὴν ὑπερβολὴν τῆς ἐκείνου βαρύτητος ἐπαναγκάσαι τραπέσθαι πρὸς ἀλκήν. τοιγαροῦν εὐθὺς τηλικαύτη τῶν πραγμάτων ἐγένετο παλίρροια δι' ἐκεῖνον, ὥστε τοὺς μὲν Καρχηδονίους, τοὺς διὰ τὴν ἧτταν καὶ τὴν κατάπληξιν ἀπεγνωκότας τὸ πρότερον τὴν σωτηρίαν, ἐκ μεταβολῆς τότε θαρσήσαντας κατακόψαι τὴν τῶν πολεμίων δύναμιν, τὸ δὲ σύνολον τηλικαύτῃ πληγῇ καὶ συμφορᾷ περιπεσεῖν τὴν Ῥώμην, ὥστε τοὺς ἐν τῷ πεζομαχεῖν ἁπάντων ἀνθρώπων δοκοῦντας πρωτεύειν μηκέτι τολμᾶν ἐκ τοῦ προχείρου συγκαταβαίνειν εἰς παράταξιν. διὸ καὶ συνέβη τὸν πόλεμον μακρότατον μὲν γενέσθαι τῶν μνημονευομένων, τοὺς δὲ ἀγῶνας μεταπεσεῖν εἰς ναυμαχίας, ἐν αἷς τῶν Ῥωμαίων καὶ τῶν συμμάχων διεφθάρησαν ναῦς παμπληθεῖς, ἄνδρες δ' οὐκ ἐλάττους τῶν ιʹ μυριάδων σὺν τοῖς ἐν ταῖς ναυμαχίαις* ἀπολλυμένοις· χρημάτων δὲ ἐδαπανήθη τοσοῦτος ἀριθμός, ὅσον εἰκός ἐστιν ἀναλῶσαι τοὺς στόλους μὲν πλέοντας ἐκ τῶν* νηῶν συνεστηκότας, διαπολεμήσαντας δὲ ἀπὸ τούτων τῶν χρόνων ἔτη ιεʹ. οὐ μὴν ὅ γε τούτων αἴτιος ἐλαχίστην μερίδα τῆς συμφορᾶς ἀπηνέγκατο· τῆς γὰρ προϋπαρχούσης αὐτῷ δόξης πολλαπλασίαν τὴν ἀτιμίαν καὶ τὴν αἰσχύνην ἠλλάξατο, τοῖς ἰδίοις συμπτώμασιν τοὺς δὲ ἄλλους ἐδίδαξεν μέτρια φρονεῖν ἐν ταῖς ἐξουσίαις, τὸ δὲ μέγιστον, ὧν ὑπερηφάνησε τὴν ἀτυχίαν, τούτων ἠναγκάσθη τὴν ὕβριν καὶ τὴν ἐξουσίαν φέρειν, προαφῃρημένος δὲ† αὐτοῦ τὴν συγγνώμην καὶ τὸν συγκεχωρημένον τοῖς ἐπταικόσιν ἔλεον. Ξάνθιππος δὲ τῇ καθ' ἑαυτὸν ἀρετῇ τοὺς Καρχηδονίους οὐ μόνον ἐξ αὐτῶν τῶν δεινῶν ἐξήρπασεν, ἀλλὰ καὶ τὸν ἅπαντα πόλεμον εἰς τοὐναντίον περιέστησε· τοὺς μὲν γὰρ ἅπασι κρατοῦντας τοῖς ὅλοις ἠλάττωσε, τοὺς δὲ διὰ τῆς ἥττης προσδοκῶντας τὴν ἀπώλειαν τῷ μεγέθει τοῦ προτερήματος ἐποίησε καταφρονῆσαι τῶν πολεμίων. διὸ καὶ τῆς τῶν πραχθέντων ἐπιφανείας εἰς ἅπασαν σχεδὸν τὴν οἰκουμένην διαδοθείσης ἕκαστος [γὰρ] ἐθαύμαζε τὴν τἀνδρὸς ἀρετὴν εἰκότως· παράδοξον γὰρ ἐφαίνετο πᾶσιν, εἰ προσγενομένου τοῖς Καρχηδονίοις ἑνὸς μόνου ἀνδρὸς τηλικαύτη τῶν ὅλων ἐγένετο μεταβολή, ὥστε τοὺς μὲν εἰς πολιορκίαν
q.127
ἄρτι συγκεκλεισμένους ἐκ μεταβολῆς τοὺς ἐναντίους πολιορκεῖν, τοὺς δὲ πρότερον γῆς καὶ θαλάττης δι' ἀνδρείαν κρατοῦντας ἐν πόλει μικρᾷ συμπεφευγότας προσδέχεσθαι τὴν ἅλωσιν. οὐδὲν δὲ θαυμαστόν, εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων εἶναι περιεγένετο. 202. (23, 22). Ὅτι Ἀμίλκας ὁ Βάρκας καλούμενος ὁ Καρχηδόνιος καὶ Ἀννίβας ὁ υἱὸς αὐτοῦ μέγιστοι στρατηγοὶ Καρχηδονίων οὐ μόνον ὄντες τῶν προτέρων ἀλλὰ καὶ τῶν μεταγενεστέρων ὁμολογουμένως οὗτοι διελήφθησαν καὶ ταῖς ἰδίαις πράξεσιν ηὔξησαν μάλιστα τὴν πατρίδα. 203. (24, 3). Ὅτι Κλώδιος παραγενόμενος εἰς τὴν Σικελίαν παρέλαβε τὰς πρὸς τῷ Λιλυβαίῳ δυνάμεις καὶ τὰ πλήθη συναγαγὼν κατηγόρησε πικρῶς τῶν παραδόντων αὐτῷ τὸ στρατόπεδον ὑπάτων, φάσκων αὐτοὺς ῥᾳθύμως κεχειρικέναι τὸν πόλεμον, μεθυσκομένους καὶ ζῶντας ἐν ἀνέσει καὶ τρυφῇ, καὶ τὸ σύνολον πεπολιορκῆσθαι μᾶλλον ἢ πεπολιορκηκέναι. ὢν δὲ φύσει παράθερμος καὶ τῇ διανοίᾳ παρακεκινηκὼς πολλὰ διῴκει μανίᾳ προσεμφερῶς. πρῶτον μὲν γὰρ ὧν τῆς στρατηγίας κατηγόρησε, τούτων τὴν ἄνοιαν μιμησάμενος παραπλησίως ἐν τῇ θαλάσσῃ τά τε χώσματα καὶ τὰ κλεῖθρα κατεσκεύαζε, τοσοῦτον ἀφροσύνῃ διενέγκας ἐκείνων, ὅσῳ μεῖζόν ἐστιν ἁμάρτημα τὸ μηδὲ ἐκ τῆς πείρας δύνασθαι μεταδιδαχθῆναι τοῦ πρώτως ἐπιβαλλόμενον σφαλῆναι. τιμωρητικὸς δὲ ὢν φύσει τοὺς μὲν πολιτικοὺς τοῖς πατρίοις ἔθεσιν ἐκόλαζεν ἀπαραιτήτως, τοὺς δὲ συμμάχους ῥάβδοις ἐμαστίγου. καθόλου δὲ διὰ τὴν ὑπεροχὴν τοῦ γένους καὶ τὴν τῆς οἰκίας δόξαν διεφθαρμένος ὑπεροπτικὸς ἦν καὶ κατεφρόνει πάντων. 204. (24, 5, 1). Ὅτι Ἀμίλκας καὶ πρὸ τῆς στρατηγίας φανερὰν ἔσχε τὴν λαμπρότητα τῆς ψυχῆς καὶ τὴν ἀρχὴν παρειληφὼς ἄξιος ἐφαίνετο τῆς πατρίδος, ἀντεχόμενος μὲν τῆς δόξης, καταφρονῶν δὲ τῶν κινδύνων. 205. (24, 5, 2). Ὅτι οὗτος συνέσει διαφέρειν ἐδόκει καὶ τόλμαν καὶ πρᾶξιν τὴν ἐν τοῖς ὅπλοις ἔχων ὑπὲρ ἅπαντας τοὺς πολίτας ὑπῆρχεν ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. 206. (24, 10, 1). Ὅτι ὁ Ἅννων μεγαλεπίβολος ὢν καὶ δόξηςὀρεγόμενος, καὶ τὸ μέγιστον, ἔχων δύναμιν σχολάζουσαν ἅμα μὲν ταύτην γυμνάσειν ἤλπιζεν ἐν ταύτῃ τῇ στρατείᾳ, τρέφων ἐκ τῆς πολεμίας καὶ τὴν πόλιν κουφίζων τῶν δαπανημάτων, ἅμα δὲ πολλὰ καταπράξασθαι τῇ πατρίδι καὶ πρὸς δόξαν καὶ πρὸς τὸ συμφέρον. 207. (24, 10, 2). Ὅτι Ἅννωνος τὴν Ἑκατόμπυλον ἐκπολιορκήσαντος, καὶ τῶν πρεσβυτέρων προσελθόντων μεθ' ἱκετηριῶν καὶ δεομένων ἀνθρωπίνως ἑαυτοῖς χρήσασθαι, φιλόδοξος ὢν ὁ στρατηγὸς καὶ προκρίνας τὴν εὐεργεσίαν τῆς τιμωρίας τρισχιλίους μὲν ὁμήρους ἔλαβε, τὴν δὲ πόλιν καὶ τὰς κτήσεις ἀκεραίους ἐάσας ἔτυχε στεφάνων καὶ τιμῶν μεγάλων παρὰ τῶν εὖ παθόντων. οἱ δὲ στρατιῶται, τῶν ἐγχωρίων αὐτοὺς ὑποδεχομένων λαμπρῶς μετὰ πάσης προθυμίας, εἱστιῶντο πάντων ὄντων δαψιλῶν πρὸς ἀπόλαυσιν. 208. (24, 12, 1). Ὅτι ἡ μήτηρ τῶν νεανίσκων βαρέως φέρουσα τὴν τἀνδρὸς τελευτὴν καὶ νομίσασα δι' ἀμέλειαν αὐτὸν ἐκλελοιπέναι τὸ ζῆν, ἐποίησε τοὺς υἱοὺς κακουχεῖν τοὺς αἰχμαλώτους. συγκλεισθέντων οὖν αὐτῶν εἰς οἴκημα στενὸν παντελῶς, τὰ σώματα καθάπερ τῶν θηρίων ἠναγκάζετο συνεσπειραμένα καρτερεῖν διὰ τὴν στενοχωρίαν. ἔπειτα τῆς τροφῆς παραιρεθείσης ἐφ' ἡμέρας εʹ, Βοδόστωρ μὲν διὰ τὴν ἀθυμίαν καὶ τὴν ἔνδειαν ἐτελεύτησεν, Ἀμίλκας δὲ διαφέρων εὐψυχίᾳ διεκαρτέρει, καίπερ ἀπεγνωσμένης ἐλπίδος ἀντεχόμενος. πολλάκις δὲ αὐτοῦ δεομένου τῆς γυναικὸς καὶ μετὰ δακρύων τὴν ἐπιμέλειαν τὴν εἰς τὸν ἄνδρα διεξιόντος, τοσοῦτον ἀπέσχεν ἐκείνη φιλανθρωπίας καὶ λογισμῶν ἀνθρωπίνων, ὥστε τὸν μὲν νεκρὸν αὐτῷ συγκατακλεῖσαι εʹ ἡμέρας, τροφὴν δὲ ὀλίγην χορηγῆσαι, πρὸς αὐτὸ μόνον στοχαζομένην τὸ δύνασθαι τὴν ἀτυχίαν ἐνεγκεῖν. ὁ δὲ Ἀμίλκας ἀπογνοὺς τὸν ἐκ τῆς ἱκεσίας ἔλεον ἀνεβόησεν ἐπιμαρτυρόμενος Δία ξένιον καὶ θεοὺς τοὺς ἐποπτεύοντας τὰ κατ' ἀνθρώπους, ὡς ἀντὶ καλῆς χάριτος τῆς ὀφειλομένης ἀπολαμβάνει τιμωρίας ὑπὲρ ἄνθρωπον. οὐ μὴν ἐξέλειπε τὸ ζῆν, εἴτε
q.128
δαιμονίου τινὸς ἐλεήσαντος, εἴτε καὶ ταὐτομάτου παράδοξον ἐνεγκόντος βοήθειαν. ἐσχάτως γὰρ αὐτοῦ διακειμένου διά τε τὴν ἀποφορὰν τὴν ἀπὸ τοῦ νεκροῦ καὶ τὴνὅλην κακουχίαν, τῶν οἰκετῶν τινὲς τῶν κατὰ τὴν οἰκίαν διηγήσαντό τισι τὸ γινόμενον. οἱ δὲ μισοπονηρήσαντες τοῖς δημάρχοις προσήγγειλαν. δεινῆς δ' οὖν τῆς ὠμότητος φανείσης, οἱ ἄρχοντες ἀνεκαλέσαντο τοὺς Ἀτιλίους καὶ παρ' ὀλίγον θανάτου κρίσιν προσέθηκαν, ὡς καταισχύνουσι τὴν Ῥώμην· διηπειλήσαντο δὲ τὴν ἁρμόττουσαν παρ' αὐτῶν λήψεσθαι τιμωρίαν, εἰ μὴ πᾶσαν ἐπιμέλειαν ποιήσονται τῶν αἰχμαλώτων. οἱ δὲ τῇ μητρὶ πολλὰ καταμεμψάμενοι τὸν μὲν Βοδόστορα καύσαντες ἀπέστειλαν τὴν τέφραν τοῖς συγγενέσι, τὸν δὲ Ἀμίλκαν ἐκ τῆς κακουχίας ἀνέλαβον. 209. (25, 2, 1). Ὅτι οἱ Καρχηδόνιοι περὶ τῆς Σικελίας μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντες καὶ πρὸς Ῥωμαίους κδʹ ἔτη συνεχῶς διαπολεμήσαντες οὐ τηλικούτων ἐπειράθησαν ἀτυχημάτων, ὅσων ὁ πόλεμος αὐτοῖς αἴτιος ὑπῆρξεν ὁ πρὸς τοὺς ἀδικηθέντας ὑπ' αὐτῶν μισθοφόρους. ἀποστερήσαντες γὰρ τοὺς ὀφειλομένους μισθοὺς τοῖς ἀλλοεθνέσιν παρ' ὀλίγον αὐτῆς τῆς ἡγεμονίας ἅμα καὶ τῆς πατρίδος ἐστερήθησαν. οἱ γὰρ ἀδικηθέντες μισθοφόροι παραχρῆμα ἀποστάντες ταῖς ἐσχάταις συμφοραῖς περιέβαλον τὴν Καρχηδόνα. 210. (25, 3, 1). Ὅτι οἱ Καρχηδόνιοι ἐξαπέστειλαν πρὸς τοὺς ἀποστάντας κήρυκα, τὴν τῶν νεκρῶν ἀναίρεσιν αἰτούμενοι. οἱ δὲ περὶ τὸν Σπόνδιον* ἡγεμόνες ἐπιτείνοντες τὴν ἀποθηρίωσιν οὐ μόνον ἀντεῖπον περὶ τῆς ταφῆς, ἀλλὰ καὶ διηπειλήσαντο μηκέτι πέμπειν μηδένα κήρυκα περὶ μηδενὸς πρὸς αὐτούς, ὡς τῆς αὐτῆς κολάσεως γενομένης τῷ παραγενομένῳ. εἰς δὲ τὸ λοιπὸν ἐνομοθέτησαν τῶν αἰχμαλώτων τοὺς μὲν Καρχηδονίους τῆς αὐτῆς τούτοις ἀξιοῦν τιμωρίας, τοὺς δὲ συμμαχοῦντας τοῖς Φοίνιξι χειροκοπεῖν καὶ πέμπειν ἠκρωτηριασμένους εἰς τὴν Καρχηδόνα. οἱ μὲν οὖν περὶ τὸν Σπόνδιον* ἡγεμόνες διὰ τῆς εἰρημένης ἀσεβείας καὶ ὠμότητος ὑπετέμοντο τὴν διὰ τῆς φιλανθρωπίας στρατηγίαν τοῦ Βάρκα. τοῦτον τὸν τρόπον Ἀμίλκας δυσχρηστούμενος τῇ ὠμότητι καὶ αὐτὸς ἠναγκάζετο τῆς φιλανθρωπίας τῆς εἰς τοὺς αἰχμαλώτους ἀποστῆναι, τὴν δὲ τιμωρίαν παραπλησίαν ἐπιτιθέναι τοῖςὑποπεσοῦσι. διόπερ τοὺς ἁλισκομένους αἰκιζόμενος παρερρίπτει τοῖς θηρίοις, ὑφ' ὧν καταπατούμενοι πικραῖς τιμωρίαις περιέπιπτον. 211. (25, 3, 2). Ὅτι οἱ Ἱππακρῖνοι καὶ οἱ Ἰτυκαῖοι ἀπέστησανκαὶ τοὺς φυλάσσοντας τὰς πόλεις ἔῤῥιψαν ἀτάφους κατὰ τῶν τειχῶν καὶ τοῖς παρὰ Καρχηδονίων πρεσβεύσασι περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀντέπιπτον περὶ τῆς ταφῆς. 212. (25, 8). Ὅτι Ἀμίλκας καὶ† ὁ Βάρκας πολλὰς καὶ μεγάλας χρείας παρασχόμενοι* τῇ πατρίδι κατὰ μὲν τὴν Σικελίαν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, κατὰ δὲ τὴν Λιβύην, ὅτε τὴν ἀπόστασιν οἱ μισθοφόροι καὶ Λίβυες ποιησάμενοι συνεῖχον ἐν πολιορκίᾳ τὴν Καρχηδόνα. ἐπ' ἀμφοτέροις γὰρ τοῖς πολέμοις τούτοις ἐπιφανεστάτας πράξεις κατεργασάμενος καὶ πολιτευόμενος ἐμφρόνως δικαίας ἀποδοχῆς ἐτύγχανε παρὰ πᾶσι τοῖς πολίταις. ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τοῦ κατὰ τὴν Λιβύην πολέμου συστησάμενος ἑταιρείαν τῶν πονηροτάτων ἀνθρώπων καὶ ἐκ τούτων ἀθροίζων καὶ ἐκ τῶν λαφύρων ὠφελείας, ἔτι δὲ αὑτὸν ὁρῶν ταῖς πράξεσιν αὐξανόμενον καὶ δοὺς εἰς δημοκοπίαν καὶ πλήθους ἀρέσκειαν παρεστήσατο τὸν δῆμον ἑαυτῷ παραδοῦναι τὴν στρατηγίαν ὅλης τῆς Λιβύης εἰς χρόνον ὀλίγιστον. 213. (26, 2). Ὅτι Ἀννίβας ἦν φύσει μάχιμος καὶ τῇ τῶν πολεμικῶν ἔργων ἐκ παιδὸς πείρᾳ πεπονημένος, καὶ συνεστρατευκὼς ἔτη πλείω μεγάλοις ἡγεμόσι πολλὴν εἶχε τριβὴν τῶν πολεμικῶν ἀγώνων. κεχορηγημένος δὲ ὑπὸ τῆς φύσεως ἀγχινοίᾳ καὶ πεπονημένος στρατηγικὴν ἀρετὴν διὰ τῆς πολυχρονίου περὶ τὸν πόλεμον ἀσκήσεως μεγάλας ἐλπίδας εἶχεν ἐν ἑαυτῷ. 214. (26, 3, 3). Ὅτι τοῦ Μινυκίου ἡττηθέντος ὑπὸ τοῦ Ἀννίβου, ἐκ τῶν ἀποτελεσμάτων ὑπὸ πάντων ἐκρίθη Μινύκιος μὲν ἀφροσύνῃ καὶ ἀπειρίᾳ τοῖς ὅλοις ἐπταικώς, Φάβιος δὲ ἀγχινοίᾳ καὶ ἀρετῇ στρατηγικῇ διὰ παντὸς προνενοημένος τῆς ἀσφαλείας. 215.
q.129
(26, 7). Ὅτι Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς ἀσεβῆ συνετελέσατο πρᾶξιν. τὸ γὰρ περὶ Δωδώνην μαντεῖον συλήσας ἐνέπρησε τὸ ἱερὸν πλὴν τοῦ σηκοῦ. 216. (26, 11, 1). Ὅτι ἡ τοῦ Ἀννίβου δύναμις πολὺν χρόνον τῆς τῶν Καμπανῶν εὐδαιμονίας ἀπλήστως ἐμπλησθεῖσα μετέβαλε ταῖς ἀγωγαῖς εἰς τοὐναντίον· τρυφῆς γὰρ συνεχοῦς καὶ μαλακῆς εὐνῆς καὶ μύρων παντοίων καὶ παντοίας τροφῆς πολυτέλεια τὴν μὲν ἀλκὴν καὶ συνήθη τῶν δεινῶν ἐξέλυσεν ὑπομονήν, τὰ δὲ σώματα καὶ τὰς ψυχὰς εἰς γυναικώδη καὶ τρυφερὰν διάθεσιν μετέστησεν. 217. (26, 14, 1). Ὅτι τῶν Ῥωμαίων ὁ Ἀννίβας πολλὰ κατηγορήσας εἰς ὠμότητα καὶ πονηρίαν, μᾶλλον ὑπερηφανίαν τοὺς τῶν συγκλητικῶν υἱοὺς καὶ συγγενεῖς ἐκλέξας ἀπέσφαξεν, ταύτην παρὰ τοῦ συνεδρίου λαμβάνων τιμωρίαν. 218. (26, 14, 2). Ὅτι ὁ Ἀννίβας ἀλλοτριώτατα διακείμενος πρὸς Ῥωμαίους ἐκ τῶν αἰχμαλώτων ἐπιλέξας τοὺς εὐθέτους εἰς μονομαχίαν συνέζευξεν. ἀδελφοὺς μὲν ἀδελφοῖς, πατέρας δὲ υἱοῖς, συγγενεῖς δὲ συγγενέσι μονομαχεῖν ἠνάγκαζεν. ἔνθα δὴ δικαίως ἄν τις τοῦ μὲν Φοίνικος ἐμίσησε τὴν ὠμότητα, τῶν δὲ Ῥωμαίων ἐθαύμασε τὴν εὐσέβειαν καὶ τὴν ἐν τοῖς δεινοῖς ὑπομονήν τε καὶ καρτερίαν. πυρὸς γὰρ αὐτοῖς προσαγομένου καὶ κέντρων, ἔτι δὲ χαλεπωτάτων πληγῶν, οὐδεὶς ὑπήκουσε προσενεγκεῖν τὰς χεῖρας τοῖς ἀναγκαιοτάτοις· πάντες γὰρ εὐγενῆ παραστήματα λαβόντες ἐναπέπνευσαν ταῖς ἀνάγκαις, ἀθίκτους ἑαυτοὺς τηρήσαντες τῆς πρὸς ἀλλήλους μιαιφονίας. 219. (26, 15). Ὅτι Γέλωνος καὶ Ἱέρωνος τῶν βασιλέων κατὰ τὴν Σικελίαν τετελευτηκότων ἐν Συρακούσαις, Ἱερωνύμου δὲ τὴν ἀρχὴν διαδεδεγμένου καὶ τὴν ἡλικίαν ὄντος ἀντίπαιδος, οὐκ εἶχεν ἡ βασιλεία τὸν προστησόμενον ἀξιόχρεων. διὸ καὶ τὸ μειράκιον ταῖς τῶν κολάκων πρὸς χάριν ὁμιλίαις ἐξετράπη πρὸς τρυφὴν καὶ ἀκολασίαν καὶ τυραννικὴν ὠμότητα. ἐπετελεῖτο γὰρ γυναικῶν ὕβρεις καὶ τοὺς παῤῥησίᾳ χρωμένους τῶν φίλων ἀπέκτεινεν καὶπολλῶν ἀκρίτως οὐσίας ἐδήμευσεν καὶ τοῖς πρὸς χάριν ὁμιλοῦσιν ἐδωρεῖτο. τὸ μὲν οὖν πρῶτον ἐπηκολούθει ἐκ τῶν ὄχλων μῖσος, εἶτα καὶ ἐπιβουλία καὶ ὁ τοῖς πονηροῖς δυνάσταις εἰωθὼς ἐπακολουθεῖν ὄλεθρος. 220. (26, 16, 1). Ὅτι μετὰ τὴν Ἱερωνύμου τελευτὴν οἱ Συρακούσιοι ἐλθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο τοὺς συγγενεῖς τοῦ τυράννου κολάσαι καὶ τὰς γυναῖκας ὁμοίως τοῖς ἀνδράσιν ἀνελεῖν καὶ μηδὲ ῥίζαν ἀπολιπεῖν τυραννικῆς συγγενείας. 221. (26, 16, 2). Ὅτι τὸ σῶμα τοῦ Σεμπρωνίου Μάγωνος ἀποστείλαντος πρὸς Ἀννίβαν, οἱ μὲν στρατιῶται κείμενον ὁρῶντες ἐβόων κατατέμνειν καὶ κατὰ μέρη διασφενδονῆσαι· ὁ δὲ Ἀννίβας φήσας οὐ προσήκειν τὴν ὀργὴν εἰς ἀναίσθητον σῶμα ἐναποτίθεσθαι καὶ λαβὼν πρὸ ὀφθαλμῶν τὸ τῆς τύχης ἄδηλον, ἅμα δὲ καὶ θαυμάζων τὴν ἀρετὴν τοῦ ἀνδρὸς πολυτελοῦς ταφῆς ἠξίωσε τὸν τετελευτηκότα. ἀναλέξας δὲ τὰ τοῦ σώματος ὀστᾶ καὶ φιλανθρώπως περιστείλας ἀπέστειλεν εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον. 222. (26, 20, 1). Ὅτι τῶν Συρακουσίων μετὰ τὴν ἅλωσιν τῆς πόλεως ἀπαντησάντων Μαρκέλλῳ μεθ' ἱκετηρίας, τῶν μὲν ἐλευθέρων ἔφη σωμάτων φείσασθαι, τὰς δὲ κτήσεις ἁπάσας διαρπάσαι. 223. (26, 23). Ὅτι Καρχηδόνιοι καταλύσαντες τὸν Λιβυκὸν πόλεμον τὸ τῶν Μικατανῶν Νομάδων ἔθνος σὺν γυναιξὶ καὶ τέκνοις τιμωρησάμενοι πάντας τοὺς συλληφθέντας ἀνεσταύρωσαν. διόπερ οἱ τούτων ἀπόγονοι τῆς εἰς τοὺς πατέρας ὠμότητος ἀναμιμνησκόμενοι χαλεπώτατοι τοῖς Καρχηδονίοις πολέμιοι καθεστήκεισαν. 224. (26, 24, 1). Ὅτι οὐκ εἴασε τὴν τοῦ ἀνδρὸς ἀρετήν, φημὶ δὴ τοῦ Ἀσδρούβου, ἀνεπισήμαντον, ἀλλά φησιν, ἦν γὰρ υἱὸς Ἀμίλκου τοῦ Βάρκα μὲν ἐπικαλουμένου, μεγίστην δὲ δόξαν ἐσχηκότος τῶν καθ' ἑαυτόν· καὶ γὰρ ἐν τῷ Σικελικῷ πολέμῳ μόνος τῶν ἡγεμόνων πολλάκις ἐνίκησε Ῥωμαίους καὶ τὸν ἐμφύλιον καθελὼν πόλεμον πρῶτος διεβίβασε δύναμιν εἰς Ἰβηρίαν. τοιούτουδ' ὢν πατρὸς οὐκ ἀνάξιον ἑαυτὸν παρείχετο τῆς ἐκείνου δόξης· ὁμολογουμένως γὰρ ἄριστος ἦν στρατηλάτης ἁπάντων Καρχηδονίων μετὰ τὸν ἀδελφὸν Ἀννίβαν, διὸ καὶ τῶν ἐν
q.130
Ἰβηρίᾳ δυνάμεων Ἀσδρούβαν κατέλιπεν ἡγεμόνα. πολλὰς δὲ μάχας ἀγωνισάμενος κατὰ τὴν Ἰβηρίαν καὶ διὰ παντὸς ἐκ τῶν ἐλαττωμάτων ἀναλαμβάνων τὰς δυνάμεις πολλοὺς καὶ παντοίους ὑπέμεινε κινδύνους. καὶ εἰς τὴν μεσόγειον ἀποδιωχθεὶς διὰ τὴν ἰδίαν ἀρετὴν μεγάλην ἤθροισε δύναμιν καὶ παρεγενήθη παρ' ἐλπίδας εἰς Ἰταλίαν. 225. (27, 1, 1). Ὅτι Νάβις ὁ τύραννος τῶν Λακεδαιμονίων ἀνεῖλε Πέλοπα τὸν Λυκούργου μὲν τοῦ βασιλεύσαντος υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα· εὐλαβεῖτο γάρ, μή ποτε ὁ παῖς παραγενηθεὶς εἰς ἡλικίαν ἀποκαταστήσῃ τῇ πατρίδι τὴν ἐλευθερίαν, πεφρονηματισμένος διὰ τὴν εὐγένειαν. αὐτὸς δὲ τοὺς χαριεστάτους τῶν Λακεδαιμονίων ἐπιλεγόμενος ἀνῄρει καὶ μισθοφόρους πανταχόθεν τοὺς χειρίστους συνήγαγε φύλακας τῆς δυναστείας. διόπερ ἐκ παντὸς τόπου συνέρρεον εἰς τὴν Σπάρτην ἱερόσυλοι, φῶρες, λησταί, κατάδικοι θανάτου. ἀσεβῶς γὰρ τὴν τυραννίδα περιποιησάμενος ὑπὸ μόνων τούτων ἤλπιζε βεβαιότατα τηρηθήσεσθαι. 226. (27, 3). Ὅτι Κρῆτες ναυσὶ ζʹ πειρατεύειν ἐπιβαλόμενοι τῶν πλεόντων ἐλήστευον οὐκ ὀλίγους. διὸ καὶ τῶν ἐμπόρων ἀθυμούντων, Ῥόδιοι πρὸς αὑτοὺς τἀδικήματα νομίσαντες ἥξειν πρὸς τοὺς Κρῆτας πόλεμον ἐξήνεγκαν. 227. (27, 4, 1). Ὅτι Πλημήνιος ὁ κατασταθεὶς Λοκρῶν ἡγεμὼν παρὰ Σκιπίωνος ἀσεβὴς ὢν τοὺς τῆς Φερσεφόνης θησαυροὺς ἀνασπάσας καὶ τὰ χρήματα συλήσας ἀπήνεγκε. τῶν δὲ Λοκρῶν ἀγανακτούντων ἐπὶ τούτοις καὶ τὴν τῶν Ῥωμαίων ἀνακαλουμένων πίστιν, δύο τῶν χιλιάρχων μισοπονηρεῖν ἐπὶ τοῖς ἀδικήμασι προσεποιήθησαν. τοῦτο δὲ ἔπραττον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτοῦντες, ἀλλ' ἐπὶ τῷ τὸ μέρος μὴ εἰληφέναι τῶν σεσυλημένων χρημάτων ἐγκαλοῦντες τῷ Πλημηνίῳ. ταχὺ δ' αὐτοῖς ἅπασιν ἀξίαν τῆς πονηρίας ἐπέθηκε τὸ δαιμόνιον. καὶ γὰρ ἐπιφανέστατον τῶν κατὰ τὴν Ἰταλίαν ἱερῶν τοῦτ' εἶναι λέγεται καὶ διὰ παντὸς ἁγνὸν ὑπὸ τῶν ἐγχωρίων τετηρῆσθαι. καθ' ὃν γὰρ καιρὸν Πύρρος ἐκ τῆς Ἰταλίας* διεβίβαζε τὰς δυνάμεις εἰς Λοκροὺς καὶ ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος τοὺς μισθοὺς ἠναγκάσθη δι' ἀπορίαν ἅψασθαι τῶν χρημάτων, κατὰ τὸν ἔκπλουν ἐπιγενηθῆναι πνεύματά φασιν, ὥστε στόλῳ παντὶ ναυαγῆσαι τοῦτον. τὸν δὲ Πύῤῥον δεισιδαιμονήσαντα τὴν θεὸν ἐξιλάσασθαι καὶ μὴ πρότερον ἀπελθεῖν, ἕως ἀπεκατέστησε τὰ χρήματα. οἱ δὲ χιλίαρχοι προσποιούμενοι μισοπονηρεῖν προΐσταντο τῶν Λοκρῶν καὶ τὸν Πλημήνιον κακῶς ἔλεγον καὶ δίκην ἐπιθήσειν ἠπείλουν. τέλος ἐπὶ πλεῖον τῆς λοιδορίας προβαινούσης εἰς χεῖρας ἦλθον. οἱ δὲ χιλίαρχοι τοῦτον δόντες ἐπὶ γῆν τά τε ὦτα περιέτρωγον αὐτοῦ καὶ τὴν ῥῖνα, πρὸς δὲ τούτοις καὶ τὰ χείλη διέσχισαν. ὁ δὲ Πλημήνιος συλλαβὼν τοὺς χιλιάρχους καὶ δειναῖς αἰκίαις περιβαλὼν διέφθειρεν. ἡ δὲ σύγκλητος τῶν Ῥωμαίων διὰ τὴν ἱεροσυλίαν οὐ μετρίως ἐδεισιδαιμόνει· οἱ δὲ ἀντιπολιτευόμενοι τῷ Σκιπίωνι καιρὸν εὑρόντες οἰκεῖον διαβολῆς κατηγόρουν αὐτοῦ, λέγοντες, ὡς ἀπὸ τῆς ἐκείνου γνώμης ἅπαντα πεπραχέναι† Πλημήνιος. ἡ δὲ σύγκλητος ἀπέστειλε πρεσβευτὰς ἀγορανόμον καὶ βʹ δημάρχους, εἰ μὲν εὕρωσιν ἀπὸ τῆς Σκιπίωνος γνώμης γεγενημένην τὴν ἱεροσυλίαν, κατὰ τάχος ἀγαγεῖν αὐτὸν εἰς τὴν Ῥώμην, εἰ δὲ μή, ἐᾶν αὐτὸν διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Λιβύην. τούτων δὲ κατὰ τὴν ὁδὸν ὄντων, ὁ Σκιπίων μεταπεμψάμενος τὸν Πλημήνιον ἔδησεν εἰς ἅλυσιν καὶ περὶ τὴν γυμνασίαν ἦν τῶν δυνάμεων. οἱ δὲ δήμαρχοι ταῦτα θαυμάσαντες ἐπῄνεσαν τὸν Σκιπίωνα. εἰς δὲ Ῥώμην ἀπαχθέντος τοῦ Πλημηνίου, τοῦτον ἡ σύγκλητος εἰς φυλακὴν ἀπέθετο, καθ' ἣν αὐτὸν τελευτῆσαι συνέβη· τὴν δὲ οὐσίαν αὐτοῦ καθιέρωσε καὶ τὰ προσελλείποντα τῶν ἱεροσυληθέντων χρημάτων ἐκ τοῦ δημοσίου προσθεῖσα τῇ θεῷ καθιέρωσεν. ἐψηφίσατο δὲ καὶ τοὺς Λοκροὺς ἐλευθέρους εἶναι, καὶ τῶν στρατιωτῶν τοὺς ἔχοντάς τι τῶν τῆς Φέρσεως χρημάτων, ἐὰν μὴ καταθῶσιν, ἐνόχους εἶναι θανάτου. 228. (27, 6, 1). Ὅτι ὁ Σκιπίων παραγενηθέντων πρὸς αὐτὸντῶν περὶ Σόφακα τὸ μὲν πρῶτον ἰδὼν τὸν ἄνδρα δεδεμένον ἐδάκρυσε, λογιζόμενος τὴν πάλαι
q.131
ποτὲ μακαριζομένην αὐτοῦ βασιλείαν. μετ' ὀλίγον δὲ χρόνον κρίνας ἀνθρώπινα φρονεῖν ἐν τοῖς εὐτυχήμασιν, ἐπέταξεν αὐτὸν λῦσαι καὶ τὴν ἰδίαν σκηνὴν ἀπέδωκε καὶ τὴν ἄλλην ἀκολουθίαν ἔχειν συνεχώρησε, τηρῶν δὲ αὐτὸν ἐλευθερίᾳ φυλακῇ φιλανθρώπως ὡμίλει καὶ πολλάκις ἐπὶ δεῖπνα παρελαμβάνετο. 229. (27, 7). Ὅτι Σοφονβα* ἡ πρότερον μὲν Μασανάσσῃ, μετὰ δὲ ταῦτα συνοικήσασα Σόφακι, τὸ δὲ τελευταῖον πάλιν εἰς συμβίωσιν ἐλθοῦσα διὰ τῶν αἰχμαλώτων τῷ Μασανάσσῃ τήν τε ὄψιν ἦν εὐπρεπὴς καὶ τοῖς τρόποις ποικίλη καὶ πᾶν ἐξομηρεύσασθαι δυναμένη. οὖσα δὲ Καρχηδονίων συμμαχὸς προσέκειτο λιπαροῦσα καὶ δεομένη καθ' ἡμέραν τἀνδρός, ὅπως ἀποστῇ Ῥώμης. ἦν γὰρ ἡ γυνὴ δεινῶς φιλόπατρις. ἃ δὴ γινώσκων ὁ Σόφαξ ἐδήλωσε τῷ Σκιπίωνι περὶ τῆς γυναικὸς καὶ παρεκελεύσατο φυλάττεσθαι. τούτοις δὲ σύμφωνα καὶ Λαιλίου λέγοντος, ὁ Σκιπίων ἐκέλευσεν ἄγειν πρὸς ἑαυτὸν τὴν γυναῖκα. παραιτουμένου δὲ τοῦ Μασανάσσου, πικρότερον ἐπέπληξεν. ὁ δὲ εὐλαβηθεὶς ἐκέλευσεν ἀποστέλλειν τοὺς παραληψομένους· αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν φάρμακον θανάσιμον τῇ γυναικὶ δοὺς πιεῖν ἠνάγκασε. 230. (27, 8). Ὅτι Σκιπίων διὰ τὸν πρὸς τοὺς ἐπταικότας ἔλεον βεβαίαν ἔσχε τὴν Μασανάσσου συμμαχίαν εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον. 231. (27, 9). Ὅτι Ἀννίβας συγκαλεσάμενος τοὺς συμμάχους ἐδήλωσεν αὐτοῖς, ὡς ἀναγκαῖόν ἐστιν αὐτὸν διαβῆναι εἰς Λιβύην, καὶ ἔδωκεν ἐξουσίαν αὐτῶν τοῖς βουλομένοις αὐτῷ συστρατεύειν. ἔνιοι μὲν εἵλαντο τὴν μετ' Ἀννίβου διάβασιν, τοῖς δὲ ἡδομένοιςτῆς ἐν Ἰταλίᾳ μονῆς περιστήσας τὴν δύναμιν τὸ μὲν πρῶτον τοῖς στρατιώταις ἔδωκεν ἐξουσίαν, εἴ τινα βούλοιντο λαμβάνειν ἐξ αὐτῶν δοῦλον· τοὺς δὲ λοιποὺς κατέσφαξεν, ἄνδρας μὲν περὶ δισμυρίους, ἵππους δὲ περὶ τρισχιλίους καὶ τῶν ὑποζυγίων ἀναρίθμητον πλῆθος. 232. (27, 10). Ὅτι αὐτόμολοι ἦλθον πρὸς Ἀννίβαν ἱππεῖς τετρακισχίλιοι. οὗτοι δὲ τοῦ Σόφακος πταίσαντος πρὸς Μασανάσσην ἦσαν ἀφεστηκότες. ὁ δὲ ὀργισθεὶς αὐτοῖς περιέστησε τὴν δύναμιν καὶ πάντας κατακοντίσας διέδωκε τοὺς ἵππους τοῖς μετ' αὐτοῦ στρατιώταις. 233. (27, 12, 1). Ὅτι Σκιπίων ἀπέστειλε πρὸς Καρχηδονίους πρέσβεις, οἱ δὲ ὄχλοι παρ' ὀλίγον αὐτοὺς ἀνεῖλον. οἱ δὲ συνέσει διαφέροντες τούτους ἐξήρπασαν καὶ μετὰ τριήρων ἐξέπεμψαν. οἱ δὲ δημοκοποῦντες ἐν Καρχηδόνι τὸν ναύαρχον παρεκελεύσαντο, ὅταν αἱ παραπέμψασαι τριήρεις ἀναστρέψωσιν, ἐπιπλεῦσαι τοῖς πρεσβευταῖς καὶ πάντας κατασφάξαι· ὃ καὶ γέγονεν. οἱ δὲ καταφυγόντες ἐπὶ τὴν γῆν διεσώθησαν πρὸς τὸν Σκιπίωνα. τὸ δὲ θεῖον τοῖς ἀσεβῆσαι βουλομένοις ταχέως ἐνεδείξατο τὴν αὑτοῦ δύναμιν. οἱ γὰρ εἰς Ῥώμην ἀποσταλέντες πρεσβευταὶ τῶν Καρχηδονίων ἀναστρέφοντες ὑπὸ χειμῶνος κατηνέχθησαν εἰς τὸν τῶν Ῥωμαίων ναύσταθμον. ὧν ἀναχθέντων ἐπὶ τὸν Σκιπίωνα καὶ πάντων βοώντων ἀμύνασθαι τοὺς ἀσεβεῖς, ὁ Σκιπίων οὐκ ἔφη δεῖν πράττειν ἃ τοῖς Καρχηδονίοις ἐγκαλοῦσιν. οὗτοι μὲν οὖν ἀφεθέντες διεσώθησαν εἰς τὴν Καρχηδόνα, θαυμάζοντες τὴν τῶν Ῥωμαίων εὐσέβειαν. 234. (28, 1). Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Δικαίαρχον τὸν Αἰτωλόν, ἄνδρα τολμηρόν, πείσας πειρατεύειν ἔδωκεν αὐτῷ ναῦς κʹ, προσέταξε δὲ τὰς μὲν νήσους φορολογεῖν, τοῖς δὲ Κρησὶ παραβοηθεῖν ἐν τῷ πρὸς Ῥοδίους πολέμῳ. οὗτος δὲ κατὰ τὰς ἐντολὰς τοὺς μὲν ἐμπόρους ἐλήστευε, τὰς δὲ νήσους λεηλατῶν ἀργύριον εἰσεπράττετο. 235. (28, 2). Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Ἡρακλείδην τινὰ Ταραντῖνον εἶχε μεθ' ἑαυτοῦ, πονηρὸν ἄνθρωπον, ὃς κατ' ἰδίαν αὐτῷ λαλῶν πολλὰς καὶ ψευδεῖς διαβολὰς τῶν ἐν ἀξιώματι κειμένων φίλων ἔλεγε· τέλος δὲ εἰς τοῦτο ἦλθεν ἀσεβείας, ὥστε τοὺς πρώτους τοῦ συνεδρίου εʹ ἄνδρας ἀπέσφαξε. διὸ καὶ τὸ λοιπὸν ἐπὶ τὸ χεῖρον αὐτῷ τὰ πράγματα προήγετο· πολέμους γὰρ οὐκ ἀναγκαίους ἐπαναιρούμενος ἐκινδύνευσεν ἀποβαλεῖν τὴν βασιλείαν ὑπὸ Ῥωμαίων. οὐκέτι γὰρ οὐδεὶς ἐτόλμα τῶν φίλων ἔχειν παρρησίαν οὐδὲ ἐπιπλήττειν τῇ τοῦ βασιλέως ἀνοίᾳ, πεφρικὼς αὐτοῦ τὴν προπέτειαν. ἐστράτευσε δὲ ἐπὶ
q.132
Δαρδανοὺς οὐδὲν ἀδικοῦντας καὶ τούτους παρατάξει νικήσας ἀνεῖλεν ὑπὲρ τοὺς μυρίους. 236. (28, 3). Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς χωρὶς τῆς πλεονεξίας οὕτως ὑπερήφανος ἦν ἐν ταῖς εὐτυχίαις, ὥστε τοὺς μὲν φίλους ἀκρίτως ἀποσφάξαι, τοὺς δὲ τάφους τῶν προτετελευτηκότων καὶ πολλὰ τῶν ἱερῶν κατασκάπτειν. Ἀντίοχος δὲ τὸ κατὰ τὴν Ἐλυμαΐδα τέμενος τοῦ Διὸς συλᾶν ἐπιβαλόμενος πρέπουσαν τὴν καταστροφὴν εὗρε τοῦ βίου, μετὰ πάσης τῆς δυνάμεως ἀπολόμενος. ἀμφότεροι δὲ τὰς αὑτῶν δυνάμεις ἀνυποστάτους εἶναι νομίσαντες μιᾷ παρατάξει συνηναγκάσθησαν ἑτέροις ποιεῖν τὸ προσταττόμενον. διὸ καὶ τῆς μὲν περὶ αὐτοὺς γενομένης ἀτυχίας τὰς ἰδίας ἁμαρτίας ᾐτιῶντο, τῶν δὲ συγχωρηθέντων φιλανθρώπων τὰς χάριτας εἶχον τοῖς ἐν τῷ κρατεῖν ἐπιεικῶς αὐτοῖς χρησαμένοις. τοιγαροῦν ὥσπερ ἀπὸ παραγραφῆς τῶν ἰδίων πράξεων ἐπὶ τὸ χεῖρον ἑώρων τὰς αὑτῶν βασιλείας ὑπὸ τοῦ δαιμονίου προαγομένας. οἱ δὲ Ῥωμαῖοι καὶ τότε καὶ μετὰ ταῦτα δικαίους ἐνιστάμενοι πολέμους καὶ πλεῖστον ὅρκων καὶ σπονδῶν ποιούμενοι λόγον οὐκ ἀλόγως συμμάχους εἶχον τοὺς θεοὺς ἐν ἁπάσαις ταῖς ἐπιβολαῖς. 237. (28, 5). Ὅτι Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς σπανίζων τροφῆς οὐ διέλιπε τὴν ὑπ' Ἄτταλον χώραν λεηλατῶν μέχρι τῆς τῶν Περγαμηνῶν πόλεως. κατέσκαψε δὲ καὶ τὰ περὶ τὸ Πέργαμον ἱερὰ τό τε Νικηφόριον πολυτελῶς κατεσκευασμένον καὶτἄλλα γλυφὰς ἔχοντα θαυμαζομένας εἰς τέλος παρῴνησε. δι' ὀργῆς γὰρ ἔχων τὸν Ἄτταλον, ἐπεὶ τοῦτον οὐ κατέλαβε περὶ τούτους τοὺς τόπους, τὸν θυμὸν εἰς ταῦτα κατετίθετο. 238. (28, 7). Ὅτι Φίλιππος ὁ Μακεδὼν ἐπὶ τὰς Ἀθήνας ἐλθὼν κατεστρατοπέδευσεν ἐπὶ τὸ Κυνόσαργες. μετὰ δὲ ταῦτα τὴν Ἀκαδημίαν ἐνέπρησε καὶ τοὺς τάφους κατέσκαψεν, ἔτι δὲ τὰ τεμένη τῶν θεῶν ἐλυμήνατο. χαρισάμενος δὲ τῷ θυμῷ, καθάπερ εἰς Ἀθήνας ἀλλ' οὐκ εἰς τὸ θεῖον ἐξαμαρτάνων, ὑπὸ μὲν τῶν ἀνθρώπων καὶ πάλαι βλασφημούμενος τότε τελέως ἐμισήθη, ὑπὸ δὲ θεῶν ταχὺ τῆς προσηκούσης ἐπιτιμήσεως ἔτυχε, διὰ μὲν τὴν ἰδίαν ἀβουλίαν τοῖς ὅλοις σφαλείς, διὰ δὲ τὴν Ῥωμαίων ἐπιείκειαν τυχὼν συγγνώμης. 239. (28, 9). Ὅτι Φίλιππος θεωρῶν τῶν Μακεδόνων τοὺς πλείστους ἑαυτῷ χαλεπῶς ἔχοντας ἐπὶ τῷ τὸν Ἡρακλείδην ἔχειν φίλον, παρέδωκεν αὐτὸν εἰς τὴν φυλακήν. ἦν δὲ οὗτος Ταραντῖνος μὲν τὸ γένος, πονηρίᾳ δὲ ὑπερβαλλούσῃ χρώμενος καὶ τὸν Φίλιππον ἐξ ἐπιεικοῦς βασιλέως πεποιηκὼς πικρὸν καὶ ἀσεβῆ τύραννον. διὸ δὴ καὶ παρὰ πᾶσι τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ὑπερβαλλόντως συνέβαινε μισεῖσθαι τὸν Ἡρακλείδην. 240. (28, 10). Ὅτι Ἀννίβας διὰ μόνης τῆς περὶ αὐτὸν φήμης καθ' ὅλην τὴν οἰκουμένην περίβλεπτος ἐγίνετο, κατὰ πᾶσαν πόλιν ἑκάστου σπεύδοντος θεάσασθαι τὸν ἄνδρα. 241. (28, 14). Ὅτι ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς μέχρι μέν τινος ἐπῃνεῖτο, Ἀριστομένη δὲ τὸν ἐπίτροπον αὐτοῦ γεγενημένον καὶ πάντα καλῶς διῳκηκότα τὴν μὲν ἀρχὴν ἠγάπα καθαπερεὶ πατέρα καὶ πάντα ἔπραττεν ἀπὸ τῆς ἐκείνου γνώμης, μετὰ δὲ ταῦτα ὑπὸ τῶν κολακευόντων διαφθαρεὶς τὴν ψυχὴν τόν τε Ἀριστομένη παρρησιαζόμενον ἐμίσησε καὶ τέλος συνηνάγκασεν αὐτὸν πιόντα κώνειον τελευτῆσαι, ἀεὶ δὲ μᾶλλον θηριούμενος καὶ τυραννικὴν παρανομίαν ἀλλ' οὐ βασιλικὴν ἐξουσίαν ζηλώσας ἐμισήθη μὲν ὑπὸ τῶν Αἰγυπτίων, ἐκινδύνευσε δὲ ἀποβαλεῖν τὴν βασιλείαν. 242. (29, 1). Ὅτι τὸ Δήλιον ἱερὸν ἦν οὐ μακρὰν ἀπέχον τῆς Χαλκίδος. διόπερ ὁ βασιλεὺς ὑπὸ τῶν Ἑλλήνων ἐβλασφημεῖτο, τὴν ἀρχὴν τοῦ πρὸς Ῥωμαίους πολέμου πεποιημένος ἐξ ἀσεβείας. οὗ συνελθόντος* Φλαμίνιος* περὶ Κόρινθον διατρίβων ἐπεμαρτύρατο πάντας ἀνθρώπους τε καὶ θεοὺς ἐπὶ τῷ προκατῆρχθαι τοῦ πολέμου τὸν βασιλέα. 243. (29, 2). Ὅτι Ἀντίοχος ἐν Δημητριάδι τὴν παραχειμασίαν ποιούμενος καὶ πλείω τῶν νʹ ἐτῶν βεβιωκὼς τῆς μὲν περὶ τὸν πόλεμον παρασκευῆς ἠμέλησε, παρθένου δὲ εὐπρεποῦς ἐρασθεὶς ἐκάθητο τοὺς ταύτης ἐπιτελῶν γάμους καὶ πανηγύρεις λαμπρὰς συνήγαγε. ταῦτα δὲ πράττων οὐ μόνον ἑαυτοῦ τὸ σῶμα καὶ τὴν ψυχὴν διέφθειρεν, ἀλλὰ καὶ τὰς τῶν δυνάμεων
q.133
ὁρμὰς ἐξέλυσε, καὶ οἱ στρατιῶται τὸν χειμῶνα κατατετριφότες ἐν ἀνέσει καὶ τρυφῇ κακῶς ἀπήλλαττον ἐν ταῖς ἀπορίαις, οὔτε δίψαν οὔτε ἄλλην κακοπάθειαν φέρειν δυνάμενοι. διόπερ αὐτῶν οἱ μὲν εἰς νόσους ἐνέπιπτον, οἱ δὲ ἐν ταῖς ὁδοῖς ὑπολειπόμενοι πολὺ τῶν τάξεων ἀπεσπῶντο. 244. (29, 3). Ὅτι Ἀντίοχος ὁ βασιλεὺς τὰς ἐν Θετταλίᾳ πόλεις πυνθανόμενος πρὸς Ῥωμαίους μετατεθεῖσθαι, τὰς δὲ ἐκ τῆς Ἀσίας δυνάμεις ὑστερούσας, καὶ τοὺς Αἰτωλοὺς καταμελοῦντας καὶ προφάσεις ἀεὶ ποριζομένους, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκει. διὸ καὶ τοὺς πεποιηκότας αὐτὸν ἀπαράσκευον ὄντα καὶ πείσαντας ἐπὶ τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ τὸν πόλεμον ἐπανελέσθαι δι' ὀργῆς εἶχε· τὸν δὲ Ἀννίβαν τὴν ἐναντίαν γνώμην ἐσχηκότα τότε ἐθαύμαζε καὶ τὰς ἐλπίδας εἶχεν ἐν τούτῳ· τὸν δὲ πρὸ τούτου χρόνον ὑπόπτως πρὸς αὐτὸν διακείμενος τότε πιστότατον αὐτὸν εἶχε φίλον καὶ ἀπὸ τῆς τούτου γνώμης πάντα ἔπραττεν. 245. (29, 5). Ὅτι ὁ Ἀντίοχος διὰ τὴν ἧτταν ταπεινωθεὶς ἔκρινε τῆς μὲν Εὐρώπης ἐξίστασθαι, περὶ δὲ τῆς Ἀσίας διαγωνίζεσθαι. καὶ προσέταξε τοῖς Λυσιμαχεῦσι πανδημεὶ τὴν πόλιν ἐκλιπεῖν, εἰς δὲ τὰς κατὰ τὴν Ἀσίαν πόλεις μετοικῆσαι. καὶ ἔδοξε πᾶσιν ἀφρόνως βεβουλεῦσθαι καὶ πόλιν ἐπικαιρότατα κειμένην πρὸς τὸ διακωλῦσαι τοὺς πολεμίους ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν περαιοῦν τὰς δυνάμεις ἀκονιτὶ προέσθαι τοῖς πολεμίοις. ἀκολούθως δὲ τῇ διαλήψει ταύτῃ καὶ τὸ τῶν ἀποτελεσμάτων ἔργον ἐπληρώθη. ὁ γὰρ Σκιπίων τὴν πόλιν καταλαβὼν ἔρημον αὐτομάτως εὐημέρησε ταύτην καταλαβών*. 246. (29, 14). Ὅτι Μάρκος Φόλουϊος στρατηγὸς ὢν παρανομήσας εἰς τοὺς κατὰ τὴν Λιγυστικὴν συμμάχους ἔτυχε τῆς προσηκούσης κολάσεως. παρελθὼν γὰρ εἰς τοὺς ὀνομαζομένους Κενομανοὺς ὡς φίλος παρείλετο τὰ ὅπλα, μηδὲν ἔχων ἔγκλημα. ὁ δὲ ὕπατος πυθόμενος τὸ γεγονὸς τούτοις μὲν ἀπέδωκε τὰ ὅπλα, τὸν δὲ Μάρκον ἐζημίωσε χρήμασι. 247. (29, 15). Ὅτι Ἀντίοχος ἀπορῶν χρημάτων, ἀκούων δὲ κατὰ τὴν Ἐλυμαΐδα τὸ ἱερὸν τὸ τοῦ Βήλου πολὺν ἐκ τῶν ἀναθημάτων ἔχειν ἄργυρόν τε καὶ χρυσόν, ἔγνω τοῦτο συλῆσαι. καὶ ἧκεν εἰς τὴν Ἐλυμαΐδα καὶ καταιτιασάμενος τοὺς ἐγχωρίους πολέμου κατάρχεσθαι τὸ μὲν ἱερὸν ἐσύλησε, χρημάτων δὲ πλῆθος ἀθροίσας ταχὺ τῆς προσηκούσης ἐκ θεῶν ἔτυχε κολάσεως. 248. (29, 18). Ὅτι ὁ Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἀνὴρ ἐγεγόνει φρονήσει καὶ στρατηγίᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς διαφέρων, πάντα τὸν τοῦ ζῆν χρόνον πεπολιτευμένος ἀμέμπτως. καὶ πολλάκις μὲν στρατηγίας ἠξιώθη, μʹ ἔτη τοῦ πολιτεύματος ἡγούμενος, μάλιστα δὲ τῶν ἄλλων εἰς κοινὸν ηὐξηκὼς τὴν Ἀχαιῶν συμπολιτείαν, πρός τε τοὺς ἰδιώτας ἡμερώτατα πολιτευόμενος καὶ δι' ἀρετὴν παρὰ Ῥωμαίων ἀποδοχῆς τετευχώς, ἐπὶ δὲ τῆς τοῦ βίου καταστροφῆς ἀγνώμονι τύχῃ συγκεχρημένος. ἀλλ' ὅμως μετὰ τὴν τελευτὴν ὡσπερεί τινι θείᾳ προνοίᾳ τὰς ἰσοθέους τιμὰς ἠλλάξατο τῶν κατὰ τὴν τελευτὴν ἀπηντηκότων ἀκληρημάτων. χωρὶς δὲ κοινῇ τοῖς Ἀχαιοῖς† κατεψηφίσθη τῶν εἰς τιμὴν τἀνδρὸς ἡ πατρὶς ἱδρύσατο καὶ τοῦ* βουθυτεῖν αὐτῷ κατ' ἐνιαυτὸν καὶ τῆς ἀρετῆς ἐγκώμιά τε καὶ ὕμνους κατέδειξεν ᾄδειν τοὺς νέους. 249. (29, 19). Ὅτι ὁ Ἀννίβας στρατηγικῇ συνέσει καὶ μεγέθει πράξεων πάντων Καρχηδονίων πεπρωτευκὼς οὐδέποτε στάσιν ἔσχεν ἐν τῷ στρατεύματι, ἀλλὰ τῇ φύσει πλεῖστον διεστῶτα καὶ διαλέκτοις πολυφώνοις διειλημμένα διὰ τῆς ἰδίας προνοίας ἐν ὁμονοίᾳ καὶ συμφωνίᾳ διετήρησεν. ὁμοίως δὲ τῶν ὁμοεθνῶν εἰωθότων διὰ τὰς τυχούσας αἰτίας ἀφίστασθαι πρὸς τοὺς ἐναντίους, οὐδεὶς ἐπ' αὐτοῦ τοῦτο ἐτόλμησε. μεγάλας δὲ δυνάμεις ἀεὶ τρέφων οὐδέποτε χρημάτων οὐδὲ τροφῆς ἠπόρησε, καὶ τὸπάντων παραδοξότατον, οἱ μετ' αὐτοῦ στρατευόμενοι τῶν ἀλλοεθνῶν τῆς πολιτικῆς εὐνοίας οὐκ ἀπελείφθησαν, ἀλλὰ πολὺ διήνεγκαν. τοιγαροῦν καλῶς ἄρχων τῶν στρατιωτῶν καλὰς καὶ τὰς πράξεις ἐπετελέσατο. πρὸς γὰρ τοὺς δυνατωτάτους πόλεμον ἐξενέγκας ιζʹ ἔτη σχεδὸν τὴν Ἰταλίαν ἐπόρθησεν, ἀήττητος δὲ ἐν πάσαις ταῖς μάχαις ἐγένετο· τηλικαύταις δὲ καὶ
q.134
τοσαύταις πράξεσι τοὺς τῆς οἰκουμένης ἡγεμόνας ἐνίκησεν, ὥστε διὰ τὸ πλῆθος τῶν κατακοπτομένων ὑπ' αὐτοῦ μηδένα ποτὲ τολμᾶν ἔτι κατὰ στόμα μάχεσθαι πρὸς αὐτόν. πολλὰς μὲν πόλεις δοριαλώτους κατέκαιε, τὰ δὲ κατὰ τὴν Ἰταλίαν ἔθνη πολυανθρωπίᾳ διαφέροντα σπανίζειν ἐποίησεν ἀνδρῶν. καὶ τὰς περιβοήτους πράξεις ἐπετελέσατο πολιτικοῖς μὲν τελέσμασι καὶ δυνάμεσι, μισθοφόροις δὲ καὶ συμμάχοις παμμεγεθέσι· καὶ διὰ τὴν συμφωνίαν δυσυποστάτων περιεγένετο διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγικῆς ἀρετῆς καὶ πᾶσιν ἔδειξεν, ὅτι καθάπερ ἐπὶ τοῦ σώματος ὁ νοῦς, οὕτως ἐπὶ στρατεύματος ὁ τὴν ἡγεμονίαν ἔχων ποιεῖ τὰ κατορθώματα. 250. (29, 20). Ὅτι ὁ Σκιπίων νέος ὢν παντελῶς κατὰ τὴν Ἰβηρίαν ἀνελπίστως ἐχρήσατο, καταπολεμήσας τοὺς Καρχηδονίους, τὴν δὲ πατρίδα κινδυνεύουσαν ἐξείλετο τῶν μεγίστων κινδύνων. τὸν γὰρ ἀήττητον Ἀννίβαν διὰ τῆς ἐπινοίας ἠνάγκασεν ἄνευ μάχης καὶ κινδύνων ἐκ τῆς Ἰταλίας ἐκχωρῆσαι. τὸ δὲ τελευταῖον ἐκ τῆς ἀνδρείας τε καὶ στρατηγίας μεγάλῃ παρατάξει τὸν ἀνίκητον γεγενημένον Ἀννίβαν καταπολεμήσας ἥττησε τὴν Καρχηδόνα. 251. (29, 23). Ὅτι Λεώκριτος ὁ τοῦ Φαρνάκου στρατηγὸς συνεχεῖς προσβολὰς ποιούμενος ἠνάγκασε τοὺς ἐν τῷ Πίῳ* μισθοφόρους τὴν μὲν πόλιν παραδοῦναι, αὐτοὺς δὲ ὑποσπόνδους προπεμφθῆναι μετὰ ἀσφαλείας. τῶν δὲ μισθοφόρων τότε μὲν ἐκ τῆς πόλεως κατὰ τὰς συνθήκας προπεμπομένων, ἐν δὲ τοῖς ἐπάνω χρόνοις ἠδικηκότων τὸν Φαρνάκην, ὁ Λεώκριτος ἐντολὰς ἔχων παρὰ τοῦ Φαρνάκου πάντας ἀνελεῖν παρεσπόνδησε τοὺς μισθοφόρους· κατὰ δὲ τὴν ἐκ τοῦ Πίου* μετάστασιν αὐτοῖς ἐπέθετο κατὰ τὴν ὁδοιπορίαν καὶ πάντας κατηκόντισεν. 252. (29, 24). Ὅτι ὁ Σέλευκος ἀξιόλογον δύναμιν ἀναλαβὼν προῆγεν ὡς ὑπερβησόμενος τὸν Ταῦρον ἐπὶ τὴν βοήθειαν τοῦΦαρνάκου· ἔννοιαν δὲ λαβὼν τῶν πρὸς Ῥωμαίους τῷ πατρὶ γενομένων συνθηκῶν, καθ' ἃς οὐκ ἐξῆν*** 253. (29, 25). Ὅτι οἱ τὰ δεινὰ τολμήσαντες καὶ τὸν Δημήτριον ἀνελόντες οὐκ ἐξέφυγον τὴν τοῦ δικαίου δαιμονίου τιμωρίαν, ἀλλ' οἱ μὲν ἐκ Ῥώμης τὰς ψευδεῖς διαβολὰς πλασάμενοι μετ' ὀλίγον χρόνον τῷ βασιλεῖ προσκόψαντες ἀνῃρέθησαν, ὁ δὲ Φίλιππος τὸν λοιπὸν τοῦ ζῆν χρόνον ὀνειροπολούμενος καὶ διὰ τὴν συνείδησιν τῆς εἰς τὸν εὐγενέστατον υἱὸν ἀσεβείας ταραττόμενος οὐδὲ διετῆ χρόνον ἐπεβίωσε, τῇ δὲ λύπῃ ἀδιορθώτως συνεχόμενος κατέστρεψε τὸν βίον. ὁ δὲ πάντων τῶν κακῶν ἀρχιτέκτων Περσεὺς ὑπὸ Ῥωμαίων καταπολεμηθεὶς καὶ φυγὼν εἰς Σαμοθρᾴκην ἄκυρον ἔσχε τὴν τῶν ἁγνοτάτων θεῶν ἱκεσίαν διὰ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ἀδελφὸν τετολμημένης ἀσεβείας. 254. (29, 26). Ὅτι Τιβέριος Γράκχος ἑξαπέλεκυς ὢν στρατηγὸς ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. οὗτος γὰρ νέος ὢν τὴν ἡλικίαν πάντων ἡλικιωτῶν διέφερεν ἀνδρείᾳ καὶ φρονήσει, θαυμαζόμενος δὲ ἐπ' ἀρετῇ καὶ μεγάλας τοῦ μέλλοντος ὑποφαίνων ἐλπίδας πολὺ τῶν ἡλικιωτῶν προεῖχε δόξῃ. 255. (29, 27). Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος ὁ καὶ πάτρων γεγονὼς ἦν εὐγενής τε καὶ κατὰ τὴν ὄψιν εὐπρεπής, ἔτι δὲ συνέσει πολὺ διαφέρων τῶν ἄλλων. διόπερ ἡ μὲν πατρὶς αὐτὸν ἁπάσαις ταῖς ἐπιδόξοις ἀρχαῖς ἐτίμησεν, αὐτὸς δὲ ἔν τε τῷ ζῆν διετέλεσεν ἐπαινούμενος καὶ τῆς μετὰ θάνατον εὐφημίας προενοήθη μετὰ τοῦ τῆς πατρίδος συμφέροντος. 256. (29, 32). Ὅτι Ἀντίοχος προσφάτως παρειληφὼς τὴν βασιλείαν ἐνεστήσατο βίον παράλογον καὶ ἀσυνήθη τοῖς ἄλλοις βασιλεῦσι. πρῶτον μὲν γὰρ ἐκ τῶν βασιλείων ὑπάγων λάθρα τῆς θεραπείας περιῄει τὴν πόλιν ἀλύων ὅπου τύχοι δεύτερος ἢ τρίτος· μετὰ δὲ ταῦτα ἐφιλοτιμεῖτο μετὰ δημοτῶν ἀνθρώπων συγκαταρριπτεῖν οἷ τύχοι καὶ μετὰ τῶν παρεπιδημούντων ξένων [τῶν] εὐτελεστάτων συμπίνειν. καθόλου δ' εἴ τινας τῶν νέων αἴσθοιτο ἀφ' ἡμέρας μετ' ἀλλήλων γενομένους, ἐξαίφνης ἐπὶ κῶμον παρεγένετο μετὰ κερατίου καὶ συμφωνίας, ὥστε διὰ τὸ παράδοξον τῶνἰδιωτῶν τοὺς μὲν φεύγειν τοὺς δὲ διὰ τὸν φόβον σιωπᾶν. τὸ δὲ τελευταῖον τὴν βασιλικὴν ἐσθῆτα καταθέμενος
q.135
περιεβάλλετο τήβενναν, καθάπερ ἦν ἑωρακὼς ἐν Ῥώμῃ τοὺς μεταπορευομένους τὰς ἀρχάς, ἐνετύγχανέ τε τοῖς ἰδιώταις ἀσπαζόμενος καὶ περιπτύσσων ἕκαστον καὶ ποτὲ μὲν παρακαλῶν φέρειν ἑαυτῷ τὴν ψῆφον ὡς ἀγορανόμῳ, ποτὲ δὲ ὡς δημάρχῳ· τυχὼν δὲ ἀρχῆς ἐκάθιζεν ἐπὶ δίφρον ἐλεφάντινον καί, καθώς ἐστι Ῥωμαίοις ἔθιμον, διήκουε τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων περὶ τῶν ἐν τῷ βίῳ συμβολαίων. καὶ ταῦτ' ἔπραττε μετὰ πολλῆς ἐπιστάσεως καὶ φιλοτιμίας, ὥστε τοὺς χαριεστάτους ἄνδρας ἀπορεῖν περὶ αὐτοῦ· οἱ μὲν γὰρ ἀφέλειαν, οἱ δὲ ἀλογίαν, τινὲς δὲ μανίαν αὐτοῦ κατεγίνωσκον. 257. (29, 34). Ὅτι μετὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Εὐμένους εἰς τὸ Πέργαμον διαδοθείσης φήμης, ὅτι τετελεύτηκεν Εὐμένης, Ἄτταλος ἐπεπλάκη τῇ βασιλίσσῃ προχειρότερον. οὐ μὴν Εὐμένης γε προσεποιήθη μετὰ ταῦτ' ἀνακάμψας, ἀλλὰ φιλοφρόνως ἀσπασάμενος τὸν ἀδελφὸν διέμεινεν ἐν τῇ πρὸς αὐτὸν εὐνοίᾳ. 258. (30, 3). Ὅτι ὁ Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἦν ἐν τοῖς πολέμοις ἀνὴρ ἔμπρακτος ἐμφερόμενος καὶ γνώμῃ διαφέρων, ἔν τε τοῖς ἄλλοις σπουδαῖος καὶ φιλίας ἄξιος. ἦν δὲ καὶ νήπτης καὶ σώφρων καθ' ὑπερβολήν, ἔτι δὲ τὸ μέγιστον, πάντων τῶν τοῖς Θρᾳξὶ παρακολουθούντων κακῶν ἀλλοτριώτατος. 259. (30, 4). Ὅτι τὸ Χάλεστρον τὸ πολισμάτιον πολιορκήσας ὁ Περσεὺς καὶ πάντας ἀποσφάξας, περὶ πεντακοσίους δὲ συμφυγόντων εἴς τινα τόπον ὀχυρὸν μετὰ τῶν ὅπλων καὶ αἰτησαμένων ἀσφάλειαν, ἔδωκεν αὐτοῖς τὴν ἐξουσίαν ἀποθεμένοις τὰ ὅπλα σώζεσθαι. τῶν δὲ ποιησαμένων τὸ συγχωρηθέν, οἱ Μακεδόνες εἴτ' ἀφ' ἑαυτῶν εἴτε καὶ τοῦ βασιλέως προστάξαντος ἐπηκολούθησαν τοῖς λαβοῦσι τὴν πίστιν καὶ πάντας ἀπέσφαξαν. 260. (30, 5). Ὅτι κατὰ τὴν Ἤπειρον Χάροψ υἱὸς* τοῦ τὴναὐτὴν ἔχοντος προσηγορίαν καὶ κατὰ τὸν πρὸς Φίλιππον πόλεμον ἐξαπεσταλκότος Φλαμενίνῳ* τὸν ἡγησόμενον τὰς ἀνελπίστους διὰ τῶν ὀρῶν ἀτραπούς, δι' ὧν οἱ Ῥωμαῖοι παραδόξως πορευθέντες τῶν στενῶν ἐκράτησαν. τραφεὶς δὲ ἐν Ῥώμῃ διὰ τὴν τοῦ πάππου πρὸς Ῥωμαίους φιλίαν πολλοῖς τῶν ἐπισήμων ἐπεξενώθη. ὢν δὲ τολμηρὸς καὶ πονηρίᾳ διαφέρων τοὺς ἐνδοξοτάτους τῶν Ἠπειρωτῶν διέβαλλε πρὸς Ῥωμαίους, ψευδεῖς ἐπιῤῥιπτῶν αἰτίας, ὅπως ἅπαντας καταπληξάμενος τοὺς δυναμένους ἀντιπολιτεύεσθαι καθαπερεὶ κύριος* ἁπάσης τῆς Ἠπείρου. διόπερ πρὸς Περσέα ἐξαπέστειλαν εἰς Μακεδονίαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν Ἤπειρον. 261. (30, 6). Ὅτι οἱ περὶ τὸν Εὐμένη τὴν τῶν Ἀβδηριτῶν πόλιν πολιορκοῦντες καὶ τὴν ἐκ τῆς βίας ἅλωσιν ἀπογνόντες διεπέμψαντο λάθρα πρός τινα Πύθωνα τῇ δόξῃ πρωτεύοντα τῶν Ἀβδηριτῶν καὶ τὸ κυριεῦον μέρος διαφυλάττοντα διὰ δούλων ἰδίων καὶ ἀπελευθέρων σʹ. ψυχαγωγήσαντες οὖν αὐτὸν ἐπαγγελίαις διὰ τούτου παρεισήχθησαν ἐντὸς τοῦ τείχους καὶ τῆς πόλεως ἐκυρίευσαν. ὁ δὲ τὴν πόλιν προδοὺς Πύθων μετρίας τυχὼν εὐεργεσίας, πρὸ ὀφθαλμῶν λαμβάνων τὴν τῆς πατρίδος κατασκαφὴν ἐν ἀθυμίᾳ καὶ μεταμελείᾳ τὸν καταλειπόμενον ἐβίωσε χρόνον. 262. (30, 10, 1). Ὅτι ὁ Περσεὺς κάλλιστον εἰληφὼς παρὰ τῆς τύχης καιρὸν εἰς τὸ διαφθεῖραι τὴν δύναμιν ἄρδην τῶν Ῥωμαίων διέτριβε περὶ Δῖον τῆς Μακεδονίας, ἀπέχων μὲν οὐ πολὺ τῶν τόπων, ῥᾳθυμῶν δὲ περὶ τὰ μέγιστα τῶν πραγμάτων· κραυγῆς γὰρ μόνον ἦν χρεία καὶ σάλπιγγος εἰς τὸ τὴν στρατιὰν τῶν πολεμίων λαβεῖν αἰχμάλωτον, περικεκλεισμένην ἐν κρημνοῖς καὶ φάραγξι δυσεξιτήτοις. διόπερ ἐκείνου περὶ τούτων ἠμεληκότος, καὶ οἱ τὴν παρεμβολὴν ἔχοντες ἐπὶ† τὰς ἀκρωρείας Μακεδόνες περὶ τὰς φυλακὰς καὶ τὰς ἐκκοιτίας ἐρρᾳθύμουν. 263. (30, 11, 1). Ὅτι τελέως ὁ Περσεὺς νομίσας ἐπταικέναι τοῖς ὅλοις, κατὰ πᾶν συντριβεὶς τῇ ψυχῇ Νίκωνα μὲν τὸν θησαυροφύλακα ἐξέπεμψε, συντάξας τὴν ἐν τῷ Φάκῳ γάζαν καὶ τὰ χρήματα καταποντίσαι, Ἀνδρόνικον δὲ τὸν σωματοφύλακα εἰς Θεσσαλονίκην, συντάξας ἐμπρῆσαι τὰ νεώρια τὴν ταχίστην. ὃς γενηθεὶς τούτου φρονιμώτερος ἦλθεν εἰς Θεσσαλονίκην, οὐ μὴν ἐποίησε τὸ προσταχθέν, νομίζων φίλιον τοῖς ὅλοις† κρατεῖν Ῥωμαίοις. 264. (30, 11, 2). Ὅτι ὁ αὐτὸς τοὺς χρυσοῦς
q.136
ἀνδριάντας ἀνασπάσας ἐκ Δίου πάντας τοὺς ἐκ τῆς πόλεως ἀναλαβὼν μετὰ τέκνων καὶ γυναικῶν ἀνεχώρησεν εἰς Πύδναν. οὗ μεῖζον ἁμάρτημα τῷ Περσεῖ πεπραγμένον οὐκ ἄν τις εὕροι. 265. (30, 13). Ὅτι οἱ Κυδωνιᾶται ἐπετελέσαντο πρᾶξιν ἔκνομον καὶ τελέως ἀλλοτριωτάτην τῶν Ἑλληνικῶν νομίμων. ἐν εἰρήνῃ γὰρ ὡς φίλοι πιστευόμενοι καταλαβόντες τὴν τῶν Ἀπολλωνιατῶν πόλιν τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀνεῖλον, τέκνα δὲ καὶ γυναῖκας διανειμάμενοι κατεῖχον τὴν πόλιν. 266. (30, 14). Ὅτι ὁ Ἀντίοχος δυνάμενος ἐλασσωθέντας τοὺς Αἰγυπτίους ἀποκτεῖναι, παριππεύων ἐβόα μὴ κτείνειν αὐτούς, ἀλλὰ ζῶντας συλλαμβάνειν. ταχὺ δὲ τοὺς καρποὺς ταύτης τῆς ἀγχινοίας ἐκομίσατο, καὶ περὶ τὴν τοῦ Πηλουσίου κατάληψιν καὶ μετὰ ταῦτα τὴν κατάκτησιν τῆς Αἰγύπτου ταύτης τῆς φιλανθρωπίας μέγιστα συμβαλομένης. 267. (30, 17). Ἡμεῖς δὲ τοῦ Πτολεμαίου τὴν οὕτως ἀγεννῆ φύσιν οὐκ ἂν προηγουμένως ἀνεπισήμαντον ἐάσαιμεν. τὸ γὰρ ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσαῦτα ἀφεστηκότα τῶν πολεμίων αὐτόθεν καθάπερ ἀκονιτὶ παραχωρῆσαι βασιλείας μεγίστης καὶ μακαριωτάτης πῶς οὐκ ἄν τις ἡγήσαιτο ψυχῆς τελείως ἐκτεθηλυμμένης εἶναι; ἣν εἰ μὲν συνέβαινε φυσικῶς ὑπάρχειν Πτολεμαίῳ τοιαύτην, ἴσως ἄν τις ἐκείνην καταμέμψαιτο· ὅτε δὲ διὰ τῶν ὕστερον πράξεων ἡ φύσις ἱκανῶς ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν βασιλέα καὶ στάσιμον ὄντα καὶ δραστικὸν οὐδενὸς ἧττον, ἀναγκαῖόν ἐστι τὰς αἰτίας ἀνατιθέναι τῆς τότε δειλίας καὶ ἀγεννίας εἰς τὸν σπάδωνα καὶ τὴν ἐκείνου συντροφίαν· ὃς ἐκ παιδὸς τὸ μειράκιον ἐν τρυφῇ καὶ γυναικείοις ἐπιτηδεύμασι συνέχων διέφθειρεν αὐτοῦ τὴν ψυχήν. 268. (30, 18, 1). Ὅτι ὁ Ἀντίοχος ἀνὴρ ἐφάνη πραγματικὸς καὶ τοῦ προσχήματος τῆς βασιλείας ἄξιος πλὴν τοῦ κατὰ τὸ Πηλούσιον στρατηγήματος. 269. (30, 19). Ὅτι ὁ Περσεὺς πυθόμενος ἐπιλέκτους Γαλάτας πεπερακέναι τὸν Ἴστρον ἐπὶ συμμαχίᾳ, περιχαρὴς γενόμενος ἀπέστειλεν εἰς τὴν Μαιδικήν, προτρεπόμενος ἥκειν τὴν ταχίστην. ὁ δὲ τῶν Γαλατῶν ἡγούμενος συμφωνήσας μισθὸν ᾔτει τακτόν, τοῦ σύμπαντος χρήματος εἰς φʹ τάλαντα γινομένου. τοῦ δὲ Περσέως ὁμολογήσαντος μὲν δώσειν, οὐ ποιοῦντος δὲ τὸ συμφωνηθὲν διὰ φιλαργυρίαν, ἐπανῆλθον εἰς τὴν οἰκείαν πάλιν οἱ Γαλάται. 270. (30, 20). Ὅτι Αἰμίλιος ὁ Ῥωμαῖος παραλαβὼν τὰς δυνάμεις καὶ συναγαγὼν εἰς ἐκκλησίαν προετρέψατο τῶν στρατιωτῶν ψυχὰς εἰς τὸ θαρρεῖν· ἦν γὰρ ὁ ἀνὴρ οὗτος περὶ ξʹ ἔτη καὶ διὰ τὰς προκατεργασθείσας πράξεις μέγιστον ἔχων τότε Ῥωμαίων ἀξίωμα. πολλὰ δὲ καὶ κατὰ τὸν πόλεμον ἐπενοήσατο ξένα καὶ τοῖς ἄλλοις δυσεξεύρετα καὶ διὰ τῆς ἰδίας ἀγχινοίας καὶ τόλμης κατεπολέμησε τοὺς Μακεδόνας. 271. (30, 21, 1). Ὅτι ὁ Περσεὺς βουλόμενος κατὰ τὴν φυγὴν προτρέψασθαι πλείους αὐτῷ συνεκπλεῦσαι, τῶν χρημάτων εἰς ξʹ τάλαντα προθεὶς ἔδωκε τοῖς βουλομένοις διαρπάσαι. ἐκπλεύσας δὲ καὶ κατενεχθεὶς εἰς Γαληψὸν ἔφησε πρὸς τοὺς διαρπάσαντας τὰ χρήματα ζητεῖν τὰ διὰ τῶν ὑπ' Ἀλεξάνδρου καταληφθέντων κατασκευασθέντα. ἐπαγγειλάμενος οὖν ἀντιστήσειν τοῖς ἀποδοῦσι τιμήν, ἠξίου ταχέως ἀνενεγκεῖν ταῦτα. πάντων δὲ προθύμως ποιησάντων, ἀπολαβὼν τὰ διαρπασθέντα τοὺς δόντας ἀπεστέρησε τῆς ἐπαγγελίας. 272. (30, 21, 3). Ὅτι ὁ Ἀλέξανδρος οὐχ ὁμοίαν ἔσχε τῷ Περσεῖ τῆς ψυχῆς διάθεσιν, ἀλλ' ὁ μὲν διὰ τὴν μεγαλοψυχίαν ἁρμόζουσαν ταῖς ἰδίαις ἐπιβολαῖς ἐκτήσατο βασιλείαν, ὁ δὲ διὰ τὴν σμικρολογίαν τούς τε Κελτοὺς ἀποτρεψάμενος καὶ τἄλλα τούτοις ἀκόλουθα πράξας κατέλυσε πολυχρόνιον καὶ μεγάλην βασιλείαν. 273. (30, 22). Ὅτι ὁ Αἰμίλιος μετὰ τὴν φυγὴν Περσέως ἐπεζήτει τὸν νεώτερον τῶν υἱῶν Πόπλιον Ἀφρικανόν, ὃς ἦν Αἰμιλίου κατὰ φύσιν υἱός, Σκιπίωνος δὲ τοῦ καταπολεμήσαντος Ἀννίβαν κατὰ θέσιν υἱιδοῦς, κομιδῇ νέος, ὡς ἂν περὶ τὸ ἑπτακαιδέκατον γεγονὼς ἔτος. ὃς ἐκ νέου τηλικούτοις ἀγῶσι συμπαρὼν καὶ τριβὴν λαμβάνων τῶν κατὰ πόλεμον ἔργων οὐχ ἥττων ἐγένετο τοῦ πάππου. οὐ μὴν ἀλλὰ τούτου εὑρεθέντος† εἰς τὴν παρεμβολήν, ἀπελύθη τῆς ἀγωνίας ὁ ὕπατος, ἔχων οὐ πατρὸς πρὸς υἱὸν μόνον ἀλλὰ καθάπερ
q.137
ἐρωμανῆ τινὰ διάθεσιν πρὸς τὸ μειράκιον. 274. (30, 23, 2). Ὅτι ὁ Αἰμίλιος φιλανθρώπως προσενεχθεὶς τῷ Περσεῖ καὶ πρὸς τὰ σύνδειπνα παραλαβὼν καὶ τοῦ συνεδρίου μεταδιδοὺς πᾶσιν ἐνεδείξατο πρὸς μὲν τοὺς ὑφισταμένους ὄντα βαρὺν ἑαυτόν, πρὸς δὲ τοὺς κρατηθέντας ἐπιεικῆ. τὴν παραπλησίαν δὲ διάθεσιν καὶ τῶν ἄλλων ζηλούντων, τὴν τῆς οἰκουμένης ἡγεμονίαν οὐκ ἐπίφθονον εἶχεν ἡ Ῥώμη, τοιούτοις χρωμένη τῶν ὅλων προστάταις. 275. (31, 8, 1). Ὅτι οἱ Ῥωμαῖοι ἐν τοῖς ἔμπροσθε χρόνοις τῶν μεγίστων βασιλέων Ἀντιόχου καὶ Φιλίππου πολέμῳ περιγενόμενοι τοσοῦτον ἀπέσχοντο τοῦ τιμωρίαν λαβεῖν παρ' αὐτῶν, ὥστε μὴ μόνον συγχωρῆσαι τὰς βασιλείας ἔχειν, ἀλλὰ καὶ φίλους αὐτοὺς ποιήσασθαι. ἐν δὲ τούτοις τοῖς χρόνοις προδιηγωνισμένοι πολλάκις πρὸς Περσέα καὶ κινδύνους μεγάλους ὑπομεμενηκότες, ἐπειδὴ τῆς Μακεδόνων βασιλείας ἐκράτησαν, ἐλευθέρας ἀφῆκαν τὰς ἁλούσας πόλεις παρὰ τὴν ἁπάντων προσδοκίαν. οὐ γὰρ οἷον τῶν ἄλλων ὑπέλαβεν ἄν τις, ἀλλ' οὐδ' αὐτοὶ Μακεδόνες ἤλπιζον ἀξιωθήσεσθαι τηλικαύτης φιλανθρωπίας, συνειδότες αὑτοῖς πολλὰ καὶ μεγάλα παρανενομηκόσιν εἰς Ῥωμαίους. τετυχηκότες γὰρ ἐπὶ τοῖς πρότερον ἀγνοήμασι συγγνώμης, εἰκότως ἂν τοῖς ὕστερον ἁμαρτήμασιν ὑπελάμβανον ἑαυτοῖς μηδένα λόγον δίκαιον εἰς ἔλεονκαὶ παραίτησιν ἀπολελεῖφθαι. οὐ μὴν ἡ σύγκλητος ἡ τῶν Ῥωμαίων ἐμνησικάκησεν, ἀλλὰ μεγαλοψύχως καὶ προσηκόντως ἑκάστοις προσηνέχθη. Περσέα μὲν γὰρ ἐκ προγόνων ὀφείλοντα χάριτας, ἐπειδὴ παρὰ τὰς συνθήκας ἄδικον ἐξήνεγκε πόλεμον, λαβόντες αἰχμάλωτον εἰς ἐλευθέραν ἀπέθεντο φυλακήν, ἐλάττονά γε τῶν παρανομημάτων λαμβάνοντες τιμωρίαν· τὸ δὲ τῶν Μακεδόνων ἔθνος εἰς δουλείαν δικαίως ἂν† ἔχοντες ἠλευθέρωσαν, οὕτως εὐγενῶς καὶ ταχέως προέμενοι τὴν εὐεργεσίαν, ὥστε μηδὲ παρὰ τῶν ἐπταικότων δέησιν ἀναμεῖναι. ὁμοίως καὶ τῶν Ἰλλυριῶν πολέμῳ κρατήσαντες αὐτονόμους ἀφῆκαν, οὐχ οὕτως ἀξίους ἡγούμενοι χάριτος τοὺς βαρβάρους, ὡς ἑαυτοῖς προσήκειν νομίζοντες κατάρχειν εὐεργεσίας καὶ μὴ μεγάλα φρονεῖν ἐν ταῖς ἐξουσίαις. 276. (31, 8, 3). Ὅτι ἔδοξε τῇ συγκλήτῳ τούς τε Μακεδόνας καὶ τοὺς Ἰλλυριοὺς ἐλευθέρους ἀφεῖναι, τὰ ἡμίση διδόντας ὧν πρότερον ἐτέλουν τοῖς ἰδίοις βασιλεῦσιν. 277. (31, 9, 7). Ὅτι ὁ Περσεὺς εἰς τὸ κατάγειον ἐμβληθεὶς οἴκημα ἐκεῖσε ἂν κατέστρεψε τὸν βίον, εἰ μὴ ὁ Αἰμίλιος προκαθήμενος τοῦ βουλευτηρίου καὶ τηρῶν τὸ περὶ αὑτὸν ἀξίωμα καὶ τὸ τῆς πατρίδος ἐπιεικὲς παρῄνεσε τῇ συγκλήτῳ σχετλιάζων, εἰ μὴ τὸν ἐξ ἀνθρώπων φόβον εὐλαβοῦνται, τήν γε τοὺς ὑπερηφάνως ταῖς ἐξουσίαις χρωμένους μετερχομένην νέμεσιν αἰδεῖσθαι. διόπερ εἰς ἐπιεικεστέραν δοθεὶς φυλακὴν διὰ τὴν τῆς συγκλήτου χρηστότητα κεναῖς ἐλπίσι προσανεῖχεν. 278. (31, 13). Ὅτι ὁ τῶν βαρβάρων Γαλατῶν στρατηγὸς ἀπὸ τοῦ διωγμοῦ γενόμενος καὶ συναθροίσας τοὺς αἰχμαλώτους πρᾶξιν ἐπετελέσατο βαρβαρικὴν καὶ παντελῶς ὑπερήφανον. τούς τε γὰρ τοῖς εἴδεσι καλλίστους καὶ ταῖς ἡλικίαις ἀκμαιοτάτους καταστέψας ἔθυσε τοῖς θεοῖς, εἴ γέ τις τῶν θεῶν δέχεται τὰς τοιαύτας τιμάς· τοὺς δὲ ἄλλους πάντας κατηκόντισεν, πολλῶν μὲν ἐν αὐτοῖς γνωριζομένων διὰ τὰς προγεγενημένας ἐπιξενώσεις, οὐδενὸς δὲ διὰ τὴν φιλίαν ἐλεουμένου. καὶ θαυμαστὸν οὐδέν, εἰ βάρβαροιπαρ' ἐλπίδας κατορθώσαντες ὑπὲρ ἄνθρωπον ἐχρήσαντο τοῖς εὐτυχήμασιν. 279. (31, 14). Ὅτι ὁ Εὐμένης ξενολογήσας τά τε ὀψώνια ἅπασιν ἀπέδωκε καὶ δωρεαῖς ἐτίμησε καὶ ἐπαγγελίαις ἐψυχαγώγει πάντας, ἐκκαλούμενος τὴν εὔνοιαν, οὐχ ὁμοίως τῷ Περσεῖ. ἐκεῖνος γὰρ δισμυρίων Γαλατῶν παραγενομένων εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον, ἀπετρίψατο τὴν τηλικαύτην συμμαχίαν, ἵνα φείσηται τῶν χρημάτων· ὁ δὲ Εὐμένης οὐ λίαν εὐπορούμενος ξενολογῶν δωρεαῖς ἐτίμα τοὺς δυναμένους μάλιστα χρείας παρέχεσθαι. τοιγαροῦν ἐκεῖνος μὲν οὐ βασιλικὴν μεγαλοφροσύνην ἀλλ' ἰδιωτικὴν τοῦ τυχόντος ἀναλαβὼν μικροψυχίαν ἅμα τῇ βασιλείᾳ πάσῃ καὶ τὸν τηρηθέντα πλοῦτον ἐπεῖδεν
q.138
αἰχμάλωτον, οὗτος δὲ τῆς νίκης πάντα δεύτερα τιθέμενος οὐ μόνον ἐκ μεγάλων κινδύνων ἐῤῥύσατο τὴν βασιλείαν, ἀλλὰ καὶ πᾶν τὸ τῶν Γαλατῶν ἔθνος ὑποχείριον ἐποιήσατο. 280. (31, 16, 1). Ὅτι ἔνιαι τῶν ἐπιβολῶν τοῦ Ἀντιόχου καὶ τῶν πράξεων βασιλικαὶ καὶ θαυμάσιαι τελέως ἦσαν, τινὲς δὲ πάλιν οὕτως εὐτελεῖς καὶ ληρώδεις, ὥσθ' ὁλοσχερῶς ὑπὸ πάντων καταφρονεῖσθαι. συντελῶν γὰρ τοὺς ἀγῶνας πρῶτον μὲν ἐναντίαν τοῖς ἄλλοις βασιλεῦσιν ἔσχε προαίρεσιν. ἐκεῖνοι γὰρ αὔξοντες τὴν ἰδίαν βασιλείαν καὶ δυνάμεσι καὶ χρημάτων πλήθεσι, καθ' ὃ οἷοί τ' ἦσαν, ἐπεκρύπτοντο τὴν διαίρεσιν διὰ τὴν Ῥωμαίων ὑπεροχήν· οὗτος δὲ τὴν ἐναντίαν λαβὼν διάθεσιν συνήγαγεν σχεδὸν ἀπὸ πάσης τῆς οἰκουμένης τοὺς ἐπιφανεστάτους ἄνδρας εἰς τὴν πανήγυριν, πάντα τὰ τοῦ βασιλείου μέρη διαφερόντως ἐκόσμησεν, εἰς ἕνα δὲ τόπον ἀθροίσας καὶ καθάπερ ἐπὶ σκηνὴν ἀναβιβάσας τὴν βασιλείαν ἅπασαν ἐποίησε μηδὲν ἀγνοεῖν τῶν περὶ αὐτόν. 281. (31, 16, 2). Ὅτι τοὺς πολυτελεῖς ἀγῶνας καὶ τὴν θαυμαστὴν πανήγυριν ἐκτελέσας ὁ Ἀντίοχος πάντας τοὺς πρὶν ὑπερέβαλεν· ὁ δὲ δι' αὐτοῦ χειρισμὸς πολλῆς εὐτελείας καὶ καταφρονήσεως ἦν οἰκεῖος. παρέτρεχε γὰρ παρὰ τὴν πομπὴν ἱππάριον ἔχων εὐτελὲς καὶ τοὺς μὲν προάγειν κελεύων τοὺς δὲ ἐπέχειν, ἄλλους δὲ ὡς ἔτυχε διατάττων· ὥστε εἴ τις ἀφεῖλεν αὐτοῦ τὸ διάδημα, μηδένα τῶν ἀγνοούντων πιστεῦσαι τοῦτον εἶναι τὸν βασιλέα τὸν τῶν ὅλων κύριον, ὁρῶντα μηδ' ὑπηρέτου μετρίου φαντασίαν ἔχοντα. ἐν δὲ τοῖς πότοις αὐτὸς ἐφιστάμενος ταῖς εἰσόδοις οὓς μὲν εἰσῆγεν οὓς δὲ ἀνέκλινεν, καὶ τοὺς διακόνους τοὺς τὰς παραθέσεις φέροντας διέταττεν. ἀκολούθως δὲ τούτοις προσιὼν τοῖς εὐωχουμένοις, εἰ τύχοι, ποτὲ μὲν ἐκάθιζεν, ποτὲ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποτιθέμενος τὸ ποτήριον, ποτὲ δὲ ῥίπτων τὸν ψωμὸν ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει πάντα τὸν πότον, προπόσεις λαμβάνων ὀρθὸς καὶ τοῖς ἀκροάμασι προσπαίζων. καὶ δή ποτε προκοπτούσης ἐπὶ πολὺ τῆς ἑστιάσεως καὶ τῶν πλειόνων ἤδη κεχωρισμένων, ἧκεν ὑπὸ τῶν μίμων ἐκφερόμενος περικεκαλυμμένος· τεθεὶς δὲ ἐπὶ τὴν γῆν ὑπὸ τῶν συμπαιζόντων, μετὰ ταῦτα τῆς συμφωνίας προκαλουμένης ἀνεπήδα γυμνὸς καὶ τοῖς μίμοις προσπαίζων ὠρχεῖτο τῶν ὀρχήσεων τὰς γέλωτα καὶ χλευασμὸν εἰωθυίας ἐπισπᾶσθαι, ὡς πάντας αἰσχυνθέντας ἐπὶ τοῖς πραττομένοις φεύγειν ἐκ τοῦ πότου, καὶ ἕκαστον τῶν ἀπηντηκότων ἐπὶ τὴν πανήγυριν, ὅτε μὲν εἰς τὴν ὑπερβολὴν τῆς χορηγίας ἐμβλέψαι καὶ τὴν ἐν τοῖς ἀγῶσι καὶ πομπείαις οἰκονομίαν καὶ διάταξιν τῶν ὅλων, καταπλήττεσθαι καὶ θαυμάζειν καὶ τὸν βασιλέα καὶ τὴν βασιλείαν, ὅτε δὲ εἰς αὐτὸν ἀτενίσαι καὶ τὸ τῶν ἐπιτηδευμάτων κατεγνωσμένον, ἀπιστεῖν, εἰ περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τοσαύτην ἀρετὴν καὶ κακίαν ὑπάρξαι δυνατόν ἐστιν. 282. (31, 17). Ὅτι τούτων συνελθόντων* ἧκον οἱ τοῦ Γράκχου πρεσβευταὶ κατασκεψόμενοι τὴν βασιλείαν. οἷς ὁ βασιλεὺς ὡμίλησε φιλοφρόνως, ὥστε μηδὲν ὑποπτεῦσαι περὶ αὐτοῦ πραγματικὸν ἢ διαφορᾶς ἔμφασιν ἔχον τῆς δοκούσης ὑποικουρεῖν ἐκ τῆς κατὰ τὴν Αἴγυπτον γενομένης προσκοπῆς. οὐκ ἦν δὲ τῇ προαιρέσει τοιοῦτος, ἀλλὰ καὶ τοὐναντίον ἀλλοτριώτατα διέκειτο πρὸς Ῥωμαίους. 283. (31, 18, 1). Ὅτι τοῦ Πτολεμαίου τοῦ βασιλέως ἐκπεσόντος καὶ πεζῇ ἀπερχομένου εἰς Ῥώμην, ἐγνώρισεν αὐτὸν ὁ Δημήτριος ὁ τοῦ Σελεύκου καὶ θαυμάσας τὸ παράδοξον ἐποίησέ τι βασιλικὸν καὶ μεγαλοπρεπὲς δεῖγμα τῆς ἑαυτοῦ προαιρέσεως. παραχρῆμα γὰρ προχειρισάμενος βασιλικὴν ἐσθῆτα καὶ διάδημα, πρὸς δὲ τούτοις καὶ ἵππον πολυτελῆ χρυσοφάλαρον μετὰ τῶν ἰδίων παίδων ἀπήντησε τῷ Πτολεμαίῳ. συμμίξας δὲ αὐτῷ τῆς πόλεως ἀπὸ σʹ σταδίων καὶ φιλοφρόνως ἀσπασάμενος παρεκάλει κοσμηθέντα τοῖς τῆς βασιλείας παρασήμοις ἀξίαν ἑαυτοῦ ποιήσασθαι τὴν εἰς τὴν Ῥώμην εἴσοδον, ἵνα μὴ τελείως εὐκαταφρόνητος εἶναι δόξῃ. ὁ δὲ Πτολεμαῖος τὴν μὲν προθυμίαν ἀπεδέξατο, τοσοῦτον δὲ ἀπέσχε τοῦ δέξασθαί τι τῶν διδομένων, ὥστε καὶ τὸν Δημήτριον ἠξίωσεν ἔν τινι τῶν κατὰ τὴν ὁδὸν πόλεων καταμεῖναι καὶ τοὺς περὶ τὸν Ἀρχίαν
q.139
μετ' αὐτοῦ. 284. (31, 20). Ὅτι τοῦ Ἀντιπάτρου ταῖς ἀνάγκαις ἐναποθανόντος, Ἀσκληπιάδην τὸν ἐπὶ τῆς πόλεως τεταγμένον ἤγαγον βοῶντα, διότι Τιμόθεος τοῦτο τὸ δρᾶμα συντέθεικε καὶ τὸ μειράκιον προκεκλημένος εἴη πρὸς ἄδικον καὶ ἀσεβῆ τιμωρίαν τἀδελφοῦ. τοῦ δὲ πλήθους τῶν ἡγεμόνων ἐκ τούτου κατ' ὀλίγον ἔννοιαν λαμβάνοντος τῆς ὅλης ῥᾳδιουργίας καὶ τοὺς ἀνήκεστα πάσχοντας ἐλεοῦντος, φοβηθέντες οἱ περὶ Τιμόθεον τοὺς λοιποὺς τῶν καταιτιαθέντων ἀπολύσαντες τῶν βασάνων κατ' ἰδίαν ἐπανείλαντο. 285. (31, 21). Ὅτι ὁ Φιλοπάτωρ κληθεὶς Ἀριαράθης διαδεξάμενος τὴν πατρῴαν βασιλείαν πρῶτον μὲν τὸν πατέρα μεγαλοπρεπῶς ἔθαψεν· ἔπειτα τῶν τε φίλων καὶ τῶν ἐφ' ἡγεμονίας τεταγμένων καὶ τῶν ἄλλων τῶν ὑποτεταγμένων τὴν καθήκουσαν ἐπιμέλειαν ποιησάμενος μεγάλην εὔνοιαν παρὰ τοῖς πλήθεσιν ἀπηνέγκατο. 286. (31, 22). Ὅτι τὸν Μιθροβουζάνην ἐπὶ τὴν πατρῴαν ἀρχὴν καταγαγόντος Ἀρταξίας ὁ τῆς Ἀρμενίας βασιλεὺς οὐκ ἀφιστάμενος τῆς ἐξ ἀρχῆς πλεονεξίας πρέσβεις ἀπέστειλε πρὸς Ἀριαράθην, παρακαλῶν συμφρονῆσαι καὶ τῶν νεανίσκων ἑκάτερον τὸν παρ' ἑαυτοῦ διαχειρισάμενον διελέσθαι τὴν Σωφηνήν. ὁ δὲ Ἀριαράθης πολὺ κεχωρισμένος τῆς τοιαύτης ῥᾳδιουργίας τοῖς πρεσβευταῖς ἐπέπληξε καὶ πρὸς Ἀρταξίαν ἔγραψε, παρακαλῶν αὐτὸν ἀπέχεσθαι τῶν τοιούτων ἔργων. Ἀριαράθης μὲν οὖν ἀκολούθως οὕτω γενηθείσης τῆς πράξεως οὐ μετρίως ηὔξησε τὴν περὶ αὑτοῦ δόξαν, ὁ δὲ Μιθροβουζάνης διὰ τὴν θαυμαζομένην τοῦ καταγαγόντος αὐτὸν πίστιν καὶ καλοκαγαθίαν ἐκράτησε τῆς πατρῴας ἀρχῆς. 287. (31, 25, 1). Ὅτι ὁ Αἰμίλιος ὁ Περσέα καταπολεμήσας τιμητὴς ὢν καὶ σχεδὸν ἐν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς πρωτεύων τῶν πολιτῶν ἐτελεύτησεν. ὡς δὲ ἡ περὶ αὐτοῦ φήμη τῆς τελευτῆς διεδόθη καὶ συνήγγιζεν ὁ τῆς ἐκφορᾶς καιρός, τοιαύτην συνέβη γενέσθαι πάσης τῆς πόλεως συμπάθειαν, ὥστε μὴ μόνον τοὺς ἐργαστηριακοὺς καὶ τὸν ἄλλον ὄχλον συντρέχειν, ἀλλὰ καὶ τοὺς ἄρχοντας καὶ τὴν σύγκλητον ὑπερθέσθαι τοὺς χρηματισμούς. ἀκολούθως δὲ τούτοις καὶ τῶν περιοικουσῶν τὴν Ῥώμην πόλεων ὅσαις ὁ χρόνος τὴν ἀναστροφὴν ἐδίδου, ἐλθεῖν πρὸς τὸν τῆς ἐκφορᾶς καιρὸν† καὶ τῶν τὴν εἰς τὴν Ῥώμην τιμὴν σχεδὸν τιμὴν μετὰ προθυμίας, ἅμα θεασόμενοι καὶ τιμήσοντες τὸν μετηλλαχότα. 288. (31, 26, 1). Ὅτι ὁ αὐτὸς Αἰμίλιος οἷος ἐν τῷ ζῆν ὑπάρχειν τὴν τύχην* ἐδοξάζετο, τοιοῦτον ἀπέλιπε τὸν βίον μεταλλάττων. πλεῖστον μὲν γὰρ τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν κομίσας εἰς τὴν Ῥώμην, μεγίστων δὲ θησαυρῶν τῶν κατὰ Μακεδονίαν ἐγκρατὴς γενόμενος, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας τοσοῦτον ἀπέσχετο τοῦ σφετερίσασθαί τι τῶν χρημάτων, ὥστε μετὰ τὴν τελευτὴν τοὺς υἱοὺς αὐτοῦ τοὺς δοθέντας εἰς υἱοθεσίαν, διαδεξαμένους τὴν κληρονομίαν ἐκ πάντων τῶν ἐπίπλων μὴ δύνασθαι διαλῦσαι τῇ γυναικὶ τὴν φερνήν, εἰ μὴ καὶ τῶν ἐγγείων κτημάτων ἔνια προσαπέδοντο. διὸ καὶ πολλοῖς ἔδοξενὑπερβεβηκέναι κατὰ τὴν ἀφιλαργυρίαν τοὺς παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος θαυμασθέντας Ἀριστείδην τε καὶ Ἐπαμινώνδαν· ἐκείνους μὲν γὰρ διδομένων χρημάτων ἐπὶ τῷ λυσιτελεῖ τῶν διδόντων ἀπέχεσθαι τῆς δωρεᾶς, τοῦτον δὲ αὐτὸν ἐξουσίαν ἔχοντα λαβεῖν ὁπόσα βούλοιτο μηδενὸς τῶν τοιούτων ἐπιθυμῆσαι. εἰ δὲ ἄπιστόν τισι φαίνεται τὸ λεγόμενον, ἐκεῖνο δεῖ λογίζεσθαι, ὅτι οὐ χρὴ τὴν τῶν ἀρχαίων ἀφιλαργυρίαν ἐκ τῆς νῦν Ῥωμαίων πλεονεξίας τεκμαίρεσθαι· ἐπὶ γὰρ τοῦ καθ' ἡμᾶς βίου μεγίστην ὁρμὴν τοῦτο τὸ ἔθνος ἐσχηκέναι δοκεῖ πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν. ἐπεὶ δὲ περὶ ἀνδρὸς νῦν ἐμνήσθην ἀγαθοῦ, βούλομαι βραχέα διελθεῖν περὶ τῆς Σκιπίωνος διαγωγῆς τοῦ Νομαντίαν ὕστερον κατασκάψαντος, ὅπως μὴ παράδοξός τισιν ἡ προκοπὴ τούτου δόξῃ γεγονέναι κατὰ τοὺς ὕστερον χρόνους, ἀγνοουμένης τῆς κατὰ τὴν νεότητα περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων σπουδῆς. Πόπλιος τοίνυν Σκιπίων Αἰμιλίου μὲν τοῦ Περσέα θριαμβεύσαντος ἦν κατὰ φύσιν υἱός, καθάπερ ἤδη προείρηται, δοθεὶς δὲ εἰς υἱοθεσίαν Σκιπίωνι τῷ παιδὶ τοῦ
q.140
τὸν Ἀννίβαν καὶ Καρχηδονίους καταπολεμήσαντος ἔσχε κατὰ θέσιν πάππον Σκιπίωνα τὸν Ἀφρικανὸν προσαγορευθέντα, μέγιστον τῶν πρὸ αὐτοῦ Ῥωμαίων. ἀπὸ δὲ τοιαύτης ῥίζης γεγονὼς καὶ τηλικοῦτο βάρος οἰκίας καὶ γένους διαδεδεγμένος ἄξιος ἐφάνη τῆς τῶν προγόνων δόξης. ἐκ παίδων γὰρ Ἑλληνικῆς παιδείας ἐπὶ πολὺ μεταλαβὼν καὶ γεγονὼς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ιηʹ ἐτῶν ἔδωκεν ἑαυτὸν πρὸς τοὺς ἐν φιλοσοφίᾳ λόγους, λαβὼν ἐπιστάτην Πολύβιον τὸν Μεγαλοπολίτην τὸν τὰς ἱστορίας συντεταγμένον. τούτῳ δὲ συμβιώσας καὶ πάσης ἀρετῆς ζηλωτὴς γενόμενος οὐχ οἷον τῶν ἡλικιωτῶν ἀλλὰ καὶ τῶν πρεσβυτέρων πάντων πολὺ προέσχε σωφροσύνῃ καὶ καλοκαγαθίᾳ καὶ μεγαλοψυχίᾳ καὶ καθόλου πᾶσι τοῖς τῆς ἀρετῆς γένεσι. καίτοι γ' ἐν ἀρχαῖς, πρὸ τοῦ φιλοσοφίας ἅψασθαι, διάληψιν ἔσχε παρὰ τοῖς πολλοῖς ὡς νωθρὸς ὢν τὴν ψυχὴν καὶ τοῦ βάρους τῆς οἰκίας οὐκ ἀξιόχρεως διάδοχος καὶ προστάτης. οὐ μὴν ἀλλὰ τῆς ἡλικίας οἰκείως πρῶτον ἤρξατο περιποιεῖσθαι τὴν ἐπὶ σωφροσύνῃ δόξαν. πολλὴ γάρ τις ὁρμὴ πρὸς τὰς ἀνέδην ἡδονὰς καὶ τὴν ὑπερβολὴν τῆς ἀκολασίας τοῖς τότενέοις ἐνεπεπτώκει. οἱ μὲν γὰρ εἰς ἐρωμένους, οἱ δὲ εἰς ἑταίρας, οἱ δὲ εἰς ἀκροάματα παντοδαπὰ καὶ πότους καὶ καθόλου τὴν ἐπὶ τούτοις πολυτέλειαν ἐξεκέχυντο. ἐν γὰρ τῷ Περσικῷ πολέμῳ χρόνον πλείονα διατρίψαντες ταχέως ἐζήλωσαν τῶν Ἑλλήνων τὴν περὶ τοῦτο τὸ μέρος εὐχέρειαν, ἄλλως τε καὶ χρημάτων εὐπορηκότες καὶ χορηγὸν ἀξιόχρεων τὸν πλοῦτον ἔχοντες ταῖς πρὸς τὰς ἡδονὰς δαπάναις. 289. (31, 27, 1). Ὅτι ὁ Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς τῆς φύσεως ἐπιθυμίαις ὥσπερ τισὶ θηρίοις ἀντιταξάμενος ἐν οὐδ' ὅλοις εʹ ἔτεσι περιεποιήσατο πάνδημον καὶ συγχωρουμένην τὴν ἐπ' εὐταξίᾳ σωφροσύνην. ταύτης δ' αὐτῷ συμφώνως μαρτυρουμένης καὶ παρὰ πᾶσι μεγάλης ἐπισημασίας τυγχανούσης, ὥρμησεν ἐπὶ τὸ μεγαλοψυχίᾳ καὶ τῇ περὶ τὰ χρήματα ἐλευθεριότητι διενεγκεῖν τῶν ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος τῆς ἀρετῆς εἶχε μὲν καὶ τὸ ἦθος τοῦ κατὰ φύσιν πατρὸς Αἰμιλίου πρὸς μίμησιν κάλλιστον ἀρχέτυπον, καὶ καθόλου τὴν μετ' ἐκείνου συμβίωσιν πεποιημένος προεῖχεν ἤδη τι τῶν προὔργου καὶ προὐτετύπωτο. οὐκ ὀλίγα δὲ αὐτῷ συνήργησε καὶ ταὐτόματον, παρασχόμενον ἀφορμὰς τοῦ ταχὺ περιβόητον αὐτοῦ γενέσθαι τὴν ἀφιλαργυρίαν. Αἰμιλία γάρ† τοι μεγάλου Σκιπίωνος, ἀδελφὴ δὲ τοῦ Περσέα καταπολεμήσαντος Αἰμιλίου μετήλλαξε τὸν βίον, ἀπολιποῦσα μεγάλην οὐσίαν, ἧς οὗτος ὑπῆρξε κληρονόμος. ἐν τούτοις οὖν πρώτην ἔδωκε πεῖραν τῆς ἰδίας προαιρέσεως ἐκ περιστάσεως τοιαύτης. ἡ γὰρ μήτηρ αὐτοῦ Παπειρία πολὺ πρὸ τῆς τοῦ πατρὸς τελευτῆς ἐτύγχανε κεχωρισμένη μὲν ἀπὸ τἀνδρός· κατ' ἰδίαν δὲ διάγουσα τὴν τοῦ βίου χορηγίαν ἐλλειπεστέραν εἶχε τῆς περὶ αὐτὴν εὐγενείας. ἡ δὲ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ τὴν κληρονομίαν ἀπολιποῦσα χωρὶς τῆς ἄλλης εὐπορίας μεγάλην ἐσχήκει περικοπὴν κόσμου περὶ αὑτὴν καὶ θεραπαινίδων καὶ τῶν ἄλλων, ὡς ἂν συνηκμακυῖα τῷ τε βίῳ καὶ τῇ τύχῃ τοῦ μεγάλου Σκιπίωνος. ταύτην ἅπασαν τὴν κατασκευὴνπολλῶν οὖσαν ταλάντων φέρων ἐδωρήσατο τῇ μητρί. ἧς κατὰ τὰς ἐπισήμους ἐξόδους χρωμένης τῇ δοθείσῃ χορηγίᾳ καὶ λαμπρότητι τὸ μὲν πρῶτον ἐν ταῖς γυναιξίν, εἶτα ἐν τοῖς ἀνδράσι καθ' ὅλην τὴν πόλιν περιβόητος ἦν ἡ χρηστότης καὶ μεγαλοψυχία τοῦ νεανίσκου καὶ τὸ σύνολον πρὸς τὴν τεκοῦσαν ὁσιότης. τοῦτο δὲ κατὰ πᾶσαν πόλιν κρίνοιτ' ἂν καλὸν καὶ θαυμαστόν, μάλιστα δὲ παρὰ Ῥωμαίοις, παρ' οἷς οὐδεὶς οὐδενὶ δίδωσι τῶν ὑπαρχόντων εὐχερῶς ἑκὼν οὐδέν. μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος τοῦ μεγάλου θυγατράσι προσοφειλομένων εἰς τὴν φερνὴν πολλῶν χρημάτων, καὶ τῶν Ῥωμαίων πάντων εἰθισμένων ἐν τρισὶν ἔτεσι κατὰ μέρος ἀποδιδόναι τὰς φερνάς, οὗτος εὐθέως ἁπάσας ἀπέλυσεν. ἑξῆς δὲ μεταλλάξαντος Αἰμιλίου τοῦ κατὰ φύσιν πατρὸς καὶ τούτῳ τε καὶ τῷ Φαβίῳ, τοῖς δοθεῖσιν εἰς υἱοθεσίαν, ἀπολιπόντος τὴν οὐσίαν, ἐποίησεν ὁ Σκιπίων καλόν τι καὶ μνήμης ἄξιον. ὁρῶν γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ καταδεέστερον ὄντα τοῖς χρήμασιν,
q.141
ἐπεχορήγησεν αὐτῷ τὴν ἰδίαν μερίδα τῆς κληρονομίας, οὔσης ὑπὲρ ξʹ τάλαντα τῆς τιμήσεως, καὶ τοῦτον τὸν τρόπον ἐποίησεν ἴσην ἑαυτῷ [τὴν] πρὸς τὸν ἀδελφὸν γενέσθαι τὴν ὅλην ὕπαρξιν. ἀποδοχῆς δὲ τυγχάνων καὶ φήμης ἀγαθῆς παρὰ πᾶσι θαυμασιώτερόν τι διεπράξατο. τοῦ γὰρ ἀδελφοῦ Φαβίου μονομαχίας βουλομένου ποιεῖν ἐπὶ τῷ πατρί, μὴ δυναμένου δὲ ὑποδέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων εἰς ταῦτα χρημάτων, τὴν ἡμίσειαν τῶν ἀναλωμάτων ἔδωκεν ἐκ τῆς ἰδίας οὐσίας. ἀποθανούσης δὲ τῆς μητρός, τοσοῦτον ἀπέσχετο τοῦ κομίσασθαί τι τῶν πρότερον δωρηθέντων, ὥστε καὶ ταῦτα καὶ τὴν ἄλλην οὐσίαν συνεχώρησεν ἔχειν ταῖς ἀδελφαῖς, οὐ προσηκούσης αὐταῖς κατὰ νόμον τῆς κληρονομίας. ἀεὶ δὲ καὶ μᾶλλον περίβλεπτος ἐγένετο κατὰ τὴν πόλιν, ἀναντίρρητον ἀπολαμβάνων ἔπαινον χρηστότητος καὶ μεγαλοψυχίας, οὐχ οὕτως τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δωρεᾶς καὶ τῷ χειρισμῷ τῆς προθέσεως. τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, τῶν δὲ ἐπιθυμιῶν ἀποσχόμενος προσωφελήθη τήν τε σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ πάντα τὸν βίον συμπαραμείνασα καλὰς ἀμοιβὰς καὶ χάριτας ἀπέδωκε. τοῦ δὲ κατὰτὴν ἀνδρείαν μέρους***, ὅπερ ἐστὶν ἀναγκαιότατον παρὰ πᾶσι μέν, μάλιστα δὲ Ῥωμαίοις, ἐξεπόνησε καὶ τοῦτο περιττῶς, ἀφορμὴν δούσης αὐτῷ μεγάλην τῆς τύχης· τ̣ ω῀̣ ν̣ γ̣ α`̣ ρ̣ κατὰ τὴν Μακεδονίαν βασιλέων πλείστην πεποιημένων σπουδὴν περὶ τ̣ α`̣ ς̣ κυνηγεσίας πάντας ὑπερέβαλε. 290. (31, 31). Ὅτι οἱ Ῥωμαῖοι κ̣ α̣ τ̣ α̣ π̣ ο̣ λ̣ ε̣ μ̣ η´̣ σ̣ α̣ ν̣ τ̣ ες Περσέα τῶν μετασχόντων τοῦ πολέμου τοῖς Μακεδόσι τοὺς μὲν ἐκόλασαν, τοὺς δὲ ἀπήγαγον εἰς τὴν Ῥώμην. τῶν δὲ κατὰ τὴν Ἤπειρον λαβὼν ἐξουσίαν Χάροψ διὰ τὸ δοκεῖν εἶναι φιλορώμαιος τὸ μὲν πρῶτον ὀλίγα καὶ πεφεισμένως εἰς αὐτοὺς ἐξημάρτανεν. αἰεὶ δὲ προβαίνων τῇ παρανομίᾳ εἰς τέλος ἐλυμήνατο τὰ κατὰ τὴν Ἤπειρον. οὐ γὰρ διέλειπεν αἰτίας ψευδεῖς ἐπιφέρων τοῖς εὐπορωτάτοις καὶ τοὺς μὲν φονεύων, τοὺς δὲ φυγαδεύων καὶ τὰς οὐσίας δημεύων οὐ μόνον τοὺς ἄνδρας ἠργυρολόγησεν, ἀλλὰ καὶ τὰς γυναῖκας διὰ τῆς μητρὸς Φιλώτας* (πάνυ γὰρ εὐφυὲς ἐγένετο καὶ τοῦτο τὸ πρόσωπον εἰς ὠμότητα καὶ παρανομίαν πλείονα ἢ κατὰ γυναῖκα), καὶ πολλοὺς εἰσήγαγεν εἰς τὸν δῆμον, καταιτιασάμενος φρονεῖν ἀλλότρια Ῥωμαίων. καὶ πάντων κατέγνωσαν θάνατον. 291. (31, 32). Ὅτι Ὀροφέρνης τὸν ἀδελφὸν Ἀριαράθην ἐκβαλὼν τῆς ἀρχῆς τοῦ μὲν νουνεχῶς ἕκαστα διοικεῖν καὶ ταῖς εὐεργεσίαις καὶ φιλανθρωπίαις ἐκκαλεῖσθαι τὰ πλήθη πρὸς εὔνοιαν πλεῖστον ὅσον ἀπέσχεν. ἀργυρολογῶν δὲ καὶ πολλοὺς ἐπαναιρούμενος νʹ μὲν ταλάντοις ἐστεφάνωσε Τιμόθεον, οʹ δὲ ταλάντοις Δημήτριον τὸν βασιλέα, καὶ χωρὶς τούτων χʹ τάλαντα προσεπαγγειλάμενος καὶ τὰ λοιπὰ υʹ δώσειν ἐν ἑτέρῳ καιρῷ. ὁρῶν δὲ τοὺς Καππάδοκας ἀλλοτρίως διακειμένους ἐνήρξατο πάντας ἀργυρολογεῖν καὶ τὰς οὐσίας τῶν ἐπιφανεστάτων εἰς τὸ βασιλικὸν ἀναλαμβάνειν. ἀθροίσας δὲ χρημάτων πλῆθος υʹ τάλαντα παρέθετο Πριηνεῦσι πρὸς τὰ τῆς τύχης παράλογα. ἅπερ ὕστερον ἀπέδωκαν. 292. (31, 33). Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ταχὺ διὰ τὸ μέγεθος τῆς στρατιᾶς συγκλείσας τὸν ἀδελφὸν εἰς πολιορκίαν καὶπεῖραν πάσης ἀπορίας λαβεῖν ἀναγκάσας ἐπανελέσθαι μὲν αὐτὸν οὐκ ἐτόλμησεν, ἅμα μὲν διὰ τὴν χρηστότητα καὶ διὰ τὸ τῆς φύσεως συγγενές, ἅμα δὲ καὶ διὰ τὸν ἀπὸ Ῥωμαίων φόβον. συνεχώρησε δὲ αὐτῷ τὴν ἀσφάλειαν καὶ συνθήκας ἐποιήσατο, καθ' ἃς ἔδει Κυρήνην ἔχοντα τὸν νεώτερον εὐδοκεῖν καὶ σίτου πλῆθος τακτὸν λαμβάνειν κατ' ἐνιαυτόν. καὶ τὰ κατὰ τοὺς βασιλεῖς εἰς πολλὴν ἀλλοτριότητα καὶ κινδύνους ἀπηλπισμένους προαχθέντα παραδόξου καὶ φιλανθρώπου συλλύσεως ἔτυχε. 293. (31, 34). Ὅτι οἱ περὶ τὸν Ὀροφέρνην, ἐπὶ τὸ χεῖρον αὐτοῖς τῶν πραγμάτων προβαινόντων, ἔσπευδον ἀποδοῦναι τοὺς μισθούς, φοβούμενοι μὴ στασιάζειν ἐπιχειρήσωσιν. ἀπορούμενος δὲ τὸ παρὸν χρημάτων ἠναγκάσθη ἱεροσυλῆσαι τὸ τοῦ Διὸς ἱερόν, ὃ καθίδρυται μὲν ὑπὸ τὸ καλούμενον
q.142
ὄρος Ἀριάδνης, ἄσυλον δ' ἦν ἐκ παλαιῶν χρόνων. τοῦτο μὲν ἐσύλησε καὶ τὰ προσοφειλόμενα τῶν ὀψωνίων ἀπέδωκεν. 294. (31, 35). Ὅτι Προυσίας ὁ Βιθυνῶν βασιλεὺς ἀποτυχὼν τῆς ἐπιβολῆς τῆς περὶ τὸν Ἄτταλον τὸ πρὸ τῆς πόλεως τέμενος τὸ καλούμενον Νικηφόριον διέφθειρεν καὶ τὸν νεὼν ἐλυμήνατο. ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ τῶν θεῶν ξόανα καὶ τὸ περιβόητον ἄγαλμα τοῦ Ἀσκληπιοῦ, δοκοῦν ἔργον εἶναι Φυρομάχου, περιττῶς κατεσκευασμένον, καὶ τὰ ἱερὰ πάντ' ἐσύλα. ἀνθ' ὧν αὐτῷ ταχὺ τὸ δαιμόνιον ἐπεσήμαινε· τῆς γὰρ δυνάμεως δυσεντερίᾳ περιπεσούσης, οἱ πλεῖστοι τῶν στρατιωτῶν διεφθάρησαν. παραπλήσιον δέ τι συνέβη καὶ περὶ τὴν ναυτικὴν δύναμιν· τοῦ γὰρ στόλου χειμῶνι παραλόγῳ περιπεσόντος ἐν τῇ Προποντίδι συνέβη τῶν νηῶν πολλὰς μὲν αὐτοῖς τοῖς ἀνδράσιν ὑπὸ τῆς θαλάσσης καταποθῆναι, τινὰς δὲ πρὸς τὴν γῆν ἐκπεσόντας ναυαγῆσαι. καὶ τὰς πρώτας ἀμοιβὰς τῆς εἰς τὸ θεῖον ἀσεβείας τοιαύτας ἐκομίσατο. 295. (31, 45). Ὅτι οἱ Κρῆτες καταπλεύσαντες εἰς Σίφνον προσέβαλον τῇ πόλει καὶ τὰ μὲν καταπληξάμενοι τὰ δὲ ἐξαπατήσαντες παρεδέχθησαν ἐντὸς τῶν τειχῶν· δόντες δὲ πίστιν ὥστε μηδὲν ἀδικήσειν, χρώμενοι δὲ τῇ συνήθει τοῖς Κρησὶν ἀθεσίᾳ τήν τε πόλιν ἐξηνδραποδίσαντο καὶ τοὺς τῶν θεῶν ναοὺς συλήσαντεςεἰς Κρήτην***, κατάγομοι ταῖς ὠφελείαις ὄντες. ταχὺ δὲ τῆς παρανομίας αὐτοῖς τὸ θεῖον ἐπέθηκε τὴν δίκην, παραδόξως τὴν ἀσέβειαν αὐτῶν ἐπισημηναμένου τοῦ δαιμονίου. συναναγκασθέντες γὰρ ὑπὸ τῶν πολεμίων νυκτὸς ποιήσασθαι τὸν ἔκπλουν διὰ τὸ δεδιέναι τὰ μεγέθη τῶν σκαφῶν μεγάλου πνεύματος ἐπιρράξαντος οἱ πλεῖστοι μὲν ὑποβρύχιοι κατεπόθησαν ὑπὸ τῆς θαλάσσης, τινὲς δὲ ταῖς πρὸς τῇ γῇ πέτραις προσραχθέντες ἀπώλοντο, παντελῶς δὲ ὀλίγοι διεσώθησαν οἱ τῆς κατὰ τοὺς Σιφνίους ἀθεσίας μὴ μετασχόντες. 296. (32, 4, 1). Ὅτι Φίλιππος ὁ Ἀμύντου δουλεύουσαν Ἰλλυριοῖς τὴν ἡγεμονίαν παραλαβὼν τοῖς ὅπλοις ἅμα καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀγχινοίᾳ τὴν βασιλείαν ἀνεκτήσατο, ταύτην δὲ μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασεν, ἐπιεικῶς προσφερόμενος τοῖς κρατηθεῖσιν. Ἀθηναίους γὰρ ἀμφισβητοῦντας τῆς ἡγεμονίας νικήσας ἐπιφανεῖ μάχῃ, τοὺς μὲν τετελευτηκότας τῶν ἡττημένων ἀτάφους ἀπολελειμμένους μετὰ πολλῆς ἐπιμελείας ἐκήδευσε, τοὺς δὲ ἁλόντας ὑπὲρ δισχιλίους ὄντας τὸν ἀριθμὸν ἄνευ λύτρων ἀπέλυσεν εἰς τὴν ἰδίαν πατρίδα. τοιγαροῦν οἱ περὶ τῆς ἡγεμονίας διὰ τῶν ὅπλων ἀγωνισάμενοι διὰ τὴν εἰς αὐτοὺς ἐπιείκειαν ἑκουσίως ἐξεχώρησαν τῆς τῶν Ἑλλήνων ἀρχῆς, ὁ δὲ διὰ πολλῶν ἀγώνων καὶ κινδύνων μὴ δυνάμενος τυχεῖν τῆς ἀρχῆς διὰ μιᾶς φιλανθρωπίας ἔλαβε παρὰ τῶν πολεμίων ἐθελοντὴν τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. καὶ τὴν τελευταίαν τῆς βασιλείας παραμονὴν τῷ φόβῳ κατέσχε, κατασκάψας πόλιν μυρίανδρον τὴν Ὄλυνθον. ὁμοίως δὲ τούτῳ καὶ ὁ υἱὸς Ἀλέξανδρος Θήβας μὲν ἁρπάσας τῇ ταύτης τῆς πόλεως ἀπωλείᾳ τοὺς πρὸς νεωτερισμὸν ὁρμωμένους Ἀθηναίους καὶ Λακεδαιμονίους τῆς ἀποστάσεως ἀπέτρεψεν, ἐν δὲ τοῖς πρὸς τοὺς Πέρσας πολέμοις ἐπιεικέστατα χρώμενος τοῖς αἰχμαλώτοις οὐ μόνον ἀνδρείᾳ ἀλλὰ καὶ ἡμερότητι περιβοήτῳ τοὺς κατὰ τὴν Ἀσίαν οἰκοῦντας ἐπιθυμητὰς ἔσχε τῆς ἰδίας ἀρχῆς. ἐν δὲ τοῖς νεωτέροις χρόνοις Ῥωμαῖοι τῆς τῶν ὅλων ἡγεμονίας ὀρεχθέντες συνεστήσαντο μὲν αὐτὴν διὰ τῆς τῶν ὅπλων ἀνδρείας, πρὸς αὔξησιν δὲ μεγίστην ἤγαγον ἐπιεικέστατα χρώμενοι τοῖς καταπολεμηθεῖσιν. τοσοῦτον γὰρ ἀπέσχοντῆς κατὰ τῶν ὑποπεπτωκότων ὠμότητος καὶ τιμωρίας, ὥστε δοκεῖν μὴ ὡς πολεμίοις ἀλλ' ὡς εὐεργέταις καὶ φίλοις προσφέρεσθαι. οἱ μὲν γὰρ κρατηθέντες προσεδόκων τῆς ἐσχάτης ἔχεσθαι τιμωρίας ὡς πολέμιοι γεγονότες, οἱ δὲ κρατοῦντες ὑπερβολὴν ἐπιεικείας ἑτέροις οὐ κατέλειπον· οἷς μὲν γὰρ πολιτείας μετέδοσαν, οἷς δὲ ἐπιγαμίας συνεχώρησαν, τισὶ δὲ τὴν αὐτονομίαν ἀπέδοσαν, οὐδενὶ μνησικακήσαντες πικρότερον τοῦ δέοντος. τοιγαροῦν διὰ τὴν ὑπερβολὴν τῆς ἡμερότητος οἵ τε βασιλεῖς καὶ αἱ πόλεις καὶ
q.143
συλλήβδην τὰ ἔθνη πρὸς τὴν Ῥωμαίων ἡγεμονίαν ηὐτομόλησαν. οὗτοι δὲ σχεδὸν τὴν ἀρχὴν πάσης τῆς οἰκουμένης ἔχοντες ταύτην ἠσφαλίσαντο φόβῳ καὶ τῇ τῶν ἐπιφανεστάτων πόλεων ἀπωλείᾳ· Κόρινθον γὰρ κατέσκαψαν καὶ τοὺς κατὰ τὴν Μακεδονίαν ἐρριζοτόμησαν, οἷον τὸν Περσέα, καὶ Καρχηδόνα κατέσκαψαν καὶ ἐν Κελτιβηρίᾳ τὴν Νομαντίαν καὶ πολλοὺς κατεπλήξαντο. 297. (32, 5). Ὅτι σφόδρα οἱ Ῥωμαῖοι φιλοτιμοῦνται δικαίους ἐνίστασθαι τοὺς πολέμους καὶ μηδὲν εἰκῇ καὶ προπετῶς περὶ τῶν τοιούτων ψηφίζεσθαι. 298. (32, 7). Ὅτι Σκιπίων ὁ Ἀφρικανὸς κληθεὶς ὕστερον, τότε δὲ χιλίαρχος ὢν τῶν ἄλλων τοὺς εἰς ὁμολογίαν καὶ ὅρκους καταντήσαντας παρασπονδούντων καὶ τὴν δοθεῖσαν πίστιν ἀθετούντων, οὗτος τοὐναντίον μάλιστα τὰς δοθείσας πίστεις τοῖς πολιορκουμένοις ἐτήρει καὶ τοῖς ἑαυτοὺς ἐγχειρίζουσιν ἐπιεικῶς προσεφέρετο. διὸ καὶ τῆς περὶ αὐτοῦ φήμης δικαίας διαδιδομένης κατὰ τὴν Λιβύην, οὐθεὶς τῶν πολιορκουμένων ἐνεπίστευεν αὑτόν, εἰ μὴ Σκιπίωνι συντίθοιτο τὰς ὁμολογίας. 299. (32, 8). Ὅτι κατὰ τὴν μάχην τριῶν Ῥωμαίων πεσόντων καὶ τούτων ἀτάφων γεγονότων, πάντες χαλεπῶς ἔφερον ἐπὶ τῇ τῶν ἀνδρῶν ἀπωλείᾳ τε καὶ στερήσει τῆς ταφῆς. ὁ δὲ Σκιπίων συγχωρήσαντος τοῦ ὑπάτου διὰ γραμμάτων παρεκάλεσε τὸν Ἀσδρούβαν θάψαι τοὺς ἄνδρας. οὗ ποιήσαντος τὸ παρακληθὲν καὶ μετὰ μεγάλης τιμῆς κηδεύσαντος τοὺς ἄνδρας καὶ τὰ ὀστέα πέμψαντος πρὸς τὸν ὕπατον, ὁ Σκιπίων προέκοπτε τῇ δόξῃ, ὡς ἂν καὶ παρὰ τοῖς πολεμίοις μεγάλης τυγχάνων ἀποδοχῆς. 300. (32, 9α, 1). Ὅτι ὁ Ψευδοφίλιππος περιβοήτῳ μάχῃ νικήσας Ῥωμαίους ἐξετράπη πρὸς ὠμότητα καὶ παρανομίαν τυραννικήν. πολλοὺς μὲν γὰρ τῶν εὐπόρων ἀνεῖλεν, ἐπιῤῥίψας αἰτίας διαβολῆς ψευδοῦς, οὐκ ὀλίγους δὲ τῶν φίλων ἐμιαιφόνησεν. ἦν γὰρ φύσει θηριώδης καὶ φονικὸς καὶ κατὰ τὰς ἐντεύξεις ὑπερήφανος, ἔτι δὲ πλεονεξίας καὶ πάσης κακίας ἀνάπλεως. 301. (32, 9α, 3). Ὅτι ὁ δῆμος τηλικαύτην εὔνοιαν ἔσχε πρὸς τὸν Σκιπίωνα, ὥστε μήτε τῆς ἡλικίας συγχωρούσης μήτε τῶν νόμων ἐπιτρεπόντων, μεγάλην εἰσφέρεσθαι σπουδὴν εἰς τὸ τὴν ὕπατον ἀρχὴν αὐτῷ περιθεῖναι. 302. (32, 18). Ὅτι ὁ τῶν Ῥωμαίων ὕπατος Καλπούρνιος δι' ὁμολογίας τινὰς τῶν πόλεων εἰληφὼς κατέσκαψεν, οὐδὲν τῆς πίστεως φροντίσας. διόπερ ἐν ταῖς ἐπιβολαῖς ἀπιστούμενος ἀπετύγχανεν, ὥσπερ δαιμονίου τινὸς ἀντιπράττοντος. εἰς πολλὰς γὰρ ἐπιβολὰς δυσεπιτεύκτους ἔσχε τὰς πράξεις. 303. (32, 19). Ὅτι ὁ Προυσίας ὁ βασιλεὺς τήν τε ὄψιν ὢν εἰδεχθὴς καὶ τὸ σῶμα διὰ τὴν τρυφὴν ἔχων γυναικεῖον ὑπὸ τῶν Βιθυνῶν ἐμισεῖτο. 304. (32, 25). Ὅτι ὁ Σκιπίων μετὰ τὴν ἅλωσιν Καρχηδόνος τοῖς ἀπὸ τῆς Σικελίας κατηντηκόσι πρεσβευταῖς ἐπιδείξας ἅπαντα τὰ λάφυρα προσέταξεν ἑκάστους τὰ ἐκ τῶν ἰδίων πατρίδων εἰς Καρχηδόνα πάλαι ποτὲ μετενηνεγμένα ἐπιλεγομένους ἀποκομίζειν εἰς Σικελίαν. καὶ πολλαὶ μὲν εὑρέθησαν ἐπισήμων ἀνδρῶν γραφαί, πολλοὶ δὲ ἀνδριάντες ἐπιφανεῖς ταῖς κατασκευαῖς, οὐκ ὀλίγα δὲ ἀναθήματα διαπρεπῆ θεῶν ἀργυρᾶ τε καὶ χρυσᾶ. ἐν δὲ τούτοις ὑπῆρχε καὶ ὁ περιβόητος ταῦρος ἐξ Ἀκράγαντος, ὃν κατασκευάσας Περίλαος Φαλάριδι τῷ τυράννῳ καὶ πρῶτος τὴν ἀπόδειξιν τῆς ἰδίας τέχνης ἐν τῇ καθ' αὑτὸν τιμωρίᾳ δικαίως ὑπομείνας ἀνῃρέθη. 305. (32, 27, 3). Ὅτι κατὰ τοὺς τῆς παλαιᾶς ἡλικίας καιρούς, διεληλυθότων σχεδὸν ἐτῶν ρʹ, θεασάμενος τὴν Κόρινθον Γάϊος Ἰούλιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ὀνομασθεὶς θεὸς εἰς τοιαύτην ἦλθε συμπάθειαν καὶ φιλοδοξίαν, ὥστε μετὰ πολλῆς σπουδῆςπάλιν αὐτὴν ἀναστῆσαι. διόπερ τὸν ἄνδρα τοῦτον καὶ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν ἐπιεικείας δίκαιόν ἐστι μεγάλης ἀποδοχῆς ἀξιοῦσθαι καὶ διὰ τῆς ἱστορίας ἀπονέμειν αὐτῷ τὸν αἰώνιον τῆς χρηστότητος ἔπαινον. τῶν γὰρ προγόνων αὐτοῦ σκληρότερον κεχρημένων τῇ πόλει, οὗτος διὰ τῆς ἰδίας ἡμερότητος διωρθώσατο τὰς ἐκείνων ἀποτομίας, προκρίνας τῆς τιμωρίας τὴν συγγνώμην. ὑπερεβάλετο δὲ οὗτος τοὺς πρὸ αὐτοῦ τῷ μεγέθει τῶν κατεργασθέντων καὶ τὴν ἐπωνυμίαν ἀπὸ τῆς περὶ αὑτὸν ἀρετῆς δικαίως ἐκτήσατο.
q.144
καθόλου δὲ ὁ ἀνὴρ οὗτος εὐγενείᾳ τε καὶ λόγου δεινότητι καὶ στρατηγήμασι πολεμικοῖς καὶ ἀφιλαργυρίᾳ ἀποδοχῆς δίκαιός ἐστιν ἀξιοῦσθαι, καὶ διὰ τῆς ἱστορίας ἄξιον ἀπονέμειν αὐτῷ τὸν τῆς χρηστότητος ἔπαινον. μεγέθει γὰρ πράξεων ἅπαντας τοὺς πρὸ ἑαυτοῦ Ῥωμαίους ὑπερέθετο. 306. (33, 1, 5). Ὅτι Ὑρίατθος ὁ λήσταρχος ὁ Λυσιτανὸς καὶ δίκαιος ἦν ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ' ἀξίαν τιμῶν τοὺς ἀνδραγαθήσαντας ἐξαιρέτοις δώροις, ἔτι δὲ οὐδὲν ἁπλῶς ἐκ τῶν κοινῶν νοσφιζόμενος. διὸ καὶ συνέβαινε τοὺς Λυσιτανοὺς προθυμότατα συγκινδυνεύειν αὐτῷ, τιμῶντας οἱονεί τινα κοινὸν εὐεργέτην καὶ σωτῆρα. 307. (33, 2). Ὅτι ὁ Πλαύτιος ὁ ἑξαπέλεκυς στρατηγὸς τῶν Ῥωμαίων κακὸς προστάτης ἐγένετο ἐν τῇ ἐπαρχίᾳ· ἀνθ' ὧν κατάκριτος ἐν τῇ πατρίδι γενόμενος ἐπὶ τῷ τεταπεινωκέναι τὴν ἀρχὴν ἔφυγεν ἐκ τῆς Ῥώμης. 308. (33, 3). Ὅτι κατὰ τὴν Συρίαν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν ἀσθένειαν τῆς ψυχῆς ἄχρηστος ὢν εἰς προστασίαν βασιλείας τὰ κατὰ τὴν Ἀντιόχειαν ἐπέτρεψεν Ἱέρακι καὶ Διοδότῳ. 309. (33, 4, 1). Ὅτι Δημήτριος, τεταπεινωμένης τῆς κατ' Αἴγυπτον βασιλείας, καὶ μόνος ἀπολειφθεὶς ἀπολελύσθαι διέλαβεν ἑαυτὸν παντὸς κινδύνου. διόπερ τῆς συνήθους τοῖς ὄχλοις ἀρεσκείας καταφρονήσας καὶ βαρύτερος ἀεὶ μᾶλλον τοῖς προστάγμασιγινόμενος ἀπέσκηψεν εἰς ὠμότητα τυραννικὴν καὶ ποικίλων ἀνομημάτων ὑπερβολάς. αἰτία δ' ἦν αὐτῷ τῆς διαθέσεως ταύτης οὐ μόνον ἡ φύσις ἀλλὰ καὶ ὁ τῆς βασιλείας προεστηκώς· οὗτος γὰρ ἀσεβὴς ὢν καὶ ῥᾳδιουργὸς πάντων τῶν κακῶν εἰσηγητὴς ἐγένετο, κολακεύων τὸ μειράκιον καὶ προτρεπόμενος πρὸς τὰς αἰσχίστας πράξεις. τὸ μὲν οὖν πρῶτον τοὺς ἐν τῷ πολέμῳ γεγονότας ἀλλοτρίους οὐ μετρίαις ἐπιτιμήσεσιν ἐκόλαζεν, ἀλλὰ τιμωρίαις ἐξηλλαγμέναις περιέβαλλεν. ἔπειτα τῶν Ἀντιοχέων χρωμένων πρὸς αὐτὸν τῇ συνηθείᾳ, ξενικὴν δύναμιν ἀξιόλογον ἐπ' αὐτοὺς συνεστήσατο καὶ τὰ μὲν ὅπλα παρείλετο, τῶν δὲ μὴ προαιρουμένων παραδοῦναι τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρεν, τοὺς δὲ ἐν ταῖς οἰκίαις μετὰ τέκνων καὶ γυναικῶν κατεκέντησεν. μεγάλης δὲ ταραχῆς γενομένης περὶ τὸν παροπλισμόν, τὰ πλεῖστα τῆς πόλεως ἐνέπρησε. πολλοὺς δὲ τῶν καταιτιαθέντων τιμωρησάμενος εἰς τὸ βασιλικὸν ταμεῖον τὰς οὐσίας ἀνέλαβε. διὰ δὲ τὸν φόβον καὶ τὸ μῖσος πολλοὶ τῶν Ἀντιοχέων φυγόντες ἐκ τῆς πατρίδος ἠλῶντο καθ' ὅλην τὴν Συρίαν, τηροῦντες τοὺς κατὰ τοῦ βασιλέως καιρούς. ὁ δὲ Δημήτριος ὑπάρχων αὐτοῖς πολέμιος οὐ διέλιπε ποιῶν σφαγὰς καὶ φυγὰς καὶ χρημάτων ἀφαιρέσεις, πολὺ καὶ τὴν τοῦ πατρὸς χαλεπότητα καὶ μιαιφονίαν ὑπερβαλόμενος. καὶ γὰρ ἐκεῖνος οὐ βασιλικὴν ἐπιείκειαν ἀλλὰ τυραννικὴν παρανομίαν ἐζηλωκὼς ἀνηκέστοις κακοῖς τοὺς ὑποταττομένους περιεβεβλήκει· ὥστε συνέβαινε τοὺς μὲν ἀπὸ ταύτης τῆς οἰκίας βασιλεῖς διὰ τὴν παρανομίαν μισεῖσθαι, τοὺς δὲ ἀπὸ τῆς ἑτέρας διὰ τὴν ἐπιείκειαν ἀγαπᾶσθαι. διὸ καὶ παρ' ἕκαστον ἀγῶνες καὶ πόλεμοι συνεχεῖς ἐγίνοντο κατὰ Συρίαν, ἐφεδρευόντων ἀλλήλοις ἀεὶ τῶν δυναστῶν τῶν ἀφ' ἑκάστης οἰκίας. καὶ γὰρ τὰ πλήθη διὰ τὴν τῶν κατιόντων ἀεὶ βασιλέων ἀρέσκειαν εὐθέτως εἶχε πρὸς τὰς μεταβολάς. 310. (33, 5, 4). Ὅτι οἱ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι τοὺς πρεσβευτὰς ἠτίμασαν. ἐπιβοωμένων δὲ τῶν ἀτυχούντων τὴν ἱερὰν τῶν ἱκετῶν τιμὴν καὶ τὴν ἄδειαν τῆς τῶν πρεσβευτῶν ἀσυλίας, παροξυνθέντες οἱ τολμηρότατοι τῶν νέων ἐξεκέντησαν τοὺς ἱκέτας. οἱ δὲ ἀνόσιον φόνον ἐπιτελεσάμενοι συνέδραμον ἐπὶ τὴν ἐκκλησίαν καὶ τοῖς ἑαυτῶν παρανομήμασι συνεπιχειρονομοῦντες ἄλλην κατὰ τῶν Μαραθηνῶν ἐπιβολὴν ἀσεβῆ συνεστήσαντο. περιελόμενοι γὰρ τῶν σφαγέντων τοὺς δακτυλίους ἔπεμψαν ὡς παρὰ τῶν πρεσβευτῶν ἐπιστολὴν πρὸς τὸν δῆμον τῶν Μαραθηνῶν, ἐν ᾗ ἐδήλουν ἐπαγγελλομένους τοὺς Ἀραδίους πέμψαι στρατιώτας τοὺς βοηθήσοντας, ὅπως πιστευσάντων τῶν Μαραθηνῶν ὡς πρὸς ἀλήθειαν ἔχειν συμμάχους ἀποστελλομένους, προσδεχθῶσιν οἱ παρ' αὐτῶν στρατιῶται. οὐ μὴν ἠδυνήθησάν γε τὴν ἄνομον ἐπιβολὴν εἰς πέρας ἀγαγεῖν, ἀνδρὸς εὐσεβοῦς καὶ
q.145
δικαίου κατελεήσαντος τὴν τύχην τῶν μελλόντων πάσχειν ἀνήκεστα. τῶν γὰρ Ἀραδίων πάντα τὰ πλοῖα παρελομένων, ὅπως μηδεὶς δυνηθῇ δηλῶσαι τοῖς ἐπιβουλευομένοις τὴν κατ' αὐτῶν σκευωρίαν, θαλαττουργός τις πρὸς τοὺς Μαραθηνοὺς οἰκείως διακείμενος καὶ τὸν αὐλῶνα τὸν περὶ ἐκείνους τοὺς τόπους ἐργαζόμενος, παρῃρημένης αὐτοῦ τῆς ἁλιάδος διενήξατο νυκτὸς τὸν πόρον καὶ παραβόλως διήνυσε τοὺς ηʹ σταδίους καὶ ἐδήλωσε τοῖς Μαραθηνοῖς τὴν κατ' αὐτῶν ἐπιβουλήν. οἱ δὲ Ἀράδιοι γνόντες διὰ τῶν κατασκόπων μεμηνυμένην τὴν ἰδίαν ἐπιβολὴν ἀπέστησαν τῆς διὰ τῶν ἐπιστολῶν κακουργίας. 311. (33, 6). Ὅτι ὁ Πτολεμαῖος ὁ τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος ἀδελφὸς βασιλεύσας ἐξ ἀνομημάτων ἤρξατο μεγάλων διοικεῖν τὰ κατὰ τὴν βασιλείαν· πολλοὺς μὲν γὰρ ψευδέσιν αἰτίαις περιβάλλων ὡς ἐπιβουλεύοντας αὐτῷ ὠμῶς καὶ παρανόμως ἀνῄρει, ἄλλους δὲ ποικίλαις προφάσεσι συκοφαντῶν ὡς ἀδικοῦντας ἐφυγάδευε καὶ τὰς τούτων οὐσίας ἀφῃρεῖτο. ἐφ' οἷς δυσχεραινόντων καὶ ἀγανακτούντων, τὴν παρὰ πάντων ὀργὴν ἐπαναιρούμενος ταχὺ τοῖς ὑποτεταγμένοις ἦλθεν εἰς μῖσος. ὅμως ἐβασίλευσεν ἔτη ιεʹ. 312. (33, 7, 1). Ὅτι Ὑρίατθος, πολλῶν παρατεθέντων κατὰ τὸν γάμον ἀργυρῶν τε καὶ χρυσῶν ἐκπωμάτων καὶ ποικίλων καὶ παντοδαπῶν ὑφασμάτων, τῇ λόγχῃ προσαιωρησάμενος ἀπεθεώρει τὸ τοιοῦτο πλῆθος, οὐ θαυμάζων οὐδὲ ἐκπληττόμενος, ἀλλὰ μᾶλλονκαταφρονήσεως ἔννοιαν ἐπιφαίνων. καὶ πολλὰ εἰπὼν πραγματικῶς ἀποκρίσει μιᾷ πολλὰς ἐμφάσεις ἀπέλειπεν ἀχαριστίας εἰς τοὺς εὐεργέτας καὶ ἀφροσύνης† ἐπὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἀστάτοις τῆς τύχης δωρήμασιν, τὸ δὲ μέγιστον, ὅτι καὶ αὐτὸς ὁ περιβόητος τοῦ συγκηδεστοῦ πλοῦτος δοῦλος ἦν τοῦ τὴν λόγχην ἔχοντος, πρὸς δὲ τούτοις ὅτι χάριν αὐτῷ μᾶλλον ὀφείλει, δίδωσιν δὲ οὐδὲν ἴδιον τῷ κυρίῳ πάντων. ὁ δ' οὖν Ὑρίατθος οὔτε ἐλούσατο λιπαρούντων οὔτε κατεκλίθη· τραπέζης δὲ παρατεθείσης παντοδαπῶν βρωμάτων, ἀφελὼν ἄρτους καὶ κρέα τοῖς μεθ' ἑαυτοῦ πορευθεῖσιν ἔδωκε καὶ αὐτὸς ἀπὸ χειρῶν βραχέα προσενεγκάμενος ἄγειν ἐκέλευσε τὴν νύμφην. θύσας δὲ τοῖς θεοῖς καὶ τὰ νομιζόμενα παρ' Ἴβηρσι ποιήσας ἐπέθετο τὴν παρθένον ἐπὶ τὴν ἵππον καὶ παραχρῆμα ἀπήλαυνεν εἰς τὰς ἐν τοῖς ὄρεσι παρασκευάς· ὑπελάμβανεν γὰρ τὴν μὲν αὐτάρκειαν μέγιστον ὑπάρχειν πλοῦτον, τὴν δὲ ἐλευθερίαν πατρίδα, τὴν δὲ ἐκ τῆς ἀνδρείας ὑπεροχὴν βεβαιοτάτην κτῆσιν. ἦν δὲ ὁ ἀνὴρ οὗτος καὶ κατὰ τὰς ὁμολογίας* εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως ἀμωμήτους φέρων τοὺς λόγους. 313. (33, 9). Ὅτι ὁ Δημήτριος ἐν Λαοδικείᾳ διατρίβων ῥᾳθύμως διῆγε, πότους τε συνάγων καὶ ταῖς πολυτελεστάταις ἀπολαύσεσιν ἐκκεχυμένως χρώμενος. ὁμοίως δὲ κατὰ τὴν ἀγωγὴν ὁ αὐτὸς διέμεινεν εἰς πολλοὺς εἰκῇ παρανομῶν καὶ μὴ δυνάμενος ὑπὸ τῶν ἐλαττωμάτων διορθωθῆναι. 314. (33, 10). Ὅτι οἱ Κνώσιοι τῶν πρωτείων ἀντείχοντο. προῆγεν δὲ αὐτοὺς ἐπὶ τὴν τῆς ἡγεμονίας φιλοτιμίαν τὸ παλαιὸν ἀξίωμα τῆς πόλεως καὶ τῶν προγόνων ἡ διαβεβοημένη δόξα κατὰ τοὺς ἡρωικοὺς χρόνους. τόν τε γὰρ Δία παρ' αὐτοῖς τεθράφθαι μυθολογοῦσί τινες καὶ Μίνω τὸν θαλαττοκρατήσαντα Κνώσιον ὄντα παιδευθῆναι ὑπὸ Διὸς καὶ πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν. 315. (33, 12). Ὅτι κατὰ τὴν Αἴγυπτον τὸν Πτολεμαῖον διὰ τὴν πρὸς τοὺς ἀρχομένους ὠμότητα καὶ παρανομίαν οὐ μετρίως ἐμίσει τὸ πλῆθος. παράλληλος γὰρ ὁ τούτου τρόπος πρὸς τὸν τοῦ Φιλομήτορος θεωρούμενος οὐδὲ σύγκρισιν ἐπεδέχετο διὰ τὰς παρ' ἀμφοτέροις ὑπερβολάς, τοῦ μὲν ἐπιεικείας, τοῦ δὲ ὠμότητος καὶ μιαιφονίας. διὸ τὰ πλήθη καὶ πρὸς μεταβολὴν οἰκείως ἔχοντα τὸν τῆς ἀποκαταστάσεως ἐκαραδόκει καιρόν. 316. (33, 13). Ὅτι Πτολεμαίου κατὰ τὴν Μέμφιν ἐνθρονιζομένου τοῖς βασιλείοις κατὰ τοὺς Αἰγυπτίων νόμους, παῖς ἐγένετο ἐκ τῆς Κλεοπάτρας τῷ βασιλεῖ. ἡσθεὶς δὲ διαφερόντως προσηγόρευσε τὸν παῖδα Μεμφίτην ἀπὸ τῆς πόλεως, καθ' ἣν τὰς θυσίας ἐπιτελοῦντος ἐγεννήθη. ἄγων δὲ παιδογόνια καὶ τῇ συνήθει μιαιφονίᾳ
q.146
χρώμενος προσέταξεν ἀποκτεῖναι τῶν Κυρηναίων τοὺς συγκαταγαγόντας μὲν αὐτὸν εἰς τὴν Αἴγυπτον, ἐγκαλουμένους δὲ ἐπί τισι δικαίαις παῤῥησίαις διὰ τὴν παλλακὴν Εἰρήνην. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΓΑΜΩΝ. 317. (33, 14, 1). Ὅτι Διήγυλις ὁ τῶν Θρᾳκῶν βασιλεὺς παραλαβὼν τὴν βασιλείαν, καὶ παραδόξως αὐτῷ τῶν ἀγαθῶν ἐπιρρεόντων, οὐκέτι τῶν ὑποτεταγμένων ὡς φίλων καὶ συμμάχων ἦρχεν, ἀλλ' ὡς ἀργυρωνήτων ἀνδραπόδων ἢ πολεμίων αἰχμαλώτων ὠμῶς ἐδέσποζεν. πολλοὺς μὲν γὰρ καλοὺς καὶ ἀγαθοὺς ἄνδρας Θρᾳκῶν ἀνεῖλε μετ' αἰκίας, οὐκ ὀλίγους δὲ ὕβριζεν καὶ ταῖς ἐσχάταις παροινίαις περιέβαλλεν. οὐ γὰρ ἦν οὐ γυναικός, οὐ παιδὸς αὐτῷ κάλλος ἄθικτον, οὐ κατασκευὴ κτημάτων πολυτελὴς ἀναφαίρετος, ἀλλὰ πᾶσαν τὴν ὑφ' ἑαυτὸν δυναστείαν ἐπλήρου παρανομίας. ἐπόρθει δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τὰς πλησιοχώρους καὶ τῶν ἁλισκομένων οὓς μὲν ὕβριζεν, οὓς δὲ δειναῖς καὶ παρηλλαγμέναις αἰκίαις ἐτιμωρεῖτο. κυριεύσας δὲ ὁ αὐτὸς πόλεως Λυσιμαχίας, τεταγμένης ὑπὸ τὸν Ἄτταλον, τὴν μὲν πόλιν ἐνέπρησεν, τῶν δὲ αἰχμαλώτων ἐπιλέξας τοὺς ἀξιολογωτάτους ἰδίαις καὶ παρηλλαγμέναις κατ' αὐτῶν ἐχρήσατο τιμωρίαις. παίδων μὲν γὰρ ἀποκόπτων χεῖρας καὶ πόδας καὶ κεφαλὰς ἐξῆπτε ταῦτα φέρειν τοῖς τῶν γονέων τραχήλοις, ἀνδρῶν δὲ καὶ γυναικῶν ἑκατέρων διήλλαττεν ἀμφοτέρων τὰ μέλη καὶ τινὰς μὲν χειροκοπήσας διεμέλιζεντὰ σώματα κατὰ ῥάχιν, ἔστιν δ' ὅτε καὶ τὰς διακοπὰς ἐπ' ἄκραις ταῖς λόγχαις† φέρειν, ὡς Φάλαριν καὶ τὸν Κασσανδρέων τύραννον Ἀπολλόδωρον ὑπερβάλλειν ὠμότητι. παραλιπὼν δ' ἄν τις τὰ λοιπὰ τῆς περὶ αὐτὸν μιαιφονίας ἐξ ἑνὸς τοῦ μέλλοντος λέγεσθαι τεκμήραιτο τὴν ὑπερβολὴν τῆς ὠμότητος. γάμων ἀγομένων τούτῳ κατά τι Θρᾳκικὸν παλαιὸν ἔθος δύο νεανίσκους Ἕλληνας ἐκ τῆς Ἀτταλικῆς βασιλείας καθ' ὁδοιπορίαν συνήρπασεν, ἀδελφοὺς μὲν ὑπάρχοντας, τῇ δὲ εὐπρεπείᾳ διαφόρους, τὸν μὲν ἴουλον κατάγοντα, τὸν δὲ ὑπογραφὴν ἄρτι λαμβάνοντα ταύτης τῆς ἀκμῆς. τούτους ἀμφοτέρους καταστέψας ἱερείου τρόπον εἰσήγαγε καὶ τὸν μὲν νεώτερον κατατείνας μακρὸν διὰ τῶν ὑπηρετῶν ὡς μέσον διακόψων, ἀνεφώνησεν ὡς οὐχ ὁμοίως ἱερείοις δεῖ χρῆσθαι τοὺς ἰδιώτας καὶ τοὺς βασιλεῖς. κλαίοντος δὲ τοῦ πρεσβυτέρου καὶ φιλάδελφον πάθος προφαίνοντος καὶ τιθέντος ἑαυτὸν ὑπὸ τὸν σίδηρον, προσέταξεν τοῖς ὑπηρέταις καὶ τοῦτον ὁμοίως τεῖναι μακρόν. διπλασιάζων δὲ τὴν ὠμότητα καὶ μιᾷ πληγῇ καθ' ἑκατέρου χρησάμενος ἐν ἀμφοτέροις εὐστόχησε, παιᾶνι τῶν θεωμένων ἐπισημηνάντων τὴν κατόρθωσιν. πολλὰ δὲ καὶ ἄλλα παράνομα ἐποίησεν. 318. (33, 15, 1). Ὅτι ὁ Ἄτταλος ἀκούων τὸν Διήγυλιν παρὰ τοῖς ὑποτεταγμένοις διαβεβλῆσθαι διά τε τὴν πλεονεξίαν καὶ τὴν ὑπερβολὴν τῆς ὠμότητος ἐζήλωσε τὴν ἐναντίαν προαίρεσιν. διὸ καὶ τοὺς ἁλισκομένους τῶν Θρᾳκῶν ἀπολύων μετὰ φιλανθρωπίας πολλοὺς ἔσχε κήρυκας τῆς ἰδίας ἐπιεικείας. ἃ δὴ πυνθανόμενος ὁ Διήγυλις τῶν μὲν ἀποχωρούντων τοὺς ὁμήρους δειναῖς ὕβρεσι καὶ παρανόμοις αἰκίαις περιέβαλλεν, ὧν ἦσάν τινες τῶν ἀσθενεστάτων παίδων ἡλικίᾳ καὶ φύσει. καὶ γὰρ τούτων οἱ μὲν διαμεμελισμένοι τὰ σώματα ποικίλως, οἱ δὲ κεφαλὰς καὶ χεῖρας καὶ πόδας ἀφῃρημένοι· καὶ τούτων οἱ μὲν ἐπὶ σκόλοψιν, οἱ δὲ ἐπὶ δένδρεσιν ἀνήρτηντο. οὐκ ὀλίγας δὲ καὶ τῶν γυναικῶν ἀνεπτυγμένας τὰ σώματα πρὸς ὕβριν τε ἦν ἰδεῖν πρὸς ταῖς τοῦ θανάτου συμφοραῖς προκειμένας, παντοίας διαθέσεις αἰσχύνης ἐξ ὑπερηφανίας βαρβάρων συντετελεσμένας, αἳ τοῖς μὲν πράξασιν ὠμότητος ἀναισχύντου δεῖγμα προέκειντο, τῶν δὲ θεωρούντων καὶ τὸν ἥμερον ἐχόντων λογισμὸν πολλοὺς ἐξεκαλοῦντο πρὸς τὸν τῶν ἠτυχηκότων ἔλεον. 319. (33, 17, 1). Ὅτι τοῦ Πομπηίου ἐλθόντος ἐπὶ πόλιν τὴν καλουμένην Λαγνὶ καὶ ταύτην πολιορκοῦντος, οἱ Νουμαντῖνοι βουλόμενοι βοηθῆσαι τοῖς ὁμοεθνέσιν ἔπεμψαν στρατιώτας υʹ νυκτός. οἳ τούτους ἀσμένως δεξάμενοι σωτῆρας ἀπεκάλουν καὶ δωρεαῖς ἐτίμων. μετὰ δὲ ἡμέρας ὀλίγας καταπλαγέντες καὶ τὴν πόλιν προδιδόντες τοῖς σώμασιν ᾔτουν ἀσφάλειαν. τοῦ δὲ Πομπηίου δόντος ἀπόκρισιν, ὡς
q.147
οὐκ ἂν ἄλλως ποιήσοιτο πρὸς αὐτοὺς ὁμολογίας, εἰ μὴ πρῶτον ἐκδώσουσι τοὺς συμμάχους, τὸ μὲν πρῶτον ἐντρεπόμενοι τὸ πρὸς τοὺς εὐεργέτας ἀνόμημα διεκαρτέρουν, τοῦ δὲ δεινοῦ πλησίον ὄντος διεπρεσβεύοντο καὶ τῇ τῶν φίλων ἀπωλείᾳ τὴν σωτηρίαν αὑτοῖς ἐπεχείρουν περιποιῆσαι. οὐ μὴν ἔλαθόν γε τοὺς ἐπιβουλευομένους, ἀλλὰ τοῦτο μαθόντες πρὸς ἀλκὴν ἐτράποντο καὶ νυκτὸς τοῖς κατὰ τὴν πόλιν ἐπιθέμενοι πολὺν ἐποίουν φόνον. ὁ δὲ Πομπήιος τοῦ θορύβου αἰσθόμενος καὶ κλίμακας προσερείσας τοῖς τείχεσιν ἐκυρίευσε τῆς πόλεως. καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας ἀπέσφαξεν, τοὺς δὲ συμμάχους ὄντας σʹ τὸν ἀριθμὸν ἀπέλυσε τῶν κινδύνων, ἅμα μὲν ἐλεήσας κινδυνεύουσαν ἀρετὴν καὶ τὸ περὶ τοὺς ἀκληροῦντας γινόμενον πάθος δι' ἀχαριστίαν, ἅμα δὲ τὴν Νουμαντίνων εὔνοιαν πρὸς Ῥωμαίους πόρρωθεν ἐκκαλούμενος ταῖς εὐεργεσίαις. τὴν δὲ πόλιν κατέσκαψεν. 320. (33, 18). Ὅτι ὁ Ἀρσάκης ὁ βασιλεὺς ἐπιείκειαν καὶ φιλανθρωπίαν ζηλώσας αὐτομάτην ἔσχε τὴν ἐπίρροιαν τῶν ἀγαθῶν καὶ τὴν βασιλείαν ἐπὶ πλεῖον ηὔξησε· μέχρι γὰρ τῆς Ἰνδικῆς διατείνας τῆς ὑπὸ τὸν Πῶρον γενομένης χώρας ἐκυρίευσεν ἀκινδύνως. εἰς τηλικοῦτο δὲ μέγεθος προαχθεὶς βασιλείας οὐκ ἐζήλωσε τρυφὴν οὐδὲ ὑπερηφανίαν, ἅπερ ταῖς πλείσταις δυναστείαις ἀκολουθεῖν εἴωθεν, ἀλλ' ἐπιείκειαν μὲν πρὸς τοὺς ὑποτεταγμένους, ἀνδρείαν δὲ πρὸς τοὺς ἀντιταττομένους. καθόλου δὲ πολλῶν ἐθνῶν ἐγκρατὴς γενόμενος τὰ παρ' ἑκάστοις ἄριστα κατέδειξε τῶν νομίμων τοῖς Πάρθοις. 321. (33, 21α). Ὅτι τὸ σῶμα τοῦ Ὑριάτθου ταφῆς παραδόξου καὶ μεγαλοπρεποῦς ἠξίωσαν καὶ σʹ ζεύγεσι μονομάχων ἀγῶνα πρὸς τῷ τάφῳ συνετέλεσαν, τιμῶντες αὐτοῦ τὴν διαβεβοημένην ἀνδρείαν. ὁμολογουμένως γὰρ ἦν πολεμικώτατος μὲν ἐν τοῖς κινδύνοις, στρατηγικώτατος δὲ ἐν τῷ προϊδέσθαι τὸ συμφέρον, τὸ δὲ μέγιστον, διετέλεσε πάντα τὸν τῆς στρατηγίας χρόνον ἀγαπώμενος ὑπὸ τῶν στρατιωτῶν ὡς οὐδεὶς ἕτερος. κατὰ μὲν γὰρ τὰς ἐκ τῆς ληστείας διανομὰς οὐδὲν πλέον ἀπεφέρετο τῆς τοῖς ἰδιώταις ἐπιβαλλούσης μοίρας, ἀπὸ δὲ τῶν αὐτῷ πορισθέντων ἐτίμα τοὺς ἀξίους χάριτος καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν ὑπελάμβανεν. ὑπῆρχε δὲ καὶ νήπτης καὶ ἀγρυπνητικὸς καὶ παντὸς πόνου καὶ κινδύνου κατεξανεστηκώς, ἔτι δὲ πάσης ἡδονῆς κρείττων. αἱ δὲ ἀποδείξεις τῆς περὶ αὐτὸν ἀρετῆς ἐμφανεῖς εἰσίν· ιαʹ γὰρ ἔτη δυναστεύοντος αὐτοῦ Λυσιτανῶν, οὐ μόνον αἱ δυνάμεις ἀστασίαστοι διέμειναν, ἀλλὰ καὶ σχεδὸν ἀνίκητοι. μετὰ δὲ τὴν τούτου τελευτὴν τὸ σύστημα τῶν Λυσιτανῶν διελύθη στερηθὲν τῆς τούτου προστασίας. 322. (33, 22). Ὅτι Πτολεμαῖος διὰ τὴν ὠμότητα καὶ μιαιφονίαν καὶ διὰ τὰς ἀνέδην τῶν αἰσχίστων ἡδονῶν ἀπολαύσεις καὶ τὸ τοῦ σώματος ἀγεννὲς πάθος διὸ Φύσκων ἐκαλεῖτο,† ὁ δὲ στρατηγὸς Ἱέραξ ἐν τοῖς πολεμικοῖς ἔργοις θαυμαστὸς ὢν καὶ κατὰ τὰς ἐντεύξεις τοῖς ὄχλοις εὔθετος, ἔτι δὲ μεγαλόψυχος συνέσχε τὴν τοῦ Πτολεμαίου βασιλείαν· τούτου γὰρ ἀπορουμένου χρημάτων, καὶ τῶν στρατιωτῶν βουλομένων ἀφίστασθαι πρὸς Γαλαίστην διὰ τὸ μὴ κομίζεσθαι τοὺς μισθούς, ἐκ τῆς ἰδίας οὐσίας ὀψωνιάσας τὴν δύναμιν διωρθώσατο τὴν ὅλην μεταβολήν. 323. (33, 23). Ὅτι τοῦ Πτολεμαίου παντελῶς οἱ Αἰγύπτιοι κατεφρόνησαν, ὁρῶντες ἔν τε ταῖς ὁμιλίαις ὄντα παιδαριώδη καὶ πρὸς τὰς αἰσχίστας ἡδονὰς ἐκκεχυμένον καὶ διὰ τὴν ἀκολασίαν τὸ σῶμα γυναικῶδες περιπεποιημένον. 324. (33, 27). Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος διὰ τὴν βαρύτητα καὶ δυσκινησίαν τοῦ σώματος τῇ διὰ τὸν ὄγκον ὑπεροχῇ καὶ τῷπλήθει τῶν περικεχυμένων σαρκῶν ἄχρηστος ἦν ἐν ταῖς κατὰ πόλεμον ἐνεργείαις. 325. (34 ετ 35, 2, 25). Ὅτι οὐδέποτε στάσις ἐγένετο τηλικαύτη δούλων, ἡλίκη συνέστη ἐν τῇ Σικελίᾳ. δι' ἣν πολλαὶ μὲν πόλεις δειναῖς περιέπεσον συμφοραῖς, ἀναρίθμητοι δὲ ἄνδρες καὶ γυναῖκες μετὰ τέκνων ἐπειράθησαν τῶν μεγίστων ἀτυχημάτων, πᾶσα δὲ ἡ νῆσος ἐκινδύνευσεν πεσεῖν εἰς ἐξουσίαν δραπετῶν, ὅρον τῆς ἐξουσίας τιθεμένων τὴν τῶν ἐλευθέρων ὑπερβολὴν τῶν ἀκληρημάτων. καὶ ταῦτα ἀπήντησε τοῖς μὲν πολλοῖς ἀνελπίστως καὶ
q.148
παραδόξως, τοῖς δὲ πραγματικῶς ἕκαστα δυναμένοις κρίνειν οὐκ ἀλόγως ἔδοξε συμβαίνειν. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς εὐπορίας τῶν τὴν κρατίστην νῆσον ἐκκαρπουμένων ἅπαντες σχεδὸν οἱ τοῖς πλούτοις προκεκοφότες ἐζήλωσαν τὸ μὲν πρῶτον τρυφήν, εἶθ' ὑπερηφανίαν καὶ ὕβριν. ἐξ ὧν ἁπάντων αὐξανομένης ἐπ' ἴσης τῆς τε κατὰ τῶν οἰκετῶν κακουχίας καὶ τῆς κατὰ τῶν δεσποτῶν ἀλλοτριότητος, ἐῤῥάγη ποτὲ σὺν καιρῷ τὸ μῖσος. ἐξ οὗ χωρὶς παραγγέλματος πολλαὶ μυριάδες συνέδραμον οἰκετῶν ἐπὶ τὴν τῶν δεσποτῶν ἀπώλειαν. τὸ παραπλήσιον δὲ γέγονε καὶ κατὰ τὴν Ἀσίαν κατὰ τοὺς αὐτοὺς καιρούς, Ἀριστονίκου μὲν ἀντιποιησαμένου τῆς μὴ προσηκούσης βασιλείας, τῶν δὲ δούλων διὰ τὰς ἐκ τῶν δεσποτῶν κακουχίας συναπονοησαμένων ἐκείνῳ καὶ μεγάλοις ἀτυχήμασι πολλὰς πόλεις περιβαλόντων. 326. (34 ετ 35, 2, 27). Ὅτι παραπλησίως καὶ πρὸς τὰς γεωργίας ἕκαστος τῶν πολλὴν χώραν κεκτημένων· ὅλα σωματοτροφεῖα συνηγόραζον·† τοὺς μὲν πέδαις δεσμεύειν, τοὺς δὲ ταῖς βαρύτησι τῶν ἔργων καταπονεῖν, πάντας δὲ τοῖς ὑπερηφάνοις χαρακτῆρσι κατέστιζον. διὸ καὶ τοσοῦτο τῶν οἰκετῶν ἐπέκλυσε πλῆθος ἅπασαν Σικελίαν, ὥστε τοὺς ἀκούοντας τὴν ὑπερβολὴν μὴ πιστεῦσαι. καὶ γὰρ τῶν Σικελιωτῶν οἱ πολλοὺς πλούτους κεκτημένοι διημιλλῶντο πρὸς τὰς τῶν Ἰταλιωτῶν ὑπερηφανίας τε καὶ πλεονεξίας καὶ κακουργίας. εἰς τοιαύτην γὰρ συνήθειαν ῥᾳδιουργίας τοὺς νομεῖς ἤγαγον οἱ πολλοὺς οἰκέτας κεκτημένοι τῶν Ἰταλικῶν, ὥστετροφὰς μὲν μὴ παρέχειν, ἐπιτρέπειν δὲ ληστεύειν. τοιαύτης δοθείσης ἐξουσίας ἀνθρώποις διὰ μὲν τὴν ἰσχὺν τῶν σωμάτων δυναμένοις πᾶν τὸ κριθὲν ἐπιτελεῖν, διὰ δὲ τὴν ἄνεσιν καὶ σχολὴν εὐκαιροῦσι, διὰ δὲ τὴν τῆς τροφῆς ἔνδειαν ἀναγκαζομένοις ταῖς παραβόλοις ἐγχειρεῖν πράξεσιν, συνέβη ταχὺ τὴν παρανομίαν αὐξηθῆναι. τὸ γὰρ πρῶτον ἐν τοῖς ἐπιφανεστάτοις τόποις τοὺς καθ' ἕνα καὶ δύο τὰς ὁδοιπορίας ποιουμένους ἐφόνευον· εἶτα ἐπὶ τὰς τῶν ἀσθενεστέρων ἐπαύλεις νυκτὸς ἀθρόοι συντρέχοντες ἐξῄρουν βίᾳ ταύτας καὶ τὰς κτήσεις διήρπαζον καὶ τοὺς ἀνθισταμένους ἀνῄρουν. ἀεὶ δὲ μᾶλλον τῆς τόλμης προβαινούσης, οὔτε τοῖς ὁδοιπόροις νυκτὸς ἡ Σικελία βάσιμος ἦν οὔτε τοῖς ἐπὶ τῆς χώρας ζῆν εἰωθόσιν ἀσφαλὴς ἐπὶ ταύτης ἡ διατριβή, πάντα δὲ βίας καὶ ληστείας καὶ παντοδαπῶν φόνων ἦν μεστά. τοῖς δὲ νομεῦσιν ἀγραυλίας γεγενημένης καὶ σκευῆς στρατιωτικῆς, εὐλόγως ἅπαντες ἐνεπιμπλῶντο φρονήματος καὶ θράσους. περιφέροντες γὰρ ῥόπαλα καὶ λόγχας καὶ καλαύροπας ἀξιολόγους καὶ δέρματα λύκων ἢ συάγρων ἐσκεπασμένοι τὰ σώματα καταπληκτικὴν εἶχον τὴν πρόσοψιν, καὶ πολεμικῶν ἔργων οὐ πόῤῥω κειμένην. κυνῶν τε ἀλκίμων ἄθροισμα συνεπόμενον ἑκάστῳ καὶ τροφῆς καὶ γάλακτος καὶ κρεῶν παρακειμένων πλῆθος ἐξηγρίου τάς τε ψυχὰς καὶ τὰ σώματα. ἦν οὖν πᾶσα χώρα μεστὴ καθάπερ στρατευμάτων διεσπαρμένων, ὡς ἂν ὑπὸ τῆς τῶν δεσποτῶν ἐπιτροπῆς τοῦ θράσους τῶν δούλων καθωπλισμένου. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν τὴν ἀπόνοιαν τῶν οἰκετῶν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων ἠναγκάζοντο περιορᾶν τὴν ἐπαρχίαν ληστευομένην. οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες ἐντελεῖς τῶν Ῥωμαίων καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι φοβεροὶ ταῖς ἀρχαῖς ὑπῆρχον. 327. (34 ετ 35, 2, 32). Ὅτι οἱ περὶ τὰς γεωργίας ἀσχολούμενοι τῶν Ἰταλικῶν παμπληθεῖς οἰκέτας ὠνούμενοι καὶ πάντας χαράττοντες τοῖς στίγμασι τροφὰς μὲν οὐχ ἱκανὰς παρείχοντο, τῇ δὲ βαρύτητι τῶν ἔργων κατέξαινον τὴν παρ' αὐτῶν ταλαιπωρίαν. 328. (34 ετ 35, 2, 34). Ὅτι Δαμόφιλός τις ἦν τὸ γένος Ἐνναῖος, τὴν οὐσίαν μεγαλόπλουτος, τὸν τρόπον ὑπερήφανος, ὃς πολλὴν χώρας περίοδον γεωργῶν, παμπληθεῖς δὲ βοσκημάτων ἀγέλας κεκτημένος οὐ μόνον τὴν τρυφὴν τῶν κατὰ Σικελίαν Ἰταλικῶν ἐζήλωσεν, ἀλλὰ καὶ τὸ κατὰ τοὺς οἰκέτας πλῆθος καὶ τὴν εἰς τούτους ἀπανθρωπίαν καὶ βαρύτητα. ἐπὶ μὲν γὰρ τῆς χώρας ἵππους τε πολυτελεῖς
q.149
καὶ τετρακύκλους ἀπήνας μετ' οἰκετῶν στρατιωτικῶν περιήγετο· πρὸς δὲ τούτοις εὐπρεπῶν παίδων πλῆθος, ἔτι δὲ κολάκων ἀνάγωγον παραδρομὴν ἔχειν ἐφιλοτιμεῖτο. κατὰ δὲ τὴν πόλιν καὶ τὰς ἐπαύλεις ἀργυρωμάτων ἐκθέσεις τορευτῶν καὶ στρωμάτων θαλαττίων πολυτελείας ἐκπονούμενος παρετίθετο τραπέζας ὑπερηφάνους καὶ βασιλικὰς ταῖς δαψιλείαις, ὑπεραίρων τὴν Περσικὴν τρυφὴν ταῖς δαπάναις καὶ πολυτελείαις. ὑπερέβαλε δὲ καὶ κατὰ τὴν ὑπερηφανίαν. ἀνάγωγος γὰρ καὶ ἀπαιδευτότροπος ἐξουσίας ἀνυπευθύνου καὶ τύχης μεγαλοπλούτου κυριεύσας τὸ μὲν πρῶτον κόρον ἐγέννησεν, εἶθ' ὕβριν, τὸ δὲ τελευταῖον ὄλεθρον ἑαυτῷ καὶ συμφορὰς μεγάλας τῇ πατρίδι. ἀγοράζων γὰρ οἰκετῶν πλῆθος ὑβριστικῶς αὐτοῖς προσεφέρετο, στίγμασι σιδήρου χαράττων τὰ σώματα τῶν ἐλευθέρων μὲν ἐν πατρίσι γεγενημένων, αἰχμαλωσίας δὲ καὶ δουλικῆς τύχης πεπειραμένων. καὶ τούτων τοὺς μὲν πέδαις δεσμεύων εἰς τὰς συνεργασίας ἐνέβαλλε, τοὺς δὲ νομεῖς ἀποδεικνύων οὔτ' ἐσθῆτας οὔτε τροφὰς ἐχορήγει τὰς ἁρμοττούσας. 329. (34 ετ 35, 2, 37). Ὅτι ὁ αὐτὸς Δαμόφιλος διὰ τὴν αὐθάδειαν καὶ τὴν ὠμότητα τῶν τρόπων οὐκ ἦν ἡμέρα, καθ' ἣν οὐκ ᾐκίζετό τινας τῶν οἰκετῶν ἐπ' αἰτίαις οὐ δικαίαις. οὐχ ἧττον δὲ ἡ γυνὴ τούτου Μεταλλὶς* χαίρουσα ταῖς ὑπερηφάνοις τιμωρίαις ὠμῶς προσεφέρετο ταῖς θεραπαινίσι καὶ τῶν οἰκετῶν τοῖς ὑποπεσοῦσιν. καὶ διὰ τὴν ἐξ ἀμφοτέρων ὕβριν καὶ τιμωρίαν ἀπεθηριώθησαν οἱ δοῦλοι πρὸς τοὺς κυρίους καὶ διαλαβόντες μηδὲν ἔτι χεῖρον τῶν παρόντων αὐτοῖς κακῶν ἀπαντήσεσθαι. 330. (34 ετ 35, 2, 39). Ὅτι κατὰ τὴν Σικελίαν ἦν τοῦ Δαμοφίλου θυγάτηρ, παρθένος μὲν τὴν ἡλικίαν, ἁπλότητι δὲ τρόπων καὶ φιλανθρωπίᾳ διαφέρουσα. αὕτη τοὺς μαστιζομένους ὑπὸ τῶν γονέων ἀεὶ φιλοτίμως εἰώθει παρηγορεῖσθαι καὶ τοῖς δεδεμένοις τῶν οἰκετῶν ἐπαρκοῦσα διὰ τὴν ἐπιείκειαν θαυμαστῶς ὑπὸ πάντων ἠγαπᾶτο. καὶ τότ' οὖν τῆς προγεγενημένης χάριτος ξενολογησάσης αὐτῇ τὸν παρὰ τῶν εὖ πεπονθότων ἔλεον, οὐ μόνον οὐδεὶς ἐτόλμησε μεθ' ὕβρεως ἐπιβαλεῖν τῇ κόρῃ τὰς χεῖρας, ἀλλὰ πάντες ἄθικτον πάσης ὕβρεως τὴν ἀκμὴν αὐτῆς ἐτήρησαν. προχειρισάμενοι δὲ ἐξ αὑτῶν τοὺς εὐθέτους, ὧν ἐκτενέστατος ἦν Ἑρμείας, ἀπήγαγον εἰς Κατάνην πρός τινας οἰκείους. 331. (34 ετ 35, 2, 41). Ὅτι ὁ Δαμόφιλος* μετὰ ἀναγορευθῆναι βασιλεὺς πάντας ἀνελών, ἐκκλέψας μόνους ἀφῆκε τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις κατὰ τὰς ἐκ τοῦ κυρίου συμπεριφορὰς ἐν τοῖς συνδείπνοις ἀποδεδεγμένους αὐτὸν ἐν τῇ τε μαντικῇ καὶ κατὰ τὰς τῆς τραπέζης δόσεις φιλανθρώπως· ὥστε θαυμάσαι τήν τε τῆς τύχης περιπέτειαν καὶ τὸ κατὰ τὴν τῶν εὐτελεστάτων εὐεργεσίαν ἀμειφθῆναι σὺν καιρῷ τηλικαύτῃ χάριτι. 332. (34 ετ 35, 2, 43). Ὅτι καὶ ἄλλη τις ἐγένετο ἀπόστασις δραπετῶν καὶ σύστημα ἀξιόλογον. Κλέων γάρ τις Κίλιξ ἐκ τῶν περὶ τὸν Ταῦρον τόπων συνήθης ὢν ἐκ παίδων τῷ ληστρικῷ βίῳ καὶ κατὰ τὴν Σικελίαν νομεὺς γεγονὼς ἱπποφορβίων οὐ διέλιπεν ὁδοιδοκῶν καὶ παντοδαποὺς φόνους ἐπιτελούμενος. ὃς πυθόμενος τὴν κατὰ τὸν Εὔνουν προκοπὴν καὶ τὰς τῶν μετ' αὐτοῦ δραπετῶν εὐημερίας ἀποστάτης ἐγένετο καί τινας τῶν πλησίον οἰκετῶν πείσας συναπονοήσασθαι κατέτρεχε τὴν πόλιν τῶν Ἀκραγαντίνων καὶ τὴν πλησιόχωρον πᾶσαν. 333. (34 ετ 35, 3). Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ὁ βασιλεὺςπροσφάτως διαδεδεγμένος τὴν ἀρχὴν ἀλλοτρίαν ἔσχε διάθεσιν τῶν προβεβασιλευκότων. καὶ γὰρ ἐκεῖνοι χρηστότητι καὶ φιλανθρωπίᾳχρώμενοι ταῖς βασιλείαις ἐνευδαιμόνησαν· οὗτος δὲ γενόμενος ὠμὸς καὶ μιαιφόνος πολλοὺς τῶν ὑπὸ τὴν βασιλείαν τεταγμένων ἀνηκέστοις συμφοραῖς καὶ σφαγαῖς περιέβαλε. τῶν δὲ πατρῴων φίλων τοὺς δυνατωτάτους ὑποπτεύσας, ὡς κατ' αὐτοῦ τι βουλευσαμένους, ἔκρινε δεῖν ἅπαντας ἐκποδὼν ποιήσασθαι. ἐπιλεξάμενος οὖν τῶν βαρβάρων μισθοφόρων τοὺς ἀγριωτάτους εἰς φόνον, ἀπλήστους δὲ εἰς χρημάτων περιουσίαν, τούτους ἔν τισιν οἰκήμασι κατέκρυψεν ἐν τοῖς βασιλείοις, τῶν δὲ φίλων τοὺς ὑποπτευομένους μετεπέμπτο. παραγενομένων δὲ τῶν φίλων πάντας
q.150
ἀπέκτεινεν, ἔχων ὑπηρέτας οἰκείους τῆς ἰδίας μιαιφονίας. εὐθὺς δὲ τέκνα καὶ γυναῖκας τούτων προσέταξε τῆς αὐτῆς τιμωρίας ἀξιῶσαι. τῶν δὲ ἄλλων φίλων τῶν ἐπ' ἐξουσίᾳ στρατιωτῶν ἢ πόλεων τεταγμένων οὓς μὲν ἐδολοφόνησεν, οὓς δὲ συλλαβὼν πανοικίους ἀνεῖλε. διὰ δὲ τὴν ὠμότητα μισηθεὶς οὐ μόνον ὑπὸ τῶν ἀρχομένων ἀλλὰ καὶ τῶν πλησιοχώρων πάντας τοὺς ὑποτεταγμένους ἐποίησε μετεώρους πρὸς καινοτομίαν. 334. (34 ετ 35, 5). Ὅτι Τιβέριος ὁ Γράκχος ἦν υἱὸς Τιβερίου τοῦ δὶς ὑπατευκότος καὶ πολέμους ἐπιφανεῖς καὶ μεγάλους κεχειρικότος, ἔτι δὲ καλῶς πεπολιτευμένου, θυγατριδοῦς δὲ Ποπλίου Σκιπίωνος τοῦ καταπεπολεμηκότος Ἀννίβαν καὶ Καρχηδονίους. ἐξ ἀμφοτέρων δὲ τῶν γονέων ἐπισημοτάτου γένους πεφυκὼς ἰδίᾳ πολὺ προεῖχε τῶν ἡλικιωτῶν τῇ συνέσει τε καὶ λόγου δεινότητι καὶ τὸ σύνολον πάσῃ παιδείᾳ, καὶ δυνάμενος παρρησίαν ἄγειν πρὸς τὴν ὑπεροχὴν τῶν ἀντιπραττόντων. 335. (34 ετ 35, 8). Ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέκοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν ἀκρωτηριάζοντες. 336. (34 ετ 35, 10). Ὅτι ἡ σύγκλητος δεισιδαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν [περὶ τοὺς Σιβύλλης χρησμοὺς] κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ' ὅλην τὴν Σικελίαν τοὺς τῷ Αἰτναίῳ Διὶ καθιδρυμένους βωμούς, θυσιάσαντες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν τοῖς ἔχουσι καθ' ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας. 337. (34 ετ 35, 11). Ὅτι ἦν τις Γοργὸς Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτῳ καὶ δόξῃ διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας καὶ περιπεσὼν ληστηρίῳ δραπετῶν ἔφευγε πεζὸς πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῷ Γοργοῦ τοῦ τούτου πατρὸς ἐφ' ἵππου καὶ καθαλλομένου καὶ παραδιδόντος τὸν ἵππον, ὅπως ἐφαλλόμενος ἀφιππεύσῃ πρὸς τὴν πόλιν, οὔθ' ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν, οὔθ' ὁ πατὴρ προσεδέχετο τῷ τοῦ τέκνου θανάτῳ διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσεβείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβάνοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπάτορα, συνέβη τοὺς ληστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν. 338. (34 ετ 35, 12). Ὅτι ὁ τοῦ Διηγύλιος υἱὸς Ζιβέλμιος ἐζηλωκὼς τὰς τοῦ πατρὸς μιαιφονίας, μνησικακῶν δὲ ὑπὲρ τῶν εἰς Διήγυλιν τοῖς Θρᾳξὶ πραχθέντων, ἐπὶ τοσοῦτον προῆλθεν ὠμότητος καὶ παρανομίας, ὥστε τοὺς προσκόψαντας πανοικίους τιμωρεῖσθαι. ἐπὶ γὰρ ταῖς τυχούσαις αἰτίαις τοὺς μὲν διεμέλιζε, τοὺς δὲ ἀνεσταύρου, τοὺς δὲ καὶ ζῶντας ἐνεπύριζε. γονέων δὲ ἐν ὄμμασι καὶ κόλποις ἐγκατέσφαζε τέκνα καὶ κρεανομῶν τὰ σώματα παρετίθει τοῖς συγγενεστάτοις, ἀνανεούμενος τὰς παλαιὰς ἐκείνας Τηρέως ἢ Θυέστου θοινάς. οἱ δὲ Θρᾷκες συλλαβόντες τὸν Ζιβέλμιον, τὸ μὲν καθ' ἓν αὐτὸν ἀντιδιατιθέναι σχεδὸν ἀδύνατον ὑπῆρχε· πῶς γὰρ ἐνδεχόμενον ἦν ἓν σῶμα τὴν εἰς ὅλον ἔθνος παρανομίαν γενομένην ἀναδέξασθαι; ὅμως δ' ἐκ τῶν ἐνδεχομένων ἐφιλοτιμήθησαν πᾶσαν ὕβριν καὶ τιμωρίαν προσαγαγεῖν τῷ σώματι. 339. (34 ετ 35, 14). Ὅτι ὁ Πτολεμαῖος ὁ Φύσκων προσαγορευόμενος πυθόμενος τὴν τῆς Κλεοπάτρας πρὸς αὐτὸν ἀλλοτρίωσιν καὶ οὐ δυνάμενος ἄλλως αὐτὴν λυπῆσαι πρᾶξιν ἀνοσιωτάτην ἐτόλμησεν ἐπιτελέσασθαι. μιμησάμενος γὰρ τὴν τῆς Μηδείας ὠμότητα καὶ μιαιφονίαν τὸν οἰκεῖον τε κἀκείνης υἱὸν ἔσφαξεν ἐν τῇ Κύπρῳ, παῖδα μὲν ὄντα τὴν ἡλικίαν, ὀνομαζόμενον δὲ Μεμφίτην. οὐκ ἀρκεσθεὶς δὲ τῷ ἀσεβήματι τούτῳ πολλῷ μεῖζον μύσος ἕτερον ἐπετελέσατο· ἀκρωτηριάσας γὰρ τὸ σῶμα τοῦ παιδὸς καὶ ἐνθεὶς εἴς τινα κίστην προσέταξέ τινι τῶν ὑπηρετῶν εἰς τὴν Ἀλεξάνδρειαν διακομίσαι. κατὰ τύχην δὲ σύνεγγυς ὄντων τῇ Κλεοπάτρᾳ τῶν γενεθλίων, τῇ πρὸ τούτων νυκτὶ θεῖναι τὴν κίστην πρὸ τῶν βασιλείων παρεσκευάσατο. οὗ συντελεσθέντος, καὶ τῆς περιστάσεως ἐπιγνωσθείσης, ἡ Κλεοπάτρα πένθος ἤρατο, καὶ τὸ πλῆθος παντελῶς ἀπεθηριώθη πρὸς τὸν Πτολεμαῖον. 340. (34 ετ 35, 17, 2). Ὅτι
q.151
ὁ στρατηγὸς Ἀντιόχου Ἀθήναιοςπλεῖστα ἐν ταῖς ἐπισταθμίαις εἰργασμένος κακά, τῆς φυγῆς κατάρξας καὶ τὸν Ἀντίοχον ἐγκαταλιπὼν τῆς προσηκούσης καταστροφῆς ἔτυχε. διεκπεσόντος γὰρ αὐτοῦ πρός τινας κώμας ἠδικημένας ἐν ταῖς ἐπισταθμίαις οὐδεὶς αὐτὸν ἐδέξατο εἰς οἰκίαν οὐδὲ τροφῆς μετέδωκεν, ἀλλὰ κατὰ τὴν χώραν ἀλώμενος λιμῷ κατέστρεψε τὸν βίον. 341. (34 ετ 35, 20). Ὅτι ἀποσταλεὶς παρὰ Πτολεμαίου τοῦ πρεσβυτέρου Ἡγέλοχος στρατηγὸς ἐπὶ Μαρσύαν τὸν τῶν Ἀλεξανδρέων στρατηγὸν μετὰ δυνάμεως αὐτόν τε ἐζώγρησε καὶ τὴν μετ' αὐτοῦ δύναμιν ἄρδην ἀνεῖλεν. ἐπαναχθέντος δὲ τοῦ Μαρσύου πρὸς τὸν βασιλέα, καὶ πάντων προσδοκώντων τιμωρίας αὐτὸν τεύξεσθαι τῆς μεγίστης, ἀπέλυσεν αὐτὸν τῶν ἐγκλημάτων· μετενόει γὰρ ἤδη καὶ ταῖς φιλανθρωπίαις ἔσπευδε διορθώσασθαι τὴν τῶν ὄχλων πρὸς αὑτὸν ἀποθηρίωσιν. 342. (34 ετ 35, 21). Ὅτι Εὐήμερος ὁ τῶν Πάρθων βασιλεύς, Ὑρκάνιος ὢν τὸ γένος, ὠμότητι δὲ ὑπερβάλλων πάντας τοὺς μνημονευομένους τυράννους, οὐκ ἔστιν ὁποῖον τιμωρίας γένος ἀπέλιπεν. πολλοὺς δὲ τῶν Βαβυλωνίων καὶ ἐπὶ ταῖς τυχούσαις αἰτίαις πανοικίους ἐξανδραποδισάμενος εἰς τὴν Μηδίαν ἐξέπεμψε, προστάξας λαφυροπωλῆσαι. καὶ τῆς Βαβυλῶνος τὴν ἀγορὰν καί τινα τῶν ἱερῶν ἐνέπρησε καὶ τὸ κράτιστον τῆς πόλεως διέφθειρεν. 343. (34 ετ 35, 22). Ὅτι Ἀλέξανδρος ὁ Ζαβινᾶς ἐπικληθείς, ἀξιολόγων ἡγεμόνων ἀποστάντων Ἀντιπάτρου καὶ Κλονίου καὶ Ἀερόπου, τούτους καταλαβομένους Λαοδίκειαν ἐξεπολιόρκησεν καὶχρησάμενος μεγαλοψύχως αὐτοῖς ἀπέλυσε τῶν ἐγκλημάτων· ἦν γὰρ πρᾶος καὶ συγγνωμονικός, ἔτι δὲ ἐν ταῖς ὁμιλίαις καὶ ἐν ταῖς ἐντεύξεσι προσηνής. ὧν χάριν διαφερόντως ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο. 344. (34 ετ 35, 23). Ὅτι Σεξτίου τὴν τῶν Γαλατῶν πόλιν ἑλόντος καὶ τοὺς ἐν αὐτῇ λαφυροπωλοῦντος, Κράτων τις ὄνομα γεγονὼς φιλορώμαιος καὶ διὰ τοῦτο πολλὰς ὕβρεις καὶ βασάνους ὑπὸ τῶν ἀποστάντων πολιτῶν ὑπομεμενηκὼς ἤγετο δέσμιος μετὰ τῶν ἄλλων αἰχμαλώτων. ἰδὼν δὲ χρηματίζοντα τὸν ὕπατον καὶ δηλώσας, ὅστις ἦν καὶ ὅτι πολλοὺς καὶ πολλάκις ὑπὸ τῶν πολιτῶν ὑποστὰς κινδύνους ὥσπερ ὑπὲρ Ῥωμαίων πολιτευόμενος, οὐ μόνον αὐτὸς μεθ' ὅλης τῆς συγγενείας ἀπολυθεὶς ἀπέλαβε τὴν κτῆσιν, ἀλλὰ καὶ διὰ τὴν εἰς τοὺς Ῥωμαίους εὔνοιαν ἐξουσίαν ἔλαβεν ἐννακοσίους τῶν πολιτῶν ἐκ τῆς δουλείας ἐξελέσθαι· ὁ γὰρ ὕπατος μεγαλοψυχότερον τῆς ἰδίας ἐλπίδος αὐτῷ προσηνέχθη, πρὸ ὀφθαλμῶν τιθεὶς τοῖς Γαλάταις τὴν εἰς ἑκάτερον μέρος τῶν Ῥωμαίων ὑπερβολὴν τῆς φιλανθρωπίας καὶ τιμωρίας. 345. (34 ετ 35, 28). Ὅτι ὁ Ἀλέξανδρος οὐ πιστεύων τοῖς ὄχλοις διά τε τὴν ἀπειρίαν τῶν ἐν τῷ πολέμῳ κινδύνων καὶ τὴν πρὸς τὰς μεταβολὰς ὀξύτητα παρατάξασθαι μὲν οὐκ ἐτόλμησε, διενοεῖτο δὲ συσκευάσασθαι τὰ βασιλικὰ χρήματα καὶ τὰ τῶν θεῶν ἀναθήματα συλῆσαι καὶ μετὰ τούτων νυκτὸς ἀπᾶραι εἰς τὴν Ἑλλάδα. συλᾶν δὲ ἐπιβαλόμενος διὰ τινῶν βαρβάρων τὸ τοῦ Διὸς ἱερὸν καὶ φωραθεὶς ἐκινδύνευσε μὲν μετὰ τῆς δυνάμεως ἐκ χειρὸς τυχεῖν τῆς ἁρμοττούσης τιμωρίας, φθὰς δὲ καὶ διαδρὰς μετ' ὀλίγων ἐπεβάλετο φεύγειν εἰς Σελεύκειαν. τῆς δὲ φήμης αὐτὸν καταταχούσης, οἱ Σελευκεῖς ἀκούσαντες τὰ περὶ τὴν ἱεροσυλίαν ἀπέκλεισαν αὐτὸν τῆς πόλεως. ὁ δὲ ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς ὥρμησε φεύγειν ἐπὶ τὸ Πισίδιον*, ἀντεχόμενος τῶν παραθαλαττίων τόπων. 346. (34 ετ 35, 29). Ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου τῶν γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῷ πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῇ συμφορᾷ τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικεκηρυχὼς τῷ τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέφαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον· ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίᾳ φιλίας. ὁμοίως δὲ οἱ
q.152
Φλάκκοι διεχειρίσθησαν. 347. (34 ετ 35, 31). Ὅτι κατὰ τὴν Λιβύην παραταξαμένων ἀλλήλοις τῶν βασιλέων, Ἰογόρθας κρατήσας τῇ μάχῃ πολλοὺς ἀνεῖλε τῶν Νομάδων· ὁ δὲ Ἀτάρβας ὁ ἀδελφὸς αὐτοῦ καταφυγὼν εἰς Κίρταν καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἐξαπέστειλε πρεσβευτὰς εἰς Ῥώμην μὴ περιιδεῖν βασιλέα φίλον καὶ σύμμαχον κινδυνεύοντα. ἡ δὲ σύγκλητος ἔπεμψε πρέσβεις λύσειν τὴν πολιορκίαν. οὐ προσέχοντος δὲ Ἰογόρθα, πάλιν ἑτέρους ἔπεμψαν ἀξίωμα μεῖζον ἔχοντας. ὁμοίως δὲ καὶ τούτων ἀπράκτων ἐπανελθόντων, ὁ Ἰογόρθας περιταφρεύσας τὴν πόλιν ἐνδείᾳ κατεπόνησε τοὺς ἐν τῇ πόλει· τὸν δὲ ἀδελφὸν ἐξελθόντα μεθ' ἱκετηρίας καὶ τῆς μὲν βασιλείας ἐξιστάμενον, τὸ δὲ ζῆν αἰτούμενον ἀπέσφαξεν, οὐκ ἐντραπεὶς οὔτε συγγένειαν οὔτε τὸν τῆς ἱκεσίας νόμον. ὁμοίως δὲ καὶ τῶν Ἰταλῶν τοὺς συμμαχήσαντας τἀδελφῷ πάντας αἰκισάμενος ἀπέκτεινεν. 348. (34 ετ 35, 33, 1). Ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ' ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζόμενος. ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζεσθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, ὁ δὲ τὴν Ἱσπανίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προσηγορίας. καὶ πρὸς δὲ τῇ κοινῇ τοῦ γένους δόξῃ πατέρα καὶ πάππον ἔσχεν ἐπιφανεστάτους Ῥωμαίων. ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα τῆς συγκλήτου τῶν πλείστων ἄριστος ἐκρίθη. ἐν μὲν γὰρ τοῖς τῆς Σιβύλλης χρησμοῖς εὑρέθη γεγραμμένον, ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύσασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν. καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῇ Ῥώμῃ γενέσθαι, πανδημεὶ τῆς ἀπαντήσεως γενομένης, καὶ τῶν τε ἀνδρῶν τὸν ἄριστον καὶ γυναικῶν ὁμοίως τὴν ἀγαθὴν† καὶ τούτους ἀφηγεῖσθαι τῆς ἀπαντήσεως γενομένης καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία. οὐ μόνον γὰρ τῇ πρὸς θεοὺς εὐσεβείᾳ διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξεν καὶ συνετὸς ἐν τῷ τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ' ἕκαστον ἐν τῇ συγκλήτῳ κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης Καρχηδόνα μὴ εἶναι. καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ' ἑτέρων τινῶν ἀεὶ ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον ἀπεφαίνετο, Καρχηδόνα διὰ παντὸς εἶναι. ἑκατέρα μὲν οὖν ἀπόφασις ἐδόκει τῷ συνεδρίῳ μεγάλην ἔχειν ἀναθεώρησιν· τοῖς δὲ διαφέρουσι τῇ φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς Ῥώμης ἰσχύν, ἀλλ' ἐκ τοῦ φαίνεσθαι τῶν μεγάλων μείζονα. πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥωμαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν· ὧν οὐδὲν κάλλιόν ἐστιν πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλεμος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε καὶ παρανομίαν. ἅπερ ἅπαντα συνέβη τῇ Ῥώμῃ μετὰ τὴν τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀποστάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. ὁ τούτου δὲ υἱὸς πρεσβύτης ἦν τὴν ἡλικίαν καὶ Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρήσαντα ταῖς ἰδίαις χερσὶν ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. τῆς δὲ συγκλήτου* ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δράσαντας, ἔτι δὲ τῶν δημάρχων καθ' ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἔστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν
q.153
ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς ἀποκρίσεις ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ' ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὅτι τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος καίπερ ἀγανακτῶν ἡσύχασεν ἐντραπεὶς τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. ἀλλὰ μὴν καὶ ὁ τούτου υἱὸς κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσας ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον διετέλεσεν, μετασχὼν δὲ τῆς πολιτείας καὶ τῷ βίῳ πρὸς ἀλήθειαν ἀλλ' οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας ἀκόλουθον ἔσχε τῇ τοῦ γένους διαδοχῇ καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν. 349. (34 ετ 35, 34). Ὅτι ὁ Ἀντίοχος ὁ Κυζικηνὸς ἀρτίως παρειληφὼς τὴν βασιλείαν ἐξέπεσεν εἰς μέθας καὶ τρυφὴν ἀγεννῆ καὶ ζηλώματα βασιλείας ἀλλοτριώτατα. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς καὶ τὰ τούτων ἐπιτηδεύματα μανθάνειν ἐφιλοτιμεῖτο. ἐπετήδευσε δὲ καὶ νευροσπαστεῖν καὶ δι' αὑτοῦ κινεῖν ζῶα πενταπήχεα κατάργυρα καὶ κατάχρυσα καὶ ἕτερα πλείονα τοιαῦτα μηχανήματα. οὐκ εἶχε δ' ἑλεπόλεων οὐδὲ ὀργάνων πολιορκητικῶν κατασκευάς, ἃ καὶ δόξαν μεγάλην καὶ χρείας ἀξιολόγους ἂν παρέσχετο. ἐνεθουσία δὲ καὶ πρὸς κυνηγεσίας ἀκαίρους καὶ πολλάκις νύκτωρ λάθρα τῶν φίλων μετὰ δυεῖν ἢ τριῶν οἰκετῶν ἐξιὼν ἐπὶ τὴν χώραν ἐκυνήγει λέοντας καὶ παρδάλεις καὶ ὗς ἀγρίους. παραβόλως δὲ συμπλεκόμενος ἀλόγοις θηρίοις πολλάκις ἦλθεν εἰς τοὺς ἐσχάτους κινδύνους. 350. (34 ετ 35, 35). Ὅτι Μικίψας ὁ Μασσανάσσου υἱὸς τοῦ Νομάδων βασιλέως εἶχε καὶ ἄλλους υἱοὺς πλείους, μάλιστα δὲ προτετιμημένους Ἀτάρβαν τὸν πρεσβύτερον τῶν παίδων καὶ Ἰάμψαμον καὶ Μικίψαν. ὃς ἐπιεικέστατος τῶν κατὰ Λιβύην βασιλέων γενόμενος καὶ πολλοὺς τῶν πεπαιδευμένων Ἑλλήνων μεταπεμπόμενος συνεβίου τούτοις. πολλὴν δὲ ἐπιμέλειαν ποιούμενος παιδείας, μάλιστα δὲ φιλοσοφίας ἐνεγήρασε τῇ δυναστείᾳ καὶ τῇ φιλοσοφίᾳ. 351. (34 ετ 35, 36). Ὅτι Κοντωνιατός τις ὁ βασιλεὺς τῆς Γαλατικῆς πόλεως τῆς οὕτω καλουμένης Ἰοντώρας συνέσει καὶ στρατηγίᾳ διάφορος ἦν, φίλος δὲ καὶ σύμμαχος Ῥωμαίων, ὡς ἂν ἐν τοῖς ἔμπροσθεν χρόνοις διατετριφὼς ἐν Ῥώμῃ καὶ κεκοινωνηκὼς ἀρετῆς καὶ ἀγωγῆς νομίμου, διὰ Ῥωμαίων δὲ παρειληφὼς τὴν ἐν Γαλατίᾳ βασιλείαν. 352. (34 ετ 35, 38, 1). Ὅτι ὁ Μάριος εἷς ὢν τῶν συμβούλων καὶ τῶν πρεσβευτῶν ὑπὸ τοῦ στρατηγοῦ παρεθεωρεῖτο, ταπεινότατος ὢν τῶν πρεσβευτῶν τῇ δόξῃ. οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀξιώμασι καὶ ταῖς εὐγενείαις ὑπερέχοντες μεγάλης ἀποδοχῆς ἐτύγχανον ὑπὸ τοῦ στρατηγοῦ, οὗτος δὲ δοκῶν γεγονέναι δημοσιώνης καὶ τὰς ὑποδεεστέρας ἀρχὰς μόγις εἰληφὼς ἐν ταῖς εἰς δόξαν προαγωγαῖς παρεθεωρεῖτο. καὶ τῶν μὲν ἄλλων ἕκαστος περιφεύγων πᾶσαν τοῖς πολεμικοῖς ἔργοις κακοπάθειαν ᾑρεῖτο τὴν ῥᾳθυμίαν καὶ ῥᾳστώνην, ο̣ ὑ῀̣ τ̣ ο̣ ς̣ δ̣ ε`̣ π̣ ρ̣ ο`̣ ς̣ τ̣ ο̣ υ`̣ ς̣ ἐν ταῖς μάχαις κινδύνους πολλάκις ἡγεμὼν ἐκπεμπόμενος τὴν μὲν ἐκ τούτων ἀτιμίαν προσεποιεῖτο· ὁμοίως δ' ἑαυτὸν εἰς τὰς τοιαύτας λειτουργίας ἐπιδιδοὺς πολλὴν ἐμπειρίαν περιεποιήσατο τῶν πολεμικῶν ἔργων. ὢν δὲ εὐφυὴς πρὸς ἀγῶνας καὶ κινδύνους καὶ τούτους ὑπομένων προθύμως ταχὺ μεγάλην ἐκτήσατο δύναμιν καὶ δόξαν ἐπ' ἀνδρείᾳ. ἐπιεικῶς δὲ τοῖς στρατιώταις προσφερόμενος καὶ ταῖς δωρεαῖς καὶ ταῖς ὁμιλίαις καὶ συμπεριφοραῖς κεχαρισμέναις τοῖς ὑποτεταγμένοις χρώμενος μεγάλην εὔνοιαν ἐν τοῖς στρατιώταις περιεποιήσατο. πάντες γὰρ τῆς εὐεργεσίας χάριν ἀποδιδόντες ἐν ταῖς μετὰ τούτου μάχαις φιλοτιμότερον ἠγωνίζοντο, συναύξοντες αὐτοῦ τὴν ἡγεμονίαν· εἰ δὲ τύχοι τις τῶν ἄλλων πρεσβευτῶν ἡγούμενος, ἐθελοκακοῦντες ἀπεδειλίων κατὰ τοὺς ἀναγκαιοτάτους καιρούς. καὶσυνέβαινε κατὰ τὸ πλεῖστον ἐν μὲν ταῖς τῶν ἄλλων ἡγεμονίαις Ῥωμαίους ἡττᾶσθαι, κατὰ δὲ τὰς τοῦ Μαρίου παρουσίας ἀεὶ νικᾶν. 353. (36, 11, 1). Ὅτι οὐ μόνον τὸ πλῆθος τῶν οἰκετῶν τὸ πρὸς τὴν ἀπόστασιν ὡρμημένον κατέτρεχεν, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ τὰς ἐπὶ χώρας κτήσεις οὐκ ἔχοντες ἐτρέποντο πρὸς ἁρπαγὴν καὶ παρανομίαν. οἱ γὰρ ἐλλιπεῖς ταῖς οὐσίαις διὰ
q.154
τὴν ἀπορίαν ἅμα καὶ παρανομίαν ἐξεχέοντο κατὰ συστροφὰς ἐπὶ τὴν χώραν καὶ τὰς μὲν ἀγέλας τῶν θρεμμάτων ἀπήλαυνον, τοὺς δὲ ἐν τοῖς σταθμοῖς τεθησαυρισμένους καρποὺς διήρπαζον καὶ τοὺς περιτυγχάνοντας ἀνέδην ἐλευθέρους τε καὶ δούλους ἐφόνευον, ὅπως μηδεὶς ἀπαγγείλῃ τὴν περὶ αὐτοὺς ἀπόνοιάν τε καὶ παρανομίαν. ἀναρχίας δ' οὔσης διὰ τὸ μηδεμίαν Ῥωμαϊκὴν ἀρχὴν δικαιοδοτεῖν, πάντες ἀνυπεύθυνον ἐξουσίαν ἔχοντες πολλὰς καὶ μεγάλας συμφορὰς ἀπειργάζοντο· διὸ καὶ πᾶς τόπος ἔγεμεν ἁρπαγῆς βιαίου ταῖς τῶν εὐπόρων οὐσίαις ἐνεξουσιαζούσης. οἱ δὲ πρότερον ἐν ταῖς πόλεσιν πρωτεύοντες ταῖς τε δόξαις καὶ τοῖς πλούτοις τότε διὰ τὴν ἀνέλπιστον τῆς τύχης μεταβολὴν οὐ μόνον ὑπὸ τῶν δραπετῶν ὑβριστικῶς ἀπέβαλλον τὰς εὐπορίας, ἀλλὰ καὶ ὑπὸ τῶν ἐλευθέρων ἐπηρεαζόμενοι καρτερεῖν ἠναγκάζοντο. διὸ καὶ πάντες ὑπελάμβανον τὰ μὲν ἐντὸς τῶν πυλῶν μόγις ὑπάρχειν ἴδια, τὰ δὲ ἐκτὸς τῶν τειχῶν ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρατίας εἶναι. καθόλου δ' ἦν κατὰ πόλεις φυρμὸς καὶ σύγχυσις τῶν κατὰ νόμους δικαίων. οἱ γὰρ ἀποστάται τῶν ὑπαίθρων κρατοῦντες ἀνεπίβατον ἐποιοῦντο τὴν χώραν, μνησικακοῦντες τοῖς δεσπόταις, οὐκ ἐμπιπλάμενοι δὲ τῶν ἀνελπίστων εὐτυχημάτων· οἱ δὲ ἐντὸς τῶν τειχῶν δοῦλοι νοσοῦντες ταῖς ψυχαῖς καὶ μετεωριζόμενοι πρὸς ἀπόστασιν φοβερώτατοι τοῖς κυρίοις ὑπῆρχον. 354. (36, 12). Ὅτι Σατορνῖνος ὁ ὕπατος ζηλώσας βίον ἀκόλαστον καὶ ταμίας ὑπάρχων εἰς τὴν ἐξ Ὠστίας εἰς Ῥώμην τοῦ σίτου παρακομιδὴν ἐτάχθη, διὰ δὲ τὴν ῥᾳθυμίαν καὶ φαυλότητα τῆς ἀγωγῆς δόξας κακῶς προεστάναι τῆς προειρημένης ἐπιμελείας ἐπιτιμήσεως ἔτυχε προσηκούσης· ἡ δὲ σύγκλητος παρελομένη τὴνἐξουσίαν παρέδωκεν ἄλλοις τὴν ἐπιστασίαν ταύτην. διορθωσάμενος δὲ τὴν προϋπάρχουσαν ἀκολασίαν καὶ τοῦ σώφρονος ἀντεχόμενος βίου δημαρχίας ὑπὸ τοῦ δήμου κατηξιώθη. 355. (36, 16). Ὅτι περὶ τῆς τοῦ Μετέλλου φυγῆς ἐπ' ἔτη δύο γινομένων λόγων ἐν ταῖς ἐκκλησίαις, ὁ υἱὸς αὐτοῦ κόμην ὑποτρέφων καὶ πώγωνα καὶ πιναρὰν ἔχων ἐσθῆτα περιῄει κατὰ τὴν ἀγοράν, δεόμενος τῶν πολιτῶν καὶ μετὰ δακρύων προσπίπτων τοῖς ἑκάστου γόνασιν ᾐτεῖτο τὴν τοῦ πατρὸς κάθοδον. ὁ μὲν οὖν δῆμος καίπερ οὐ βουλόμενος ἀφορμὴν διδόναι τοῖς φυγάσι τῆς καθόδου παρὰ τοὺς νόμους, ὅμως διὰ τὸν ἔλεον τοῦ νεανίσκου καὶ τὴν ὑπὲρ τοῦ γονέως σπουδὴν κατήγαγε τὸν Μέτελλον καὶ τὸν υἱὸν αὐτοῦ διὰ τὴν περὶ τὸν γεννήσαντα γεγενημένην φιλοτιμίαν Εὐσεβῆ προσηγόρευσεν. 356. (37, 3, 1). Ὅτι τὸ παλαιὸν οἱ Ῥωμαῖοι νόμοις τε καὶ ἀγωγαῖς ἀρίστοις χρώμενοι κατ' ὀλίγον ηὐξήθησαν ἐπὶ τοσοῦτον, ὥστε ἡγεμονίαν ἐπιφανεστάτην καὶ μεγίστην τῶν μνημονευομένων κατακτήσασθαι. ἐν δὲ τοῖς νεωτέροις καιροῖς, καταπεπολεμημένων μὲν τῶν πλείστων ἐθνῶν, πολυχρονίου δὲ εἰρήνης γενομένης, μετέπεσεν ἐν τῇ Ῥώμῃ τὸ τῆς ἀρχαίας ἀγωγῆς εἰς ὀλέθριον ζῆλον. ἐτράπησαν γὰρ οἱ νέοι μετὰ τὴν ἐκ τῶν πολέμων ἄνεσιν εἰς τρυφὴν καὶ ἀκολασίαν, χορηγὸν ἔχοντες τὸν πλοῦτον ταῖς ἐπιθυμίαις. προεκρίνετο γὰρ κατὰ τὴν πόλιν τῆς μὲν λιτότητος ἡ πολυτέλεια, τῆς δὲ τῶν πολεμικῶν ἔργων μελέτης ἡ ῥᾳστώνη, μακάριος δ' ὑπείληπτο τοῖς πολλοῖς οὐχ ὁ ταῖς ἀρεταῖς κεκοσμημένος, ἀλλ' ὁ ταῖς προσηνεστάταις ἡδοναῖς πάντα τὸν τοῦ ζῆν χρόνον ἐπαπολαύων. διὸ καὶ δείπνων πολυδαπάνων παραθέσεις ἐπεπόλασαν καὶ μύρων θαυμαζομένων εὐωδίαι καὶ στρωμνῆς ἀνθινῆς καὶ μεγαλοπλούτου παρασκευαὶ τρικλίνων καὶ ἐλέφαντος καὶ ἀργύρου καὶ τῶν ἄλλων τῶν πολυτελεστάτων ὑλῶν περιττῶς δεδημιουργημένων κατασκευαί. τῶν δὲ οἴνων ὁ μὲν μετρίως τέρπων τὴν γεῦσιν ἀπεδοκιμάζετο, Φαλερῖνος δὲ καὶ Χῖος καὶ πᾶς ὁ τούτοιςἐφάμιλλον ἔχων ἡδονήν, ἰχθύων τε καὶ τῶν ἄλλων χρηστῶν τὰ πρωτεύοντα πρὸς ἀπόλαυσιν ἀνέδην ἀνηλίσκοντο. ἀκολούθως δὲ τούτοις οἱ νέοι κατὰ τὴν ἀγορὰν ἐφόρουν ἐσθῆτας διαφόρους μὲν ταῖς μαλακότησι, διαφανεῖς δὲ κατὰ τὴν λεπτότητα ταῖς γυναικείαις παρεμφερεῖς. καὶ πάντα τὰ πρὸς ἡδονὴν καὶ ἀλαζονείαν ὀλέθριον ἀνήκοντα παρασκευαζόμενα ταχὺ
q.155
τὰς τούτων τιμὰς εἰς ἄπιστον ὑπερβολὴν ἤγαγεν. τοῦ μὲν γὰρ οἴνου τὸ κεράμιον ἐπωλεῖτο δραχμῶν ρʹ, τῶν δὲ Ποντικῶν ταρίχων τὸ κεράμιον δραχμῶν υʹ, τῶν δὲ μαγείρων οἱ διαφέροντες ὀψαρτυτικαῖς φιλοτεχνίαις ταλάντων δʹ, οἱ δὲ ταῖς εὐμορφίαις ἐκ* παράκοιτοι πολλῶν ταλάντων. ἀδιορθώτου δ' οὔσης τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς, ἐπεβάλοντό τινες τῶν τὰς ἀρχὰς λαμβανόντων ἐν ταῖς ἐπαρχίαις μετατίθεσθαι τὸν τῆς προειρημένης ἀγωγῆς ζῆλον καὶ τὸν ἑαυτῶν βίον περίοπτον ὄντα διὰ τὴν ἐξουσίαν ἀρχέτυπον εἰς μίμησιν τιθέναι τῶν καλῶν ἐπιτηδευμάτων. 357. (37, 5, 1). Ὅτι Κόϊντος Σκαιουόλας μεγίστην εἰσηνέγκατο σπουδὴν διὰ τῆς ἰδίας ἀρετῆς διορθώσασθαι τὴν φαυλότητα τοῦ ζήλου. ἐκπεμφθεὶς γὰρ εἰς τὴν Ἀσίαν στρατηγός, ἐπιλεξάμενος τὸν ἄριστον τῶν φίλων σύμβουλον Κόϊντον Ῥοτίλιον μετ' αὐτοῦ συνήδρευε βουλευόμενος καὶ πάντα διατάττων καὶ κρίνων τὰ κατὰ τὴν ἐπαρχίαν. καὶ πᾶσαν τὴν δαπάνην ἔκρινεν ἐκ τῆς ἰδίας οὐσίας ποιεῖσθαι τοῖς τε συνεκδήμοις καὶ αὑτῷ. εἶτα λιτότητι καὶ ἀφελείᾳ χρώμενος καὶ ἀκεραίῳ τῇ δικαιοσύνῃ τὴν ἐπαρχίαν ἀνέλαβεν ἐκ τῶν προγεγονότων ἀκληρημάτων. οἱ γὰρ προγεγονότες κατὰ τὴν Ἀσίαν δημοσιώνας κοινωνοὺς ἐσχηκότες τοὺς ἐν τῇ Ῥώμῃ τὰς δημοσίας κρίσεις καταδικάζοντας ἀνομημάτων ἐπεπληρώκεσαν τὴν ἐπαρχίαν. 358. (37, 5, 2). Ὅτι Λεύκιος ὁ Σκαιουόλας ταῖς μὲν δικαιοδοσίαις ἀδιαφθόροις καὶ ἀκριβέσι χρησάμενος οὐ μόνον πάσης συκοφαντίας ἀπήλλαξε τοὺς κατὰ τὴν ἐπαρχίαν, ἀλλὰ καὶ τὰ τῶν δημοσιωνῶν ἀνομήματα διωρθώσατο. πᾶσι γὰρ τοῖς ἠδικημένοιςἀκριβῆ κριτήρια προστατεύων* καταδίκους ἐν ἅπασιν ἐποίει τοὺς δημοσιώνας καὶ τὰς μὲν ἀργυρικὰς βλάβας τοῖς ἠδικημένοις ἐκτίνειν ἠνάγκαζε, τὰ δὲ θανατικὰ τῶν ἐγκλημάτων ἠξίου κρίσεως θανατικῆς. ὅτε δὴ τὸν κορυφαῖον τούτων οἰκονόμον διδόντα μὲν ὑπὲρ τῆς ἐλευθερίας πολλὰ χρήματα καὶ συμπεφωνηκότα πρὸς τοὺς κυρίους, φθάσας τὴν ἀπολύτρωσιν καὶ θανάτου καταδικάσας ἀνεσταύρωσεν. 359. (37, 5, 4). Ὅτι ὁ αὐτὸς τοὺς δημοσιώνας κατεδίκαζε καὶ τοῖς ἠδικημένοις ἐνεχείριζε. καὶ συνέβαινε τοὺς ὀλίγῳ πρότερον διὰ τὴν καταφρόνησιν καὶ πλεονεξίαν πολλὰ παρανομοῦντας παρ' ἐλπίδας ὑπὸ τῶν ἠδικημένων ἀπάγεσθαι πρὸς τοὺς καταδίκους. καὶ τὰς συνήθεις τοῖς στρατηγοῖς καὶ συνεκδήμοις δαπάνας ἐκ τῆς ἰδίας οὐσίας ποιούμενος ταχὺ τὰς εὐνοίας τῶν συμμαχούντων εἰς τὴν Ῥώμην ἀνεκτήσατο. 360. (37, 8, 1). Ὅτι Λεύκιος Ἀσύλλιος* πατρὸς μὲν ὑπάρχων τεταμιευκότος, ἐκπεμφθεὶς δὲ στρατηγὸς εἰς Σικελίαν κατέλαβε τὴν ἐπαρχίαν διεφθαρμένην. ἀνεκτήσατο δὲ τὴν νῆσον χρησάμενος τοῖς καλλίστοις ἐπιτηδεύμασιν. παραπλησίως γὰρ τῷ Σκαιουόλᾳ προεχειρίσατο τὸν ἄριστον τῶν φίλων πρεσβευτήν τε καὶ σύμβουλον, ὃς ἦν Γάϊος, ἐπικαλούμενος δὲ Λόγγος, ζηλωτὴς τῆς ἀρχαίας καὶ σώφρονος ἀγωγῆς, καὶ Πόπλιον σὺν τούτῳ, πρωτεύοντα τῇ δόξῃ τῶν ἐν Συρακούσαις κατοικούντων ἱππέων· χωρὶς γὰρ τῶν ἐκ τῆς τύχης ἀγαθῶν καὶ ταῖς κατὰ ψυχὴν ἀρεταῖς διέφερεν. σημεῖον δὲ τῆς εὐσεβείας αἱ θυσίαι καὶ αἱ ἐν τοῖς ἱεροῖς κατασκευαὶ καὶ τὰ ἀναθήματα, τὸ δὲ τῆς σωφροσύνης τὸ τὰς αἰσθήσεις μέχρι τῆς ἐσχάτης τοῦ βίου γραμμῆς ἀσινεῖς ἔχειν, τὸ δὲ τῆς παιδείας τε καὶ φιλανθρωπίας τὸ προτιμᾶσθαι παρ' αὐτῷ περιττότερον τοὺς πεπαιδευμένους. καθόλου δὲ τοὺς ἀπό τινος ἐπαινουμένης μούσης ὁρμωμένους εὐεργέτει, συλλαμβάνων ἐκ τῆς ἰδίας οὐσίας ἀφειδῶς. οἷς δυσὶν ὁ Σύλλιος* προσαναπαυόμενος ὁμοτοίχους μὲν οἰκίας εἰς κατάλυσιν παρεσκευάσατο, συνήδρευε δὲ μετὰ τούτων τὰ κατὰ τὴν δικαιοδοσίαν ἐπακριβούμενος καὶ πάντα φιλοτεχνῶν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἐπαρχίας. 361. (37, 8, 4). Ὅτι ὁ αὐτὸς τὴν δικαιοδοσίαν πρὸς τὰ συμφέροντα φιλοτιμηθεὶς τὴν συκοφαντίαν ἐκ τῆς ἀγορᾶς ἐφυγάδευσε, τῆς δὲ τῶν ἀσθενεστέρων βοηθείας μεγίστην ἐποιήσατο φροντίδα. τῶν γὰρ ἄλλων στρατηγῶν εἰωθότων διδόναι προστάτας τοῖς ὀρφανοῖς καὶ γυναιξὶν ἐρήμοις συγγενῶν, οὗτος ἑαυτὸν τούτων ἀνέδειξε φροντιστήν· διά τε τῆς ἰδίας
q.156
σκέψεως καὶ φροντίδος διακρίνων τὰς ἐν τούτοις ἀμφισβητήσεις πᾶσιν ἀπένειμε τὴν πρέπουσαν τοῖς καταδυναστευομένοις ἐπικουρίαν. καθόλου δὲ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσας εἰς ἐπανόρθωσιν τῶν βιωτικῶν καὶ τῶν δημοσίων ἀδικημάτων ἀπεκατέστησε τὴν νῆσον εἰς τὴν πάλαι ποτὲ μακαριζομένην εὐδαιμονίαν. 362. (37, 10, 1). Ὅτι Μάρκος Λίβιος Δροῦσος ἀνὴρ νέος μὲν τὴν ἡλικίαν, κεκοσμημένος δὲ πᾶσι τοῖς πρωτείοις. πατρός τε γὰρ ἦν ἐπιφανεστάτου καὶ παρὰ τοῖς πολίταις δι' εὐγένειαν καὶ ἀρετὴν θαυμαστῶς ἀγαπωμένου, αὐτὸς δὲ ὑπῆρχε λόγῳ μὲν δεινότατος τῶν ἡλικιωτῶν, πλούτῳ δὲ πάντας τοὺς πολίτας ὑπερβάλλων. μεγάλην δὲ ἀξιοπιστίαν ἔχων καὶ κατὰ τὰς ὑποσχέσεις ὢν βεβαιότατος, ἔτι δὲ πλήρης εὐγενοῦς φρονήματος. διὸ καὶ μόνος ἔδοξεν ἔσεσθαι προστάτης τῆς συγκλήτου. 363. (37, 13, 1). Ὅτι ὁ τῶν Μαρσῶν ἡγούμενος Πομπαῖος* ἐπεβάλετο μεγάλῃ καὶ παραβόλῳ πράξει. μυρίους γὰρ ἀναλαβὼν ἐκ τῶν τὰς εὐθύνας φοβουμένων ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη προῆγεν ἐπὶ τῆς Ῥώμης. διενοεῖτο δὲ περιστῆσαι τῇ συγκλήτῳ τὰ ὅπλα καὶ τὴν πολιτείαν αἰτεῖσθαι, ἢ μὴ πείσας πυρὶ καὶ σιδήρῳ τὴν ἡγεμονίαν διαλυμήνασθαι. ἀπαντήσαντος δὲ αὐτῷ Γαΐου Δομιτίου καὶ ἐρομένου" ποῖ προάγεις, Πομπαῖε*, μετὰ τοσούτου πλήθους;" 2 εἶπεν" εἰς Ῥώμην ἐπὶ τὴν πολιτείαν, κεκλημένος ὑπὸ τῶν δημάρχων." 2 ὁ δὲ Δομίτιος ὑπολαβὼν ἔφησεν ἀκινδυνότερον αὐτὸν καὶ κάλλιον τεύξεσθαι τῆς πολιτείας, ἂν μὴ πολεμικῶς ἐπὶ τὴν σύγκλητον παραγένηται. ταύτην γὰρ βούλεσθαι τὴν χάρινδοῦναι τοῖς συμμάχοις μὴ βιασθεῖσαν ἀλλ' ὑπομνησθεῖσαν. ὁ δὲ ἱεράν τινα τὴν συμβουλὴν τἀνδρὸς θέμενος καὶ πεισθεὶς τοῖς λόγοις ἐπανῆλθεν ἐπὶ τὴν οἰκείαν. Δομίτιος μὲν οὖν φρονίμοις λόγοις ἐκ μεγάλων κινδύνων ἐξήρπασε τὴν πατρίδα, πολὺ κρείττονα τὴν ὁμιλίαν ποιησάμενος τῆς γενομένης Σερουιλίῳ τῷ στρατηγῷ πρὸς Πικεντίνους. ἐκεῖνος γὰρ οὐχ ὡς ἐλευθέροις καὶ συμμάχοις ὁμιλῶν, ἀλλ' ὡς δούλοις ἐνυβρίζων καὶ φόβων μεγάλων ἀπειλαῖς παρώξυνεν τοὺς συμμάχους ἐπὶ τὴν καθ' ἑαυτοῦ καὶ τῶν ἄλλων τιμωρίαν. οὗτος δὲ πεφρονηματισμένων ἀποστατῶν ἀλόγους ὁρμὰς ἐπιεικέσι λόγοις εἰς εὔνοιαν προετρέψατο. 364. (37, 16). Ὅτι ἦν τις ἐν Ἄσκλῳ παραδεδομένος ὑπὸ Ῥωμαίων εἰς φυλακήν, ὄνομα Ἀγαμέμνων, Κίλιξ δὲ τὸ γένος, διὰ δέ τινα περιπέτειαν καὶ συμμάχων φόνους ἐζωγρημένος. ὃς ὑπὸ τῶν Πικεντίνων ἀπολυθεὶς ἐκ τῆς φυλακῆς διὰ τὴν εὐεργεσίαν προθύμως ἐστρατεύετο. ληστείας δὲ πολλὴν ἐμπειρίαν ἔχων τὴν πολεμίαν χώραν κατέτρεχε μετὰ στρατιωτῶν ὁμοίων ταῖς παρανομίαις. 365. (37, 20). Ὅτι οἱ Πιννῆται δειναῖς συνείχοντο συμφοραῖς. ἀμετάπειστον δ' ἔχοντες τὴν πρὸς Ῥωμαίους συμμαχίαν ἠναγκάζοντο κατεξανίστασθαι τῶν περὶ ψυχὴν παθῶν καὶ περιορᾶν τὰ τέκνα στερισκόμενα τοῦ ζῆν ἐν ὀφθαλμοῖς τῶν γεγεννηκότων. 366. (37, 25). Ὅτι ὁ Σύλλας τὰς πράξεις καλῶς ἐχείριζε καὶ ἐνεργῶς καὶ δόξης καὶ καλῆς φήμης ἐν Ῥώμῃ κατηξιοῦτο, καὶ τὸ πλῆθος ἐδοκίμασεν αὐτὸν ἄξιον ὑπάρχειν ὕπατον αἱρεῖσθαι, καὶ περιβόητος ἦν ἐπ' ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει καὶ καθόλου φανερὸς ὑπῆρχεν εἰς μεῖζον πρόσχημα δόξης προαχθῆναι. 367. (37, 26). Ὅτι ὁ Μιθριδάτης τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατὰ τὴν Ἀσίαν νικήσας καὶ πολλοὺς ζωγρήσας, ἅπαντας τιμήσας καὶ ἐσθῆσι καὶ ἐφοδίοις ἀπέλυσεν εἰς τὰς πατρίδας. διαβοηθείσης δὲ τῆς τοῦ Μιθριδάτου φιλανθρωπίας, ἐνέπεσεν εἰς τὰς πόλεις ὁρμὴ προστίθεσθαι τῷ βασιλεῖ, παρῆν δὲ ὁρᾶν ἀπὸ πασῶν τῶν πόλεων πρεσβευτὰς μετὰ ψηφισμάτων καλούντων αὐτὸν εἰς τὰς ἰδίας πατρίδας καὶ θεὸν καὶ σωτῆρα προσαγορευόντων. ἀκολούθως δὲ τούτοις καὶ κατὰ τὴν παρουσίαν τοῦ βασιλέως ἀπήντων αἱ πόλεις ἐκχεόμεναι πανδημεὶ μετ' ἐσθῆτος λαμπρᾶς καὶ πολλῆς χαρᾶς. 368. (37, 27). Ὅτι κατὰ τὴν Ἀσίαν ἐπικρατοῦντος Μιθριδάτου καὶ τῶν πόλεων ἀφισταμένων ἀκατασχέτως ἀπὸ Ῥωμαίων, οἱ ἐν τῇ Λέσβῳ διέγνωσαν οὐ μόνον ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ, ἀλλὰ καὶ τὸν Ἀκύλλιον εἰς Μιτυλήνην συμπεφευγότα καὶ νοσοκομούμενον παραδοῦναι
q.157
τῷ Μιθριδάτῃ. ἐπιλέξαντες οὖν τῶν νέων τοὺς ἀλκῇ διαφέροντας ἔπεμψαν ἐπὶ τὸ κατάλυμα. οἱ δὲ ἀθρόοι προσπεσόντες τούτῳ καὶ τὸν Ἀκύλλιον ἁρπάσαντες ἔδησαν, ὡς καλλίστην τῷ βασιλεῖ καὶ κεχαρισμένην δωρεὰν ἐκπέμψοντες. ὁ δὲ*** καίπερ νέος ὢν παντελῶς τὴν ἡλικίαν ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν ἡρωικήν· φθάσας γὰρ τοὺς μέλλοντας συναρπάζειν αὐτὸν ἀντὶ τῆς ὕβρεως καὶ τῆς αἰσχρᾶς τιμωρίας ἠλλάξατο θάνατον. σφάζων γὰρ ἑαυτὸν καὶ τῇ δεινότητι τῆς πράξεως καταπληξάμενος τοὺς ἐπ' αὐτὸν ὁρμῶντας ἐποίησε μὴ τολμῆσαι πλησίον αὐτοῦ προελθεῖν· μετὰ πάσης δὲ ἀδείας ἑαυτὸν ἀπαλλάξας τοῦ ζῆν καὶ τῶν ἐπιφερομένων κακῶν περιβόητον ἔσχε τὴν ἐπ' εὐψυχίᾳ δόξαν. 369. (37, 28, 1). Ὅτι καθόλου κατὰ τὴν ναυμαχίαν παρὰ τοῖς Ῥοδίοις πλὴν τοῦ πλήθους τὰ λοιπὰ πάντα μεγάλας εἶχεν ὑπεροχάς, τέχνη κυβερνητῶν, τάξις τῶν νηῶν, ἐρετῶν ἐμπειρία, δυνάμεις ἡγεμόνων, ἐπιβατῶν ἀρεταί· παρὰ δὲ τοῖς Καππάδοξιν ὑπῆρχον ἀπειρίαι καὶ ἀγυμνασίαι καὶ ἡ πάντων τῶν κακῶν παραιτία ἀταξία. προθυμίᾳ μὲν γὰρ οὐκ ἐλείποντο τῶν Ῥοδίων, ὡς ἂν ἔχοντες ἐπίσκοπον καὶ θεατὴν τῶν κινδύνων τὸν βασιλέα καὶ τούτῳ σπεύδοντες ἐνδείκνυσθαι τὴν πρὸς αὐτὸν εὔνοιαν μόνῳ δὲ ὑπερέχοντες τῷ πλήθει τῶν σκαφῶν περιεχέοντο τὰς πολεμίας ναῦς καὶ κυκλοῦντες εἰς μέσον αὐτὰς ἀπελάμβανον. 370. (37, 28, 2). Ὅτι Γάϊος Μάριος τῶν ἀνθρώπων ἐπιφανέστατος γεγονὼς ἐπὶ μὲν τῆς νεότητος ἐζήλωσεν ἀφιλαργυρίαν, τῶν καλῶν ἔργων ὀρεχθείς· καὶ μεγάλας πράξεις ἐπί τε τῆς Λιβύης καὶ τῆς Εὐρώπης κατεργασάμενος περιεποιήσατο τὴν περιβόητον ἐπιφάνειάν τε καὶ δόξαν. ἐπὶ δὲ τοῦ ἐσχάτου γήρως ἐπιθυμήσας τὸν Μιθριδάτου τοῦ βασιλέως πλοῦτον καὶ τὴν ἐν ταῖς κατὰ τὴν Ἀσίαν πόλεσιν εὐπορίαν εἰς τὸν ἴδιον μετενεγκεῖν βίον τοῖς ὅλοις ἔπταισε· τήν τε γὰρ αὐτῷ προϋπάρχουσαν εὐδαιμονίαν κατῄσχυνε καὶ τοῦ Σύλλα Κορνηλίου τὴν δεδομένην ἐπαρχίαν παραιρούμενος παρανόμως τῇ προσηκούσῃ περιέπεσε συμφορᾷ. οὐ μόνον δὲ τὸν ἐπιθυμηθέντα πλοῦτον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὴν ἰδίαν οὐσίαν προσαπέβαλε, δημευθείσης [δὲ] αὐτοῦ τῆς ὑπάρξεως διὰ τὴν τῆς πλεονεξίας ὑπερβολήν. καταγνωσθεὶς δὲ ὑπὸ τῆς πατρίδος θανάτῳ καὶ διαδρὰς τὴν παραυτίκα τιμωρίαν ἠλᾶτο κατὰ τὴν χώραν μόνος φεύγων. καὶ τέλος ἐξέπεσε τῆς Λιβύης εἰς τὴν Νομαδίαν δοῦλος*, ἄπορος, ἔρημος σφῶν*. ὕστερον δὲ τῆς Ῥώμης ἐμπεσούσης εἰς πολέμους ἐμφυλίους, συνεργήσας τοῖς τῆς πατρίδος πολεμίοις οὐκ ἠρκέσθη τῇ καθόδῳ, πόλεμον δὲ ἐκκαύσας καὶ τυχὼν ὑπατείας τὸ ζʹ οὐκ ἐτόλμησεν ἔτι τῆς τύχης λαβεῖν πεῖραν, δεδιδαγμένος περὶ τῆς κατ' αὐτὴν ἀβεβαιότητος μεγάλοις συμπτώμασι· προορώμενος γὰρ τὸν ἀπὸ τοῦ Σύλλα πόλεμον ἐπικρεμάμενον τῇ Ῥώμῃ μετέστησεν ἑαυτὸν ἐκ τοῦ ζῆν ἑκουσίως. ἀπολιπὼν δὲ ἀρχὰς μεγάλας πολέμων αἴτιος ἐγένετο τῷ τε υἱῷ καὶ τῇ πατρίδι τῶν ἐσχάτων ἀκληρημάτων· ὁ μὲν γὰρ ἀναγκασθεὶς πολεμεῖν τοῖς κρείττοσι κατέστρεψεν ἀτυχῶς τὸν βίον συμπεφευγὼς ἐν τῇ διώρυγι, οἱ δὲ ἐν τῇ Ῥώμῃ καὶ κατὰ τὰς ἐν Ἰταλίᾳ πόλεις ἐμπεσόντες εἰς τὸν πάλαι προκείμενον πόλεμον ταῖς προκατεσκευασμέναις περιέπεσον συμφοραῖς. οἱ μὲν γὰρ ἐπιφανέστατοι τῶν Ῥωμαίων, Σκαιουόλαν καὶ Κράσσον φημί, ἐν συγκλήτῳ μιαιφονηθέντες ἀκρίτως προεσήμηναν ταῖς ἰδίαις ἀτυχίαις τὸ μέγεθος τῶν ἐσομένων κατὰ τὴν Ἰταλίαν ἀτυχημάτων· οἱ πλεῖστοι γὰρ τῶν συγκλητικῶν καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ὑπὸ τῶν περὶ τὸν Σύλλαν ἀνῃρέθησαν, στρατιῶται δὲ ἐν ταῖς στάσεσι καὶ μάχαις κατεκόπησαν οὐκ ἐλάττους τῶν ιʹ μυριάδων. καὶ ταῦτα πάντα συνέβη τοῖς ἀνθρώποις διὰ τὸν ἐξ ἀρχῆς ἐπιθυμηθέντα πλοῦτον ὑπὸ Μαρίου. 371. (38 ετ 39, 3). Ὅτι Μερόλας ὁ αἱρεθεὶς ὕπατος εἰς τὸν τοῦ Κίννα τόπον μετὰ τὸ σύνθεσιν ποιήσασθαι τὸ δήπερ αὐτὸν ὑπατεῦσαι ἔδοξε πρᾶξιν ἀγαθοῦ σφόδρα πολίτου πρᾶξαι. ἔν τε γὰρ τῷ συνεδρίῳ καὶ τῷ δήμῳ διαλεγόμενος περὶ τῶν κοινῇ συμφερόντων ἀρχηγὸς ἐπηγγείλατο γενέσθαι τῆς ὁμονοίας· ἄκων γὰρ ᾑρημένος ὕπατος ἑκουσίως ἔφη παραχωρήσειν τῷ Κίννᾳ τῆς ἀρχῆς καὶ
q.158
παραχρῆμα ἰδιώτης ἐγένετο. ἡ δὲ σύγκλητος ἐξέπεμψε πρεσβευτὰς τοὺς ποιησομένους τὰς συνθήκας καὶ τὸν Κίνναν ὕπατον εἰσάξοντας εἰς τὴν πόλιν. 372. (38 ετ 39, 7). Ὅτι ὁ Σύλλας χρημάτων ἀπορούμενος ἐπέβαλε τὰς χεῖρας τρισὶν ἱεροῖς, ἐν οἷς ἀναθημάτων ἀργυρῶν τε καὶ χρυσῶν πλῆθος ἦν, ἐν μὲν Δελφοῖς τῷ Ἀπόλλωνι καθιερωμένα, ἐν Ἐπιδαύρῳ δὲ τῷ Ἀσκληπιῷ, ἐν Ὀλυμπίᾳ δὲ τῷ Διί. πλεῖσταδὲ ἔλαβεν ἐξ Ὀλυμπίας διὰ τὸ μεμενηκέναι τὸ ἱερὸν τοῦτο ἄσυλον ἐξ αἰῶνος· τῶν γὰρ ἐν Δελφοῖς χρημάτων Φωκεῖς τὰ πλεῖστα διεφόρησαν ἐν τῷ ἱερῷ κληθέντι πολέμῳ. ὁ δὲ Σύλλας πολὺν ἄργυρον καὶ χρυσόν, ἔτι δὲ τὴν ἄλλην πολυτελῆ κατασκευὴν ἀναλαβὼν ἤθροισε χρημάτων πλῆθος πρὸς τοὺς ἐν Ἰταλίᾳ προσδοκωμένους πολέμους. ἀδεισιδαιμόνως δὲ τῇ λήψει τῶν ἱερῶν χρημάτων προσενεχθεὶς χώραν ἀντὶ τούτων καθιέρωσε τοῖς θεοῖς εἰς τὰς κατ' ἔτος προσόδους. εὐτραπελευόμενος δὲ ἀπεφαίνετο κρατεῖν τῷ πολέμῳ πάντως διὰ τὸ τοὺς θεοὺς αὐτῷ συνεργεῖν, εἰσενηνοχότας χρημάτων πολύ τι πλῆθος αὐτῷ. 373. (38 ετ 39, 8, 1). Ὅτι Φιμβρίας κατὰ τὴν ὁδοιπορίαν πολὺ προέχων τοῖς διαστήμασι τοῦ Φλάκκου καιρὸν ἔσχε μεγάλοις ἐπιχειρῆσαι τολμήμασι καὶ σπεύδων τοὺς στρατιώτας ἰδίους κατασκευάσασθαι ταῖς εὐνοίαις συνεχώρησεν αὐτοῖς τὴν χώραν τῶν συμμάχων ὡς πολεμίαν διαρπάζειν καὶ τοὺς περιτυχόντας ἐξανδραποδίζεσθαι. ἀσμένως δὲ προσδεξαμένων τῶν στρατιωτῶν τὴν συγχώρησιν, ἐν ὀλίγαις ἡμέραις περιεποιήσαντο χρημάτων πλῆθος. οἱ δὲ διαρπαγέντες ἀπήντησαν τῷ ὑπάτῳ καὶ περὶ τῶν καθ' αὑτοὺς ἀπωδύροντο. ὁ δὲ περιαλγὴς γενόμενος προσέταξεν ἀκολουθεῖν, ὅπως τὰ ἴδια κομίσωνται, αὐτὸς δὲ τῷ Φιμβρίᾳ διαπειλησάμενος προσέταξεν τὰ διαφορηθέντα τοῖς ἀπολωλεκόσιν ἀποκαταστῆσαι. ὁ δὲ τὴν πᾶσαν αἰτίαν ἐπὶ τοὺς στρατιώτας ἀνέπεμπεν, ὡς ἄνευ τῆς αὑτοῦ γνώμης πάντα πεπραχότας, τοῖς δὲ στρατιώταις κατ' ἰδίαν παρήγγειλεν μὴ προσέχειν τοῖς προστάγμασιν, ἀλλὰ τὰ διὰ τῶν ὅπλων κτηθέντα τῷ τοῦ πολέμου νόμῳ μὴ προέσθαι. τοῦ δὲ Φλάκκου μετὰ ἀνατάσεως προστάττοντος ἀποδιδόναι τὰ διηρπασμένα, τῶν δὲ στρατιωτῶν οὐ προσεχόντων, ταραχὴ καὶ στάσις κατεῖχε τὸ στράτευμα. 374. (38 ετ 39, 8, 2). Ὅτι ὁ Φιμβρίας διαβεβηκὼς τὸν Ἑλλήσποντον, τοὺς στρατιώτας πρὸς παρανομίαν καὶ ἁρπαγὴν παρορμήσας χρήματα τὰς πόλεις εἰσεπράττετο καὶ τοῖς στρατιώταις ταῦτα διένεμεν. οἱ δὲ εἰς ἀνυπεύθυνον ἐξουσίαν προαχθέντες καὶ διὰ τὴν ἐλπίδα τῆς ὠφελείας μετεωρισθέντες ὡς κοινὸν εὐεργέτην ἠγάπων. τὰς δὲ μὴ ὑπακουσάσας πόλεις ἐκπολιορκῶν εἰς διαρπαγὴν ἐχαρίζετο τοῖς στρατιώταις. καὶ Νικομήδειαν παρέδωκε τοῖς στρατιώταις εἰς διαρπαγήν. 375. (38 ετ 39, 8, 3). Ὅτι ὁ αὐτὸς καὶ Κύζικον παρελθὼν ὡς φίλος τοῖς μὲν εὐπορωτάτοις τῶν πολιτῶν ἐμέμφετο θανάτ̣ ο̣ υ̣ κ̣ α̣ τ̣ α̣ ι̣ τ̣ ι̣ α̣ σ̣ α´̣ μενος· δύο δὲ εἰς κατάπληξιν καὶ φόβον τῶν ἀ´̣ λ̣ λ̣ ω̣ ν̣ κ̣ α̣ τ̣ α̣ δ̣ ι´̣ κους ποιήσας καὶ ῥαβδίσας ἐπελέκισε. τὰς δὲ οὐσίας αὐτῶν ἀναλαβὼν καὶ τοῖς ἄλλοις διὰ τῶν προαπολωλότων μέγαν φόβον ἐπιστήσας ἠνάγκασε λύτρα τῆς σωτηρίας ὅλας τὰς ὑπάρξεις αὐτῷ προέσθαι. 376. (38 ετ 39, 9). Ὅτι Γνάιος Πομπήιος στρατιωτικὸν βίον ἑλόμενος ἐνεκαρτέρει ταῖς καθ' ἡμέραν κακοπαθείαις καὶ ταχὺ τὸ πρωτεῖον ἀπηνέγκατο τῆς ἐν τοῖς πολεμικοῖς ἔργοις ἀσκήσεως. πᾶσαν ῥᾳστώνην καὶ σχολὴν ἀποτριψάμενος διετέλει καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἀεί τι πράττων τῶν εἰς τὸν πόλεμον χρησίμων. διαίτῃ μὲν γὰρ ἐχρῆτο λιτῇ, λουτρῶν δὲ καὶ συμπεριφορᾶς τρυφὴν ἐχούσης ἀπείχετο. καὶ τὴν μὲν τροφὴν καθήμενος προσεφέρετο, πρὸς δὲ τὸν ὕπνον ἀπεμέριζε χρόνον ἐλάττονα τῆς ἐκ τῆς φύσεως ἀνάγκης· τὸν δὲ ἐν νυκτὶ πόνον παρεδίδου τῇ μεθ' ἡμέραν ἐπιμελείᾳ, ἐπαγρυπνῶν τοῖς τῆς στρατηγίας ἐντεύγμασι· διὰ δὲ τῆς συνήθους τῶν ἀπίστων μελέτης ἀθλητὴς ἐγέντο τῶν κατὰ πόλεμον ἀγώνων. τοιγαροῦν ὅσῳ χρόνῳ τις ἕτοιμον οὐκ ἂν παρέλαβε στράτευμα, πολὺ τάχιον οὗτος συνελέξατο καὶ διατάξας καθώπλισε. προσαγγελθεισῶν δὲ τῶν περὶ αὐτὸν πράξεων εἰς τὴν Ῥώμην, ἅπαντες
q.159
οὐ τὴν ἀρετὴν ἀλλὰ τὴν ἡλικίαν αὐτοῦ λογιζόμενοι κατ' ἀρχὰς κατεφρόνησαν, ὡς τῶν προσαγγελλόντων κενῶς τὰ περὶ αὐτὸν τραγῳδούντων· ὡς δ' ἡ προσηγγελμένη φήμη διὰ τῶν ἀποτελεσμάτων ἀληθὴς ἐφάνη, ἡ σύγκλητος ἐξέπεμψεν Ἰούνιον, ὃν τρεψάμενος ἐνίκησεν. 377. (38 ετ 39, 16). Ὅτι καταλειφθέντος τοῦ Σκιπίωνος μόνου μετὰ τὸ διαφθαρῆναι χρήμασι καὶ ἀποστῆναι πάντας καὶ ἀπεγνωκότος τὴν σωτηρίαν, ὁ Σύλλας ἱππεῖς ἀπέστειλε πρὸς αὐτὸν τοὺς παραπέμψοντας μετ' ἀσφαλείας ὅποι βούλοιτο. ὁ δὲ Σκιπίων ἐν ἀκαρεῖ χρόνῳ τὸ τῆς ἀρχῆς ἀξίωμα μεθεῖναι συναναγκασθεὶς εἰς ἰδιωτικὸν βίον καὶ ταπεινὸν σχῆμα διὰ τὴν ἐπιείκειαν ὑπὸ τοῦ Σύλλα παρεπέμφθη ταχέως εἰς ἣν ἐβούλετο πόλιν. εἶτα τὰ τῆς. ἀρχῆς ἀνακτησάμενος κόσμια πάλιν δυνάμεως ἱκανῆς ἀφηγεῖτο. 378. (38 ετ 39, 17). Ὅτι οἱ τῶν Ῥωμαίων περιφανεῖς ἄνδρες ἐμιαιφονήθησαν ἐκ διαβολῆς, καὶ ὁ τὴν μεγίστην ἱερωσύνην ἔχων Σκαιουόλας μέγιστον ἔχων ἀξίωμα τῶν πολιτῶν ἀναξίας τῆς ἰδίας ἀρετῆς ἔτυχε τῆς τοῦ βίου καταστροφῆς. οἱ δὲ Ῥωμαῖοι κατ' αὐτό γε τοῦτο μεγάλως εὐτύχησαν, ὅτι τοῖς ἁγιωτάτοις σηκοῖς ὁ πάντιμος ἱερεὺς οὐκ ἔφθασε προσπεσεῖν, ἐπείτοι γε χάριν τῆς τῶν διωκόντων ὠμότητος καὶ πρὸς αὐτοῖς τοῖς ἀδύτοις ἐπιβώμιος μιαιφονηθεὶς ἀπέσβεσεν ἂν τῷ αἵματι τὸ ἀκοιμήτῳ δεισιδαιμονίᾳ τηρούμενον πῦρ ἐξ αἰῶνος. 379. (38 ετ 39, 19). Ὅτι προτεθείσης προγραφῆς εἰς τὴν ἀγορὰνἀνέδραμε πλῆθος ἀνθρώπων πρὸς τὴν ἀνάγνωσιν. οἱ πλεῖστοι δὲ συνέπασχον τοῖς ὀφείλουσιν ἀναδέχεσθαι τὸν θάνατον. εἷς δὲ τῶν συνεληλυθότων κακίᾳ καὶ ὑπερηφανίᾳ διαφέρων ἐγγελῶν τοῖς κινδυνεύουσι πολλὰ κατ' αὐτῶν ὑβριστικῶς ἐβλασφήμησεν. ἔνθα δὴ δαιμονίου τινὸς νέμεσις τῷ διασύροντι τὴν τῶν ἀκληρούντων τύχην ἐπέθηκε τὴν πρέπουσαν τῇ κακίᾳ τιμωρίαν. ἐν γὰρ τοῖς ἐπὶ πᾶσιν ὀνόμασιν εὑρὼν ἑαυτὸν προσγεγραμμένον εὐθέως ἐπικαλυψάμενος τὴν κεφαλὴν προῆγε διὰ τοῦ πλήθους, ἐλπίζων λήσεσθαι τοὺς περιεστῶτας καὶ διὰ τοῦ δρασμοῦ πορίσεσθαι τὴν σωτηρίαν. γνωσθεὶς δὲ ὑπό τινος τῶν πλησίον ἑστώτων, καὶ φανερᾶς τῆς περὶ αὐτὸν περιστάσεως γενομένης, συνελήφθη καὶ ἔτυχε τῆς τιμωρίας, πάντων ἐπιχαιρόντων τῷ θανάτῳ αὐτοῦ. 380. (38 ετ 39, 20). Ὅτι πολλῷ χρόνῳ τῆς Σικελίας ἀδικαιοδοτήτου γενομένης, ὁ Πομπήιος δοὺς ἑαυτὸν ἐπὶ τὴν δικαιοδοσίαν καὶ χρηματίζων περὶ τῶν δημοσίων ἀμφισβητημάτων καὶ τῶν ἰδιωτικῶν συμβολαίων οὕτως εὐστόχως καὶ ἀδωροδοκήτως ἐποιεῖτο τὰς ἀποφάσεις, ὥστε ὑπερβολὴν ἑτέρῳ μὴ ἀπολείπειν. κʹ δὲ καὶ δυεῖν ἐτῶν τὴν ἡλικίαν ὑπάρχων, καὶ τῆς νεότητος προκαλουμένης ἐπὶ τὰς ἀλογίστους ἡδονάς, οὕτως αὐστηρῶς καὶ σωφρόνως ἐποιήσατο τὴν ἐπιδημίαν κατὰ τὴν νῆσον, ὥστε πάντας τοὺς κατὰ τὴν Σικελίαν καταπλήττεσθαι καὶ θαυμάζειν τὴν ἀρετὴν τοῦ νεανίσκου." δεεστ θυατερνιο, ιν θυο φινις διοδορι ετ ινιτιυμ νιξολαι δαμασξενι ξοντινεβατυρ" 2: ῃα. εχξερπτα δε ῃιρτυτιβυς ετ ῃιτιις ε νιξολαο δαμασξενο. ε λιβρο δε ῃιτα συα. 1. (3).*** καὶ παρακαλέσας οἷα δὴ φιλόσοφον καὶ ἀμνησίκακον ἐν πολὺ πλείονι ἦγε τιμῇ καὶ εὐνοίᾳ. 2. (3). Ὅτι ἐπράχθη τι φιλανθρωπίας πολλῆς ἐχόμενον Νικολάῳ. Ἰλιεῖς γάρ, ἀφικνουμένης νύκτωρ ὡς αὐτοὺς Ἰουλίας τῆς Καίσαρος μὲν θυγατρός, γυναικὸς δὲ Ἀγρίππα, καὶ τοῦ Σκαμάνδρου μεγάλου ῥυέντος ὑπὸ χειμάρρων πολλῶν, κινδυνευούσης περὶ τὴν διάβασιν ἀπολέσθαι σὺν τοῖς κομίζουσιν αὐτὴν οἰκέταις οὐκ ᾔσθοντο. ἐφ' οἷς ἀγανακτήσας ὁ Ἀγρίππας, ὅτι οὐ παρεβοήθησαν οἱ Ἰλιεῖς, δέκα μυριάσιν αὐτοὺς ἐζημίωσεν ἀργυρίου. οἱ δὲ ἀπόρως ἔχοντες, καὶ ἅμα οὐ προϋπιδόμενοι τὸν χειμῶνα οὐδὲ ὅτι ἐξίοι ἡ παῖς, Ἀγρίππᾳ μὲν οὐδ' ὁτιοῦν εἰπεῖν ἐτόλμησαν, ἥκοντα δὲ τὸν Νικόλαον δεόμενοι παρασχεῖν αὑτοῖς Ἡρώδην βοηθὸν καὶ προστάτην. καὶ ὃς μάλα προθύμως ὑπέστη διὰ τὴν τῆς πόλεως δόξαν καὶ ἐδεήθη τοῦ βασιλέως διηγήσατό τε αὐτῷ τὸ πρᾶγμα, ὡς οὐ δικαίως αὐτοῖς ὀργίζεται, οὔτε προειπὼν ὅτι πέμποι τὴν γυναῖκα ὡς αὐτοὺς οὔθ' ὅλως ἐκείνων προῃσθημένων διὰ τὸ νυκτὸς ἰέναι. τέλος δ' οὖν ἀναδεξάμενος ὁ ἀνὴρ τὴν προστασίαν εὑρίσκεται
q.160
αὐτοῖς τὴν ἄφεσιν τῆς ζημίας καὶ τὴν ὑπὲρ ταύτης ἐπιστολήν, ἅτε δὴ ἀπεληλυθότων ἤδη διὰ τὸ ἀπογνῶναι τὴν ἀπόλυσιν, Νικολάῳ δίδωσι πλέοντι ἐπὶ Χίου καὶ Ῥόδου, ἔνθα ἦσαν αὐτῷ οἱ υἱεῖς· αὐτὸς γὰρ ἐπὶ Παφλαγονίας ᾔει σὺν Ἀγρίππᾳ. Νικόλαος δὲ ἐκ τῆς Ἀμισοῦ πλεύσας ἐπὶ Βυζάντιον κἀκεῖθεν εἰς τὴν Τρῳάδα γῆν ἀνέβη εἰς Ἴλιον καὶ τὴν τῆς ἀπολύσεως τοῦχρέους ἐπιστολὴν ἀποδοὺς σφόδρα ὑπὸ τῶν Ἰλιέων αὐτός τε καὶ ἔτι μᾶλλον ὁ βασιλεὺς ἐτιμήθη. 3. (4). Ὅτι Ἡρώδης πάλιν διαμεθεὶς τὸν φιλοσοφίας ἔρωτα, ὃ φιλεῖ τοῖς ἐν ὑπεροχῇ οὖσι συμβαίνειν διὰ τὸ πλῆθος τῶν ἐξαλλαττόντων αὐτοὺς ἀγαθῶν, ἐπεθύμησε πάλιν ῥητορικῆς καὶ Νικόλαον ἠνάγκαζε συρρητορεύειν αὐτῷ, καὶ κοινῇ ἐρρητόρευον. αὖθις δ' ἱστορίας αὐτὸν ἔλαβεν ἔρως, ἐπαινέσαντος Νικολάου τὸ πρᾶγμα καὶ πολιτικώτατον εἶναι λέγοντος, χρήσιμον δὲ καὶ βασιλεῖ, ὡς τὰ τῶν προτέρων ἔργα καὶ πράξεις ἱστοροίη. καὶ ἐπὶ τοῦτο ὁρμήσας προύτρεψε καὶ Νικόλαον πραγματευθῆναι τὰ περὶ ἱστορίαν. ὁ δὲ μειζόνως ἔτι ὥρμησεν ἐπὶ τὸ πρᾶγμα, πᾶσαν ἀθροίσας τὴν ἱστορίαν μέγαν τε πόνον ὑποστὰς καὶ οἷον οὐκ ἄλλος· ἐν πολλῷ δὲ χρόνῳ φιλοπονήσας ἐξετέλεσεν αὐτὴν ἔλεγέ τε ὡς τοῦτον τὸν ἆθλον Εὐρυσθεὺς εἰ προύτεινεν Ἡρακλεῖ, σφόδρα ἂν αὐτὸν ἀπέτρυσεν. ἐκ τούτου πλέων εἰς Ῥώμην ὡς Καίσαρα Ἡρώδης ἐπῆγε τὸν Νικόλαον ὁμοῦ ἐπὶ τῆς αὐτῆς νηός, καὶ κοινῇ ἐφιλοσόφουν. 4. (6). Ὅτι πάνθ' ὅσα παρήγγελλεν, ἐπὶ τῶν ἔργων διεξῄει αὐτῶν καὶ ἀπεδείκνυτο χρημάτων μὲν ὢν κρείττων, θᾶττον δὲ λαμπρότατα ἐφιλοτιμήθη, οὐθέν τε ὧν μὴ δεῖ ἐφάνη χρημάτων ἕνεκα πεποιηκώς. ἡδονῆς δ', ὃ τάχ' ἄν τῳ θαυμαστὸν εἴη, εἴ τινος οὖν κατεφρόνει, καὶ ταῦτα βασιλεῦσι καὶ ἡγεμόσι συνὼν πολλάκις· ἦν γὰρ αὐστηρὸς φύσει καὶ ἐναντίος πρὸς αὐτὴν καὶ ἀνδραποδώδεις νομίζων τοὺς τῶν ἀπολαύσεων τῶν τοιούτων ἥττους ἐπαινετής τε αὐταρκείας ἀεὶ καὶ ἁπλότητος, καίτοι γ' ἐν οἷς δεῖ λαμπρύνεσθαι μεγαλοπρεπής, οὐ γλίσχρος ἦν, ὡς μὴ δόξαν ἀνελευθερίας λάβοι, πρός γε μὴν πόνους καὶ καρτερίαν, εἴ ποτε δέοι, πάντων ἀοκνότατος, οὐκ ἐν νεότητι μόνον, ἀλλὰ καὶ ἐν γήρᾳ, καὶ ὅπῃ κίνδυνος καταλάβοι ἐκ πολεμίων ἢ ληστῶν ἢ διὰ νόσονἢ χειμῶνα κατὰ θάλατταν ἢ ἄλλως πως, οὕτω δὴ σφόδρα εὔψυχος ἦν, ὥστε καὶ τοῖς ἄλλοις ἀεὶ θαρρεῖν παρεῖχεν, ὁπόσοι κοινωνοὶ ἦσαν αὐτῷ τοῦ κινδύνου, πρός γε μὴν τὸ δίκαιον ἀκλινὴς οὕτω καὶ ἀθώπευτος, ὥστε καὶ ἀπειλὰς ἐνεγκεῖν τινων ἡγεμόνων ποτὲ δικάζων ὑπὲρ τοῦ μὴ τοῦτο παραβῆναι. πολλοὶ γὰρ αὐτὸν ᾑροῦντο καὶ δικαστὴν καὶ διαιτητήν, φανερᾶς εἰς πάντας αὐτοῦ τῆς δικαιοσύνης γενομένης, ἔν τε συμβολαίοις ἢ ταῖς πρὸς τοὺς ἰδιώτας κοινωνίαις οὐδεὶς πώποτ' αὐτὸν ἐμέμψατο, οὐδ' εἴ τις πονηρὸς εἴη, διὰ τὴν ἐπιείκειαν· οὐδὲ γὰρ μαρτύρων ἔδει πρὸς αὐτὸν ἢ συμβολαίων, ἀλλ' ὅ τι ἂν ὁμολογήσῃ, βέβαιον ἦν. κοσμιότητά τε καὶ σωφροσύνην οὐδεὶς αὐχήσει πλείω κατὰ τὸ ἦθος ἔν τε ἀγοραῖς καὶ ὁδοῖς*** καὶ διατριβῶν παρακολουθεῖν εὐδοξίαν τε καὶ τιμὴν τῷ φιλοσόφῳ καὶ ἄλλας χάριτας καὶ ὠφελείας παρὰ τῶν δυνατῶν οὐκ εἶναι, πόνου δ' ἀλλότριον. τίνι γὰρ ἂν μᾶλλον ἁρμόττοι ταῦτα καρποῦσθαι ἀπὸ τοῦ βελτίστου καὶ σπουδαιοτάτου γιγνόμενα ἢ τῷ τοιούτῳ; οὐ γὰρ δὴ τῷ φαύλῳ καὶ οὐδενὸς ἀξίῳ. χρήσεται γὰρ αὐτοῖς ἀφύρτως τε καὶ ἐμμελῶς, καθὼς Νικόλαος τῷ γνώριμος εἶναι καὶ εὔπορος εἰς οὐδὲν ἄτοπον ἐχρήσατο, ἀλλ' εἰς μετριότητάς τε καὶ δημοτικὴν φιλανθρωπίαν, πόλεως μὲν οὔποτ' ἀφ' ἑτέρας οἰόμενος δεῖν, ἀλλ' ἀπὸ τῆς αὑτοῦ προσαγορεύεσθαι· κατεγέλα δὲ καὶ τῶν καθ' αὑτὸν σοφιστῶν, οἳ μεγάλοις τιμήμασιν ἐωνοῦντο Ἀθηναῖοι ἢ Ῥόδιοι καλεῖσθαι, βαρυνόμενοι τὴν ἀδοξίαν τῶν πατρίδων· ἔνιοι δὲ καὶ συνέγραψαν περὶ τοῦ μὴ εἶναι ἀφ' ἧς πόλεως ἦσαν, ἀλλ' ἀπό τινος τῶν δι' ὀνόματος Ἑλληνίδων· ὁμοίους τε ἀπέφαινε τοῖς τοὺς ἑαυτῶν γονέας βαρυνομένοις. 5. (6). Ὅτι ᾐτιῶντό τινες τὸν Νικόλαον πλεῖστα χρήματα παρὰ φίλων λαβόντα οὐ σώζειν αὐτά, καὶ ὅτι τὰς πλείους διατριβὰς ἐποιεῖτο μετὰ τῶν δημοτικῶν, ἐκκλίνων τοὺς μεγάλους καὶ ὑπερπλούτους τῶν ἐν Ῥώμῃ,*** οὐδαμῶς
q.161
ᾔει, πολλῶν καὶ ἐνδόξων αὐτὸν βιαζομένων, ἀλλὰ δι' ὅλης ἡμέρας ἐν ταῖς φιλοσόφοις θεωρίαις ἦν. ὁ δ' ἀπελογεῖτο περὶ μὲν τῶν χρημάτων, ὅτιἡ κτῆσις, ὥσπερ λύρας ἢ αὐλῶν, οὐδενὸς ἂν εἴη ἀξία, ἡ χρῆσις δὲ τὸ κυριώτατόν ἐστιν, ἣν εἰ μέν τις εἰς ἄσωτον καὶ ἀμετάδοτον ἢ ὅλως ἄφρονα ἢ φαῦλον καταδαπανᾷ βίον, ἐπίμεμπτος ἂν εἴη, εἰ δέ τις εἰς σώφρονά τε καὶ κόσμιον καὶ κοινωνικὸν καὶ φιλάνθρωπον, δεχόμενος καὶ ὅτε δεῖ ταῦτα καὶ παρ' ὧν δεῖ, καὶ προϊέμενος καὶ τοῖς τέκνοις ἀπολείπων, ἀμείνων ἂν εἴη. ὅρον δὲ ἕνα ἔφη ποιεῖσθαι τὸν ἄνδρα τὸν ἀγαθὸν τοῖς ἐπιεικεστέροις ἐθέλειν ἀεὶ συνεῖναι, τοιούτους δ' ἐν τοῖς δημοτικοῖς ὁρᾶν πλείους ἢ ἐν τοῖς βαρυπλούτοις φυομένους. πολλῆς γὰρ ἀγαθῆς τύχης δεῖται πλοῦτος, ὥστε εἰς ἐπιείκειαν φέρειν· ἐκτρέπει γὰρ τοὺς πλείους εἰς φιληδονίαν τε καὶ ὑπερηφανίαν. 6. (6). Ὅτι τοὺς ἑαυτοῦ οἰκέτας ἐκπαιδεύσας καὶ ἐκ τοῦ συζῆν ἀεὶ πολλὴν ὁμοήθειαν αὐτοῖς ἐμποιήσας, ἐχρῆτο οὐδὲν χείροσιν ἢ φίλοις. εχ ηιστοριις. 7. (8). Ὅτι Σαρδανάπαλος Ἀσυρίων ἐβασίλευσεν, ἀπό τε Νίνου καὶ Σεμιράμεως τὴν βασιλείαν παραδεξάμενος, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ ἁπτόμενος οὐδ' ἐπὶ θήραν ἐξιών, ὥσπερ οἱ πάλαι βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφόμενος πρός τε τὰς παλλακίδας ἁμιλλώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς τό τε σύμπαν γυναικείῳ ἤθει χρώμενος. κατὰ δὲ τὰ πρότερον συντεταγμένα ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν σατράπαι ἄγοντες τὰς εἰρημένας δυνάμεις καὶ δὴ Ἀρβάκης ὁ Μήδων ὕπαρχος, ἀνὴρ τόν τε βίον σώφρων καὶ πραγμάτων, εἰ δή τις ἄλλος, ἔμπειρος, τετριμμένος τε ἐν κυνηγεσίοις καὶ πολέμοις καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργασμένος, πλείω δ' ἔτι καὶ μείζω τότε διανοούμενος. οὗτος ἀκηκοὼς τόν τε βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεύς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσίας κράτη· καὶ βουλὴν συντίθεται περὶ τῆς ὅλης ἀρχῆς. 8. (10). Ὅτι ἐπὶ Ἀρβάκου* τοῦ βασιλέως Μήδων τοῦ διαδόχου Σαρδαναπάλλου τοῦ Ἀσυρίων βασιλέως ἦν ἐν Μήδοις τότε κατά τε ἀνδρείαν καὶ ῥώμην δοκιμώτατος Παρσώνδης, παρά τε βασιλεῖ μάλιστα ἐπαινούμενος καὶ ἐν Πέρσαις, ὅθεν ἦν γένος, ἐπί τε εὐβουλίᾳ καὶ κάλλει σώματος, δεινὸς δὲ καὶ θῆρας αἱρεῖν ἐν σταδίᾳ τε μάχῃ καὶ ἀπὸ ἅρματος καὶ ἵππου μάχεσθαι. οὗτος ὁρῶν Νάναρον τὸν Βαβυλώνιον διαπρεπεῖ κόσμῳ χρώμενον ἀμφὶ τὸ σῶμα καὶ ἐλλόβια ἔχοντα καὶ κατεξυρημένον εὖ μάλα, γυναικώδη τε καὶ ἄναλκιν, ἔπειθεν Ἀρταῖον ἀφελέσθαι αὐτὸν τὴν ἀρχὴν καὶ ἑαυτῷ δοῦναι. δυσχεραίνων σφόδρα τὸν ἄνθρωπον. ὁ δὲ ὤκνει συγχέας τὰ συγκείμενα ὑπ' Ἀρβάκεω ἀδικεῖν τὸν Βαβυλώνιον. ἐπεὶ δὲ δὶς καὶ τρὶς ὁ Παρσώνδης ἐνέτυχεν Ἀρταίῳ καὶ ταὐτὸν ἤκουσεν, ἡσύχαζεν· οὐ μὴν τὸν Νάναρον ἔλαθεν. αἰσθόμενος δ' ἐκεῖνος τὴν γνώμην τἀνδρὸς μεγάλα δῶρα τοῖς ἑαυτοῦ ὑπέσχετο καπήλοις, εἴ τις αὐτῷ Παρσώνδην συλλαβὼν ἄγει· ἕπονται δ' οὗτοι πολλοὶ τῷ βασιλέως στρατῷ. καί ποτε κατὰ δαίμονα κυνηγετῶν ὁ Παρσώνδης ἐλαύνει πόρρω ἀπὸ βασιλέως εἴς τι πεδίον οὐχ ἑκὰς Βαβυλῶνος. τοὺς δὲ θεράποντας εἰς τὴν πλησίον ὕλην τρέψας ἐκέλευσε βοῇ τε ἀλαλητῷ χρῆσθαι, ὡς δὴ τὰ θηρία σοβήσειν εἰς τὰ πεδία· καὶ πολλοὺς μὲν ὗς ἀγρίους, πολλοὺς δ' ἐλάφους αἱρεῖ. τέλος δ' ὄνον ἄγριον διώκων ἐπὶ πλεῖστον ἀποσπᾶται τῶν ἑαυτοῦ καὶ μόνος ἐλαύνων ἧκεν εἰς τὴν Βαβυλωνίαν, ἔνθα ἦσαν οἱ κάπηλοι ἀγορὰς εὐτρεπίζοντες τῷβασιλεῖ· οὓς θεασάμενος ὑπὸ δίψους πιεῖν ᾔτει. οἱ δὲ ἄσμενοι ἰδόντες Παρσώνδην προσίασιν αὐτῷ πιεῖν τε ἐνέχεον καὶ τὸν ἵππον δεξάμενοι ἀριστᾶν ἐκέλευσαν. ὁ δὲ οἷα πανημέριος θηρῶν οὐκ ἀηδῶς ἤκουσεν ἐκέλευσέ τε ἀποπέμψαι βασιλεῖ τὸν ὄνον, ὃν κατέλαβεν, καὶ τοῖς ἀνὰ τὸν δρυμῶνα οἰκέταις φράσαι, ἔνθα εἴη. οἱ δὲ πάντα ποιήσειν ὑποσχόμενοι κατακλίνουσι τὸν Παρσώνδην. καὶ δαῖτα παρέθεσαν παντοίαν οἶνόν τε ἥδιστον πίνειν ὑπέχεον, ἀκρατέστερον ἐπίτηδες, ὡς μεθυσθείη. καὶ ἐπεὶ ἄδην εἶχεν, ὁ μὲν ᾔτει τὸν ἵππον, ὡς ἀπίοι ἐπὶ τὸ βασιλέως στράτευμα· οἱ δὲ
q.162
γυναῖκας εὐπρεπεῖς παραγαγόντες ἐδείκνυόν τε αὐτῷ καὶ ἐκέλευον κοιμηθέντα αὐτόθι καὶ εἰς νύκτα χρησάμενον αὐταῖς ἕωθεν ἀπιέναι. ὁ δ' εὐπρεπεῖς γυναῖκας ὁρῶν ἔμεινέ τε καὶ ηὐλίσατο. καὶ τὰ μὲν διὰ τὴν συνουσίαν, τὰ δὲ διὰ τὸν κόπον ὕπνος αὐτὸν ἔλαβεν. οἱ δ' ἀναστήσαντες τὴν παρακοιμωμένην γυναῖκα πολλοὶ ἅμα ἐπιπεσόντες συνέδησαν τὸν ἄνθρωπον καὶ ἐπὶ Νάναρον ἐκόμισαν. ὁ δ' ὡς εἶδεν αὐτόν (ἤδη δὲ ἀνένηψεν ἐκ τοῦ οἴνου καὶ ἔγνω, ἵνα ἦν κακοῦ), ἤρετο" ἆρα, ὦ Παρσώνδη, κακόν τι ὑπ' ἐμοῦ πάλαι ἔπαθες ἢ αὐτὸς ἢ τῶν σῶν τις;" 2 ὁ δ' οὐκ ἔφη." τί δέ; πείσεσθαι προσεδόκησας;" 2" οὐκ ἔγωγε" 2 εἶπεν." τί οὖν αὐτὸς ἀδικίας ἦρξας εἰς ἐμέ, ἀνδρόγυνόν τε καλῶν καὶ βασιλείαν τὴν ἐμὴν αἰτῶν παρὰ Ἀρταίου, ὡς δῆτα οὐδενὸς ἀξίου αὐτὸς γενναῖος ὤν; πολλὴ δὲ χάρις Ἀρταίῳ οὐ πεισθέντι τὴν ὑπ' Ἀρβάκεω δεδομένην ἡμῖν ἀρχὴν ἀφελέσθαι. διὰ τί δὴ ταῦτ' ἐποίεις, ὦ κακὴ κεφαλή;" 2 ὁ δ' οὐδὲν ὑποθωπεύσας εἶπεν" ᾤμην αὐτὸς ἀξιώτερος εἶναι τοῦτο τὸ γέρας ἔχειν, ἀνδρειότερός τε ὢν καὶ ὠφελιμώτερος βασιλεῖ ἢ σὺ ὁ κατεξυρημένος τε καὶ καθυπεστιβισμένος τὼ ὀφθαλμώ, ψιμιθίῳ δὲ τὸ χρῶμα ἐναλειφόμενος." 2 καὶ ὅς" εἶτ' οὐκ αἰσχύνῃ" 2 ἔφη" σὺ ὁ τηλικοῦτος ὑπὸ τοῦ χείρονος συνειλημμένος, ἐπειδὴ γαστρὸς ἥττων καὶ αἰδοίων ἐγένου; ἀλλ' ἐγώ σε" 2 ἔφη" θήσω γυναικῶν ἁπαλώτερον καὶ λευκότερον τὴν χροιὰν οὐ πολλοῦ χρόνου." 2 καὶ ἐπώμοσε τόν τε Βῆλον καὶ τὴν Μόλιν· οὕτως γὰρ τὴν Ἀφροδίτην καλοῦσι Βαβυλώνιοι. καὶ ἅμα καλέσας τὸν εὐνοῦχον τὸν τὰς μουσουργοὺς πεπιστευμένον" τοῦτον" 2 ἔφη" ἄπαγε καὶ ξυρήσας τὸ ὅλον σῶμα καὶ κισηρίσας πλὴν κεφαλῆς δὶς τῆς ἡμέρας λοῦε καὶ σμῆχε ἀπὸ λεκίθου, καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφέσθω καὶ τὰς κόμας ἐμπλεκέσθω, ὥσπερ αἱ γυναῖκες· μανθανέτω δὲ ᾄδειν καὶ κιθαρίζειν καὶ ψάλλειν, ἵνα μοι μετὰ τῶν μουσουργῶν λειτουργῇ γυναικὶ ὡμοιωμένος, μεθ' ὧν καὶ δίαιταν ἕξει λεῖος ὢν τὸ σῶμα καὶ τὴν ἐσθῆτα τὴν αὐτὴν καὶ τὴν τέχνην ἔχων." 2 ταῦτα εἰπόντος ὁ εὐνοῦχος παραδεξάμενος τὸν Παρσώνδην κατεξύρησέ τε ὅλον πλὴν κεφαλῆς καὶ τὰ προσταχθέντα ἐδίδασκε καὶ ἐσκιατράφει, λούων ἑκάστης ἡμέρας δὶς καὶ λεαίνων ὁμοδίαιτόν τε ποιῶν ταῖς γυναιξίν, ὥσπερ ὁ δεσπότης προσέταξεν. καὶ οὐ πολλοῦ χρόνου γίνεται ἄνθρωπός τε λευκὸς καὶ ἁπαλὸς καὶ γυναικώδης, ᾖδέ τε καὶ ἐκιθάριζεν πολὺ κάλλιον τῶν μουσουργῶν, οὐδείς τε ἂν ἰδὼν αὐτὸν λειτουργοῦντα ἐν συμποσίῳ Νανάρῳ οὐχὶ γυναῖκα ὑπέλαβε, καὶ πολύ γε ἐκείνων εὐπρεπέστερον, μεθ' ὧν ἑκάστοτε ἐλειτούργει. βασιλεὺς δὲ ὁ Μήδων Ἀρταῖος, ἐπειδὴ πάντη μαστεύων Παρσώνδην ἐξέκαμε καὶ δῶρα προτείνων, εἴ τις αὐτὸν ἀνεύροι ἢ ζῶντα ἢ τεθνεῶτα, ὑπελάμβανέ που ἐν κυνηγεσίῳ ὑπὸ λέοντος ἢ ἄλλου του θηρίου καταβεβρῶσθαι καὶ μεγάλως ἐπ' αὐτῷ ἠνιᾶτο, ἅτε ἀνδρειοτάτῳ ὄντι. ὡς δ' ἑπτὰ ἔτη ἐγένετο αὐτῷ τοιαύτην δίαιταν ἔχοντι ἐν Βαβυλῶνι, τῶν εὐνούχων τινὰ ὁ Νάναρος μαστιγοῖ τε χαλεπῶς καὶ τὸ σῶμα αἰκίζεται. καὶ αὐτὸν ὁ Παρσώνδης μεγάλαις ἐλπίσιν ἐπάρας ἀναπείθει παρὰ τὸν Ἀρταῖον εἰς Μήδους ἀποδρᾶναι καὶ πάντα φράσαι τὰ περὶ αὐτὸν βασιλεῖ, ὡς" ζῇ τε καὶ λελώβηται μετὰ μουσουργῶν δίαιταν ἔχων Παρσώνδης ὁ σὸς φίλος ἐκεῖνος ὁ πολεμιστήριος." 2 καὶ ἐπειδὴ ταῦτ' ἔφρασεν ὁ εὐνοῦχος βασιλεῖ, ἥσθη τε ἅμα καὶ μέγα στενάξας εἶπεν" φεῦ λώβης ἀνδρὸς ἀγαθοῦ. πῶς ἠνέσχετο ὁ Παρσώνδης, ὃν ἐγὼ οἶδα, θηλυνόμενος τὸ σῶμα ὑπὸ ἐχθροῦ;" 2 καὶ ἅμα πέμπει τινὰ τῶν πιστοτάτων ἄγγαρον παρὰτὸν Βαβυλώνιον· οὕτω γὰρ ἐκάλουν τοὺς βασιλέως ἀγγέλους. ὁ δὲ Νάναρος ἀφικομένῳ τῷ ἀγγάρῳ καὶ ἀπαιτοῦντι Παρσώνδην ἔξαρνος γενόμενος [καὶ] οὐδαμοῦ ἔφη ἐκεῖνον ἑωρακέναι, ἐξ ὅτου ἀφανὴς ἐγένετο. ὡς δὲ ταῦτα ἤκουσεν Ἀρταῖος, ἕτερον ἔπεμψεν ἄγγαρον πολὺ μείζω τοῦ προτέρου καὶ δυνατώτερον· ἐπέστειλέ τε ἐν διφθέρᾳ ῥίψαντα τὴν Βαβυλωνίαν ἀπάτην ὀπίσω ἀποπέμπειν τὸν ἄνδρα παρ' ἑαυτόν, ὃν ταῖς μουσουργοῖς τε καὶ εὐνούχοις παρέδωκεν, ἢ ὅτι τὴν κεφαλὴν αὐτὸς οὐχ ἕξει. ταῦτα ἔγραψε καὶ ἅμα ἐκέλευσε τῷ ἀνδρί, εἰ μὴ παραδῷ Νάναρος τὸν Παρσώνδην, λαβόμενον τῆς
q.163
ζώνης ἄγειν αὐτὸν ἐπὶ θανάτῳ. ἀφικομένου δὲ τοῦ δευτέρου ἀγγάρου εἰς Βαβυλῶνα καὶ ταῦτα ἀπαγγείλαντος, ὁ Νάναρος δείσας περὶ τῆς ψυχῆς παραδώσειν τε ὑπέσχετο τὸν ἄνθρωπον καὶ προσέτι ἀπολογούμενος τῷ ἀγγάρῳ πείσειν ἔφη βασιλέα, ὡς δικαίως μετῆλθεν ἄνδρα ἄρξαντα μεγάλης ἀδικίας εἰς ἑαυτόν· πεπονθέναι γὰρ αὐτὸς ὑπ' ἐκείνου χαλεπώτερα, εἰ μὴ βασιλεὺς ὁ δεσπότης αὐτοῦ ὑπέρσχοι τὴν δεξιάν. ἐκ τούτου ἐπὶ πότον ἐτράπετο καὶ συνουσίαν ἑστιῶν τὸν ἄγγαρον. καὶ τοῦ δείπνου παρακειμένου εἰσεληλύθεσαν αἱ μουσουργοί, ρʹ καὶ νʹ γυναῖκες, μεθ' ὧν ἦν καὶ Παρσώνδης. καὶ αἱ μὲν ἐκιθάριζον, αἱ δ' ηὔλουν, αἱ δὲ ἔψαλλον, ἐν πάσαις δὲ διέπρεπε μάλιστα Παρσώνδης καὶ κάλλει καὶ τέχνῃ, γυνὴ καὶ αὐτὸς νομιζόμενος. καὶ ἐπειδὴ δείπνου ἄδην εἶχον, ἤρετο ὁ Νάναρος τὸν ἄγγαρον, ἥτις αὐτῷ δοκεῖ πασῶν προφέρειν εὐμορφίᾳ τε καὶ εὐμουσίᾳ. ὁ δ' οὐδὲν μελλήσας ἔφη ἐκείνην, Παρσώνδην δεικνύς. καὶ ὁ Νάναρος κροτήσας τὰ χεῖρε ἐγέλα ἐπὶ πολὺν χρόνον καὶ εἶπε" ταύτην ἄρα καὶ βούλει ἔχων εἰς νύκτα ἀναπαύεσθαι;" 2 ὁ δέ" πάνυ μὲν οὖν" 2 ἔφη." ἀλλ' οὐ δώσω" 2 εἶπεν ὁ Νάναρος." τί οὖν" 2 ἔφη ὁ ἄγγαρος" ἐμοῦ πυνθάνῃ;" 2 μικρὸν δὲ διαλιπών" οὗτός ἐστιν" 2 ἔφη" Παρσώνδης, ἐφ' ὃν ἥκεις." 2 ἀπιστοῦντος δ' ἐκείνου ὤμοσεν. καὶ ὁ ἄγγαρος" θαῦμά μ' ἔχει" 2 ἔφη" ὅπως ζῆν ὑπέμεινε γυναικιζόμενος ἀνὴρ ἄλκιμος καὶ οὐ διεχρήσατο ἑαυτόν, εἰ μὴ καὶ ἄλλους ἐδύνατο· πῶς δὲ ταῦτ' ἀνέξεται ὁ δεσπότης ἀκούσας;" 2 ὁ δὲ Νάναρος εἶπεν" ἐγὼ ῥᾳδίως αὐτὸν ἀναδιδάξω ὡς οὐδὲν ἀδικῶ." 2 τότε μὲν δὴ τοιαῦτα διελέγοντο καὶ ἐκοιμήθησαν. τῇ δὲ ὑστεραίᾳ ἐνθεὶς ὁ Βαβυλώνιος εἰς ἁρμάμαξαν Παρσώνδην ἀποπέμπεται σὺν τῷ ἀγγάρῳ. ἐπεὶ δ' ἧκον εἰς Σοῦσα, ἔνθα ἦν βασιλεύς, δείκνυσιν αὐτῷ ὁ ἄγγαρος τὸν ἄνδρα. καὶ ἐπὶ πολὺν χρόνον ὁ Ἀρταῖος ἐν ἀνοίᾳ γενόμενος, ἐπειδὴ ἑώρα ἀντ' ἀνδρὸς γυναῖκα γεγονότα," ὦ ταλαίπωρε" 2 ἔφη" πῶς ὑπέμεινας ὧδε λωβηθῆναι καὶ οὐ πρότερον ἀπέθανες;" 2 ὁ δὲ ἀπεκρίνατο" ἦ τοι ἀνάγκη, ὦ δέσποτα, καὶ θεῶν λέγεται κρείττων ὑπάρχειν. ἐγὼ δὲ ἔτλην καὶ ἐκ τοιῶνδε παθημάτων ζῶν, ἵνα ἅμα μέν σε ἐγγένοιτό μοι θεωρῆσαι, ἔπειτα δὲ Νάναρον τιμωρήσασθαι διὰ σοῦ, ἅπερ ἐμοὶ οὐκ ἂν ὑπῆρξε τετελευτηκότι· ἀλλὰ μή με" 2 ἔφη" δέσποτα, ψεύσῃ τῆς ἑτέρας ἐλπίδος ἀλλά μοι τὴν δίκην ἀπόδος παρὰ ἀνδρὸς κακοῦ." 2 καὶ ὁ Ἀρταῖος ὑπέσχετο, ἐπειδὰν εἰς Βαβυλῶνα ἀφίκηται. οὐ πολλοῦ δὲ χρόνου ὅ τε Παρσώνδης ἀπέλαβεν τὴν ἀνδρείαν φύσιν καὶ βασιλεὺς ἀφίκετο εἰς Βαβυλῶνα· κατεβοᾶτό τε ὁσημέραι ὑπ' αὐτοῦ, ὅπως τιμωρήσεται τὸν Νάναρον. καὶ ὃς ἧκε παρὰ βασιλέα καὶ ἔφη δίκαια ποιῆσαι." πρότερος γὰρ ἐκεῖνος οὐθὲν κακὸν παθὼν ἐμὲ διέβαλλεν" 2 ἔφη" παρά σοι, ὥς με κτείνειάς τε καὶ τὴν Βαβυλῶνος ἀρχὴν αὐτῷ δοίης." 2 Ἀρταῖος δὲ ἔφη δικαιότερα Παρσώνδην αἰτεῖσθαι·" χρῆν γὰρ μὴ σαυτῷ δικάζειν μηδὲ τοιαύτας ἐξευρίσκειν δίκας, ἀλλὰ ἐμοὶ ἐπιτρέπειν τὴν κρίσιν· τέλος δέ σοι εἰς δεκάτην ἐξοίσω ἡμέραν τὸ σοὶ πρέπον." 2 ὁ δὲ Νάναρος ταῦτα ἀκούσας ἐν δεινῷ φόβῳ ἦν καὶ ἐπὶ Μιτραφέρνην καταφεύγει, ὃς ἦν τῶν εὐνούχων δυνατώτατος καὶ ὑπισχνεῖτο αὐτῷ χρυσίου τάλαντα ιʹ καὶ φιάλας χρυσᾶς ιʹ καὶ ἀργυρᾶς σʹ καὶ Παρσώνδῃ ἀργυρίου νομίσματος τάλαντα ρʹ καὶ ἄλλας ἐσθῆτας πολυτελεῖς, βασιλεῖ δὲ χρυσοῦ μὲν τάλαντα ρʹ καὶ φιάλας χρυσᾶς ρʹ, ἀργυρᾶς δὲ τʹ, ἀργυροῦ δὲ νομίσματος τάλαντα α ἐσθῆτάς τε παμπληθεῖς καὶ ἄλλα πολλὰ καλὰ δῶρα, εἰ τὴν ψυχὴν αὐτῷ ἐξαιτήσειεν καὶ τὴν Βαβυλῶνος βασιλείαν παρὰ Ἀρταίου. καὶ ὁ εὐνοῦχος ᾤχετο παρὰ βασιλέα καὶ πολλὰ δεηθείς, ἅτε ὢν τιμῆς τῆς πρώτης, εἶπεν ὅτι οὐκ εἴη θανάτου ἄξιος ὁ ἀνήρ· οὐ γὰρ κτείνειε Παρσώνδην, ἀλλὰ ὑβρισθεὶς καὶ δεινὰ παθὼν ἀνθυβρίσειεν." εἰ δὲ καὶ θανάτου εἴη ἄξιος, ἐμοί, ὦ δέσποτα, δός" 2 ἔφη" τὴν χάριν ταύτην καὶ τὴν παραίτησιν ὑπὲρ αὐτοῦ. δώσει δὲ ὁ ἀνὴρ σοὶ μὲν τῷ δεσπότῃ πολὺν [μὲν] χρυσὸν καὶ ἄργυρον, Παρσώνδῃ δὲ ποινὴν ὧν ἔδρασεν ρʹ τάλαντα ἀργυρίου." 2 πείθεται τούτοις ὁ βασιλεὺς καὶ τοῦτο τὸ τέλος ἐκπέμπει Νανάρῳ. καὶ ὁ μὲν προσεκύνησεν, Παρσώνδης δὲ κινῶν τὴν κεφαλήν" ὄλοιτο" 2 ἔφη" ὁ πρῶτος χρυσὸν
q.164
ἐξευρὼν εἰς ἀνθρώπων γένος· διὰ τοῦτο γὰρ ἐγὼ νῦν γέλως γέγονα ἀνδρὶ Βαβυλωνίῳ." 2 καὶ ὁ εὐνοῦχος αἰσθόμενος αὐτὸν βαρέως φέροντα" ὦγαθέ" 2 ἔφη" παῦσαι ὀργιζόμενος καί μοι πείθου φίλος τε γίνου Νανάρῳ· ταῦτα γὰρ δεσπότης βούλεται." 2 ὁ δὲ Παρσώνδης καιρὸν ἐτήρει ἀμύνασθαι, εἰ δύναιτο, τὸν εὐνοῦχον καὶ Νάναρον, καὶ εὗρεν καὶ ἠμύνατο. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ. 9. (12). Ὅτι ὁ Στρυαγγαῖος μετὰ τὴν ἀναίρεσιν Μαρμάρεω τοῦ Σακῶν βασιλέως εἴχετο ἔρωτι Ζαριναίας σιγῇ πάλαι, κἀκείνη δὲ αὐτοῦ. καὶ ἐπεὶ πλησίον γίνεται ὁ ἀνὴρ Ῥωξανάκης τῆς πόλεως, ἔνθα Σάκαις τὸ βασίλειον ἦν, ὑπήντησεν αὐτῷ Ζαριναία καὶ θεασαμένη σὺν πολλῇ χαρᾷ ἐδεξιοῦτό τε αὐτὸν καὶ ἐφίλησε πάντων ὁρώντων, εἴς τε τὸ ἅρμα αὐτοῦ μετενέβη καὶ διαλεγόμενοι ἧκον εἰς τὸ βασίλειον. ὑποδέχεται δὲ ἡ Ζαριναία καὶ τὴν ἑπομένην αὐτῷ στρατιὰν λαμπρότατα. ἐκ τούτου ἐπὶ τὴν αὑτοῦ καταγωγὴν Στρυαγγαῖος ἀπελύετο, ὑποστενάζων διὰ τὸν Ζαριναίας ἔρωτα. οὐ καρτερῶν δὲ κοινοῦται τῷ πιστοτάτῳ τῶν εὐνούχων, οἳ συνείποντό οἱ. ὁ δὲ θαρρύνας αὐτὸν παρῄνει τὴν πολλὴν ἀτολμίαν ῥίψαντα αὐτῇ εἰπεῖν Ζαριναίᾳ. καὶ ὃς πεισθεὶς ἀναπηδήσας ᾤχετο παρ' αὐτήν· ἀσμένως δὲ ἐκείνης παραδεξαμένηςαὐτόν, πολλὰ διαμελλήσας καὶ στενάξας καὶ μεταβαλὼν τὸ χρῶμαἐτόλμησεν ὅμως καὶ εἶπε πρὸς αὐτήν, ὡς δι' ἔρωτος εἴη σφοδροῦ καιόμενος τῷ πόθῳ αὐτῆς. ἡ δὲ πράως μάλα ἀναινομένη καὶ ἑαυτῇ ἔφη τὸ πρᾶγμα ἐπαισχὲς εἶναι καὶ βλαβερόν, κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον γυναῖκα ἔχοντι Ῥοιταίαν τὴν Ἀστιβάρα θυγατέρα, ἣν ἀκούειν πολὺ καλλίω καὶ αὑτῆς εἶναι καὶ ἄλλων πολλῶν γυναικῶν. δεῖν οὖν αὐτὸν μὴ πρὸς πολεμίους μόνον ἀνδρίζεσθαι, ἀλλὰ καὶ πρὸς τὰ τοιαῦτα, ἐπειδάν τι προσπέσῃ τῇ ψυχῇ, καὶ μὴ βραχείας τέρψεως χάριν, ἣν καὶ ἐκ παλλακίδων οἷόντ' ἔχειν, τὸν πολὺν ἀνιᾶσθαι χρόνον, εἰ αἴσθοιτο Ῥοιταία. τοῦτ' οὖν μεθέντι ἔφη ἄλλο τι αἰτεῖσθαι· οὐδενὸς γὰρ ἀτυχήσειν παρ' αὐτῆς. ὁ μὲν δὴ τοιαῦτα εἰπούσης ἐπὶ πολὺ ἥσυχος ἦν, αὖθις δ' ἀσπασάμενος αὐτὴν ἀπέρχεται καὶ ἐν πλέονι ἀθυμίᾳ ἦν πρός τε τὸν εὐνοῦχον ὠδύρετο. τέλος δὲ γράψας εἰς διφθέραν ἐξώρκωσε τὸν εὐνοῦχον, ἐπειδὰν αὑτὸν διαχρήσηται, μηδὲν προκατειπόντα τὴν διφθέραν ἀποδοῦναι Ζαριναίᾳ. ἐγέγραπτο δέ" Στρυαγγαῖος Ζαριναίᾳ λέγει τάδε· ἐγὼ μὲν σὲ ἔσωσά τε καὶ τῶν νῦν παρόντων ἀγαθῶν αἴτιος γέγονα· σὺ δέ με ἀπέκτεινας καὶ πάντων ἀνόνητον πεποίηκας. εἰ μὲν οὖν σοι ταῦτα πέπρακται δικαίως, σὺ δὲ πάντων τύχοις τῶν ἀγαθῶν καὶ εἴης μακαρία· εἰ δὲ ἀδίκως, σύ τε τοῦ αὐτοῦ πάθους ἐμοὶ πεῖραν λάβοις· σὺ γάρ μοι παρῄνεσας τοιοῦτον γενέσθαι." 2 ταῦτα γράψας ὑπὸ τῷ προσκεφαλαίῳ τίθησι καὶ εἰς ᾅδου ἀπιὼν ἀνδρείως τὸ ξίφος ᾔτει. ὁ δὲ εὐνοῦχος*** 10. (16).*** εἴτε Βελλεροφόντης εἴτε τὸ θηρίον ἀποθάνοι. κτείνει δ' οὖν τὴν Χίμαιραν ὁ Βελλεροφόντης καὶ τὴν Λυκίαν ἐλευθεροῖ τῶν φόβων. ἀγασθεὶς δ' αὐτοῦ τὸ γενναῖον Ἀμφιάναξ τήν τε θυγατέρα ἔδωκε καὶ βασιλείαν ἔχειν. μετὰ δὲ ταῦταΣθενεβοίας ἀπαγξαμένης ἀνάπυστος ὁ ἔρως ἐγένετο καὶ ἡ Βελλεροφόντου δικαιοσύνη· καὶ ὁ Προῖτος αὐτῷ ὑπέχειν δίκας ἕτοιμος ἦν. 11. (18). Ὅτι οἱ Ἀργοναῦται πλέοντες ἐπὶ Κόλχους ἐπεὶ ἐγένοντο ἐν Λήμνῳ ὑπὸ γυναικῶν τότε οἰκουμένῃ, ἧς Ὑψιπύλη ἐβασίλευεν (οἱ δὲ ἄνδρες ἤδη κατέλιπον τὰς γυναῖκας ὑπὸ ζηλοτυπίας, ὅτι ταῖς Θρῄσσαις ἐμίγνυντο καταλιμπάνοντες ταύτας) ἔρχεται εἰς λόγους Ἰάσονι Ὑψιπύλη· καὶ δῶρα δοῦσα ἔπεισεν αὑτῇ συγκοιμηθῆναι καὶ τοὺς ἄλλους πεῖσαι ταῖς λοιπαῖς συνευνᾶσθαι, ὡς ἂν ἐγγεννήσειαν παῖδας ἐξ αὐτῶν. ὁ δὲ ἐπείσθη καὶ συγγίνονται ταῖς Λημνίαις οἱ Ἀργοναῦται· καὶ ἡ Ὑψιπύλη παῖδα ἔσχεν Εὔνεον. καὶ μείναντες ὀλίγον χρόνον πάλιν ᾤχοντο. 12. (20). Ὅτι μετὰ τοὺς γάμους Ἡρακλῆς εἴτε χολῆς ζεσάσης εἴτε ἄλλῳ τρόπῳ παραφρονήσας καὶ μανεὶς κτείνει μὲν δύο τῶν Ἰφικλέους παίδων· τὸν γὰρ πρεσβύτατον Ἰόλαον ὁ πατὴρ ἐξήρπασε· κτείνει δὲ τοὺς Μεγάρας υἱεῖς, ὧν τὸν νεώτατον ἐπιμαστίδιον ὄντα ἀποσπάσας βίᾳ τῆς μητρὸς ὀλίγου ἐδέησε Μεγάραν ἀποκτεῖναι ἀντεχομένην τοῦ παιδός, εἰ μὴ καὶ
q.165
ταύτην ἐρρύσατο ἐπελθὼν Ἰφικλῆς. μετ' οὐ πολὺ δὲ ταῦτα δράσας ἔννους ἐγένετο καὶ ἐσωφρόνησεν ἐκλιπεῖν τε διενοεῖτο τὰς Θήβας, ἀχθόμενος ἐπὶ τῇ συμφορᾷ. Ἰφικλῆς δὲ καὶ Λικύμνιος παρεκάλουν αὐτὸν ἀπενιαυτίσαντα, ὡς νόμος ἐστίν, ἔξω καὶ καθηράμενον ἐπανελθεῖν εἰς Θήβας καὶ οἰκεῖν. ὡς δ' οὐκ ἔπειθον, καὶ αὐτοὶ συνεξώρμησαν. Μεγάρα δὲ καὶ αὐτὴ συνεξώρμα, τῆς μητρὸς κωλυούσης, τοῦ δὲ πατρὸς συνεπαινοῦντος Κρέοντος. Εὐρυσθεὺς δὲ ὁ Σθενέλου τοῦ Περσέως αἰσθόμενος τὰ καταλαβόντα Ἡρακλέα μετεπέμπετο αὐτὸν εἰς Τίρυνθα· ὁ δὲ εἰς νοῦν βαλόμενος τὸ Ἀμφιτρύωνι χρησθέν, ὅτι χρεὼν εἴη πείθεσθαι Εὐρυσθεῖ καὶ εἰς αὖθις μέγα ἕξειν κλέος, ἐναγόντων ἅμα Λικυμνίου καὶ Ἀλκμήνης κατὰ τὴν συγγένειαν, ὥρμησεν εἰς Τίρυνθα μετὰ πάντων. καὶ ἐπεὶ ἀφίκοντο, Εὐρυσθεὺς Λικυμνίῳ μὲν καὶ Ἰφικλεῖ εὐθέως φίλος ἦν, Ἡρακλέα δὲ ὑφεωρᾶτο καὶ οὐδαμῶς ᾠκειοῦτο, προσέταττέ τε αὐτῷ τοὺς πόνους ἐκτελεῖν, οὕστινας ἄθλους καλοῦμεν. ὁ δὲ ἐπείθετο τῷ μαντείῳ ἑπόμενος. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΗΜΑΤΩΝ. 13. (21). Ὅτι Σκάμανδρος ὁ βασιλεὺς ὁ πρῶτος τῶν Τρώων Σάμωνι χρησάμενος συνεργῷ τοὺς ἐν τῇ Τρῳάδι ἐνίκησεν· ἀποθανόντος δὲ Σάμωνος κατὰ τὴν μάχην, τὴν γυναῖκα αὐτοῦ Δάδαν, μητέρα τῶν νεανίσκων, εἰς τὸ Πόλιον ἐξέπεμψε διὰ κήρυκος, ὡς ἂν ἐκεῖ συνοικήσειεν ὅτῳ βούλεται. ὁ δὲ κῆρυξ κατὰ τὴν ὁδὸν βιασάμενος αὐτὴν ᾔσχυνεν. ἡ δὲ τὸ ξίφος ἔχουσα τὸ τοῦ ἀνδρὸς αὑτὴν διεχρήσατο. αἰσθόμενοι δὲ οἱ Κρῆτες τὸν κήρυκα κατέλευσαν, ἔνθα ὁ χῶρος Ἀναιδείας ὠνομάσθη. 14. (24). Ὅτι Μόξος ὁ Λυδὸς πολλὰ καὶ καλὰ ἐργασάμενος καὶ τὸν Μήλην τῆς τυραννίδος καθελὼν τοῖς Λυδοῖς παρεκελεύσατο τὴν δεκάτην ἀποδοῦναι, καθὰ ηὔξατο, τοῖς θεοῖς. οἱ δὲ ἐπείθοντο καὶ ἀπαριθμοῦντες τὰ κτήματα ἐξῄρουν τὴν δεκάτην ἁπάντων καὶ κατέθυον. ἐκ τούτου μέγιστος αὐχμὸς καταλαμβάνει Λυδίαν, καὶ οἱ ἄνθρωποι ἐπὶ μαντείαν κατέφευγον*** πολλὰς δὲ στρατιὰς* λέγεται πεποιῆσθαι οὗτος ὁ ἀνήρ, καὶ ἦν αὐτοῦ κλέος μέγιστον ἐν Λυδοῖς ἐπί τε ἀνδρίᾳ καὶ δικαιοσύνῃ. ταῦτα δὲ πράξας αὖθις ἐπὶ τὴν Κράβον ἐστάλη, καὶ πολὺν χρόνον αὐτὴν πολιορκήσας εἷλε καὶ ἐπόρθησε, τοὺς δὲ ἀνθρώπους εἰς τὴν πλησίον λίμνην ἀγαγὼν οἷα ἀθέους ἐπόντωσεν. 15. (27). Ὅτι Σαλμωνέως θυγάτηρ ἐγένετο, ἥτις ἐρασθεῖσα τοῦ πατρὸς ὑπ' ἀμηχανίας αὑτὴν διειργάσατο, πρὶν γάμου κυρῆσαι. ὁ πατὴρ δὲ αὐτῇ τιμὴν ἔταξεν ἀνὰ πᾶν ἔτος πανήγυριν ἄγεσθαι. 16. (28). Ὅτι Καμβλίτας βασιλεὺς Λυδίας. τοῦτον λέγεται οὕτω γαστρίμαργον σφόδρα γενέσθαι, ὥστε καὶ τὴν αὑτοῦ γυναῖκα ἐπιθυμήσαντα καταφαγεῖν. αὐτός γε μὴν ἑαυτὸν δόξας ὑπὸ φαρμακῶν βεβλάφθαι, περιβοήτου τοῦ πράγματος γενομένου, ξίφος ἔχων πληθυούσης ἀγορᾶς ἐν μέσῳ στὰς εἶπεν" ὦ Ζεῦ, εἰ μὲν ἀπ' ἐμαυτοῦ δέδρακα ταῦτα ἃ δέδρακα, τίσαιμι ἐν ἐμαυτῷ τὰς δίκας· εἰ δὲ ὑπὸ φαρμακῶν διαφθαρείς, οἱ ἐμὲ φαρμάξαντες πάθοιεν." 2 ταῦτα εἶπε καὶ ὁρώντων πάντων ἑαυτὸν ἀπέσφαξεν. καὶ οἱ μὲν τοῦτον ἐκερτόμουν ὡς γαστρίμαργον, οἱ δὲ ᾤκτειρον ὡς φρενοβλαβῆ ὑπὸ φαρμακῶν. ἐδόξαζον δὲ τὸν Ἰάρδανον ταῦτα πεποιηκέναι διὰ τὸ ἔχθος. 17. (33). Ὅτι ἐδόκει φρονήσει τὸ τῶν Ἀμυθαονιδῶν γένος τὸ παλαιὸν ἐν τοῖς Ἕλλησι πρωτεύειν· ὥσπερ καὶ Ἡσίοδός φησιν ἐν τούτοις· Ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδῃσι, νοῦν δ' Ἀμυθαονίδαις, πλοῦτον δὲ† παρ' Ἀτρείδῃσι. 18. (36). Ὅτι τὸν Ἀμυκλαῖον νομὸν κατὰ τὰς ὁμολογίας τῷ προδότῃ Φιλονόμῳ ἐξελόντες οἱ Ἡρακλεῖδαι ἀφῆκαν. ὁ δὲ αἰσχυνόμενος ἐπὶ τῇ προδοσίᾳ οὐδαμοῦ ἐφαίνετο. οἱ δὲ Ἡρακλεῖδαι ἀναδασάμενοι καὶ τοῦτον ἐνέμοντο. ὕστερόν γε μὴν ἀφικομένῳ ἐκΛήμνου σὺν λαῷ, ὅντινα ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ***, πάλιν ἀπέδοσαν. καὶ ὃς τοῖς ἥκουσι διελὼν τὴν γῆν ᾤκει ἅμα αὐτοῖς βασιλεύων Ἀμυκλῶν. 19. (43). Ὅτι Λυκάων ὁ Πελασγοῦ υἱός, βασιλεὺς Ἀρκάδων, ἐφύλαττε τὰ τοῦ πατρὸς εἰσηγήματα ἐν δικαιοσύνῃ. ἀποστῆσαι δὲ βουλόμενος καὶ αὐτὸς τῆς ἀδικίας τοὺς ἀρχομένους, ἔφη τὸν Δία ἑκάστοτε φοιτᾶν παρ' αὐτὸν ἀνδρὶ ξένῳ ὁμοιούμενον εἰς ἔποψιν τῶν δικαίων τε καὶ ἀδίκων. καί ποθ',
q.166
ὡς αὐτὸς ἔφη, μέλλων ὑποδέχεσθαι τὸν θεὸν θυσίαν ἐπιτελεῖν. τῶν δὲ υἱῶν αὐτοῦ πεντήκοντα, ὥς φασιν, ὄντων ἐκ πολλῶν γυναικῶν, βουλόμενοι γνῶναι οἱ τῇ θυσίᾳ παρόντες, εἰ τῷ ὄντι θεὸν μέλλουσι ξενοδοχεῖν, θύσαντές τινα παῖδα ἐγκατέμιξαν τοῖς τοῦ ἱερείου κρέασιν, ὡς οὐ λήσοντες, εἴπερ ὄντως θεὸς ἔπεισιν. ὑπὸ δὲ τοῦ δαιμονίου χειμώνων μεγάλων καὶ κεραυνῶν ῥαγέντων, φασὶ τοὺς αὐτόχειρας ἅπαντας τοῦ παιδὸς ἀπολέσθαι. 20. (51). Ὅτι Ἱππομένης ὁ Ἀθηναίων ἄρχων ἐξέπεσε τῆςἀρχῆς δι' αἰτίαν τοιάνδε. ἦν αὐτῷ θυγάτηρ, ἥντινα τῶν ἀστῶν τινος λάθρα αἰσχύναντος ὑπ' ὀργῆς καθεῖρξεν εἰς οἴκημα δήσας σὺν ἵππῳ, καὶ τροφὴν οὐδετέρῳ εἰσέπεμπεν. πιεσθεὶς οὖν λιμῷ ὁ ἵππος ἐφορμήσας τῇ παιδὶ ἀναλώσας τε αὐτὴν καὶ αὐτὸς ὕστερον ἀπέθανεν. μετὰ ταῦτα ἐπισκαφείσης αὐτοῖς τῆς οἰκήσεως ἀπ' ἐκείνου ὁ χῶρος ἐκαλεῖτο Ἵππου καὶ Κόρης. 21. (56). Ὅτι ἡ Ἀκάστου γυνὴ Πηλέως ἐρασθεῖσα λόγους ὑπὲρ μίξεως εἰσφέρει· ἀναινομένου δὲ δείσασα, μή μιν κατείποι πρὸς τὸν ἄνδρα, ὑποφθάσασα αὐτὸν προδιαβάλλει πρὸς τὸν ἄνδρα, ὡς εὐνηθῆναί οἱ θέλοντα. ὁ δὲ λόχον ὑφείσας ἐπεβούλευσε Πηλεῖ. καὶ ὃς αἰσθόμενος εἰς πόλεμον κατέστη πρὸς αὐτόν, ἐπικαλεσάμενος βοηθοὺς τούς τε Τυνδαρίδας καὶ Ἰάσονα, ἐχθρὸν ὄντα κἀκείνῳ, φίλος αὐτὸς ὢν διὰ τὸ σύμπλους ἐν τῇ Ἀργοῖ γεγονέναι· καὶ τήν τε Ἰωλκὸν αἱρεῖ καὶ τὴν Ἀκάστου γυναῖκα σφάττει. 22. (57). Ὅτι Λυκούργῳ τοιάδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. βουλόμενος, ὥς φασι, θεὸν ἐρέσθαι περί τινων ὑπολοίπων νόμων, ὥρκωσε Λακεδαιμονίους, ἄχρι ἐπάνεισι μηδένα λῦσαι τῶν κειμένων. ὀμοσάντων δ', ἐπεὶ χρηστηριαζόμενος ἤκουσεν παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοῖς ἐκείνου νόμοις ἐμμένοι, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυλακῆς ἐκ τοῦ ὅρκου ποιησάμενος. καταβὰς δὲ εἰς Κρῖσαν αὑτὸν διεργάζεται. Λακεδαιμόνιοι δὲ αἰσθόμενοι διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖσαν περὶ τὸν θάνατον ναόν τε αὐτῷ ἐτεμένισαν καὶ βωμὸν ἱδρυσάμενοι θύουσιν ὡς ἥρωι ἀνὰ πᾶν ἔτος. περιφανῶς γὰρ δὴ Σπαρτιάταις αἴτιος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοις, οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστους, ἀλλὰ καὶ ὅτι ἄκοντας προυτρέψατο χρῆσθαι αὐτοῖς τρόπῳ τοιῷδε. δύο σκύλακας λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφεν, χωρὶς δὲ ἀλλήλων ἀνομοίοις ἤθεσι, τὸν μὲν κατ' οἶκον, ὄψα τε διδοὺς καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεσίοις θηρᾶν ἀναγκάζων καὶ στιβεύειν ἐν ὄρεσιν. ὡς δ' ἑκάτερος αὐτῶν ὅμοιος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιάζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι καὶ ἀμηχανοῦσι παραγαγὼν ἀμφοτέρους εἰς μέσον καὶ σὺν αὐτοῖς δόρκους τε καὶ ζωμοὺς καὶ ὄψα ἐσκευασμένα ἔλεξεν·" ἀλλ' ὅτι μέν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐκ ἄλλο ἐστὶν αἴτιον πλὴντὸ ἔθεσι χρῆσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. οἵδε γέ τοι (τοὺς σκύλακας δείξας) τῆς αὐτῆς μητρὸς ὄντες, ἐναντίον δὲ ἀλλήλοις τεθραμμένοι παρ' αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκασιν. ὁ μὲν γὰρ θηρᾶν μαθών, ὁ δὲ λιχνεύειν, οὐδὲν*** ἀντὶ τοῦδε, εἰ παρείκοι, ποιήσειεν." 2 καὶ ἅμα προσέταξε τῷ κυνουλκῷ μεθεῖναι ἀμφοτέρους ἐπὶ τὰ ἡτοιμασμένα. τῶν δ' ὁ μὲν κατοικίδιος ἐπὶ τοὔψον ὥρμησεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον καὶ καταλαβὼν ἐσπάραττεν. καὶ Λυκοῦργος πάλιν" ταῦτα" 2 ἔφη" νομίσατε, ὦ Σπαρτιᾶται, καὶ εἰς ὑμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους· ὁποίοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρῆσθε, τοιούτους ἀποβαίνειν ἀνάγκη πρός τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μαθητὰ οἱ θεοὶ ἔδοσαν. ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέροις εἶναι καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων, τῷ δὲ ἡδυπαθεῖν τό τε δουλεύειν καὶ κακουργεῖν καὶ μηδενὸς ἀξίοις εἶναι." 2 ὁ μὲν τοιαῦτα λέγων προυτρέπετο τοὺς Σπαρτιάτας μεταβαλεῖν τε τὸν καθεστῶτα τρόπον τοῦ βίου καὶ βελτίοσι νόμοις ἐθισθῆναι. οἱ δὲ πεισθέντες οὐ τῶν περιοίκων μόνον ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶς ἄριστοι ἐγένοντο, ἡγεμόνες τε συνεχῶς, ἐξ ὅτου παρεδέξαντο τοὺς νόμους, ἐπὶ ἔτη φʹ, καὶ οὐ πολλοῦ χρόνου ἐπὶ μέγα ἐχώρησαν
q.167
δυνάμεως. τέλος τοῦ ʹ λόγου Νικολάου Δαμασκηνοῦ. 23. (59). Ὅτι Περίανδρος ὁ Κυψέλου υἱὸς τοῦ βασιλέως Κορίνθου τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα καὶ δορυφόρους εἶχε τʹ. ἐκώλυέ τε τοὺς πολίτας δούλους κτᾶσθαι καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο, ἐζημίου, δεδιὼς μή τι βουλεύοιντοκατ' αὐτοῦ. λέγεται καὶ ἄλλο αὐτὸν ἔργον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ' ἔρωτος. ἐστρατεύετο δὲ συνεχῶς καὶ ἦν πολεμικός· τριήρεις τε ναυπηγησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάσσαις. φασὶ δέ τινες αὐτὸν καὶ τῶν ζʹ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν. 24. (62). Ὅτι Μάγνης ἦν ἀνὴρ Σμυρναῖος, καλὸς τὴν ἰδέαν εἴ τις καὶ ἄλλος, ποιήσει τε καὶ μουσικῇ δόκιμος. ἤσκητο δὲ καὶ τὸ σῶμα διαπρεπεῖ κόσμῳ, ἁλουργῆ ἀμπεχόμενος καὶ κόμην τρέφων χρυσῷ στρόφῳ κεκορυμβωμένην· περιῄει τε τὰς πόλεις ἐπιδεικνύμενος τὴν ποίησιν. τούτου δὲ πολλοὶ μὲν καὶ ἄλλοι ἤρων, Γύγης δὲ μᾶλλόν τι ἐφλέγετο καὶ αὐτὸν εἶχε παιδικά. γυναῖκάς γε μὴν πάσας ἐξέμηνεν, ἔνθα ἐγένετο ὁ Μάγνης, μάλιστα δὲ τὰς Μαγνητῶν, καὶ συνὼν αὐταῖς. οἱ δὲ τούτου συγγενεῖς ἀχθόμενοι ἐπὶ τῇ αἰσχύνῃ, πρόφασιν ποιησάμενοι, ὅτι ἐν τοῖς ἔπεσιν ᾖσεν ὁ Μάγνης Λυδῶν ἀριστείαν ἐν ἱππομαχίᾳ πρὸς Ἀμαζόνας, αὐτῶν δὲ οὐδὲν ἐμνήσθη, ἐπᾴξαντες περικατέρρηξάν τε τὴν ἐσθῆτα καὶ τὰς κόμας ἐξέκειραν καὶ πᾶσαν λώβην προσέθεσαν. ἐφ' οἷς ἤλγησε μάλιστα Γύγης καὶ πολλάκις μὲν εἰς τὴν Μαγνητῶν γῆν ἐνέβαλεν, τέλος δὲ χειροῦται τὴν πόλιν· ἐπανελθὼν δὲ εἰς Σάρδεις πανηγύρεις ἐποιήσατο μεγαλοπρεπεῖς. 25. (63). Ὅτι Σαδυάττης ὁ Λυδῶν βασιλεύς, Ἀλυάττεω παῖς, ἦν μὲν τὰ πολέμια γενναῖος, ἄλλως δὲ ἀκόλαστος. καὶ γάρ ποτε τὴν ἑαυτοῦ ἀδελφήν, γυναῖκα Μιλήτου ἀνδρὸς δοκίμου καλέσας ἐφ' ἱερὰ βίᾳ ᾔσχυνεν καὶ τὸ λοιπὸν αὐτὴν ἴσχει γυναῖκα. ὁ δὲ Μίλητος ἦν Μέλανος τοῦ Γύγου γαμβροῦ ἀπόγονος. δυσανασχετῶν δ' ἐπὶ τούτοις, φεύγων ᾤχετο εἰς Δασκύλιον. Σαδυάττης δὲκἀκεῖθεν αὐτὸν ἐξέωσεν. ὁ δὲ ἀπεχώρησεν εἰς Προκόνησον. Σαδυάττης δὲ ὀλίγον ὕστερον ἔγημεν ἑτέρας δύο γυναῖκας ἀλλήλαις ἀδελφὰς καὶ ἴσχει παῖδας ἐκ μὲν τῆς Ἀττάλην, ἐκ δὲ τῆς Ἄδραμυν νόθους, ἐκ δὲ τῆς αὑτοῦ ἀδελφῆς γνήσιον Ἀλυάττην. 26. (64). Ὅτι Ἀλυάττης ὁ Σαδυάττεω υἱός, βασιλεὺς Λυδῶν, ἕως μὲν νέος ἦν, ὑβριστὴς ἦν καὶ ἀκόλαστος, ἐκβὰς δὲ εἰς ἄνδρα σωφρονέστατος καὶ δικαιότατος. ἐπολέμησε δὲ Σμυρναίοις καὶ εἷλεν αὐτῶν τὸ ἄστυ. 27. (65). Ὅτι Ἀλυάττης ὁ Κροίσου πατὴρ τοῦ Λυδῶν βασιλέως ἐπὶ Καρίαν στρατεύων περιήγγειλε τοῖς ἑαυτοῦ στρατὸν ἄγειν εἰς Σάρδεις ἐν ἡμέρᾳ τακτῇ, ἐν οἷς καὶ Κροίσῳ, ὅστις ἦν αὐτοῦ πρεσβύτατος τῶν παίδων, ἄρχων ἀποδεδειγμένος Ἀδραμυττείου καὶ Θήβης πεδίου. ὁ δέ, ὥς φασιν, ὑπὸ ἀκολασίας οὐχ οἷός τε ἦν καί πως διεβέβλητο πρὸς τὸν πατέρα. βουλόμενος δὲ ἐν τῷδε τῷ ἔργῳ ἀπολύσασθαι τὰς αἰτίας καὶ ἀπορῶν, ὁπόθεν μισθώσαιτο ἐπικούρους (μισθωτοῖς γὰρ ἐχρῶντο), ἦλθεν ἐπὶ Σαδυάττην τὸν ἔμπορον, πλουσιώτατον Λυδῶν ὄντα, δανείζεσθαι βουλόμενος. ὁ δὲ αὐτὸν πρῶτον μὲν ἀναμένειν ἐκέλευε πρὸ τῶν θυρῶν, ἄχρι λούσηται· μετὰ δὲ ἐντυγχάνοντι ἀποκρίνεται, ὅτι πολλοὶ παῖδες εἶεν Ἀλυάττῃ, οἷς πᾶσιν εἰ δεήσοι αὐτὸν ἀργύριον διδόναι, οὐκ ἐξαρκέσει· οὔκουν δοῦναι δεομένῳ. Κροῖσον δὲ ἀποτυχόντα τἀνθρώπου εἰς Ἔφεσον ἀφικέσθαι κατὰ ζήτησιν ἀργυρίου. καὶ τότε μὲν εὔξασθαι τῇ Ἀρτέμιδι, εἰ βασιλεύσειεν, τὸν οἶκον ἅπαντα καθιερώσειν τοῦ ἐμπόρου. ἦν δέ τις Κροίσῳ φίλος, ἀνὴρ Ἴων ὄνομα Παμφάης, υἱὸς Θεοχαρίδου εὖ μάλα εὐπόρου. οὗτος ὁρῶν τὴν Κροίσου σπουδὴν ἐδεήθη τοῦ πατρὸς χιλίους στατῆρας δοῦναί οἱ πάσῃ μηχανῇ· τυχὼν δὲ παρ' αὐτοῦ δίδωσι Κροίσῳ. ἀνθ' ὧν μέγαν τε αὐτὸν Κροῖσος ὕστερον ἐποίησε βασιλεὺς γενόμενος καὶ εἰς τὴν ἀκρόπολιν εἰσαγαγὼν ἅμαξαν αὐτῷ ἔδωκε μεστὴν χρυσίου· τὸν δὲ τοῦ ἐμπόρου οἶκον Ἀρτέμιδι καθιέρωσεν, καὶ αὐτὰ τὰ θεμέλια ἀποδόμενος διὰ τὴν εὐχήν, ὡς μηδὲν λείποιτο. ὁ δὲ Κροῖσος τοὺς χιλίους
q.168
λαβὼν χρυσοῦς στράτευμά τε ἤγειρε καὶ πρῶτος εἰς τὴν κυρίαν ἡμέραν ἄγων ἔδειξε τῷ πατρὶ καὶ συνεισέβαλεν εἰς τὴν Καρίαν, κρείττων τε ἐξ ἐκείνου τοῦ ἔργου τῶν αὐτὸν διαβαλλόντων γίνεται. 28. (67). Ὅτι Κῦρος ὁ Περσῶν βασιλεὺς ἦν φιλοσοφίας, εἰ καί τις ἄλλος, ἔμπειρος, ἥντινα παρὰ τοῖς μάγοις ἐπαιδεύθη. δικαιοσύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη κατὰ δή τινας πατρίους νόμους καθεστῶτας Περσῶν τοῖς ἀρίστοις· ὃς καὶ μετεπέμψατο Σίβυλλαν ἐξ Ἐφέσου τὴν Ἡροφίλαν καλουμένην χρησμῳδόν. 29. (68). Ὅτι ὁ Κῦρος ᾤκτειρε Κροῖσον τὸν Λυδῶν βασιλέα διὰ τὴν οἰκείαν ἀρετήν. καὶ οἱ Πέρσαι μεγάλην ἔνησαν πυρὰν Κροίσῳ ὑπό τινα ὑψηλὸν τόπον, ἀφ' οὗ ἔμελλον θεάσασθαι τὰ γινόμενα. καὶ μετὰ ταῦτα Κῦρος ἐξήλαυνεν ἐκ τῶν βασιλείων, καὶ ἡ δύναμις παρῆν ἅπασα πολύς τε ὅμιλος καὶ ἀστῶν καὶ ξένων. ὀλίγον δ' ὕστερον θεράποντες ἦγον Κροῖσον δεσμώτην καὶ Λυδῶν δὶς ἑπτά. ὡς δὲ ἐθεάσαντο Λυδοί, πάντες οἰμωγῇ καὶ στόνῳ ἀνέκλαυσαν καὶ ἔπληξαν τὰς κεφαλάς. τοσοῦτος δ' ἐκ τοῦ ὁμίλου κωκυτὸς ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν μετὰ δακρύων καὶ βοῆς ἐξερράγη, ὁπόσος οὐδὲ ἁλισκομένης τῆς πόλεως. τότε δή τις ἂν καὶ τὴν τύχην ᾤκτειρεν καὶ Κροῖσον ἐθαύμασε τῆς πρὸς τῶν ἀρχομένων φιλίας. ὥσπερ γὰρ πατέρα ἑωρακότες οἱ μὲν τὰς ἐσθῆτας κατερρήγνυντο, οἱ δὲ τὰς κόμας ἔτιλλον· γυναικῶν δὲ ἡγεῖτο πληθὺς μυρία μετὰ κόμμου καὶ ὀλολυγῆς. αὐτὸς δὲ ἄδακρυς προσῄει καὶ σκυθρωπός. ὁ δὲ Κῦρος ταῦθ' ὁρῶν γινόμενα οὐκ ἐκώλυε, βουλόμενος καὶ τοὺς Πέρσας οἶκτόν τινα λαβεῖν αὐτοῦ. ὡς δὲ προϊὼν κατ' αὐτὸν γίνεται ὁ Κροῖσος, ἐφθέγξατο μεγάλῃ τῇ φωνῇ, δεόμενος τὸν υἱὸν ἀχθῆναί οἱ, ὃς οὐκέτι ἐπεπήρωτο τὴν φωνήν, ἐξ ὅτου τὸ πρῶτον ἐφθέγξατο· ἦν δὲ καὶ τἄλλα ἔμφρων. καὶ ὁ Κῦρος ἄγειν ἐκέλευσε τὸν νεανίσκον. καὶ μετ' οὐ πολὺ ἤγετο ἑπομένων αὐτῷ πολλῶν ἡλίκων. θεασάμενος δὲ αὐτὸν ὁ Κροῖσος οὐκέθ' ὁ αὐτὸς ἦν, ἀλλὰ τότε πρῶτον ἐδάκρυσεν. ὁ δὲ μετὰ κλαυθμοῦ καὶ βοῆς προσπεσὼν πρὸς τὸν Κροῖσον" οἴμοι, πάτερ" 2 ἔφη" ἡ σὴ εὐσέβεια. πότε δ' ἡμῖν οἱ θεοὶ βοηθήσουσιν;" 2 ἀποβλέψας δ' εἰς τοὺς Πέρσας" ἄγεθ', ἱκετεύω, κἀμέ" 2 ἔφη" καὶ συνεμπρήσατε· κἀγὼ γὰρ ὑμῶν πολέμιός εἰμι οὐχ ἧττον ἢ ὁ πατήρ." 2 καὶ ὁ Κροῖσος" οὐκ ὀρθῶς λέγεις" 2 ἔφη·" μόνος γὰρ ἐγὼ τὸν πόλεμον ἐξήνεγκα, ὑμῶν δὲ καὶ τῶν ἄλλων Λυδῶν οὐδείς· ἐμὲ χρὴ καὶ τὴν τιμωρίαν ὑποσχεῖν." 2 ἐμφὺς δὲ τῷ πατρὶ ὁ νεανίσκος οὐκέτ' ἀφίστατο, ἀλλ' ὀδυρόμενος οἴκτου πάντα ἐνέπλησεν, ἀφιεὶς καὶ ἑαυτὸν ἄγειν ἐπὶ τὴν πυράν." οὐ γάρ" 2 ἔφη" λελείψομαι τῆς σῆς μοίρας, ὦ πάτερ. εἰ δὲ νῦν με οὐκ ἐάσουσιν, ἀλλὰ προσδέχου με ταχύ. τίς ἔτι μοι τοῦ βίου ἐλπίς; ὃς ἐξ ὅτουπερ ἔφυν, ἀεὶ μὲν σοὶ λυπηρὸς ἦν, ἀεὶ δ' ἐμαυτῷ· εὐτυχοῦντα μὲν ἐκτρεπόμενος ὑπ' αἰδοῦς διὰ τὴν τότε μοι προσοῦσαν ἀφωνίαν τε καὶ λώβην· ἐπεὶ δ' ἠρξάμεθα δυστυχεῖν, τότε πρῶτον φωνὴνἀφῆκα, καί μ' εἰς τοῦτο μόνον ἤρθρωσαν οἱ θεοί, ὅπως ἂν ὀδύρωμαι τὰς ἡμετέρας τύχας." 2 ὁ δὲ πατὴρ ἔφη" μὴ παντάπασιν, ὦ παῖ, σεαυτὸν ἀπογνῷς νέος ὢν καὶ πολλοῦ σοι ἔτι ὄντος τοῦ λοιποῦ βίου, ὅπου γε κἀμοὶ λείπεταί τις ἐλπὶς ὅμως καὶ οὔπω τἀκ θεοῦ ἀπέγνων." 2 ἅμα δὲ ταῦτα λέγοντι προσῄεσαν πολλαὶ δή τινες θεράπαιναι κομίζουσαι ἐσθῆτας πολυτελεῖς καὶ ἄλλον παμπληθῆ κόσμον, ὃν ἔπεμψαν συγκατακαησόμενον αἱ τῶν Λυδῶν γυναῖκες. ὁ δὲ τὸν υἱὸν ἀσπασάμενος καὶ τοὺς ἐν κύκλῳ Λυδοὺς ἐπὶ τὴν πυρὰν ᾔει. καὶ ὁ παῖς εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνασχών" ὤναξ Ἄπολλον καὶ θεοὶ πάντες" 2 εἶπεν," οὕστινας ὁ πατὴρ ἐτίμησεν, ἔλθετε νῦν γε ἡμῖν βοηθοί, καὶ μὴ συναπόληται Κροίσῳ πᾶσα ἀνθρώπων εὐσέβεια." 2 ταῦτα εἰπόντα μόλις ἀπῆγον οἱ φίλοι, βιαζόμενον εἰς τὴν πυρὰν αὑτὸν συνεμβαλεῖν. Κροίσου δ' ἐπιβαίνοντος αὐτῇ ἡ Σίβυλλα ὤφθη ἀπό τινος ὑψηλοῦ χωρίου καταβαίνουσα, ἵνα καὶ αὐτὴ ἴδῃ τὰ γινόμενα. ταχὺ δὲ θροῦς διῆλθε διὰ τοῦ ὁμίλου, ὅτι ἡ χρησμῳδὸς ἥκει, καὶ ἐν προσδοκίᾳ πάντες ἐγένοντο, εἴ τι πρὸς τὰ παρόντα θειάσειε. καὶ μετ' οὐ πολὺ ἔντονόν τι φθεγξαμένη βοᾷ· Ὦ μέλεοι, τί σπεύδεθ' ἃ μὴ θέμις; οὐ γὰρ ἐάσει Ζεὺς ὕπατος Φοῖβός τε καὶ ὁ κλυτὸς Ἀμφιάραος·
q.169
ἀλλά γ' ἐμῶν ἐπέων πείθεσθ' ἀψευδέσι χρησμοῖς, μὴ κακὸν οἶτον ὄλοισθε παρὲκ θεοῦ ἀφραίνοντες. Κῦρος δ' ἀκούσας ἐκέλευσε τὸν χρησμὸν διενεγκεῖν τοῖς Πέρσαις, ὡς ἐξευλαβηθεῖεν ἁμαρτάνειν. οἱ δὲ δι' ὑποψίας γίνονται, ὡς κατεσκευασμένης, ἵνα σώζοιτο Κροῖσος. ὁ δ' ἤδη ἐπὶ τῆς πυρᾶς καθῆτο, καὶ σὺν αὐτῷ δὶς ἑπτὰ Λυδῶν, ἐν κύκλῳ δὲ Πέρσαι δᾷδας ἔχοντες ἧπτον. σιωπῆς δὲ γενομένης, στενάξας μέγα εἰς τρὶς ἀνακαλεῖται πάλιν Σόλωνα. καὶ ὁ Κῦρος ἀκούσας ἐδάκρυσεν, ἐννοηθεὶς ὅτι νεμεσητὰ δρᾷ, βιασθεὶς ὑπὸ Περσῶν, βασιλέα οὐδὲν ἐλάττονα αὑτοῦ τὴν τύχην ἐμπιπράς. συνεκέχυντο δ' ἤδη καὶ Πέρσαι τὰ μὲν ἐπὶ Κροίσῳ, τὰ δὲ ἐπὶ τῷ σφετέρῳ βασιλεῖ, ὁρῶντες ἀχθόμενον ἐπὶ τούτοις καὶ ἐκέλευον σώζειν Κροῖσον. ταχὺ δὲ Κῦρος πέμψας τοὺς ἀμφ' αὑτὸν ἐκέλευσε τὴν πυρὰν σβεννύναι. ἡ δ' ᾔθετο, καὶ οὐκέθ' οἷόντ' ἦν ἐξημμένην ἐν κύκλῳ προσιέναι τινά. φασὶ δὴ Κροῖσον ἐμβλέψαντα εἰς τὸν οὐρανὸν εὔξασθαι τῷ Ἀπόλλωνι ἀρῆξαί οἱ, ὁπότε καὶ οἱ ἐχθροὶ σώζειν αὐτὸν ἐθέλοντες οὐ δύναιντο. χειμὼν δ' ἔτυχε τὴν ἡμέραν ἐκείνην ἐξ ἠοῦς, οὐ μὴν ὑετός γε. Κροίσου δ' εὐξαμένου ζοφερὸς ἐξαίφνης ἀὴρ συνέδραμε νεφούμενος πάντοθεν, βρονταί τε γίνονται καὶ ἀστραπαὶ συνεχεῖς, τοσοῦτός τε κατερράγη ὑετός, ὥστε μὴ μόνον τὴν πυρὰν σβεσθῆναι, ἀλλὰ καὶ τοὺς ἀνθρώπους μόλις ἀντέχειν. Κροίσῳ μὲν οὖν ταχὺ στέγασμα πορφυροῦν ὑπερέτειναν· τοῖς δὲ ἀνθρώποις τὰ μὲν ὑπὸ ζόφου καὶ λαίλαπος ταραττομένοις, τὰ δὲ ὑπὸ ἀστραπῶν καὶ καταπατουμένοις ὑπὸ τῶν ἵππων, τραχυνομένων πρὸς τὸν ψόφον τῶν βροντῶν, δείματα δαιμόνια ἐνέπιπτεν, καὶ οἵ τε τῆς Σιβύλλης χρησμοὶ τά τε Ζωροάστρου λόγια ἐσῄει. Κροῖσον μὲν οὖν ἐβόων ἔτι μᾶλλον ἢ πάλαι σώζειν· αὐτοὶ δὲ καταπίπτοντες εἰς γῆν προσεκύνουν, εὐμένειαν παρὰ τοῦ θεοῦ αἰτούμενοι. φασὶ δέ τινες Θαλῆν προϊδόμενον ἔκ τινων σημείων ὄμβρον γενησόμενον καὶ ἀναμένειν τὴν ὥραν ἐκείνην. τόν γε μὴν Ζωροάστρην† Πέρσαι ἀπ' ἐκείνου διεῖπαν μήτε νεκροὺς καίειν μήτ' ἄλλως μιαίνειν πῦρ, καὶ πάλαι τοῦτο καθεστὼς τὸ νόμιμον τότε βεβαιωσάμενοι. Κῦρος δ' εἰς τὰ βασίλεια Κροῖσον ἄγων παρεκάλει τε καὶ ἐφιλοφρονεῖτο, πειθόμενος εἶναι θεοσεβέστατον, ἐκέλευέ τε, εἴ τι βούλεταί οἱ γενέσθαι, μὴ ὀκνεῖν, ἀλλ' αἰτεῖσθαι. ὁ δὲ εἶπεν" ὦ δέσποτα, ἐπεί μέ σοι θεοὶ ἔδοσαν σύ τε χρηστὰ ἐπαγγέλλεις, αἰτοῦμαί σε δοῦναί μοι πέμψαι Πυθοῖδε τὰς πέδαςτάσδε, καὶ τὸν θεὸν ἐρέσθαι, τί παθὼν ἐξηπάτα με τοῖς χρησμοῖς ἐπάρας στρατεύειν ἐπὶ σὲ ὡς περιεσόμενον, ἐξ ὅτου αὐτῷ τάδε ἀκροθίνια πέμπω (δείξας τὰς πέδας) καὶ τί δήποτε ἀμνημονοῦσιν χάριτος οἱ τῶν Ἑλλήνων θεοί." 2 Κῦρος δὲ γελάσας καὶ τάδε ἔφη δώσειν καὶ ἄλλων οὐκ ἀτυχήσειν αὐτὸν μειζόνων. Κῦρος δὲ ὀλίγου χρόνου φίλον ἐπεποίητο Κροῖσον ἐξιών τε ἐκ Σάρδεων ἀπέδωκε παῖδας καὶ γυναῖκας καὶ σὺν αὑτῷ ἀπήγετο. φασὶ δέ τινες καὶ ἐπιτρέψαι ἂν αὐτῷ τὴν πόλιν, εἰ μὴ ᾤετο νεωτεριεῖν. 30. (69). Ἐν ᾧ δὲ οὗτοι περὶ ταῦτα ἦσαν, ὁ Φαιστύλος ἀπάγεται πρὸς Ἀμόλιον. δεδοικὼς γάρ, μὴ οὐ πιστὰ δόξῃ τῷ Νεμέτορι λέγειν, ὁ Φαιστύλος ἄνευ σημείων ἐμφανῶν μεγάλου πράγματος μηνυτὴς γενόμενος, τὸ γνώρισμα τῆς ἐκθέσεως τῶν βρεφῶν τὴν σκάφην ἀναλαβὼν ὀλίγον ὕστερον ἐδίωκεν εἰς τὴν πόλιν. διερχόμενον δ' αὐτὸν τὰς πύλας ταραχωδῶς πάνυ καὶ περὶ πολλοῦ ποιούμενον μηδενὶ ποιῆσαι καταφανὲς τὸ λεγόμενον, τῶν φυλάκων τις καταμαθών (ἦν δὲ πολεμίων ἐφόδου δέος, καὶ τὰς πύλας οἱ μάλιστα πεπιστευμένοι παρὰ τοῦ βασιλέως ἐφρούρουν) συλλαμβάνει δὴ καὶ τὸ κρυπτὸν ὅ τι δήποτ' ἦν καταμαθεῖν ἀξιῶν ἀποκαλύπτει βίᾳ τὴν περιβολήν. ὡς δὲ τὴν σκάφην ἐθεάσατο καὶ τὸν ἄνθρωπον ἔμαθεν ἀπορούμενον, ἠξίου λέγειν, τίς ἡ ταραχὴ καὶ τί τὸ βούλημα τοῦ μὴ φανερῶς εἰσφέρειν σκεῦος οὐδὲν δεόμενον ἀπορρήτου φορᾶς. ἐν δὲ τούτῳ πλείους τῶν φυλάκων συνέρρεον· καί τις αὐτῶν γνωρίζει τὴν σκάφην, αὐτὸς ἐν ἐκείνῃ τὰ παιδία κομίσας ἐπὶ τὸν ποταμόν, καὶ φράζει πρὸς τοὺς παρόντας. οἱ δὲ συλλαβόντες τὸν Φαιστύλον ἄγουσιν ἐπ' αὐτὸν τὸν βασιλέα καὶ διηγοῦνται τὰ γενόμενα. Ἀμόλιος δὲ ἀπειλῇ βασάνων καταπληξάμενος τὸν ἄνθρωπον, εἰ μὴ
q.170
λέξει τὰς ἀληθείας ἑκών, πρῶτον μὲν εἰ ζῶσιν οἱ παῖδες ἤρετο· ὡς δὲ ταῦτ' ἔμαθεν, τῆς σωτηρίας αὐτοῖς ὅστις ὁ τρόπος ἐγένετο. διηγησαμένου δὲ αὐτοῦ πάντα ὡς ἐπράχθη," ἄγε δή" 2 φησὶν ὁ βασιλεύς" ἐπειδὴ ταῦτα ἀληθεύσας ἔχεις, φράσον, ὅπου νῦν ἂν εὑρεθεῖεν· οὐ γὰρ ἔτι δίκαιοί εἰσιν ἐν βουκόλοις καὶ ἀδόξῳ βίῳ ζῆν, ἔμοιγε ὄντες συγγενεῖς, ἄλλως τε καὶ θεῶν προνοίᾳ σωζόμενοι." 2 Φαιστύλος δὲ τῆς ἀλόγου πραότητος ὑποψίᾳ κινηθεὶς μὴ φρονεῖν αὐτὸν ὅμοια τοῖς λόγοις, ἀποκρίνεται ὧδε·" οἱ μὲν παῖδές εἰσιν ἐν τοῖς ὄρεσι βουκολοῦντες, ὅσπερ ἐκείνων βίος, ἐγὼ δ' ἐπέμφθην παρ' αὐτῶν τῇ μητρὶ δηλώσων, ἐν αἷς εἰσι τύχαις. ταύτην δὲ παρὰ σοὶ φυλάττεσθαι ἀκούων, δεήσεσθαι τῆς σῆς θυγατρὸς ἔμελλον, ἵνα με πρὸς αὐτὴν ἀγάγοι. τὴν δὲ σκάφην ἔφερον, ἵν' ἔχω δεικνύναι τεκμήριον ἐμφανὲς ἅμα τοῖς λόγοις. νῦν οὖν ἐπεὶ δέδοκται τοὺς νεανίσκους δεῦρο κομίσαι, χαίρω τε καὶ πέμψον οὕστινας βούλει σὺν ἐμοί. δείξω μὲν οὖν τοῖς ἐλθοῦσι τοὺς παῖδας, φράσουσι δ' αὐτοῖς ἐκεῖνοι τὰ παρὰ σοῦ." 2 ὁ μὲν δὴ ταῦτ' ἔλεγεν, ἀναβολὴν εὑρέσθαι βουλόμενος τοῖς παισὶ τοῦ θανάτου καὶ ἅμα αὐτὸς ἀποδράσεσθαι τοὺς ἄγοντας, ἐπειδὰν ἐν τοῖς ὄρεσι γένηται, ἐλπίσας. Ἀμόλιος δὲ τοῖς πιστοτάτοις τῶν φίλων ἐπιστείλας κρύφα, οὓς ἂν ὁ συοφορβὸς αὐτοῖς δείξῃ συλλαβόντας ὡς αὐτὸν ἄγειν, ἀποστέλλει διὰ ταχέων. ταῦτα διαπραξάμενος αὐτίκα γνώμην ἐποιεῖτο καλέσας τὸν ἀδελφὸν ἐν φυλακῇ ἀδέσμῳ ἔχειν, ἕως ἂν εὖ θῆται τὰ παρόντα, καὶ αὐτὸν ὡς ἐπ' ἄλλῳ δή τινι ἐκάλει. ὁ δὲ ἀποσταλεὶς ἄγγελος εὐνοίᾳ τε τοῦ κινδυνεύοντος καὶ ἐλέῳ τῆς τύχης ἐπιστρέψας κατήγορος γίνεται Νεμέτορι τῆς Ἀμολίου γνώμης. ὁ δὲ τοῖς παισὶ δηλώσας τὸν κατειληφότα κίνδυνον αὐτοὺς καὶ παρακελευσάμενος ἄνδρας ἀγαθοὺς γενέσθαι, παρῆν ἄγων ὡπλισμένους ἐπὶ τὰ βασίλεια, τῶντε ἄλλων πελατῶν καὶ ἑταίρων καὶ θεραπείας πιστῆς χεῖρα οὐκ ὀλίγην. ἧκον δὲ καὶ οἱ ἐκ τῶν ἀγρῶν συνελθόντες εἰς τὴν πόλιν, ἐκλιπόντες τὴν ἀγοράν, ἔχοντες ὑπὸ ταῖς περιβολαῖς ξίφη κεκρυμμένα, στῖφος καρτερόν. βιασάμενοι δὲ τὴν εἴσοδον ἀθρόᾳ ὁρμῇ πάντες, οὐ πολλοῖς ὁπλίταις φρουρουμένην, ἀποσφάττουσιν εὐπετῶς Ἀμόλιον καὶ μετὰ τοῦτο τὴν ἄκραν καταλαμβάνουσι. ταῦτα εἴρηται τοῖς περὶ Φάβιον. Ἕτεροι δὲ οὐδὲν τῶν μυθωδεστέρων ἀξιοῦντες ἱστορικῇ γραφῇ προσήκειν τήν γε* ἀπόθεσιν τὴν τῶν βρεφῶν οὐχ, ὡς ἐκελεύσθη τοῖς ὑπηρέταις, γενομένην ἀπίθανον εἶναί φασι, καὶ τῆς λυκαίνης τὸ τιθασόν, ἣ τοὺς μασθοὺς ἐπεῖχε τοῖς παιδίοις, ὡς δραματικῆς μεστὸν ἀτοπίας διασύρουσιν. ἀντιδιαλλαττόμενοι δὲ πρὸς ταῦτα λέγουσιν, ὡς ὁ Νεμέτωρ ἐπειδὴ τὴν Ἰλουίαν ἔγνω κύουσαν, ἕτερα παρασκευασάμενος παιδία νεογνὰ διηλλάξατο τεκούσης αὐτῆς τὰ βρέφη καὶ τὰ μὲν ὀθνεῖα δέδωκε τοῖς φυλάττουσι τὰς ὠδῖνας ἀποφέρειν, εἴτε χρημάτων τὸ πιστὸν τῆς χρείας αὐτῶν πριάμενος εἴτε διὰ γυναικῶν τὴν ὑπαλλαγὴν ποιησάμενος· καὶ αὐτὰ λαβὼν ὁ Ἀμόλιος ὅτῳ δὴ τρόπῳ ἀναιρεῖ, τὰ δὲ ἐκ τῆς Ἰλουίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ. 31. (70). Ὅτι τοῦ Ῥωμύλου πληθυσμοῦ ἕνεκεν ἀνδρῶν ἁρπαγὴν ποιησαμένου τῶν παρθένων, ὡς διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὰ περὶ τοὺς γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν ἐλάμβανον, αἱ δὲ ἀφ' ἧς ἐπράχθη διαθέσεως καὶ εἰς ὃ τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αὐτὸ ἔφερον. κατέσκηψε δ' οὖν ἀνὰ χρόνον εἰς πολέμους τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν. οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχές, ὥσπερ αὐτῷτὰ μαντεύματα προεθέσπισε, πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ, πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῷ ἔσεσθαι καλάς. ἦσαν δὲ καὶ αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πολέμου Κησίνη* καὶ ἄλλαι, πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας· ὡς δὲ τἀληθὲς εἶχεν, ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης, δι' ὀλίγου πολλῇ γενομένῃ, καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν
q.171
φυόμενον. τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν, ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοσι δυναμένους, ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων καὶ οὐκ ἐλάχιστα περιυβρισμένους τῶν ἄλλων· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων. Ἐπεὶ δ' οὐδὲν ἐπέραινον, ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου, μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλήν, αὐταὶ καθ' ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν δύναμιν τὴν οἰκείαν, εἰ καθ' ἓν αἱ τρεῖς γένοιντο, μίαν αἱρῆσαι πόλιν οὐ μεγάλην. ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δ' οὐκ ἔφθασαν εἰς ἓν ἅπασαι στρατόπεδον, προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης, οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν. ἐξεστρατευμένων δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον*** ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος, τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος, οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφοράν, τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου καὶ τὸν βασιλέα τῶν Καινινιτῶνὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ μαχόμενος αὐτοχειρίᾳ κτείνει καὶ τὰ ὅπλα ἀφαιρεῖται. Τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως, τὰ ὅπλα παραδοῦναι τοὺς ἁλόντας κελεύσας καὶ παῖδας εἰς ὁμηρείαν οὓς ἐβούλετο λαβὼν ἐπὶ τοὺς λοιποὺς ἐχώρει. γενόμενος δὲ καὶ τῆς ἐκείνων δυνάμεως, ἐσκεδασμένης ἔτι κατὰ τὰς προνομάς, τῇ παρ' ἐλπίδας ἐφόδῳ, καθάπερ καὶ τῆς προτέρας, ἐγκρατὴς καὶ τὰ αὐτὰ τοὺς ἁλόντας διαθεὶς ἀπῆγεν ἐπ' οἴκου τὴν δύναμιν, ἄγων σκῦλά τε ἀπὸ τῶν ἀποίκων* κατὰ τὴν μάχην καὶ ἀκροθίνια θεοῖς λαφύρων. τέλος τοῦ ζʹ λόγου τῆς Νικολάου ἱστορίας. ζήτει τὰ λείποντα περὶ ἑλληνικῆς ἱστορίας. Τοῦ αὐτοῦ περὶ πρώτης Καίσαρος ἀγωγῆς. 32. (99 ι). Ὅτι εἰς τιμῆς ἀξίωσιν τοῦτον οὕτω προσεῖπον οἱ ἄνθρωποι ναοῖς τε καὶ θυσίαις γεραίρουσιν, ἀνά τε νήσους καὶ ἠπείρους διῃρημένοι καὶ κατὰ πόλεις καὶ ἔθνη τό τε μέγεθος αὐτοῦ τῆς ἀρετῆς καὶ τὴν εἰς σφᾶς εὐεργεσίαν ἀμειβόμενοι. δυνάμεως γὰρ καὶ φρονήσεως εἰς τὰ πρῶτα ἀνελθὼν οὗτος ὁ ἀνὴρ πλείστων μὲν ἦρξεν ἀνθρώπων τῶν διὰ μνήμης μακροτάτους τε ὅρους ἐποιήσατο τῆς Ῥωμαίων δυναστείας εἴς τε τὸ βεβαιότατον οὐ τὰ φῦλα μόνον καὶ Ἑλλήνων καὶ βαρβάρων, ἀλλὰ καὶ αὐτὰς τὰς διανοίας κατεστήσατο τὸ μὲν πρῶτον σὺν ὅπλοις, μετὰ δὲ ταῦτα καὶ ἄνευ ὅπλων ἐθελουσίους τε προσαγόμενος διὰ τὸ μᾶλλόν τι ἔνδηλος γίνεσθαι τῇ φιλανθρωπίᾳ ἔπεισεν ἑαυτοῦ ἀκροᾶσθαι. ὧν δὲ πρότερον οὐδὲ ὀνόματα ἠπίσταντο οἱ ἄνθρωποι οὐδέ τινοςὑπήκοοι ἐγένοντο διὰ μνήμης, ἡμερωσάμενος ὁπόσοι ἐντὸς Ῥήνου ποταμοῦ κατοικοῦσιν ὑπέρ τε τὸν Ἰόνιον πόντον καὶ τὰ Ἰλλυριῶν γένη (Παννονίους αὐτοὺς καὶ Δᾶκας καλοῦσιν)***. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΗΜΑΤΩΝ. 33. (99 ιι). Περὶ δὴ τούτου τοῦ ἀνδρὸς φρονήσεώς τε καὶ ἀρετῆς ἰσχὺν δεῖξαι, ὁπόσον δύναται, τὰ μὲν ἐκ τῆς πολιτείας, ἥντινα ἐν τῇ πατρίδι ἐπολιτεύσατο, τὰ δὲ κατὰ στρατηγίας μεγάλων πολέμων ἐγχωρίων τε καὶ ἀλλοεθνῶν, ἀγώνισμα μὲν ἀνθρώποις πρόκειται λέγειν καὶ γράφειν, ὡς ἂν εὐδοκιμεῖν ἐν καλοῖς ἔργοις. καὐτὸς δ' ἀφηγήσομαι τὰ πεπραγμένα, ἐξ ὧν οἷόν τε γνῶναι σύμπασι τὴν ἀλήθειαν. πρότερον δ' αὐτοῦ τό τε γένος διέξειμι καὶ τὴν φύσιν τούς τε γεννητάς, ἀφ' ὧν ἦν, τήν τ' ἐκ νηπίου τροφήν τε καὶ παίδευσιν, ᾗ χρησάμενος τοσόσδε ἐγένετο. Πατὴρ μὲν οὖν ἦν αὐτῷ Γάιος Ὀκταούιος, ἀνὴρ τῶν ἐκ τῆς συγκλήτου. οἱ δὲ αὐτοῦ πρόγονοι κατά τε πλοῦτον καὶ ἐπιείκειαν ὀνομαστότατοι γενόμενοι ὀρφανῷ ὄντι ἐκείνῳ τὰ χρήματα ἐλείποντο· καταστάντες δ' ἐπίτροποι ταῦτα διεφόρησαν· ὁ δὲ τῶν πρὸς αὐτοὺς δικαίων ἀποστὰς τοῖς περιλειφθεῖσιν ἠρκεῖτο. 34. (99 ιιι σς.). Ὅτι Καῖσαρ περὶ ἐννέα ἔτη μάλιστα γεγονὼς θαῦμά τε οὐ μικρὸν παρέσχε Ῥωμαίοις, φύσεως ἀκρότητα δηλώσας ἐν
q.172
τοιᾷδε ἡλικίᾳ· καὶ τοῖς ἀνδράσι πολὺς ἐγγίνεται θόρυβος ἐν πολλῷ ὁμίλῳ δημηγοροῦντι. ἀποθανούσης δ' αὐτῷ τῆς τηθῆς, παρὰ τῇ μητρὶ ἐτρέφετο Ἀντίᾳ* καὶ τῷ ταύτης ἀνδρὶ Φιλίππῳ Λευκίῳ, ὃς ἦν ἀπόγονος τῶν τὸν Μακεδόνα Φίλιππον κεχειρωμένων. παρὰ δὴ τῷ Φιλίππῳ ὁ Καῖσαρ ὡς παρὰ πατρὶ τρεφόμενος πολλὴν ὑπέφαινεν ἐλπίδα ἤδη τ' ἀξιότιμος καὶ τοῖς ἥλιξιν ἐφαίνετο τοῖς εὐγενεστάτοις παισί· καὶ συνῄεσαν πρὸς αὐτὸν παμπληθεῖς, οὐκ ὀλίγοι δὲ καὶ τῶν νεανίσκων, οἷς τὸ πράττειν δι' ἐλπίδος ἦν. προύπεμπον δὲ αὐτὸν πάμπολλοι ὁσημέραι καὶμειρακίσκοι καὶ ἄνδρες καὶ ἥλικες παῖδες, εἴτε ἐφ' ἱππασίαν ἔξω τοῦ ἄστεως προῄει εἴτε παρὰ συγγενεῖς ἢ ἄλλους τινάς. ἤσκει γὰρ καὶ τὴν ψυχὴν τοῖς καλλίστοις ἐπιτηδεύμασι καὶ τὸ σῶμα ταῖς γενναίαις καὶ πολεμικαῖς μελέταις καὶ τῶν διδασκόντων θᾶττον αὐτὸς τὴν μάθησιν ἐπὶ τῶν ἔργων ἀπεδείκνυτο, ὥστε ἀπὸ τοῦδε καὶ ἐν τῇ πατρίδι πολὺν ζῆλον ἐνέγκασθαι. ἐφειστήκει δὲ αὐτῷ καὶ ἡ μήτηρ καὶ ὁ ταύτης ἀνὴρ Φίλιππος, ἀνὰ πᾶσαν ἡμέραν πυνθανόμενοι παρὰ τῶν διδασκάλων τε καὶ ἐπιμελητῶν, οὓς παρακατέστησαν τῷ παιδί, ὅ τι πράξειεν ἢ ὅποι πορευθείη ἢ ὅπως διημερεύσειεν τάς τε διατριβὰς μεθ' ὧν ποιήσαιτο. Ἐν δὲ τῷ κατασχόντι ταράχῳ τὴν πόλιν ὑπεκπέμπει ἥ τε μήτηρ Ἀντία* καὶ Φίλιππος Καίσαρα εἴς τι τῶν πατρῴων χωρίων. κατέβαινε δὲ εἰς τὴν ἀγορὰν περὶ ἔτη μάλιστα γεγονὼς ιδʹ, ὥστε ἀποθέσθαι μὲν αὐτὸν ἤδη τὴν περιπόρφυρον ἐσθῆτα, ἀναλαβεῖν δὲ τὴν καθαράν, σύμβολον οὖσαν τῆς εἰς ἄνδρας ἐγγραφῆς. περιβλεπόμενος δ' ὑπὸ παντὸς τοῦ δήμου διά τε εὐπρέπειαν καὶ λαμπρότητα εὐγενείας ἔθυε τοῖς θεοῖς καὶ ἐνεγράφη εἰς τὴν ἱερωσύνην εἰς τὸν Λευκίου Δομιτίου τόπον τετελευτηκότος. καὶ ὁ δῆμος μάλα προθύμως ἐχειροτόνησε. καὶ ὁ μὲν ἅμα τῇ μεταλλαγῇ τῆς ἐσθῆτος καὶ τῇ καλλίστῃ τιμῇ κοσμηθεὶς ἔθυεν. καίπερ δὲ κατὰ νόμον εἰς ἄνδρας ἐγγεγραμμένον διεκώλυεν ἡ μήτηρ ἔξω τῆς αὐλείου θύρας χωρεῖν, πλὴν ὅπη καὶ πρότερον, ὅτε παῖς ἦν, ἐφοίτα, δίαιτάν τε τὴν αὐτὴν ἔχειν ἐπηνάγκαζε κοιτάζεσθαί τε ἔνθα καὶ πρότερον ἐν τῷ αὐτῷ δωματίῳ. νόμῳ τε μόνον ἀνὴρ ἦν, τὰ δ' ἄλλα παιδικῶς ἐπεστατεῖτο. τῆς δὲ ἐσθῆτος οὐδ' ὁτιοῦν ἐξήλλαξεν, ἀλλ' ἀεὶ τὴν πάτριον ἀμπείχετο. Ἐφοίτα δὲ καὶ εἰς τὰ ἱερὰ ἐν ταῖς νομίμοις ἡμέραις νύκτωρ διὰ τὴν προσοῦσαν αὐτῷ ὥραν, ἅτε δὴ καὶ πολλὰς γυναῖκας ἐκμήνας εὐπρεπείᾳ καὶ λαμπρότητι γένους. ἐπιβουλευόμενος δὲ παρ' αὐτῶν οὐδαμῆ ἐφαίνετο ἁλωτὸς ὤν, ἀλλὰ τὰ μὲν ἡ μήτηρ ἀπήρυκεν αὐτοῦ φυλάττουσα καὶ οὐδαμόσε μεθιεῖσα, τὰ δὲ καὶ αὐτὸςἤδη ἔννους ὤν, ἅτε εἰς τοὔμπροσθεν τῆς ἡλικίας προϊών. ἐνστάσης δέ τινος ἑορτῆς Λατίνης, ὁπότε καὶ τοὺς ὑπάτους εἰς Ἄλβαν τὸ ὄρος ἀναβαίνειν ἔδει πατρίου θυσίας ἕνεκα, τοὺς δ' ἱερεῖς διαδόχους αὐτῶν τῆς δικαιοδοσίας εἶναι, καθίζει ἐπὶ τὸ βῆμα Καῖσαρ ἐν μέσῃ ἀγορᾷ. προσῄεσαν δ' ἄπλετοι ἄνθρωποι δικαιοδοσίας χάριν, πολλοὶ δὲ καὶ μηδενὸς πράγματος χάριν, θεωρίας ἕνεκα τοῦ παιδός· ἀξιοθέατος γὰρ πᾶσιν ἦν, καὶ μάλιστα ἐν τῷ τότε σεμνότητα καὶ ἀξίωμα προσειληφώς. Καίσαρος δὲ ἤδη κεχειρωμένου μὲν τοὺς ἐν τῇ Εὐρώπῃ πολεμίους, νενικηκότος δὲ καὶ περὶ Μακεδονίαν Πομπήιον, ᾑρηκότος δ' Αἴγυπτον, ἐπαναπερῶντος δ' ἔκ τε Συρίας καὶ τοῦ Εὐξείνου πόντου, μέλλοντος δ' ἐπὶ Λιβύης χωρεῖν, ὡς τὰ λειπόμενα τοῦ ἐκεῖ μεταστάντος πολέμου καθέλοι, βουλόμενος συστρατεύειν αὐτῷ ὁ νέος Καῖσαρ, ὡς καὶ πολεμίων ἔργων ἔμπειρος εἴη, ἐπεὶ ᾔσθετο ἐναντιουμένην Ἀντίαν* τὴν μητέρα, οὐδὲν ἀντειπὼν ἠρέμα εἶχε. δῆλος δ' ἦν καὶ ὁ πρεσβύτερος Καῖσαρ ὑπ' εὐνοίας οὐδέπω βουλόμενος αὐτὸν στρατεύεσθαι, ὡς μὴ τήν τε δίαιταν ἐν ἀσθενεῖ σώματι μεταβαλὼν καὶ ὅλην ἕξιν φαύλως διατεθείη. διὰ μὲν δὴ ταῦτα τῆς στρατείας παρελύετο. Ἐπεὶ δὲ κἀκεῖνον τὸν πόλεμον κατεργασάμενος Καῖσαρ ἐπανῆλθεν εἰς Ῥώμην, σφόδρα ὀλίγοις τῶν ὑποπεσόντων αἰχμαλώτων συγγνοὺς διὰ τὸ τοῖς προτέροις αὐτοὺς μὴ σεσωφρονίσθαι πολέμοις, συνηνέχθη τοιόνδε. ἦν εἰς τὰ μάλιστα Καίσαρι τῷ νέῳ συνήθης καὶ φίλος Ἀγρίππας, ἐν ταὐτῷ τε παιδευθεὶς καί
q.173
τινα ἔχων ὑπερβολὴν ἑταιρείας. τούτου ἀδελφὸς Κάτωνι συνῆν, κατά τε φιλίαν σπουδαζόμενος καὶ τοῦ Λιβυκοῦ πολέμου κεκοινωνηκώς, τότε δ' αἰχμάλωτος ᾑρημένος. τοῦτον οὐδέν πω πρότερον αἰτήσας Καίσαρα ἐβούλετο μὲν ἐξαιτεῖσθαι, ὑπὸ δὲ αἰδοῦς ὤκνει, καὶ ἅμα ὁρῶν αὐτὸν ὡς διέκειτο πρὸς τοὺς ἐν ἐκείνῳ τῷ πολέμῳ ἑαλωκότας. θαρρήσας δ' οὖν ποτε ᾔτησε καὶ ἔτυχεν. ἐφ' οἷς περιχαρὴς ἦν τῷ αὑτοῦ φίλῳ τὸν ἀδελφὸν ἀνασεσωκώς· ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τῶν ἄλλων, εἰς οὐδὲν πρότερον καταθέμενος τὴν αὑτοῦ σπουδὴν καὶ ἔντευξιν ἢ εἰς φίλου σωτηρίαν. Ἐκ τούτου τὰς θριαμβικὰς ἦγε πομπὰς Καῖσαρ τοῦ κατὰ Λιβύην πολέμου τῶν τε ἄλλων, οὓς ἐπολέμησε. καὶ τὸν νέον Καίσαρα υἱὸν ἤδη πεποιημένος ὄντα δὲ τρόπον τινὰ καὶ φύσει διὰ τὸ ἀγχοτάτω τοῦ γένους εἶναι ἐκέλευσε τῷ ἑαυτοῦ ἅρματι ἕπεσθαι, κόσμοις αὐτὸν στρατηγικοῖς ἀσκήσας, ὡς ἂν αὐτοῦ σύσκηνον ἐν τῷ πολέμῳ γεγονότα. ὁμοίως δὲ καὶ ἐν ταῖς θυσίαις καὶ ἐν ταῖς πρὸς τοὺς θεοὺς προσόδοις ἐγγύτατα ἵστη, τούς τε ἄλλους εἴκειν προσέταττεν αὐτῷ. καὶ ὁ μὲν ἤδη τὰς αὐτοκρατορικὰς ἐφέρετο τιμάς, αἳ δὴ μέγισται κατὰ τὸν Ῥωμαίων νόμον ἦσαν, καὶ ζηλωτὸς ἐν τῇ πατρίδι ἦν. συνὼν δὲ ὁ παῖς αὐτῷ καὶ ἐν τοῖς θεάτροις καὶ ἐν πότοις ὁρῶν τε φιλανθρώπως ἑαυτῷ διαλεγόμενον οἷα τέκνῳ καὶ μικρὸν ὅσον ἤδη τεθαρρηκώς, πολλῶν αὐτοῦ δεομένων καὶ φίλων καὶ πολιτῶν αἰτεῖσθαι σφίσι παρὰ Καίσαρος ὧν ἕκαστοι ἐν χρείᾳ ἦσαν, ἐπιτηρῶν εὐκαιρίας μετὰ πάσης αἰδοῦς ᾐτεῖτό τε καὶ κατώρθου πλείστου τε ἄξιος πολλοῖς τῶν ἀναγκαίων ἐγένετο, φυλαττόμενος τὸ μήτε ἀκαίρως παρακαλεῖν μήτ' ἐκείνῳ προσάντως. καὶ ὁ μὲν οὐκ ὀλίγα ζώπυρα καὶ φιλανθρωπίας ἅμα καὶ φρονήσεως φυσικῆς ἀπεδείκνυτο. Βουλόμενος δ' αὐτὸν ὁ Καῖσαρ καὶ ἔμπειρον τοῦ ἀγωνοθετεῖν ἐν ταῖς τοιαύταις χορηγίαις εἶναι, δυοῖν ὄντοιν θεάτροιν, τοῦ μὲν Ῥωμαϊκοῦ, ἐν ᾧ αὐτὸς παρὼν τὴν φροντίδα εἶχε, θατέρου δὲ Ἑλληνικοῦ, τούτου ἐπέτρεψεν ἐκείνῳ τὴν ἀγωνοθεσίαν. καὶ ὁ μὲν σπουδάζων ἐπιμέλειάν τε καὶ φιλανθρωπίαν ἀποδείξασθαι ἐν καυματώδεσι καὶ μακροτάταις ἡμέραις οὐδαμοῦ τε ἀπιών, ἄχρι λύσειε τὴν θέαν, εἰς νόσον πίπτει, οἷα νέος καὶ πόνων ἀπείρατος. χαλεπῶς δὲ διακειμένου, πάντες μὲν ἐν φόβῳ ἦσαν, ἀγωνιῶντες, εἴ τι πείσεται τοιαύτη φύσις, μάλιστα δὲ πάντων Καῖσαρ. διὸ πᾶσαν ἡμέραν ἢ αὐτὸς παρὼν αὐτῷ εὐθυμίαν παρεῖχεν ἢ φίλους πέμπων ἰατρούς τε ἀποστατεῖν οὐκ ἐῶν. καί ποτε δειπνοῦντι ἤγγειλέ τις, ὡς ἔκλυτος εἴη καὶ χαλεπῶς ἔχοι· ὁ δ' ἐκπηδήσας ἀνυπόδητος ἧκεν, ἔνθα ἐνοσηλεύετο, καὶ τῶν ἰατρῶν ἐδεῖτο ἐμπαθέστατα μεστὸς ὢν ἀγωνίας καὶ αὐτὸς παρεκάθητο· ἀνακτησάμενος δ' αὐτὸν εὔθυμος ἐγένετο. Ἐπεὶ δ' ἀνέσφηλεν ἐκ τῆς νόσου, διαπεφευγὼς μὲν τὸν κίνδυνον, ἀσθενῶς δ' ἔτι διακείμενος τὸ σῶμα, στρατεύειν μὲν ἔδει Καίσαρα, ἔνθα διενοεῖτο τὸ πρότερον ἐπάγεσθαι καὶ τὸν παῖδα· τότε δ' οὐχ οἷός τ' ἦν διὰ τὴν προσπεσοῦσαν νόσον. καταλιπὼν δ' οὖν αὐτοῦ πολλοὺς ἐπιμελητάς, ὡς δι' ἀκριβοῦς διαίτης φυλάττοιτο, καὶ ἐντολὰς δούς, εἰ ῥωσθείη, ἕπεσθαί οἱ, ᾤχετο ἐπὶ τὸν πόλεμον. ὁ γὰρ Μάγνου Πομπηίου πρεσβύτατος παῖς μέγα στράτευμα ἀθροίσας ἐν ὀλίγῳ χρόνῳ παρὰ τὴν πάντων ἐλπίδα διενοεῖτο ἐπαμῦναι τῷ πατρὶ καὶ τὴν ἐκείνου ἧτταν ἀναμαχέσασθαι, εἰ δύναιτο. ὑπολειφθεὶς δ' ἐν τῇ Ῥώμῃ Καῖσαρ πρῶτον μὲν τοῦ σώματος ἐγκρατέστατα ἐπεμελήθη καὶ ταχὺ ἀνερρώσθη, ἔπειτα δὲ τὴν ἔξοδον ἐκ τῆς πατρίδος ἐποιεῖτο ἐπὶ τὴν στρατιὰν κατὰ τὰς τοῦ θείου ἐντολάς· οὕτω γὰρ αὐτὸν ἐκάλει. πολλῶν δ' αὐτῷ συνεκδημεῖν σπουδαζόντων διὰ τὸ μέγεθος τῆς ἐν αὐτῷ ἐλπίδος, πάντας παρωσάμενος καὶ τὴν μητέρα αὐτὴν τοὺς ὠκυτάτους τῶν οἰκετῶν καὶ ἐρρωμενεστάτους ἐκλεξάμενος συνέτεινε τὴν πορείαν καὶ ἀπίστῳ τάχει χρησάμενος διέδραμε τὴν μακρὰν ὁδὸν σύνεγγύς τε ἦν Καίσαρι, διαπεπολεμηκότι ἤδη τὸν σύμπαντα πόλεμον ἐν μησὶν ζʹ. Ἀφικόμενος δ' εἰς Ταρρακῶνα ἀπιστίαν παρέσχεν, ὅπως ἀφίκοιτο ἐν τοσῷδε πολέμου ταράχῳ. οὐχ εὑρὼν δὲ ἐνταῦθα Καίσαρα, πλείω πόνον καὶ κίνδυνον εἶχεν· ἀφίκετο δὲ εἰς Ἰβηρίαν πρὸς Καίσαρα περὶ πόλιν Καλπίαν.
q.174
καὶ ὁ μὲν οἷα τέκνον περιβαλὼν διά τε τὸ νοσοῦντα καταλελοιπέναι καὶ ἐκ πολλῶν πολεμίων καὶ ληστηρίων περισεσωσμένον ὁρᾶν ἀδοκήτως, ἠσπάζετο καὶ οὐδαμῆ μεθίει ὁμοδίαιτόν τε εἶχεν· ἐπῄνει δ' αὐτοῦ καὶ τὴν ἐπιμέλειαν ἅμα καὶ σύντασιν, ὡς πρῶτος τῶν ἐκ τῆς Ῥώμης ἐξεληλυθότων ἧκεν. ἐπιμελὲς δ' ἐποιεῖτο πρὸς αὐτὸν διαλεγόμενον ὑπὲρ πολλῶν ἀνακρίνειν, ἀποπειρώμενος αὐτοῦ τῆς διανοίας. ὁρῶν δὲ εὔστοχον καὶ εὐσύνετον καὶ βραχυλόγον αὐτά τε ἀποκρινόμενον τὰ καιριώτατα ἔστεργε καὶ ὑπερησπάζετο. ἐκ τούτου πλεῖν ἔδει ἐπὶ Καρχηδόνος· προσταχθὲν δ' αὐτῷ ἐμβαίνειν εἰςτὴν αὐτὴν Καίσαρι ναῦν σὺν εʹ δούλοις, αὐτὸς ὑπὸ φιλοστοργίας καὶ τρεῖς ἑταίρους πρὸς τοῖς δούλοις ἐνεβίβασεν καὶ ἐδεδίει, μὴ τοῦτο γνοὺς Καῖσαρ ἐπιμέμψαιτο. τοὐναντίον δ' ἐγένετο· ἥσθη γὰρ ἐκεῖνος ἐπὶ τῷ εἶναι φιλέταιρον καὶ ἐπῄνεσεν, ὅτι ἀεὶ βούλεται παρεῖναι αὑτῷ τοὺς πάντων ἐπόπτας ἐσομένους ἄνδρας καὶ ἀρετῆς ἐπιμελουμένους πρόνοιάν τε οὐ μικρὰν χρηστῆς δόξης ἐν τῇ πατρίδι ἤδη ποιοῖτο. Ἧκε δ' οὖν εἰς τὴν Καρχηδόνα Καῖσαρ, ὡς τοῖς χρῄζουσιν ἐντευξόμενος. πολλοὶ δὲ συνεληλύθεσαν, οἱ μὲν δικαιοδοσίας χάριν περὶ ὧν εἶχον ἀμφιβόλων πρός τινας, οἱ δὲ οἰκονομίας πολιτικῆς, οἱ δ' ὅπως ἂν τὰ ἆθλα τῶν ἠνδραγαθημένων λάβοιεν· περὶ ὧν ἐνέτυχεν. ἄλλοι τε ἡγεμόνες πλεῖστοι συνεληλύθεσαν. προσφεύγουσι τῷ Καίσαρι καὶ Ζακύνθιοι μεγάλα ἐγκλήματα ἔχοντες καὶ δεόμενοι βοηθείας. ὁ δὲ τούτων προύστη τε καὶ διαλεχθεὶς ἄριστα πρὸς Καίσαρα ἐν φανερῷ τῶν τε αἰτιῶν αὐτοὺς ἀπήλλαξε καὶ προύπεμψεν ἐπ' οἴκου ἡδομένους τε καὶ πρὸς πάντας αὐτὸν ὑμνοῦντας σωτῆρά τ' ὀνομάζοντας. ἐντεῦθεν πολλοὶ συνέρρεον προστασίας δεόμενοι, οἷς πλείστου ἄξιος γενόμενος τῶν μὲν διέλυε τὰ ἐγκλήματα, οἷς δ' ᾐτεῖτο δωρεάς, οὓς δ' εἰς ἀρχὰς προῆγεν. πάντες τε ἀνὰ στόμα εἶχον τήν τε ἡμερότητα καὶ φιλανθρωπίαν καὶ τὴν ἐν ταῖς ἐντεύξεσι φρόνησιν. αὐτὸς μὴν Καῖσαρ εὐλα***. 35. (100).*** γυροῦ κατὰ τὰ πάτρια, οὔτε μεθυσκομένοις νεανίσκοις παρεῖναι οὔτε πλείω χρόνον συμποσίῳ παραγενέσθαι ἄχρις ἑσπέρας οὐδὲ μέντοι δειπνεῖν πρὸ δεκάτης ὥρας, ἔξω Καίσαρος ἢ Φιλίππου ἢ τοῦ γήμαντος αὐτοῦ τὴν ἀδελφὴν Μαρκέλλου, ἀνδρὸς σωφρονεστάτου καὶ κατ' εὐγένειαν ἀρίστου Ῥωμαίων. αἰδῶ δ', ἣν πρέπειν ἄν τις τῇ τοιᾷδε ἡλικίᾳ ὑπολάβοι διὰ τὸ ταῖς ἄλλαις ἀρεταῖς ἐν τῇ μετὰ ταύτην τὴν χώραν ὑπὸ τῆς φύσεως ἀποδεδόσθαι, διαφανέστατα καὶ ἐν ἔργοις ἐδήλου ἐν τῷ βίῳ παντί. διὰ τοῦτο καὶ μάλιστα Καῖσαρ αὐτὸν περὶ πολλοῦ ἐποιήσατο καὶοὐχ, ὥσπερ οἴονταί τινες, διὰ τὸ γένος μόνον. ἔγνω μὲν οὖν καὶ πρότερον παῖδα ἀποδεῖξαι, δεδιὼς δέ, μὴ ἐλπίδι τοσαύτης τύχης ἐπαρθείς, ὃ φιλεῖ τοῖς εὐδαιμόνως τρεφομένοις ἕπεσθαι, ἐκλάθοιτο ἀρετῆς καὶ ἐκδιαιτηθείη, συνέκρυψε τὴν γνώμην, ἐν δὲ ταῖς διαθήκαις αὐτὸν υἱοῦται, ἄπαις ὢν ἀρρένων παίδων, καὶ κληρονόμον ἀποδείκνυσι τῆς τύχης πάσης· τετάρτην δὲ μοῖραν τῶν χρημάτων τοῖς ἄλλοις διένειμε φίλοις τε καὶ ἀστοῖς, ὅπερ ὕστερον ἐγένετο δῆλον. Ἐδεήθη δὲ συγχωρῆσαι αὐτῷ παρὰ τὴν μητέρα ἐλθεῖν εἰς τὴν πατρίδα καὶ δόντος ᾤχετο. ὡς δ' ἧκεν οὐχ ἑκὰς Ῥώμης εἰς Ἰάνουκλον, ὑπήντησεν αὐτῷ σὺν πολλῷ πλήθει ἀνθρώπων ὁ λεγόμενος Γαΐου Μαρίου παῖς, σπουδάζων εἰς τὸ γένος ἐγγραφῆναι καί τινας γυναῖκας προσειληφὼς τῶν Καίσαρος, αἳ ἐμαρτύρουν αὐτῷ τὴν εὐγένειαν. οὔτε μὴ Ἀντίαν* ἔπεισεν οὔτε τὴν ταύτης ἀδελφὴν καταψεύσασθαι τοῦ σφετέρου οἴκου· προσῆπτο γὰρ τὸ γένος τοῦ γένους τὸ Καίσαρός τε καὶ τὸ Μαρίου, τῷ γε μὴν νεανίσκῳ ἐκείνῳ οὐδὲν προσῆκον ἦν. ὃς τότε σὺν πολλῷ πλήθει ὑπαντιάσας ἐσπούδαζεν προσλαβεῖν καὶ τὴν τοῦ νέου Καίσαρος γνώμην εἰς τὴν τοῦ γένους ἐγγραφήν. πολλὴ δ' ἐγένετο σπουδὴ καὶ τῶν συνόντων αὐτῷ πολιτῶν, πειθομένων εἶναι παῖδα Μαρίου. Καῖσαρ δ' ἐν ἀπορίᾳ δεινῇ γενόμενος ἐσκόπει τί χρὴ ποιεῖν· τό τε γὰρ ἀσπάζεσθαι ὡς συγγενῆ, ὃν οὐκ ᾔδει ὁπόθεν εἴη οὐδ' ἡ μήτηρ αὐτῷ συνεμαρτύρει, χαλεπὸν ἦν τό τε διωθεῖσθαι τὸν νεανίσκον καὶ τὸ σὺν αὐτῷ πλῆθος τῶν πολιτῶν, ἄλλως τε καὶ αἰδοῦς ὄντι μεστῷ,
q.175
πολλὴν δυσχέρειαν εἶχεν. ἀποκρίνεται γοῦν, ἠρέμα διωσάμενος τὸν ἄνθρωπον, ὅτι Καῖσαρ εἴη τοῦ γένους αὐτοῖς ἡγεμὼν καὶ τῆς πατρίδος προστάτης συμπάσης τε τῆς Ῥωμαίων ἀρχῆς· δεῖν οὖν ὡς ἐκεῖνον βαδίζειν καὶ διδάσκειν περὶ τῆς συγγενείας, καὶ εἰ μὲν πείσειεν, ὑπάρχειν εὐθὺς αὐτῷ καὶ σφᾶς τούς τε ἄλλους οἰκείους πεπεισμένους· εἰ δὲ μή, οὐδὲν αὐτοῖς εἶναι κοινώνημα πρὸς αὐτόν· ἐν δὲ τῷ μεταξύ, πρὶν ἢ Καίσαρα τοῦτο γνῶναι, μήτε προσιέναι πρὸς αὐτὸν μήτε ὡς παρὰ συγγενοῦς τι ἐπιζητεῖν τῶν δικαίων. ταῦτα ἐμφρόνως ἀποκρινόμενον καὶ οἱ συμπαρόντες ἐπῄνουν, οὐδὲν δὲ ἧττον ὁ νεανίσκος συμπρούπεμψεν αὐτὸν ἄχρι τῆς οἰκίας. Ὡς δ' ἧκεν εἰς Ῥώμην, κατάγει πλησίον τῆς Φιλίππου οἰκίας καὶ τῆς μητρὸς καὶ τὴν δίαιταν εἶχε σὺν ἐκείνοις, καὶ οὐκ ἄνευ τούτων διῆγεν, πλὴν εἰ μή ποτε καὶ αὐτὸς τῶν ἡλικιωτῶν τινας βούλοιτο ἑστιᾶν· τοῦτο δὲ σπάνιον ἦν. διατρίβων δ' ἐν τῇ πόλει ὑπὸ τῆς βουλῆς ἀποδείκνυται εἶναι τῶν πατρικίων. 36. (100). Ὅτι ἔνηφε καὶ ἐγκρατῶς διήγετο* ὁ νέος Καῖσαρ. θαυμαστὸν δέ τι κἄλλο συνῄδεσαν αὐτῷ οἱ φίλοι· ἐπ' ἐνιαυτὸν γὰρ ὅλον ἐν τοιᾷδε ἡλικίᾳ, ἐν ᾗ μάλιστα σφριγῶσιν οἱ νέοι, καὶ τούτων δ' ἔτι μᾶλλον οἱ εὐτυχεῖς, ἀφροδισίων ἀπείχετο, φωνῆς ἅμα καὶ ἰσχύος προνοῶν. τέλος τῆς ἱστορίας Νικολάου Δαμασκηνοῦ καὶ τοῦ βίου Καίσαρος τοῦ νέου. περὶ ἀρετῆς καὶ κακίας. 2. 1 Ἐκ τῆς ἱστορίας Ἡροδότου Ἀλικαρνησσέως. ˉˉΖ. περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι ὁ Κανδαύλης ὁ τῶν Σαρδίων τύραννος ἠράσθη τῆς ἑωυτοῦ γυναικός, ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην. ὥστε δὲ ταῦτα νομίζων, ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης ὁ Δασκύλου ἀρεσκόμενος μάλιστα, τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο ὁ Κανδαύλης καὶ δὴ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων. χρόνου δὲ οὐ πολλοῦ διελθόντος (χρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶς) ἔλεγε πρὸς τὸν Γύγην τοιάδε·" Γύγη, οὐ γάρ σε δοκέω πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός, ποίει ὅκως ἐκείνην θεήσεαι γυμνήν." 2 ὁ δ' ἀμβώσας εἶπε·" Δέσποτα, τίνα λέγεις λόγον οὐχ ὑγιέα, κελεύων με δέσποιναν τὴν ἐμὴν θεάσασθαι γυμνήν; ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή. ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην, καὶ σὲ δέομαι μὴ δέεσθαι ἀνόμων." 2 ὁ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρρωδέων μή τί οἱ ἐξ αὐτέων γένηται κακόν. ὁ δ' ἀμείβετο τοῖσδε· 2. 2" Θάρσει, Γύγη, καὶ μὴ φοβεῦ μήτε ἐμέ, ὥς σεο πειρώμενος λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μή τί τοι ἐξ αὐτῆς γένηται βλάβος· ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ. ἐγὼ γάρ σε ἐς τὸ οἴκημα, ἐν τῷ κοιμώμεθα, ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω. μετὰ δ' ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον. κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἓν ἕκαστον ἐκδύουσα θήσει καὶ κατ' ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι. ἔστε ἂν δὲ ἀπὸ τοῦ θρόνου στίχῃ ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅπως μὴ ἐσόψεται ἰόντα διὰ θυρέων." 2 ὁ μὲν δή, ὡς οὐκ ἐδύνατο διαφυγέειν, ἦν ἕτοιμος. ὁ δὲ Κανδαύλης, ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι, ἤγαγε τὸν Γύγεα ἐς τὸ οἴκημα, καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή· ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ ἱμάτια ἐθηεῖτο ὁ Γύγης. ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικὸς ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω. καὶ ἡ γυνὴ ἐπορᾷ μὲν ἐξιόντα, μαθοῦσα δὲ τὸ ποιηθὲν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνεβόησε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν, ἐν νόῳ ἔχουσα τίσεσθαι τὸν Κανδαύλεα. παρὰ γὰρ τοῖσι Λυδοῖσι αἰσχύνην μεγάλην φέρει γυμνὸν ὁρᾶσθαί τινα. 2. Ὅτι Τέλλῳ τῷ Ἀθηναίῳ τοῦτο μὲν τῆς πόλεως εὖ ἡκούσης παῖδες ἦσαν καλοί τε καὶ ἀγαθοί, καί σφιν εἶδε ἅπασι τέκνα ἐκγενόμενα καὶ πάντα παραμείναντα, τοῦτο δὲ τοῦ βίου εὖ ἥκοντι, ὡς τὰ παρ' ἡμῖν, τελευτὴ τοῦ βίου λαμπροτάτη ἐπεγένετο· γενομένης γὰρ Ἀθηναίοισι μάχης πρὸς τοὺς ἀστυγείτονας ἐν Ἐλευσῖνι βοηθήσας καὶ τροπὴν ποιήσας τῶν πολεμίων ἀπέθανε κάλλιστα, καί μιν Ἀθηναῖοι δημοσίῃ ἔθαψαν αὐτοῦ τῇ παρέπεσε, καὶ ἐτίμησαν μεγάλως. 2. 3 3. Ὅτι
q.176
Κλεόβι καὶ Βίτωνι τούτοισι ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος· ἐούσης ἑορτῆς τῇ Ἥρῃ τοῖσι Ἀργείοισι ἔδεε πάντως τὴν μητέρα αὐτῶν ζεύγει κομισθῆναι ἐς τὸ ἱερόν, οἱ δέ σφι βόες ἐκ τοῦ ἀγροῦ οὐ παρεγίνοντο ἐν ὥρῃ· ἐκκληιόμενοι δὲ τῇ ὥρῃ οἱ νεηνίαι ὑποδύντες αὐτοὶ ὑπὸ τὴν ζεύγλην εἷλκον τὴν ἅμαξαν, ἐπὶ τῆς ἁμάξης δέ σφι ᾤχετο ἡ μήτηρ, σταδίους δὲ εʹ καὶ τεσσαράκοντα διακομίσαντες ἀπίκοντο ἐς τὸ ἱερόν. ταῦτα δέ σφι ποιήσασι καὶ ὀφθεῖσι ὑπὸ τῆς πανηγύρεος τελευτὴ τοῦ βίου ἀρίστου ἐπεγένετο, διέδειξέ τε ἐν τούτοισι ὁ θεὸς ὡς ἄμεινον εἴη ἀνθρώπῳ τεθνάναι μᾶλλον ἢ ζώειν. Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε. ἡ δὲ μήτηρ περιχαρής γε οὖσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα δὲ ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστόν ἐστιν. μετὰ ταύτην δὲ τὴν εὐχὴν ὡς ἔθυσάν τε καὶ εὐωχήθησαν, κατακοιμηθέντες ἐν αὐτῷ τῷ ἱερῷ οἱ νεηνίαι οὐκέτι ἀνέστησαν, ἀλλ' ἐν τέλει τούτῳ ἔσχοντο. Ἀργεῖοι δέ σφεων εἰκόνας ποιησάμενοι ἀνέθεσαν εἰς Δελφοὺς ὡς ἀνδρῶν ἀρίστων γενομένων. 4. Ὅτι τῷ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν, καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον, τὸ μηδένα εἶναι τῶν ζώντων ὄλβιον. ὡς δὲ ἄρα μιν προστῆναι τοῦτο, ἀνενεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς 2. 4 ἡσυχίας ἐς τρὶς ὀνομάσαι" Σόλων" 2. καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπείρεσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν. Κροῖσον δὲ τέως μὲν σιγὴν ἔχειν ἐρωτώμενον, μετὰ δέ, ὡς ἠναγκάζετο, εἰπεῖν·" Τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν." 2 ὡς δέ σφι ἄσημα ἔφραζεν, πάλιν ἐπειρώτων τὰ λεγόμενα. λιπαρεόντων δὲ αὐτῶν ἔλεγε δὴ ὡς ἦλθεν ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε οἷα δὴ εἴπας, ὥς τε αὐτῷ πάντα ἀποβέβηκέ οἱ τῇ περ ἐκεῖνος εἶπεν, οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων ἢ ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι. τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι, τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα. καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποις ἀσφαλέως ἔχον, κελεύει σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου. καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι. ἔνθα ταῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν, ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ, δυναμένους δὲ οὐκέτι καταλαβεῖν, ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον, εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη, παραστῆναι καὶ ῥύσασθαι αὐτὸν ἐκ τοῦ παρεόντος κακοῦ, καὶ ἐξαπίνης ὄμβρου καταρραγέντος σβεσθῆναι τὴν πυρήν. καὶ ἔμαθεν ὁ Κῦρος ὡς ὁ Κροῖσος εἴη καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός. 5. Ὅτι Κροῖσος ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ, Παντα 2. 5 λέων δὲ ἐξ Ἰάδος. ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς ὁ Κροῖσος, τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κναφηΐου ἕλκων διέφθειρε, τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον καθιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται. 6. Ὅτι ὁ Καμβύσης ὁ Πέρσης, ὁ τῆς Μανδάνης ἀνήρ, οἰκίης μὲν ἦν ἀγαθῆς, τρόπου δὲ ἡσυχίου. 7. Ὅτι Ἀστυάγης, ὥς οἱ ἀπίκετο ὁ Ἀρπάγου παῖς, σφάξαςαὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε, τὰ δὲ ἥψησε τῶν κρεῶν, εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα. ἐπείτε δὲ τῆς ὥρης γενομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἄρπαγος, τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγει παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλείων κρεῶν, Ἀρπάγῳ δὲ τοῦ
q.177
παιδὸς τοῦ ἑωυτοῦ, πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν, τἆλλα πάντα· ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα. ὡς δὲ τῷ Ἀρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς, Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ. φαμένου δὲ Ἀρπάγου καὶ κάρτα ἡσθῆναι, παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, Ἄρπαγον δὲ ἐκέλευον προστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν. πειθόμενος δὲ ὁ Ἄρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα, ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται. εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι. ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ. τούτοισι δε`̣ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία. ἐνθεῦτεν δὲ ἔμελλε, ὡς ἐγὼ δοκέω, ἁλίσας θάψειν τὰ πάντα. Ἀρπάγῳ μὲν Ἀστυάγης δίκην ταύτην ἐπέθηκεν μὴ ἀνελόντι Κῦρον. 2. 6 8. Ὅτι Πακτύης πυθόμενος ἀγχοῦ εἶναι στρατὸν Περσικὸν ἐπ' ἑωυτὸν ἰόντα, δείσας ᾤχετο φεύγων ἐς Κύμην. Μαζάρης δὲ ὁ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐκτελέειν· ἐκ τούτου Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζωῆς μετέβαλον. Μαζάρης δὲ ἔπεμπε ἐς Κύμην ἀγγέλους ἐκδιδόναι κελεύων Πακτύην, οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς πέρι ἐς θεὸν ἀνῶσαι τὸν ἐν Βραγχίδῃσι. θεοπρόπους εἰρώτευν περὶ Πακτύην ὁκοῖόν τι ποιέοντες θεοῖσι μέλλοιεν χαριεῖσθαι· ἐπειρωτῶσι δέ σφι ταῦτα χρηστήριον ἐγένετο ἐκδιδόναι Πακτύην Πέρσῃσι. ταῦτα δὲ ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι, ὁρμέατο ἐκδιδόναι. Ἀριστόδικος δὲ ὁ Ἡρακλείδεω ἀνὴρ τῶν ἀστῶν ἐὼν δόκιμος ἔσχε μὴ ποιῆσαι ταῦτα Κυμαίους, ἀπιστεύων τε τῷ χρησμῷ καὶ δικαιῶν τοὺς θεοπρόπους οὐ λέγειν ἀληθέως, ἐς ὃ τὸ δεύτερον περὶ Πακτύεω ἐπειρησόμενοι ᾔεσαν ἄλλοι θεοπρόποι, τῶν καὶ Ἀριστόδικος ἦν. καὶ ἐχρηστηριάζετο Ἀριστόδικος ἐπειρωτῶν τάδε·" Ὦναξ, ἦλθε παρ' ἡμέας ἱκέτης Πακτύης ὁ Λυδὸς φεύγων θάνατον βίαιον πρὸς Περσέων· οἱ δέ μιν ἐξαιτέονται προεῖναι Κυμαίους κελεύοντες. ἡμεῖς δὲ δειμαίνοντες τὴν Περσέων δύναμιν τὸν ἱκέτην ἐς τόδε οὐ τετολμήκαμεν ἐκδιδόναι, πρὶν ἂν τὸ ἀπὸ σεῦ ἡμῖν δηλωθῇ ἀτρεκέως ὁκότερα ποιέωμεν." 2 ὁ μὲν ταῦτα ἐπειρώτα, ὁ δ' αὖτις τὸν αὐτόν σφιν χρησμὸν ἔφαινε κελεύων ἐκδιδόναι Πακτύην Πέρσῃσι. πρὸς ταῦτα ὁ Ἀριστόδικος ἐκ προνοίης ἐποίεε τάδε· περιϊὼν τὸν νηὸν κύκλῳ ἐξαίρεε τοὺς στρουθοὺς καὶ ἄλλα ὅσα ἦν νενοσσευμένα ὀρνίθων γένεα ἐν τῷ νηῷ. ποιέοντος δὲ αὐτοῦ ταῦτα λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀριστόδικον, λέγουσαν δὲ τάδε·" Ἀνοσιώτατε ἀνθρώπων, τί τάδε τολμᾷς ποιέειν; τοὺς ἱκέτας μου 2. 7 ἐκ τοῦ νηοῦ κεραΐζεις;" 2 Ἀριστόδικον δὲ οὐκ ἀπορήσαντα πρὸς ταῦτα εἰπεῖν·" Ὦναξ, αὐτὸς μὲν οὕτω τοῖσι ἱκέτῃσι βοηθέεις, Κυμαίους δὲ κελεύεις τὸν ἱκέτην ἐκδιδόναι;" 2 τὸν δὲ αὖτις ἀμείψασθαι τοῖσδε·" Ναὶ κελεύω, ἵνα γε ἀσεβήσαντες θᾶσσον ἀπόλησθε, ὡς μὴ τὸ λοιπὸν περὶ ἱκετέων ἐκδόσιος ἔλθητε ἐπὶ τὸ χρηστήριον." 2 ταῦτα οὕτως ἀπενειχθέντα ἤκουσαν οἱ Κυμαῖοι, οὐ βουλόμενοι οὔτε ἐκδόντες ἀπολέσθαι οὔτε παρ' ἑαυτοῖσι ἔχοντες πολιορκέεσθαι ἐκπέμπουσι αὐτὸν ἐς Μυτιλήνην. 9. Ὅτι ἐς Χίον ἐκδοθεὶς ὁ Πακτύης καὶ ἐξ ἱεροῦ Ἀθηναίης πολιούχου ἀποσπασθεὶς ἐξεδόθη. 10. Ὅτι τῶν Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι, μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες λο̣ γιώτατοί εἰσι μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην. τρόπῳ δὲ ζόης τοιῷδε δὴ χρέωνται. συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου, ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι, νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νόσους τοῖσι ἀνθρώποισι γίνεσθαι. εἰσὶ μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων δοκέειν μοι εἵνεκα, ὅτι οὐ μεταλλάσσουσιν αἱ ὧραι. 11. Ὅτι ὁ Μενέλεως τυχὼν ἀγαθῶν ἐγένετο ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους· ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἴσχον ἄπλοιαι· ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτον ἦν, ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον. λαβὼν γὰρ
q.178
δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ἐποίησε· μετὰ δὲ ὡς ἐπάιστος ἐγένετο τοῦτο ἐργασμένος, μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης. 2. 8 12. Ὅτι μέχρι Ῥαμψινίτου βασιλέως εἶναι ἐν Αἰγύπτῳ πᾶσαν εὐνομίαν ἔφασαν εἶναι καὶ εὐθηνέειν Αἴγυπτον μεγάλως, μετὰ δὲ τοῦτον βασιλεύσαντά σφεων Χέοπα ἐς πᾶσαν κακότητα ἐλάσαι· κατακληίσαντα γάρ μιν πάντα τὰ ἱερὰ πρῶτα μέν σφεας θυσιέων τουτέων ἀπέρξαι, μετὰ δὲ ἐργάζεσθαι ἑωυτῷ κελεύειν πάντας Αἰγυπτίους. τοῖσι μὲν δὴ ἀποδέχεσθαι ἐκ τῶν λιθοτομέων τῶν ἐν τῷ Ἀραβίῳ ὄρει, ἐκ τουτέων ἕλκειν λίθους μέχρι τοῦ Νείλου· διαπεραιωθέντας δὲ τὸν ποταμὸν πλοίοισι τοὺς λίθους ἑτέροισι ἔταξε ἐκδεήσεσθαι καὶ πρὸς τὸ Λιβυκὸν καλεύμενον ὄρος, πρὸς τοῦτο ἕλκειν. ἐργάζοντο δὲ κατὰ δέκα μυριάδας ἀνθρώπων αἰεὶ τὴν τρίμηνον ἑκάστην. χρόνον δὲ ἐγγενέσθαι τριβομένῳ τῷ ἄλλῳ δέκα ἔτεα μὲν τῆς ὁδοῦ κατὰ τὴν εἷλκον τοὺς λίθους, τὴν ἔδειμαν. 13. Ὅτι φασὶ τὸν Χέοπα τὸν βασιλέα ἐς τοῦτο ἐλθεῖν κακότητος ὥστε χρημάτων δεόμενον τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαντα ἐπ' οἰκήματος προστάξαι πρήσεσθαι ἀργύριον ὁκόσον δή τι· τοῦτό γε ἔλεγον· τὴν δὲ τά τε ὑπὸ τοῦ πατρὸς ταχθέντα πρήσεσθαι, ἰδίῃ δὲ καὶ αὐτὴν διανοηθῆναι μνημήϊον καταλιπέσθαι, καὶ τοῦ ἐσιόντος πρὸς αὐτὴν ἑκάστου δέεσθαι ὅκως ἂν αὐτῇ ἕνα***. 14.*** γλῶσσαν μετῆσαν οἱ τοῦ Καμβύσου, ἐν τούτῳ ἐκέλευε ἐπὶ τὴν Καρχηδόνα πλέειν τὸν ναυτικὸν στρατόν. Φοίνικες δὲ οὐκ ἔφασαν ποιήσειν ταῦτα· ὁρκίοισι γὰρ μεγάλοισι ἐνδεδέσθαι καὶ οὐκ ἂν ποιέειν ὅσια ἐπὶ τοὺς παῖδας τοὺς ἑωυτῶν στρατευόμενοι. Φοινίκων δὲ οὐ βουλομένων οἱ λοιποὶ οὐκ ἀξιόμαχοι 2. 9 ἐγίνοντο. Καρχηδόνιοι μέν νυν οὕτω δουλοσύνην διέφυγον πρὸς Περσέων. Καμβύσης γὰρ βίην οὐκ ἐδικαίου προσφέρειν Φοίνιξι, ὅτι σφέας τε αὐτοὺς ἐδεδώκεσαν Πέρσῃσι καὶ πᾶς ἐκ Φοινίκων ἤρτητο ὁ ναυτικὸς στρατός. 15. Ὅτι ὁ Καμβύσης μετὰ τὸ ἀνελεῖν τὸν Ἆπιν αὐτίκα διὰ τοῦτο τὸ ἀδίκημα ἐμάνη, ἐὼν οὐδὲ πρότερον φρενήρης· καὶ πρῶτα μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα πατρὸς καὶ μητρὸς τῆς αὐτῆς, τὸν ἀπέπεμψε ἐς Πέρσας φθόνῳ ἐξ Αἰγύπτου, ὅτι τόξον μοῦνος Περσέων ὅσον τ' ἐπὶ δύο δακτύλους εἴρυσε, ὃ παρὰ τοῦ Αἰθίοπος ἤνεικαν οἱ Ἰχθυοφάγοι· τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τ' ἐγένετο. καὶ τοῦτον ἐφόνευσεν. 16. Ὅτι ὁ Καμβύσης ἐς τοὺς οἰκείους ἐξεμάνη, εἰ´̣ τε διὰ τὸν Ἆπιν εἴτε καὶ ἄλλως, οἷα πολλὰ ἐώθεεν ἀνθρώποισι, καταλαμβάνει· καὶ γάρ τινα ἐκ γενεῆς νοῦσον μεγάλην λέγεται ἔχειν ὁ Καμβύσης, τὴν ἱρὴν ὀνομάζουσί τινες. 17. Ὅτι ὁ αὐτὸς Καμβύσης καὶ ἑτέρωθι Περσέων ὁμοίως τοῖσι πρώτοισι δυώδεκα ἐπ' οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξεν. ὁ μὲν δὴ Καμβύσης τοιαῦτα πολλὰ ἐς Πέρσας τε καὶ τοὺς συμμάχους ἐξεμαίνετο, μένων ἐν Μέμφι καὶ θήκας τε παλαιὰς ἀνοίγων καὶ σκεπτόμενος τοὺς νεκρούς· ὡς δὲ δὴ καὶ ἐς τοῦ Ἡφαίστου τὸ ἱρὸν ἦλθε καὶ πολλὰ τῷ ἀγάλματι κατεγέλασε. 18. Ὅτι ὁ αὐτὸς ἐσῆλθε καὶ ἐς τῶν Καβίρων τὸ ἱρόν, ἐς τὸ οὐ θεμιτόν ἐστι ἐσιέναι ἄλλον γε ἢ τὸν ἱερέα· ταῦτα δὲ τὰ 2. 10 ἀλγάλματα καὶ ἐνέπρησε πολλὰ κατασκάψας· ἔστι δὲ καὶ ταῦτα ὅμοια τοῦ Ἡφαίστου. πανταχῇ ὦν μοι δῆλά ἐστιν ὅτι ἐμάνη μεγάλως ὁ Καμβύσης· οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι ἐπεχείρησε καταγελᾶν. 19. Ὅτι Κερκυραίων παῖδας ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς Σάρδεις ἔπεμψε παρὰ Ἀλυάττεα ἐπ' ἐκτομῇ· προσχόντων δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων, πυθόμενοι οἱ Σάμιοι τὸν λόγον ἐπ' οἷσι ἄγοιεν ἐς Σάρδις τοὺς παῖδας ἐδίδαξαν ἱεροῦ ἅψασθαι Ἀρτέμιδος· μετὰ δέ, οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ, σιτίων δὲ τοὺς παῖδας ἐργόντων Κορινθίων, ἐποιήσαντο οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά· νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες, ἵστασαν χοροὺς παρθένων τε καὶ ἠϊθέων, ἱστάντες δὲ τοὺς χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον φέρεσθαι, ἵνα ἁρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν τροφήν. ἐς τοῦτο δέ οἱ ἐγίνετο, ὅσον οἱ Κορίνθιοι τῶν παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες· τοὺς δὲ
q.179
παῖδας ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι. 20. Ὅτι διὰ τὴν ἐπίταξιν τοῦ φόρου λέγουσι ὡς Δαρεῖος μὲν ἦν κάπηλος, Καμβύσης δὲ δεσπότης, Κῦρος δὲ πατήρ, ὁ μὲν ὅτι ἐκαπήλευε πάντα τὰ πρήγματα, ὁ δὲ ὅτι χαλεπός τε ἦν καὶ ὀλίγωρος, ὁ δὲ ὅτι ἤπιός τε καὶ ἀγαθά σφι τὰ ἐμηχανήσατο. 21. Ὅτι οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιός ἐστι Πολυκράτει μεγαλοπρεπείην συμβληθῆναι. 2. 11 22. Ὅτι τὸν βασιλέα Δαρεῖον ἐν ἄγρῃ θηρῶν ἀποθρώσκοντα ἀπ' ἵππου στραφῆναι τὸν πόδα. καί κως ἰσχυροτέρως ἐστράφη· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησε ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺς δοκέοντας Αἰγυπτίων εἶναι πρώτους τὴν ἰατρικήν, τούτοισι ἐχρῆτο. οἱ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μέζον ἐργάζοντο. ἐπ' ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ζʹ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίῃσι εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρ' ἑωυτὸν ἐκέλευσε. τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσι Ὀροίτεω ἀνδραπόδοισι ὅκου δὴ ἀπημελημένον, παρῆγον ἐς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσι ἐσθημένον. σταθέντα δὲ ἐς μέσον εἰρώτα ὁ Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο· ὁ δὲ οὐκ ἀπεδέκετο, ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡς ἐπέτρεψεν, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἠπιάματα τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξε, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι. 23. Ὅτι ὑποτύπτουσα ἑκάστη τῶν γυναικῶν Δαρείου φιάλῃ τοῦ χρυσοῦ σὺν θήκῃ ἐδωρέετο Δημοκηδέα οὕτω δή τι δαψιλεῖ δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος ὁ 2. 12 οἰκέτης τῷ οὔνομα ἦν Σκίτων, ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη. 24. Ὅτι Δημοκήδης ὧδε ἐκ Κρότωνος ἀπιγμένος Πολυκράτει ὡμίλησεν. πατρὶ συνείχετο ἐν Κρότωνι ὀργὴν χαλεπῷ· τοῦτον ἐπείτε οὐκ ἠδύνατο φέρειν, ἀπολιπὼν ᾤχετο ἐς Αἴγιναν. καταστὰς δὲ ἐς ταύτην πρώτῳ ἔτεϊ ὑπερέβαλε τοὺς ἄλλους ἰητρούς, ἀσκευής περ ἐὼν καὶ ἔχων οὐδὲν τῶν ὅσα περὶ τὴν τέχνην ἐστὶν ἐργαλήϊα. καί μιν δευτέρῳ ἔτεϊ ταλάντου Αἰγινῆται δημοσίῃ μισθοῦνται, τρίτῳ δὲ ἔτεϊ Ἀθηναῖοι ἑκατὸν μνέων, τετάρτῳ δὲ ἔτεϊ Πολυκράτης δυῶν ταλάντων, ὅτι οὗτος ἐν τοῖσι Σούσοισι τὸν Δαρεῖον ἐξιησάμενος οἶκόν τε μέγιστον εἶχεν καὶ ὁμοτράπεζος βασιλεῖ γεγόνεε, πλήν τε ἑνὸς τοῦ ἐς Ἕλληνας ἀπιέναι πάντα τἆλλά οἱ παρῆν. 25. Ὅτι καὶ τοὺς Αἰγυπτίους ἰητρούς, οἳ βασιλέα πρότερον ἰῶντο, μέλλοντας ἀνασκολοπιεῖσθαι ὅτι ὑπὸ Ἕλληνος ἰητροῦ ἑσσώθησαν, τούτους βασιλέα παραιτησάμενος ἐρρύσατο· 26. Ὅτι καὶ μάντιν Ἠλεῖον Πολυκράτει ἐπισπόμενον καὶ ἀπημελημένον ἐν τοῖσι ἀνδραπόδοισι ἐρρύσατο. ἦν δὲ μέγιστον χρῆμα Δημοκήδης παρὰ βασιλεῖ. 27. Ὅτι Ἀτόσσῃ τῇ τοῦ Κύρου μὲν θυγατρί, Δαρείου δὲ γυναικὶ ἐπὶ τοῦ μαστοῦ ἔφυ φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω. ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον, ἡ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο ὃ ἂν αὐτῆς 2. 13 δεηθῇ, δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην ἐστὶν φέροντα· καὶ ᾐτήσατο τὴν ἐς Ἑλλάδα ἄφιξιν. 28. Ὅτι οἱ Πέρσαι οἱ ἀποσταλέντες ἐς τὴν Ἑλλάδα παρὰ Δαρείου μετὰ Δημοκήδεος ἀναχθέντες ἐκ τῆς Κρότωνος ἐκπίπτουσι τῇσι νηυσὶ ἐς Ἰηπυγίην, καί σφεας δουλεύοντας ἐνθαῦτα Γίλλος ἀνὴρ Ταραντῖνος φυγὰς ῥυσάμενος ἀπήγαγεν παρὰ βασιλέα Δαρεῖον. ὁ δὲ ἀντὶ τούτων ἕτοιμος ἦν διδόναι τοῦτο ὅ τι βούλοιτο αὐτός. Γίλλος δὲ αἱρέεται κάτοδόν οἱ ἐς Τάραντα γενέσθαι. 29. Ὅτι Ζωπύρου τοῦ τὴν Βαβυλῶνα προδόντος γίνεται Μεγάβυζος, ὃς ἐν Αἰγύπτῳ ἀντὶ
q.180
Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε· Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος, ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων. 30. Ὅτι Σκύλης ὁ Ἀριαπείθεος ἐξ Ἰστριηνῆς γυναικὸς γεννηθεὶς καὶ οὐκ ἐγχωρίης σοφὸς ἦν τὰ Ἑλληνικά· τὸν ἡ μήτηρ αὐτὴ γλῶσσάν τε Ἑλλάδα καὶ γράμματα ἐδίδαξεν. μετὰ δὲ χρόνον ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέως· βασιλεύων δὲ Σκυθέων ὁ Σκύλης διαίτῃ οὐδαμῶς ἠρέσκετο Σκυθικῇ, ἀλλὰ πολλοῦ πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο, ἐποίεέ τε τοιοῦτο· εὖτε ἀγάγοι τὴν στρατιὴν τῶν Σκυθέων ἐς τὸ Βορυσθενιτέων ἄστυ (οἱ δὲ Βορυσθενῖται ἔλεγον σφέας αὐτοὺς εἶναι Μιλησίους), ἐς τούτους ὅκως ἔλθοι ὁ Σκύλης, τὴν μὲν στρατιὴν καταλείπεσκε ἐν τῷ προαστείῳ, αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκληίσειε, τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν 2. 14 λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα, ἔχων δ' ἂν ταύτην ἠγόραζεν οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός (τὰς δὲ πύλας ἐφύλασσον, μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν), καὶ τὰ ἄλλα ἐχρᾶτο διαίτῃ Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων. ὅτε δὲ διέτριψε μῆνα ἢ πλέον τούτου, ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν. 31. Ὅτι ἦν τις τῆς Κρήτης πόλις Ὀαξός, ἐν τῇ Ἐτέαρχοςβασιλεύς, ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη, ἐπὶ ταύτῃ ἔγημεν ἄλλην γυναῖκα. ἡ δὲ ἐπεισελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσά τε κακὰ καὶ πᾶν ἐπ' αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενεγκοῦσά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ· τοῦτον ὁ Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ ἦν μέν οἱ διηκονήσειν ὅ τι ἂν δεηθείη. ἐπείτε δὴ ἐξώρκωσεν, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευσε καταποντῶσαι ἀπαγαγόντα. ὁ δὲ Θεμίσων περιεμεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε· παραλαβὼν τὴν παῖδα ἀπέπλεε, ὡς δὲ ἐγένετο ἐν τῷ πελάγει, ἀποσιεύμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος, ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην. ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος, ἐπαλλακεύετο· χρόνου δὲ περιϊόν 2. 15 τος ἐξεγένετό οἱ παῖς ἰσχνόφωνος καὶ τραυλός, τῷ οὔνομα ἐτέθη Βάττος, ὡς Θηραῖοί τε καὶ Κυρηναῖοι λέγουσιν. 32. Ὅτι ἐπὶ τῇ Κυρηναίων πόλι ἐπέστησαν οἱ Πέρσαι μετὰ τὴν τῆς Βάρκης ἅλωσιν, καὶ οἱ Κυρηναῖοι λόγιόν τι ἀποσιεύμενοι διεξῆκαν αὐτοὺς διὰ τοῦ ἄστεος. διεξιούσης δὲ τῆς στρατιῆς ὁ τοῦ ναυτικοῦ στρατηγὸς Βάρης ἐκέλευε αἱρέειν τὴν πόλιν, Ἅμασις δὲ ὁ τοῦ πεζοῦ οὐκ ἔα· ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην· ἐς ὃ διεξελθοῦσι καὶ ἱζομένοισι ἐπί τινος ὄχθου μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην. καὶ ἐπειρῶντο τὸ δεύτερον παριέναι ἐς αὐτήν, οἱ δὲ Κυρηναῖοι οὐ περιώρων. τοῖσι δὲ Πέρσῃσι οὐδενὸς μαχομένου φόβος ἐνέπεσε, ἀποδραμόντες δὲ ὅσον ξʹ στάδια ἵζοντο. καὶ τοὺς Ἀρβάνδεω ἄγγελος ἐκάλεε καὶ οἱ Πέρσαι Κυρηναίων δεηθέντες ἐφόδιά σφι δοῦναι ἔτυχον. 33. Ὅτι ὁ Λυκάρητος ὁ Δημνίων ἄρχων πάντας ἠνδραποδίζετο καὶ κατεστρέφετο, τοὺς μὲν λειποστρατίης ἐπὶ Σκύθας αἰτιώμενος, τοὺς δὲ σίνεσθαι τὸν Δαρείου στρατὸν ἀπὸ Σκυθέων ὀπίσω ἀποκομιζόμενον. 34. Ὅτι ὁ Κύψελος ὁ Κορινθίων τύραννος πολλοὺς μὲν Κορινθίων ἐδίωξεν, πολλοὺς δὲ χρημάτων ἀπεστέρησε, πολλῷ δὲ πλείστους τῆς ψυχῆς. 35. Ὅτι Περίανδρος, ὁ υἱὸς Κυψέλου, τυραννεύσας κατ' ἀρχὰς μὲν ἠπιώτερος τοῦ πατρὸς ἐγένετο, ἐπείτε δὲ ὡμίλησε δι' ἀγγέλων Θρασυβούλῳ τῷ Μιλήτου τυράννῳ, πολλῷ ἔτι ἐγένετο Κυψέλου 2. 16 μιαιφονώτερος. πέμψας γὰρ παρὰ Θρασύβουλον κήρυκα ἐπυνθάνετο, ὅντινα ἂν τρόπον ἀσφαλέστατον καταστησάμενος τῶν πρηγμάτων κάλλιστα τὴν πόλιν ἐπιτροπεύοι. Θρασύβουλος δὲ τὸν ἐλθόντα παρὰ τοῦ Περιάνδρου ἐξῆγε ἔξω τοῦ ἄστεως, ἐσβὰς δὲ ἐς ἄρουραν ἐσπαρμένην ἅμα τε διεξήιε τὸ λήιον, ἐπειρωτῶν τε καὶ
q.181
ἀναποδίζων τὸν κήρυκα κατὰ τὴν ἀπὸ Κορίνθου ἄπιξιν, καὶ ἐκόλουε ἀεὶ ὅκως τινὰ ἴδοι τῶν ἀσταχύων ὑπερέχοντα, κολούων τε ἔρριπτε, ἐς ὃ τοῦ ληίου τὸ κάλλιστόν τε καὶ βαθύτατον διέφθειρε τρόπῳ τοιῷδε· διεξελθὼν δὲ τὸ χωρίον καὶ ὑποθέμενος ἕως οὐδὲν ἀποπέμπει τὸν κήρυκα. νοστήσαντος δὲ τοῦ κήρυκος ἐς τὴν Κόρινθον ἦν πρόθυμος πυνθάνεσθαι τὴν ὑποθήκην ὁ Περίανδρος. ὁ δὲ οὐδέν οἱ ἔφη Θρασύβουλον ὑποθέσθαι, θαυμάζειν τε αὐτοῦ παρ' οἷόν μιν ἄνδρα ἀποπέμψειεν, ὡς παραπλῆγά τε καὶ τῶν ἑωυτοῦ σινάμορον, ἀπηγεόμενος τάπερ πρὸς Θρασυβούλου ὀπώπεε. Περίανδρος δὲ συνιεὶς τὸ ποιηθὲν καὶ νόῳ ἴσχων ὥς οἱ ὑπετίθετο Θρασύβουλος τοὺς ὑπειρόχους τῶν ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας. ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ διώκων, Περίανδρός σφεα ἐπετέλεε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν. πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπ' Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα οὔτε κατερέειν ἐν τῷ κέεται χώρῳ ἡ παρακαταθήκη· ῥιγοῦν τε γὰρ καὶ εἶναι γυμνή· τῶν γάρ οἱ συγκατέθαψε ἱματίων ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ ψυχρὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε. ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ (πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον, ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη), ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. αἱ μὲν δὴ ὡς ἐς ὁρτὴν ᾔεσαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι· ὁ 2. 17 δὲ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσέ σφεας πάσας, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιεν. ταῦτα δέ οἱ ποιήσαντι καὶ το`̣ δεύτερον πέμψαντι ἔφρασεν τὸ εἴδωλον τῆς Μελίσσης ἐς τὸν κατέθηκεν χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην. 36. Ὅτι Ἀρισταγόρης ὁ Μιλήσιος ἦν, ὡς διέδεξε, ψυχὴν οὐκ ἄκρος, ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε, ὁρῶν τὰς πόλις ἁλισκομένας ὑπὸ Περσέων. 37. Ὅτι οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδου παῖδα λαβόντες αἰχμάλωτον παρὰ βασιλέα ἀνήγαγον δοκέοντες χάριτα μεγάλην καταθήσεσθαι· ὁ δὲ κακὸν μὲν οὐδὲν ἐποίησεν, ἀγαθὰ δὲ συχνά· καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐξ ἧς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται. 38. Ὅτι Κλεομένεα ἐπάϊστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχε ἐς Θεσσαλίην. ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφιν ἦ μὴν ἕψεσθαί σφεας αὐτῷ ᾗ ἂν ἐξηγῆται, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστῶτας ἀγινέων ἐξόρκου τὸ Στυγὸς ὕδωρ. μαθόντες δὲ Λακεδαιμόνιοι Κλεομένεα ταῦτα πρήσσοντα κατῆγον αὐτόν. κατελθόντα δὲ αὐτὸν αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ πρότερον ὑπομαργότερον· ὅκως γάρ τεῳ ἐντύχοι Σπαρτιητέων, ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον. 2. 18 39. Ὅτι Δᾶτις εἶδεν ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται, ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον καὶ κατατίθεται ἐς τὸ ἱρὸν τὸ ἄγαλμα, καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα. 40. Ὅτι Καλλίης μοῦνος Ἀθηναίων ἁπάντων ἐτόλμα, ὅκως Πεισίστρατος ἐκπέσοι ἐκ τῶν Ἀθηναίων, τὰ χρήματα αὐτοῦ κηρυσσόμενα ὑπὸ τοῦ δημοσίου ὠνέεσθαι, καὶ τἆλλα τὰ ἔχθιστα εἰς αὐτὸν πάντα ἐμηχανᾶτο. καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτῳ ἦσαν μισοτύραννοι. καὶ οὐ προσίεμαι τὴν διαβολήν, τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα. καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον
q.182
ἤπερ Ἁρμόδιός τε καὶ Ἀριστογείτων. οἱ μὲν γὰρ ἐξηγρίωσαν τοὺς λοιποὺς Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας, Ἀλκμεωνίδαι δὲ ἐμφανῶς ἠλευθέρωσαν, οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας. ἀλλὰ γὰρ ἴσως τι ἐπιμεμφόμενοι Ἀθηνέων τῷ δήμῳ προεδίδοσαν τὴν πατρίδα. οὐ μὲν ὦν ἦσάν σφεων ἄλλοι δοκιμώτεροι 2. 19 ἐν Ἀθήνῃσιν ἄνδρες οὐδὲ οἳ μᾶλλον ἐτετιμέατο οὕτω· οὐδὲ λόγος αἱρέει ἀναδειχθῆναι ἔκ γε τούτων ἀσπίδα ἐπὶ τοιούτῳ λόγῳ. 41. Ὅτι οἱ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσιν Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί. τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐς ἅπαξ. ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεήν, ἐοῦσαν τοιαύτην, τοιάδε ἐπιτηδεύσας προσέφερε. ἐνδὺς κιθῶνα καὶ κόλπον βαθὺν καταλειπόμενος τοῦ κιθῶνος, κοθόρνους οὓς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος ἤιε ἐς τὸν θησαυρὸν ἐς ὅν οἱ κατηγέοντο. ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτον μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα ἐξῄει ἐκ τοῦ θησαυροῦ, ἕλκων μὲν μεγίστους κοθόρνους, παντὶ δέ τῳ μᾶλλον ἐοικὼς ἢ ἀνθρώπῳ· τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο. ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω κείνων. οὕτω μὲν ἐπλούτησε ἡ οἰκία αὕτη μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται. μετὰ δέ, γενεῇ δευτέρῃ ὕστερον, Κλεισθένης αὐτὴν ὁ Σικυώνιος τύραννος*** 2. 20 42. Ὅτι ἐζευγμένου τοῦ πόρου παρὰ Ξέρξου τοῦ βασιλέως ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε ἐκεῖνα πάντα καὶ διέλυσε. ὡς δὲ ἐπύθετο Ξέρξης, δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος. ἤδη δὲ ἤκουσα ὡς καὶ στιγέας ἅμα τούτοισι ἀπέπεμψε στίζοντας τὸν Ἑλλήσποντον. ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα·" Ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε σύ γε βούλῃ ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ἐόντι καὶ δολερῷ καὶ ἁλμυρῷ ποταμῷ." 2 τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξει τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς. καὶ οἱ μὲν ταῦτα ἐποίεον, οἷσι προσέκειτο αὕτη ἡ ἄχαρις τιμή. 43. Ὅτι ὁ Ξέρξης ὡς ταῦτα ὑπεκρίνατο τῷ Πυθίῳ τῷ Λυδῷ περὶ τοῦ παιδός, αὐτίκα ἐκέλευε τοῖσι προσετέτακτο ταῦτα πρήσσειν, τῶν Πυθίου παίδων ἐξευρόντας τὸν πρεσβύτατον μέσον διαταμεῖν, διαταμόντας δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆς ὁδοῦ, τὸ δὲ ἐπ' ἀριστερά, καὶ ταύτῃ διεξιέναι τὸν στρατόν. 44. Ὅτι ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονος στρατηγοῦ Ἀθηναίων, Ἀρταΰκτην ἄνδρα Πέρσην λαβόντες Σηστοῦ ὕπαρχον ζῶντα πρὸς σανίδα διεπασσάλευσαν, ὃς καὶ ἐς τοῦ Πρωτεσίλεω τὸ ἱερὸν ἀγινεόμενος γυναῖκας ἀθέμιστα ἔρδεσκε. 45. Ὅτι Δαρείου πέμψαντος ἐς Σπάρτην ἐπὶ γῆς αἴτησιν καὶ ὕδατος, οἱ μὲν αὐτέων τοὺς αἰτέοντας ἐς τὸ βάραθρον, οἱ δὲ 2. 21 ἐς φρέαρ ἐσβαλόντες ἐκέλευον γῆν τε καὶ ὕδωρ ἐκ τούτων φέρειν παρὰ βασιλέα. καλλιερῆσαι δὲ θυομένοισι τοῖσι Σπαρτιήτῃσι μὴ δυναμένοισι ἐπὶ χρόνον συχνόν, ἀχθομένων τε καὶ συμφορῇ χρεωμένων, ἀλίης τε πολλάκις συλλεγομένης καὶ κήρυγμα τοιόνδε ποιευμένων, εἴ τις βούλοιτο Λακεδαιμονίων πρὸ τῆς Σπάρτης ἀποθνήσκειν, Σπερθίης τε Ἀνηρίστου καὶ Βοῦλις ὁ Νικόλεω, ἄνδρες
q.183
Σπαρτιῆται φύσει τε γεγονότες εὖ καὶ χρήμασιν ἀνήκοντες ἐς τὰ πρῶτα, ἐθελονταὶ ὑπέδυσαν ποινὴν τῖσαι Ξέρξῃ τῶν Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων. οὕτω Σπαρτιῆται τούτους ὡς ἀποθανευμένους ἐς Μήδους ἀπέπεμψαν, αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θωύματος ἀξίη. 46. Ὅτι ὁ Κάδμος ὁ Κῶος παραδεξάμενος παρὰ πατρὸς τυραννίδα Κώων εὖ βεβηκυῖαν, ἑκών τε εἶναι καὶ δεινοῦ ἐπιόντος οὐδενὸς ἀλλὰ ἀπὸ δικαιοσύνης ἐς μέσον Κώοισι καταθεὶς τὴν ἀρχὴν οἴχετο ἐς Σικελίην, ἔνθα παρὰ Σαμίων ἔσχε τε καὶ κατοίκησε πόλιν Ζάγκλην τὴν ἐν Μεσσήνῃ μεταβαλοῦσαν τοὔνομα. τοῦτον δὴ ὁ Γέλων τὸν Κάδμον καὶ τοιούτῳ τρόπῳ ἀπικόμενον διὰ δικαιοσύνην, τήν οἱ αὐτὸς ἄλλην συνῄδεε ἐοῦσαν, ἔπεμπε· ὃς ἐπὶ τοῖσι ἄλλοισι δικαίοισι τοῖσι ἐξ ἑωυτοῦ ἐργασμένοισι καὶ τόδε οὐκ ἐλάχιστον τούτων ἐλίπετο· κρατήσας γὰρ μεγάλων χρημάτων τῶν οἱ Γέλων ἐπετράπετο, παρεὸν κατασχέσθαι οὐκ ἠθέλησε, ἀλλ' ἐπεὶ οἱ Ἕλληνες ἐπεκράτησαν τῇ ναυμαχίῃ καὶ Ξέρξης οἰχώκεε ἀπελαύνων, καὶ δὴ καὶ ἐκεῖνος ἀπίκετο ἐς τὴν Σικελίην ἀπὸ πάντα τὰ χρήματα ἄγων. λέγεται δὲ καὶ τάδε ὑπὸ τῶν ἐν τῇ Σικελίῃ οἰκημένων, ὡς ὅμως καὶ μέλλων ἄρχεσθαι ὑπὸ Λα 2. 22 κεδαιμονίων ὁ Γέλων ἐβοήθησε ἂν τοῖσι Ἕλλησι, εἰ μὴ ὑπὸ Θήρωνος τοῦ Αἰνησιδήμου Ἀκραγαντίνων μουνάρχου ἐξελασθεὶς ἐξ Ἱμέρης Τήριλλος ὁ τύραννος ἐπῆγε ἐπ' αὐτὸν τὸν χρόνον τοῦτον Φοινίκων καὶ Λιβύων καὶ Ἰβήρων καὶ Λιγύων καὶ Ἐσιλύκων καὶ Σαρδόνων καὶ Κυρνίων τριήκοντα μυριάδας καὶ στρατηγὸν αὐτῶν Ἀμίλκαν τὸν Ἄννωνος, Καρχηδονίων ἐόντα βασιλέα, κατὰ ξεινίην τε τὴν ἑωυτοῦ ὁ Τήριλλος ἀναγνώσας καὶ μάλιστα διὰ τὴν Ἀξίλεω προθυμίην, ὃς Ῥηγίου ἐὼν τύραννος τὰ ἑωυτοῦ τέκνα δοὺς ὁμήρους Ἀμίλκᾳ ἐπῆγε ἐπὶ τὴν Σικελίην τιμωρέων τῷ πενθερῷ· Τηρίλλου γὰρ εἶχε θυγατέρα Ἀξίλεως. 47. Ὅτι Ξέρξης ἀκούσας τὰ κατὰ Ἀθάμαντα, ὡς κατὰ τὸ ἄλσος ἀπίκετο, αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε, τῶν τε Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος ἐσέβετο. 48. Ὅτι ἀπορέοντος τοῦ βασιλέως ὅ τι χρήσηται τῷ παρεόντι πρήγματι, Ἐπιάλτης ὁ Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους ὡς μέγα τι παρὰ βασιλέως δοκέων οἴσεσθαι, ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων. ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην, καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων, τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων, ἀργύριον ἐπεκηρύχθη. χρόνῳ δὲ ὑστέρῳ, κατῆλθε γὰρ ἐς Ἀντικύρην, ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου. καὶ οὗτός ἐστιν ὁ περιηγησάμενος τὸ ὄρος. 49. Ὅτι δύο τῶν τριηκοσίων τῶν ἐν Θερμοπύλαις Εὔρυτον καὶ Ἀριστόδημον, παρεὸν αὐτοῖσι κοινῷ λόγῳ χρησαμένοισι ἢ 2. 23 ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην, ὀφθαλμίων γάρ, ἢ εἴ γε μὴ ἐβούλοντο νοστῆσαι, ἀποθανέειν ἅμα τοῖσι ἄλλοισι, παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν, οὐκ ἐθέλησαν ὁμοφρονέειν, ἀλλὰ τὸν μὲν ἀποθανεῖν σὺν τοῖς συμμάχοις, Ἀριστόδημον δὲ λειποψυχέοντα λειφθῆναι. εἰ μέν νυν ἦν Ἀριστόδημον ἀλογήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην, ἢ καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι, δοκέειν ἐμοί, οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδὲ μίαν προσθέσθαι· νυνὶ δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου, τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος, οὐ θελήσαντος δὲ ἀποθνήσκειν, ἀναγκαίως σφι ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ. οἱ μέν νυν οὕτω σωθῆναι λέγουσιν Ἀριστόδημον καὶ διὰ πρόφασιν τοιήνδε, οἱ δέ γε ἄγγελον πεμφθέντα ἐκ τοῦ στρατοπέδου, ἐξεὸν αὐτῷ καταλαβεῖν τὴν μάχην γινομένην οὐκ ἐθελῆσαι, ἀλλ' ὑπομείναντα ἐν τῇ ὁδῷ περιγενέσθαι, τὸν δὲ συνάγγελον αὐτοῦ ἀπικόμενον ἐς τὴν μάχην ἀποθανεῖν. 50. Ὅτι ἀπονοστήσας ἐς Λακεδαίμονα Ἀριστόδημος εἶχεν ὄνειδός τε καὶ ἀτιμίην· πάσχων δὲ τοιάδε ἠτίμωτο. 51. Ὅτι λέγεται καὶ ἄλλον ἀποπεμφθέντα ἄγγελον ἐς Θεσσαλίην τῶν τριηκοσίων τούτων περιγενέσθαι, τῷ οὔνομα εἶναι Παντίτην· νοστήσαντα δὲ τοῦτον ἐς Σπάρτην, ὡς ἠτίμωτο, ἀπάγξασθαι. 52. Ὅτι οἱ Θηβαῖοι τῶν ὁ Λεοντιάδης ἐστρατήγεε, τέως μὲν
q.184
μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ' ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν· ὡς δὲ εἶδον κατυπέρτερα γινόμενα 2. 24 τὰ τῶν Περσέων πρήγματα, οὕτω δή, τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπιγενομένων ἐπὶ τὸν κολωνόν, ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλεῖ, ὑπὸ δὲ ἀνάγκης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρωύματος τοῦ γεγονότος βασιλέϊ. ὥστε ταῦτα λέγοντες περιεγίνοντο. οὐ μέντοι γε πάντα εὐτύχησαν· ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας, τοὺς μέν τινας καὶ ἀπέκτειναν προσιόντας, τοὺς δὲ πλέονας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιζον στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω. 53. Ὅτι Ἀριστείδης ὁ Λυσιμάχου ἀνὴρ Ἀθηναῖος μέν, ἐξωστρακισμένος δὲ ὑπὸ τοῦ δήμου· τὸν ἐγὼ νενόμικα, πυνθανόμενος αὐτοῦ τὸν τρόπον, ἄριστον ἄνδρα γενέσθαι ἐν Ἀθήνῃσι καὶ δικαιότατον. 54. Ὅτι Ἑρμότιμός τις ἦν Πηδασεὺς γένος, φέρων οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλεῖ. τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι γέγονε πάντων τῶν ἡμεῖς ἴδμεν. ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος, ὃς τὴν ζόην κατεστήσατο ἀπ' ἔργων ἀνοσιωτάτων. ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους, ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων. παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροί εἰσιν οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχίων. ἄλλους τε δὴ ὁ Πανιώνιος ἐξέταμε πολλούς, ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην, καὶ δὴ καὶ τοῦτον. καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε ὁ Ἑρμότιμος, ἀπικνέεται ἐκ τῶν Σαρδίων 2. 25 παρὰ βασιλέα μετ' ἄλλων δώρων, χρόνου δὲ προϊόντος πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ. ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὥρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι, ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην, τὴν Χῖοι μὲν νέμονται, Ἀταρνεὺς δὲ καλέεται, εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα. ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φίλους λόγους, πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς δι' ἐκεῖνον ἔχοι ἀγαθά, δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσειεν, ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ, ὥστε ὑποδεξάμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα. ὡς δὲ πανοικίῃ μιν περιέλαβε, ἔλεγέ οἱ Ἑρμότιμος τάδε·" Ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπ' ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε, τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο, ἢ σὲ ἢ τῶν σῶν τινα, ὅτι με ἀντ' ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι; ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε· οἵ σε ποιήσαντα ἀνόσια, νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς, ὥστε σε μὴ μέμψασθαι τὴν ἀπ' ἐμέο τοι ἐσομένην δίκην." 2 ὡς δέ οἱ ταῦτα ὠνείδισε, ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα· αὐτοῦ τε, ὡς ταῦτα ἐργάσατο, οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον. Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος. 55. Ὅτι ὁ Ξέρξης ἐπεὶ ἀπίκετο ἐπ' Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, οὐκέτι ὁδοιπορίῃσι ἐχρῆτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνει ἐπιτρέπει ἀπάγειν ἐπὶ τὸν Ἑλλήσποντον, αὐτὸς δὲ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην. πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην. καὶ δὴ χειμαίνεσθαι γεμού 2. 26 σης τῆς νεός, ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν αὐτῷ κομιζομένων ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἴρεσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἔστι σφι σωτηρίη. καὶ τὸν εἶπαι·" Δέσποτα, οὐκ ἔστιν οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατῶν." 2 καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν·" Ἄνδρες Πέρσαι, νῦν τ̣ ι̣ ς̣ δ̣ ι̣ α̣ δεξάτω ὑμέων βασιλέως κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ σωτηρίη." 2 τὸν μὲν ταῦτα λέγειν, τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν, καὶ τὴν νέω ἐπικουφισθεῖσαν ἀποσωθῆναι ἐς τὴν Ἀσίην. ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην, ποιῆσαι
q.185
τοιόνδε· ὅτι μὲν ἔσωσε βασιλέως τὴν ψυχήν, δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην, ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε, ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ. 56. Ὅτι Τισαμενῷ τῷ Ἠλείῳ μάντι χρεωμένῳ περὶ γόνου ἀνεῖλε ἡ Πυθίη ἀγῶνας μεγίστους ἀναιρήσεσθαι εʹ οὐ γυμνικοὺς ἀλλὰ ἀρηίους. Λακεδαιμόνιοι δὲ τοῦτο μαθόντες ἐπειρῶντο πείσαντες Τισαμενὸν ποιέεσθαι ἡγεμόνα τῶν πολέμων. ὁ δὲ ὁρῶν περὶ πολλοῦ ποιευμένους Σπαρτιήτας φίλον αὐτὸν προσθέσθαι, μαθὼν τοῦτο ἀνετίμα, σημαίνων σφι ὡς, ἤν μιν πολιήτην σφέτερον ποιήσονται τῶν πάντων μεταδιδόντες, ποιήσει ταῦτα, ἐπ' ἄλλῳ μισθῷ δ' οὔ. οἱ δὲ πρῶτα μὲν ἀκούσαντες δεινὰ ἐποίευν τε καὶ μετίεσαν τῆς χρησμοσύνης τὸ παράπαν, δείματος δὲ μεγάλου ἐπικρεμαμένου τοῦ Περσικοῦ στρατεύματος καταίνεον μετιέντες. ὁ δὲ γνοὺς τετραμμένους σφέας οὐδὲ οὕτως ἔφη ἔτι ἀρκέεσθαι τούτοισι μούνοισι, ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνε 2. 27 σθαι Σπαρτιήτην ἐπὶ τοῖσι αὐτοῖσι λόγοισι τοῖσι καὶ αὐτὸς γίνεται. καὶ ἐμιμέετο Μελάμποδα βασιληίην τε καὶ πολιτηίην αἰτεόμενος. καὶ γὰρ δὴ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νόσου, μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ. οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλὰ ἀπιόντων, ὡς ἐμαίνοντο πλεῦνες τῶν γυναικῶν, οὕτω δὴ ὑποστάντες τὰ ὁ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα. ὁ δὲ ἐνθαῦτα ἐπορέγεται ὁρῶν αὐτοὺς τετραμμένους, φάς, ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης, οὐ ποιήσειν τὰ βούλονται. οἱ δὲ ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα. μοῦνοι δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται. καὶ ἐποίησ̣ εν καὶ εʹ ἀγῶνας........................ ἐν Τεγέῃ, τὸν ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας,.................. Ἀθηναίους καὶ Ἀργείους γενόμενον. 57. Ὅτι οὗτοι πάντες οὓς κατέλεξα, πλὴν Ἀριστοδήμου, τῶν ἀποθανόντων ἐν τῇ Πλαταιῆσι μάχῃ τίμιοι ἐγένοντο· Ἀριστόδημος δὲ βουλόμενος ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη. 58. Ὅτι οἱ Δεκελεῖς δῆμος ἦν ἔργα χρήσιμα ἐργασμένοι. ὡς γὰρ δὴ τὸ πάλαι κατὰ Ἑλένης κομιδὴν Τυνδαρίδαι ἐσέβαλον ἐς 2. 28 γῆν τὴν Ἀττικὴν σὺν στρατοῦ πλήθει καὶ ἀνίστασαν τοὺς δήμους, οὐκ εἰδότες ἵνα ὑπεξέκειτο ἡ Ἑλένη, τότε λέγουσι τοὺς Δεκελέας, οἱ δὲ αὐτὸν Δέκελον ἀχθόμενόν τε τῇ Θησέος ὕβρι καὶ δειμαίνοντα περὶ πάσῃ τῇ Ἀθηναίων χώρῃ, ἐξηγησάμενόν σφι τὸ πᾶν πρῆγμα κατηγήσασθαι ἐπὶ τὰς Ἀφνίδας, τὰς δὴ Τιτακός, ἐὼν αὐτόχθων, καταπροδιδοῖ Τυνδαρίδῃσι. τοῖσι δὲ Δεκελεῦσι ἐν Σπάρτῃ ἀπὸ τούτου τοῦ ἔργου ἀτελείη τε καὶ προεδρίη διατελέει ἐς τόδε αἰεὶ ἔτι ἐοῦσα, οὕτω ὥστε καὶ ἐς τὸν πόλεμον τὸν ὕστερον πολλοῖσι ἔτεσι τούτων γενόμενον Ἀθηναίοισί τε καὶ Πελοπονησίοισι, σινομένων τὴν ἄλλην Ἀττικὴν Λακεδαιμονίων, Δεκελέης ἀποσχέσθαι. τούτου τοῦ δήμου ἦν ὁ Σωφάνης. 59. Ὅτι μετὰ τὴν ἄπιξιν τῆς γυναικὸς τῆς παλλακῆς Φαρναδάτους αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπ' ἐξεργασμένοισι. μαθόντες δὲ ὅτι ὕστερον ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι. πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν. οἱ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς. μετὰ δὲ Μαντινέας ἧκον Ἠλεῖοι, καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο· ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν. 60. Ὅτι, ὡς ὡμολόγησαν οἱ Θηβαῖοι δοῦναι τοὺς μηδίσαντας, Ἀτταγῖνος μὲν ἐκδιδρήσκει ἐκ τοῦ ἄστεος, παῖδας δὲ αὐτοῦ ἀπαχθέντας Παυσανίης ἀπέλυσε τῆς αἰτίης, φὰς τοῦ μηδισμοῦ παῖδας οὐδὲν εἶναι μεταιτίους. 61. Ὅτι Ἀρταΰκτης ὁ Πέρσης Ξέρξεω ὕπαρχος ἀνὴρ δεινὸς 2. 29 καὶ ἀτάσθαλος· ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπ' Ἀθήνας ἐξηπάτησε, τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλεοῦντος ὑφελόμενος. ἐν γὰρ Ἐλεοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ
q.186
τέμενος περὶ αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέως δόντος. λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο·" Δέσποτα, ἔστιν οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα, ὃς ἐπὶ γῆν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανεν. τούτου μοι δὸς τὸν οἶκον, ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι." 2 ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον, οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε. ἐπὶ γῆν δὲ τὴν βασιλέως στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε· τὴν Ἀσίην πᾶσαν ἐνόμιζον ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος. ἐπεὶ δὲ ἐδόθη, τὰ χρήματα ἐξ Ἐλεοῦντος ἐς Σηστὸν ἐξεφόρησε καὶ τὸ τέμενος ἔσπειρε καὶ ἔνεμεν, αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλεοῦντα, ἐν τῷ ἀδύτῳ γυναιξὶν ἐμίσγετο. τέλος τῆς ἱστορίας Ἡροδότου. περὶ ἀρετῆς καὶ κακίας. 2. 30 Περὶ ἀρετῆς καὶ κακίας. Ηʹ. Ἐκ τοῦ Μαρκελλίνου εἰς τὸν Θουκυδίδου βίον. 1. Ὅτι πολὺς ὁ ἀνὴρ τέχναις καὶ κάλλει λόγων καὶ ἀκριβείᾳ πραγμάτων καὶ στρατηγίᾳ καὶ συμβουλαῖς καὶ πανηγυρικαῖς ὑποθέσεσιν. 2. Ὅτι Θουκυδίδης ὁ Ἀθηναῖος ἠγάγετο γυναῖκα ἀπὸ Σκαπτῆς ὕλης τῆς Θρᾴκης πλουσίαν σφόδρα καὶ μέταλλα κεκτημένην ἐν τῇ Θρᾴκῃ. τοῦτον δὲ τὸν πλοῦτον λαμβάνων οὐκ εἰς τροφὴν ἀνήλισκεν, ἀλλὰ πρὸ τοῦ Πελοποννησιακοῦ πολέμου τὸν πόλεμον αἰσθηθεὶς κινεῖσθαι μέλλοντα, προελόμενος συγγράψαι αὐτὸν παρεῖχε πολλὰ τοῖς Ἀθηναίων στρατιώταις καὶ τοῖς Λακεδαιμονίων καὶ πολλοῖς ἄλλοις, ἵνα ἀπαγγέλλοιεν αὐτῷ βουλομένῳ συγγράφειν τὰ γινόμενα κατὰ καιρὸν καὶ λεγόμενα ἐν αὐτῷ τῷ πολέμῳ. ζητητέον δὲ διὰ τί καὶ Λακεδαιμονίοις παρεῖχεν καὶ ἄλλοις, ἐξὸν Ἀθηναίοις διδόναι μόνοις καὶ παρ' ἐκείνων μανθάνειν. καὶ λέγομεν ὅτι οὐκ ἀσκόπως καὶ τοῖς ἄλλοις παρεῖχεν. σκοπὸς γὰρ ἦν αὐτῷ τὴν ἀλήθειαν τῶν πραγμάτων συγγράψαι, εἰκὸς δὲ ἦν Ἀθηναίους πρὸς τὸ χρήσιμον ἑαυτῶν ἀπαγγέλλοντας ψεύδεσθαι καὶ λέγειν πολλάκις ὡς ἡμεῖς ἐνικήσαμεν οὐ νικήσαντας. δι' ὃ πᾶσι παρεῖχεν, ἐκ τῆς τῶν πολλῶν συμφωνίας θηρώμενος τὴν τῆς ἀληθείας κατάληψιν· τὸ γὰρ σαφὲς ἐξελέγχεται τῇ τῶν πολλῶν συνᾳδούσῃ συμφωνίᾳ. 2. 31 3. Ὅτι ὁ Θουκυδίδης οὐκ ἐπολιτεύσατο γενόμενος ἐν ἡλικίᾳ οὐδὲ προσῆλθε τῷ βήματι, ἐστρατήγησε δὲ ἀρχέκακον ἀρχὴν παραλαβών· ἀπὸ γὰρ ταύτης φυγαδεύεται. πεμφθεὶς γὰρ ἐπ' Ἀμφίπολιν Βρασίδου φθάσαντος καὶ προλαβόντος αὐτὴν ἔσχεν αἰτίαν, καίτοι μὴ πάντα καταστὰς ἀνόνητος Ἀθηναίοις· τῆς μὲν γὰρ ἁμαρτάνει, Ἠιόνα δὲ τὴν ἐπὶ Στρυμόνι λαμβάνει. ἀλλὰ καὶ οὕτως τὸ πρῶτον ἀτύχημα εἰς ἁμάρτημα μεταβαλόντες φυγαδεύουσιν αὐτόν. γενόμενος δὲ ἐν Αἰγίνῃ μετὰ τὴν φυγὴν ὡς ἂν πλουτῶν ἐδάνεισε τὰ πλεῖστα τῶν χρημάτων. ἀλλὰ κἀκεῖθεν μετῆλθε καὶ διατρίβων ἐν Σκαπτῇ ὕλῃ ὑπὸ πλατάνῳ ἔγραφεν. ἔγραφε δ' οὐδ' οὕτως μνησικακῶν τοῖς Ἀθηναίοις, ἀλλὰ φιλαλήθης ὢν καὶ τὰ ἤθη μέτριος, εἴ γε οὔτε Κλέων παρ' αὐτῷ οὔτε Βρασίδας ὁ τῆς συμφορᾶς αἴτιος ἀπέλαυσε λοιδορίας, ὡς ἂν τοῦ συγγραφέως ὀργιζομένου. καίτοι πολλοὶ τοῖς ἰδίοις πάθεσι συνέθεσαν τὰς ἱστορίας, ἥκιστα μελῆσαν αὐτοῖς τῆς ἀληθείας. Ἡρόδοτος μὲν γὰρ ὑπεροφθεὶς ὑπὸ Κορινθίων ἀποδρᾶναί φησιν αὐτοὺς τὴν ἐν Σαλαμῖνι ναυμαχίαν· Τίμαιος δ' ὁ Ταυρομενίτης Τιμολέοντα ὑπερεπῄνεσε τοῦ μετρίου, καθότι Ἀνδρόμαχον τὸν αὐτοῦ πατέρα οὐ κατέλυσε τῆς μοναρχίας· Φίλιστος δὲ τῷ νέῳ Διονυσίῳ τοῖς λόγοις πολεμεῖ· Ξενοφῶν δὲ Μένωνι λοιδορεῖται τῷ Πλάτωνος ἑταίρῳ διὰ τὸν πρὸς Πλάτωνα ζῆλον. ὁ δὲ μέτριος καὶ ἐπιεικής, τῆς ἀληθείας ἥττων. 4. Ὅτι λέγεται Θουκυδίδην τὸ εἶδος γεγονέναι σύννουν μὲν τὸ πρόσωπον, τὴν δὲ κεφαλὴν καὶ τὰς τρίχας εἰς ὀξὺ πεφυκυίας, τήν τε λοιπὴν ἕξιν προσπεφυκέναι τῇ συγγραφῇ. 5. Ὅτι ζηλωτὴς γέγονεν ὁ Θουκυδίδης εἰς μὲν τὴν οἰκονομίαν Ὁμήρου, Πινδάρου δὲ εἰς τὸ μεγαλοφυὲς καὶ ὑψηλὸν τοῦ χαρακτῆρος, ἀσαφῶς δὲ λέγων ἀνὴρ ἐπίτηδες, ἵνα μὴ πᾶσιν εἴη βατὸς μηδὲ εὐτελὴς φαίνηται παντὶ τῷ βουλομένῳ νοούμενος εὐχερῶς, ἀλλὰ τοῖς λίαν σοφοῖς δοκιμαζόμενος παρὰ τούτοις θαυμάζηται· ὁ γὰρ τοῖς ἀρίστοις
q.187
ἐπαινούμενος καὶ κεκριμένην δόξαν λαβὼν 2. 32 ἀνάγραπτον εἰς τὸν ἔπειτα χρόνον κέκτηται τὴν τιμήν, οὐ κινδυνεύουσαν ἐξαλειφῆναι τοῖς ἐπικρίνουσιν. ἐζήλωσε δὲ ἐπ' ὀλίγον, ὥς φησιν Ἄντυλλος, καὶ τὰς Γοργίου τοῦ Λεοντίνου παρισώσεις καὶ τὰς ἀντιθέσεις τῶν ὀνομάτων, εὐδοκιμούσας κατ' ἐκεῖνο καιροῦ παρὰ τοῖς Ἕλλησι, καὶ μέντοι καὶ Προδίκου τοῦ Κείου τὴν ἐπὶ τοῖς ὀνόμασιν ἀκριβολογίαν, μάλιστα δὲ πάντων Ὅμηρον καὶ τῆς περὶ τὰ ὀνόματα ἐκλογῆς καὶ τῆς περὶ τὴν σύνθεσιν ἀκριβείας, τῆς τε ἰσχύος τῆς κατὰ τὴν ἑρμηνείαν καὶ τοῦ κάλλους καὶ τοῦ τάχους. τῶν δὲ πρὸ αὐτοῦ συγγραφέων καὶ ἱστορικῶν ἀψύχους ὥσπερ εἰσαγόντων τὰς συγγραφὰς καὶ ψιλῇ μόνῃ χρησαμένων διὰ παντὸς διηγήσει, προσώποις δὲ οὐ περιθέντων λόγους τινὰς οὐδὲ ποιησάντων δημηγορίας, ἀλλ' Ἡροδότου μὲν ἐπιχειρήσαντος, οὐ μὴν ἐξισχύσαντος (δι' ὀλίγων γὰρ ἐποίησε λόγων ὡς προσωποποιίας μᾶλλον ἤπερ δημηγορίας), μόνος ὁ συγγραφεὺς ἐξεῦρέν τε δημηγορίας καὶ τελείως ἐποίησε μετὰ κεφαλαίων καὶ διαιρέσεως. 6. Ὅτι ὁ Θουκυδίδης ἔστι τοῖς μύθοις ἐναντίος διὰ τὸ χαίρειν ταῖς ἀληθείαις. οὐ γὰρ ἐπετήδευσε τοῖς ἄλλοις ταὐτὸν συγγραφεῦσιν οὐδὲ ἱστορικοῖς, οἳ μύθους ἐγκατέμιξαν ταῖς ἑαυτῶν ἱστορίαις, τοῦ τερπνοῦ πλέον τῆς ἀληθείας ἀντιποιούμενοι. ἀλλ' ἐκεῖνοι μὲν οὕτως, τῷ συγγραφεῖ δ' οὐκ ἐμέλησε πρὸς τέρψιν τῶν ἀκουόντων, ἀλλὰ πρὸς ἀκρίβειαν τῶν μανθανόντων γράφειν. καὶ γὰρ ὠνόμασεν ἀγώνισμα τὴν ἑαυτοῦ συγγραφήν. πολλὰ γὰρ τῶν πρὸς ἡδονὴν ἀπέφυγεν, τὰς παρενθήκας ἃς εἰώθασι ποιεῖν οἱ πλείονες ἀποκλίνας, ὅπου γε καὶ παρ' Ἡροδότῳ καὶ ὁ δελφίς ἐστιν ὁ φιλήκοος καὶ Ἀρίων ὁ κυβερνώμενος μουσικῇ, καὶ ὅλως ἡ δευτέρα τῶν ἱστοριῶν τὴν ὑπόθεσιν ψεύδεται. ὁ δὲ Θουκυδίδης 2. 33 ἂν ἀναμνησθῇ τινος περιττοῦ, διὰ μὲν τὴν ἀνάγκην λέγει, διηγεῖται δὲ μόνον εἰς γνῶσιν τῶν ἀκουόντων ἀφικνούμενος. ὅ τε γὰρ περὶ Τηρέως αὐτῷ λόγος πέφρασται μόνον περὶ παθῶν τῶν γυναικῶν, ἥ τε Κυκλώπων ἱστορία τῶν τόπων ἐμνημονεύθη χάριν, καὶ ὁ Ἀλκμαίων ὅτε σωφρονεῖν μνημονεύεται, ἔνθα τὰ τῆς σωφροσύνης αὐτοῦ νήσους ποιεῖ, τὰ δ' ἄλλα οὐκ ἀκριβοῖ. περὶ μὲν οὖν τοὺς μύθους τοιοῦτος, δεινὸς δὲ ἠθογραφῆσαι, καὶ ἐν μὲν τοῖς μέρεσι σαφής, ὑπὸ δὲ τὴν σύνταξιν ἐνίοτε διὰ τὸ ἐπιτεῖνον τῆς ἑρμηνείας ἄδηλος εἶναι δοκῶν. ἔχει δὲ χαρακτῆρα ὑπέρσεμνον καὶ μέγα. τὸ δὲ τῆς συνθέσεως τραχύτητος ὃν μεστὸν καὶ ἐμβριθὲς καὶ ὑπερβατικόν, ἐνίοτέ τε καὶ ἀσαφές. αἱ δὲ βραχύτητες θαυμασταὶ καὶ τῶν λέξεων οἱ νόες πλείονες. τὸ δὲ γνωμολογικὸν αὐτοῦ πάνυ ἐπαινετόν. ἐν δὲ ταῖς ἀφηγήσεσι σφόδρα δυνατός, ναυμαχίας ἡμῖν καὶ πολιορκίας νόσους τε καὶ στάσεις διηγούμενος. πολυειδής τε ἐν τοῖς σχήμασι, τὰ πολλὰ καὶ τῶν Γοργίου τοῦ Λεοντίνου μιμούμενος, ταχὺς ἐν ταῖς σημασίαις, πικρὸς ἐν ταῖς αὐστηρότησι, ἠθῶν μιμητὴς καὶ ἄριστος διαγραφεύς· ὄψει γοῦν παρ' αὐτῷ φρόνημα Περικλέους καὶ Κλέωνος οὐκ οἶδ' ὅ τι ἂν εἴποι τις, Ἀλκιβιάδου νεότητα, Θεμιστοκλέους πάντα, Νικίου χρηστότητα, δεισιδαιμονίαν, εὐτυχίαν μέχρι Σικελίας. Ἐκ τῆς ἱστορίας Θουκυδίδου Ἀθηναίου. 7. Ὅτι αἰτίαι ἄλλαι τε ἦσαν τῶν ἀποστάσεων τοῖς Ἀθηναίοις καὶ μέγισται αἱ τῶν φόρων καὶ νεῶν ἔκδειαι καὶ λειποστράτιον εἴ τῳ ἐγένετο· οἱ γὰρ Ἀθηναῖοι ἀκριβῶς ἔπρασσον καὶ λυπηροὶ ἦσαν οὐκ εἰωθόσι οὐδὲ βουλομένοις ταλαιπωρεῖν προσαγαγόντες τὰς ἀνάγκας. ἦσαν δέ πως καὶ ἄλλως οἱ Ἀθηναῖοι 2. 34 οὐκέτι ὁμοίως ἐν ἡδονῇ ἄρχοντες, καὶ οὔτε ξυνεστράτευον ἀπὸ τοῦ ἴσου, ῥᾴδιόν τε προσάγεσθαι ἦν αὐτοῖς τοὺς ἀφισταμένους· ὧν αὐτοὶ αἴτιοι ἐγένοντο οἱ ξύμμαχοι· διὰ γὰρ τὴν ἀπόκνησιν ταύτην τῶν στρατιῶν οἱ πλείους αὐτῶν, ἵνα μὴ ἀπ' οἴκου ὦσι, χρήματα ἐτάξαντο ἀντὶ τῶν νεῶν τὸ ἱκνούμενον ἀνάλωμα φέρειν. 8. Ὅτι ὁ Παυσανίας, ὁ τῶν Λακεδαιμονίων στρατηγός, ἐπιστολὴν πέμψας τῷ Ξέρξῃ περὶ προδοσίας καὶ παρ' αὐτοῦ ἑτέραν λαβών, ὢν καὶ πρῶτον ἐν μεγάλῳ ἀξιώματι ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν [ἐν] Πλαταιᾶσιν ἡγεμονίαν, πολλῷ τότε μᾶλλον ἦρτο καὶ οὐκέτι ἐδύνατο ἐν τῷ
q.188
καθεστηκότι τρόπῳ βιοτεύειν, ἀλλὰ σκευάς τε Μηδικὰς ἐνδυόμενος ἐκ τοῦ Βυζαντίου ἐξῄει καὶ διὰ τῆς Θρᾴκης πορευόμενον αὐτὸν Μῆδοι καὶ Αἰγύπτιοι ἐδορυφόρουν, τράπεζάν τε Μηδικὴν παρετίθετο καὶ κατέχειν τὴν διάνοιαν οὐκ ἠδύνατο, ἀλλ' ἔργοις βραχέσι προυδήλου ἃ τῇ γνώμῃ μειζόνως ἐσέπειτα ἔμελλε πράξειν. δυσπρόσοδόν τε αὐτὸν παρεῖχε καὶ τῇ ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ἐς πάντας ὁμοίως ὥστε μηδένα δύνασθαι προσιέναι· διόπερ καὶ πρὸς τοὺς Ἀθηναίους οὐχ ἥκιστα ἡ ξυμμαχία μετέστη. 9. Ὅτι οἱ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παρὰ τοὺς Ἀθηναίους ξυνεπῃτιῶντο τὸν Θεμιστοκλέα, ὡς εὕρισκον ἐκ τῶν περὶ Παυσανίαν ἐλέγχων, ἠξίουν τε τοῖς αὐτοῖς κολάζεσθαι αὐτόν· οἱ δὲ πεισθέντες (ἔτυχε γὰρ ὠστρακισμένος καὶ ἔχων δίαιταν μὲν ἐν Ἄργει, ἐπιφοιτῶν δὲ καὶ ἐς τὴν ἄλλην Πελοπόνησον) πέμπουσι μετὰ τῶν Λακεδαιμονίων ἑτοίμων ὄντων ξυνδιώκειν ἄνδρας οἷς εἴρητο ἄγειν ὅπου ἂν περιτύχωσιν. ὁ δὲ Θεμιστοκλῆς προαισθόμενος φεύγει ἐκ Πελοπονήσου ἐς Κέρκυραν, ὢν αὐτῶν εὐεργέτης. δεδιέναι δὲ φασκόντων ἔχειν αὐτὸν Κερκυραίων ὥστε 2. 35 Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἀπέχεσθαι, διακομίζεται ὑπ' αὐτῶν εἰς τὴν ἤπειρον καταντικρύ. καὶ διωκόμενος ὑπὸ τῶν προστεταγμένων κατὰ πύστιν ᾗ χωροίη, ἀναγκάζεται κατά τι ἄπορον παρὰ Ἄδμητον τὸν Μολοσσῶν βασιλέα, ὄντα αὐτῷ οὐ φίλον, καταλῦσαι. καὶ ὁ μὲν οὐκ ἔτυχεν ἐπιδημῶν, ὁ δὲ τῆς γυναικὸς ἱκέτης γενόμενος διδάσκεται ὑπ' αὐτῆς τὸν παῖδα σφῶν λαβὼν καθίζεσθαι ἐπὶ τὴν ἑστίαν. καὶ ἐλθόντος οὐ πολὺ ὕστερον τοῦ Ἀδμήτου δηλοῖ τε ὅς ἐστι καὶ οὐκ ἀξιοῖ, εἴ τι ἄρα αὐτὸς ἀντεῖπεν αὐτῷ Ἀθηναίων δεομένῳ, φεύγοντα τιμωρεῖσθαι. καὶ γὰρ ἂν ὑπ' ἐκείνου πολλῷ ἀσθενεστέρου ἐν τῷ παρόντι κακῶς πάσχειν, γενναῖον δὲ εἶναι τοὺς ὁμοίους ἀπὸ τοῦ ἴσου τιμωρεῖσθαι. καὶ ἅμα αὐτὸς μὲν ἐκείνῳ χρείας τινὸς [ἔξωθεν] καὶ οὐκ ἐς τὸ σῶμα σώζεσθαι ἐναντιωθῆναι, ἐκεῖνον δ' ἂν εἰ ἐκδοίη αὐτόν (εἰπὼν ὑφ' ὧν καὶ ἐφ' ᾧ διώκεται), σωτηρίας ἂν τῆς ψυχῆς ἀποστερῆσαι. ὁ δὲ ἀκούσας ἀνίστησί τε αὐτὸν μετὰ τοῦ ἑαυτοῦ υἱέος (ὥσπερ καὶ ἔχων αὐτὸν ἐκαθέζετο, καὶ μέγιστον ἦν ἱκέτευμα τοῦτο) καὶ ὕστερον οὐ πολλῷ τοῖς Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐλθοῦσι καὶ πολλὰ εἰποῦσι οὐκ ἐκδίδωσι, ἀλλ' ἀποστέλλει βουλόμενον ὡς βασιλέα πορευθῆναι ἐπὶ τὴν ἑτέραν θάλασσαν πεζῇ ἐς Πύδναν τὴν Ἀλεξάνδρου. ἐν ᾗ ὁλκάδος τυχὼν ἀναγομένης ἐπὶ Ἰωνίαν καὶ ἐπιβὰς καταφέρεται χειμῶνι ἐς τὸ Ἀθηναίων στρατόπεδον ὃ ἐπολιόρκει Νάξον. καί (ἦν γὰρ ἀγνὼς τοῖς ἐν τῇ νηί) δείσας φράζει τῷ ναυκλήρῳ ὅστις ἐστὶ καὶ δι' ἃ φεύγει, καὶ εἰ μὴ σώσει αὐτόν, ἔφη ἐρεῖν ὅτι χρήμασι πεισθεὶς αὐτὸν ἄγει· τὴν δὲ ἀσφάλειαν εἶναι μηδένα ἐκβῆναι ἐκ τῆς νεὼς μέχρι πλοῦς γένηται· πειθομένου δ' αὐτῷ χάριν ὑπομνήσεσθαι ἀξίαν. ὁ δὲ ναύκληρος ποιεῖται ταῦτα καὶ ἀποσαλεύσας ἡμέραν καὶ νύκτα ὑπὲρ τοῦ στρατοπέδου ὕστερον ἀφικνεῖται εἰς Ἔφεσον. καὶ ὁ Θεμιστοκλῆς 2. 36 ἐκεῖνόν τε ἐθεράπευσε χρημάτων δόσει (ἦλθε γὰρ αὐτῷ ὕστερον ἔκ τε Ἀθηνῶν παρὰ τῶν φίλων καὶ ἐξ Ἄργους ἃ ὑπεξέκειτο), καὶ μετὰ τῶν κάτω Περσῶν τινος πορευθεὶς ἄνω εἰσπέμπει γράμματα εἰς βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ βασιλεύοντα καὶ σώζεται κἀκεῖσε τὸν βίον καταστρέφει. 10. Ὅτι ὁ Θεμιστοκλῆς μέγας ἐγένετο παρὰ Ξέρξῃ μάλιστα ἀπὸ τοῦ πεῖραν διδοὺς ξυνετὸς φαίνεσθαι. ἦν γὰρ δὴ βεβαιότατα [τῆς κοινῆς τῶν ἀνθρώπων ὅσον δύναται] φύσεως ἰσχὺν δηλώσας, καὶ διαφερόντως τι ἐς αὐτὸ [τὰ εἰς τὴν φύσιν] μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι· οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν ἐς αὐτὴν οὐδὲν οὔτ' ἐπιμαθών, τῶν τε παραχρῆμα δι' ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε, ὧν δ' ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο, τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα μάλιστα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο. 11. Ὅτι ὁ Θησεὺς μετὰ τοῦ δυνατοῦ καὶ ξυνετὸς ἦν. 11β. Ὅτι ποτὲ οἱ Λακεδαιμόνιοι Ἀλκαμένη ἐν
q.189
προαστείῳ θεασάμενοι μετεωρίζοντα κακῶς ἐχρήσαντο· οὗτοι γὰρ σκυθρωποὶ ἦσαν διὰ παντὸς ἐπιείκειαν ὑποκρινόμενοι καὶ τοὺς ἁβροτέρους ἐκόλαζον, τὸ τερπνὸν τοῦ βίου κώλυμα τῶν ἀναγκαίων νομίζοντες εἶναι. 12. Ὅτι τὸν Περικλέα χρήμασ̣ ι ζημιώσαντες οἱ Ἀθηναῖοι οὐ πολλῷ ὕστερον, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, στρατηγὸν εἵλοντο 2. 37 καὶ πάντα τὰ πράγματα ἐπέτρεψαν, ὧν μὲν περὶ τὰ οἰκεῖα ἕκαστος ἤλγει ἀμβλύτεροι ἤδη ὄντες, ὧν δὲ ξύμπασα ἡ πόλις προσεδεῖτο πλείστου ἄξιον νομίζοντες εἶναι. ὅσον τε γὰρ χρόνον προὔστη τῆς πόλεως ἐν τῇ εἰρήνῃ, μετρίως ἐξηγεῖτο καὶ ἀσφαλῶς διεφύλαξεν αὐτήν, καὶ ἐγένετο ἐπ' ἐκείνου μεγίστη, ἐπεί τε ὁ πόλεμος κατέστη ὁ Πελοποννησιακός, φαίνεται καὶ ἐν τούτῳ προγνοὺς τὴν δύναμιν. ἐπεβίω δὲ δύο ἔτη καὶ ἓξ μῆνας· καὶ ἐπειδὴ ἀπέθανεν, ἐπὶ πλέον ἔτι ἐγνώσθη ἡ πρόνοια αὐτοῦ ἐς τὸν πόλεμον. ὁ μὲν γὰρ ἡσυχάζοντάς τε καὶ τὸ ναυτικὸν θεραπεύοντας καὶ ἀρχὴν μὴ ἐπικτωμένους ἐν τῷ πολέμῳ μηδὲ τῇ πόλει κινδυνεύοντας ἔφη περιέσεσθαι· οἱ δὲ ταῦτά τε πάντα ἐς τοὐναντίον ἔπραξαν καὶ ἄλλα ἔξω τοῦ πολέμου δοκοῦντ̣ α εἶναι κατὰ τὰς ἰδίας φιλοτιμίας καὶ ἴδια κέρδη καὶ κακῶς ἔς τε σφᾶς αὐτοὺς καὶ τοὺς ξυμμάχους ἐπολίτευσαν, ἃ κατορθούμενα μὲν τοῖς ἰδιώταις τιμὴ καὶ ὠφελία μᾶλλον ἦν, σφαλέντα δὲ τῇ πόλει ἐς τὸν πόλεμον βλάβη καθίστατο. αἴτιον δ' ἦν ὅτι ἐκεῖνος μὲν δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώσει χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος κατεῖχε τὸ πλῆθος ἐλευθέρως, καὶ οὐκ ἤγετο μᾶλλον ὑπ' αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονήν τι λέγειν, ἀλλ' ἔχων ἐπ' ἀξιώσει καὶ πρὸς ὀργήν τι ἀντειπεῖν. ὁπότε γοῦν αἴσθοιτό τε αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσε ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν. ἐγίγνετό τε λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. οἱ δὲ ὕστερον ἴσοι αὐτοὶ μᾶλλον πρὸς ἀλλήλους ὄντες καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γενέσθαι ἐτράποντο καθ' ἡδονὰς τῷ δήμῳ καὶ τὰ πράγματα ἐνδιδόναι. ἐξ ὧν ἄλλα τε πολλά, ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ, ἡμαρτήθη καὶ ὁ ἐς Σικελίαν πλοῦς, ὃς οὐ τοσοῦτον γνώμης ἁμάρτημα ἦν πρὸς οὓς ἐπῄεσαν, ὅσον οἱ ἐκπέμψαντες οὐ τὰ πρόσφορα τοῖς οἰχομένοις 2. 38 ἐπιγιγνώσκοντες, ἀλλὰ κατὰ τὰς ἰδίας διαβολὰς περὶ τῆς τοῦ δήμου προστασίας τά τε ἐν τῷ στρατοπέδῳ ἀμβλύτερα ἐποίουν καὶ τὰ περὶ τὴν πόλιν πρῶτον ἐν ἀλλήλοις ἐταράχθησαν. σφαλέντες δὲ ἐν Σικελίᾳ ἄλλῃ τε παρασκευῇ καὶ τοῦ ναυτικοῦ τῷ πλείονι μορίῳ καὶ κατὰ τὴν πόλιν ἤδη ἐν στάσει ὄντες ὅμως ἀντεῖχον τοῖς τε πρότερον ὑπάρχουσι πολεμίοις καὶ τοῖς ἀπὸ Σικελίας μετ' αὐτῶν, Κύρῳ τε ὕστερον βασιλέως παιδὶ προσγενομένῳ, ὃς παρεῖχε χρήματα Πελοποννησίοις ἐς τὸ ναυτικόν· καὶ οὐ πρότερον ἐνέδοσαν ἢ αὐτοὶ ἐν σφίσι κατὰ τὰς ἰδίας διαφορὰς περιπεσόντες ἐσφάλησαν. τοσοῦτον τῷ Περικλεῖ ἐπερίσευσε τότε ἀφ' ὧν αὐτὸς προέγνω καὶ πάνυ ἂν ῥαδίως περιγενέσθαι τῶν Πελοποννησίων αὐτῶν τῷ πολέμῳ. 13. Ὅτι Ἀλκίδας ὁ Πελοποννήσιος ἄρας ἐκ τοῦ Ἐμβάτουπαρέπλει· καὶ προσχὼν Μυονήσσῳ τοὺς αἰχμαλώτους οὓς κατὰ πλοῦν εἰλήφει ἀπέσφαξεν τοὺς πολλούς. καὶ ἐς τὴν Ἔφεσον καθορμισαμένου αὐτοῦ Σαμίων πρέσβεις ἀφικόμενοι ἔλεγον οὐ καλῶς τὴν Ἑλλάδα ἐλευθεροῦν αὐτόν, εἰ ἄνδρας διέφθειρεν οὔτε χεῖρας ἀνταιρομένους οὔτε πολεμίους, Ἀθηναίων δὲ ὑπὸ ἀνάγκης ξυμμάχους· εἴ τε μὴ παύσεται, ὀλίγους μὲν αὐτὸν τῶν ἐχθρῶν ἐς φιλίαν προσάξεσθαι, πολὺ δὲ πλείους τῶν φίλων πολεμίους ἕξειν. καὶ ὁ μὲν ἐπείσθη τε καὶ ὅσους εἶχεν ἀφῆκεν. 14. Ὅτι τὸν Βρασίδαν ἀπέστειλαν οἱ Λακεδαιμόνιοι πρὸς Ἀθηναίους ἐν Σπάρτῃ δοκοῦντα δραστήριον εἶναι ἐς τὰ πάντα, καὶ ἐπειδὴ ἐξῆλθεν πλείστου ἄξιος Λακεδαιμονίοις ἐγένετο. τό τε γὰρ 2. 39 παραυτίκα ἑαυτὸν παρασχὼν δίκαιον καὶ μέτριον ἐς τὰς πόλεις ἀπέστησε τὰ πολλά, τὰ δὲ προδοσίᾳ εἷλε τῶν χωρίων, ὥστε τοῖς Λακεδαιμονίοις γίγνεσθαι ξυμβαίνειν τε βουλομένοις, ὅπερ ἐποίησαν, ἀνταπόδοσιν καὶ ἀποδοχὴν χωρίων καὶ τοῦ πολέμου ἀπὸ τῆς
q.190
Πελοποννήσου λώφησιν· ἔς τε τὸν χρόνῳ ὕστερον μετὰ τὰ ἐκ Σικελίας πόλεμον ἡ τότε Βρασίδου ἀρετὴ καὶ ξύνεσις, τῶν μὲν πείρᾳ αἰσθομένων, τῶν δὲ ἀκοῇ νομισάντων, μάλιστα ἐπιθυμίαν ἐνεποίει τοῖς Ἀθηναίων ξυμμάχοις ἐς τοὺς Λακεδαιμονίους. πρῶτος γὰρ ἐξελθὼν καὶ δόξας εἶναι κατὰ πάντα ἀγαθὸς ἐλπίδα ἐγκατέλειπε βέβαιον ὡς καὶ οἱ ἄλλοι τοιοῦτοί εἰσιν. 15. Ὅτι Κλέων ὁ Ἀθηνεὺς καὶ Βρασίδας ὁ Λακεδαιμόνιος ἀμφοτέρωθεν μάλιστα ἠναντιοῦντο τῇ εἰρήνῃ, ὁ μὲν διὰ τὸ εὐτυχεῖν τε καὶ τιμᾶσθαι ἐκ τοῦ πολεμεῖν, ὁ δὲ γενομένης ἡσυχίας καταφανέστερος νομίζων ἂν εἶναι κακουργῶν καὶ ἀπιστότερος διαβάλλων. οἱ δὲ ἐν ἑκατέρᾳ τῇ πόλει σπεύδοντες τὴν ἡγεμονίαν Πλειστοάναξ τε ὁ Παυσανίου, βασιλεὺς Λακεδαιμονίων, καὶ Νικίας ὁ Νικηράτου, πλεῖστα τῶν τότε εὖ φερόμενος ἐν στρατηγίαις, πολλῶν δὴ μᾶλλον προεθυμοῦντο, Νικίας μὲν βουλόμενος, ἐν ᾧ ἀπαθὴς ἦν καὶ ἠξίου τὸ διασώζεσθαι τὴν εὐτυχίαν, καὶ ἔς τε τὸ αὐτίκα πόνων πεπαῦσθαι καὶ αὐτὸς καὶ τοὺς πολίτας παῦσαι, καὶ τῷ μέλλοντι χρόνῳ καταλιπεῖν ὄνομα ὡς οὐδὲν σφήλας τὴν πόλιν διεγένετο, νομίζων ἐκ τοῦ ἀκινδύνου τοῦτο ξυμβαίνειν καὶ ὅστις ἐλάχιστα τύχῃ αὐτὸν παραδίδωσιν, τὸ δὲ ἀκίνδυνον τὴν εἰρήνην παρέχειν· Πλειστοάναξ δὲ ὑπὸ τῶν ἐχθρῶν διαβαλλόμενος περὶ τῆς καθόδου καὶ ἐς ἐνθυμίαν τοῖς Λακεδαιμονίοις αἰεὶ προβαλλόμενος ὑπ' αὐτῶν, ὁπότε τι πταίσειαν, ὡς διὰ τὴν ἐκείνου κάθοδον παρανομηθεῖσαν ταῦτα ξυμβαίνοι. τήν τε γὰρ 2. 40 πρόμαντιν τὴν ἐν Δελφοῖς ἐπῃτιῶντο αὐτὸν πεῖσαι ὥστε χρῆσαι Λακεδαιμονίοις Θεωροῖς ἀφικνουμένοις ἐπὶ πολὺ περὶ αὐτοῦ· χρόνῳ δὲ προτρέψαι τοὺς Λακεδαιμονίους φεύγοντα αὐτὸν ἐς Λύκαιον διὰ τὴν ἐκ τῆς Ἀττικῆς ποτε μετὰ δώρων δοκοῦσαν ἀναχώρησιν καὶ ἥμισυ τῆς οἰκίας τοῦ ἱεροῦ τότε τοῦ Διὸς οἰκοῦντα φόβῳ τῷ Λακεδαιμονίων, ἔτι ἑνὸς δέοντι εἰκοστῷ τοῖς ὁμοίοις χοροῖς καὶ θυσίαις καταγαγεῖν ὥσπερ ὅτε τὸ πρῶτον Λακεδαίμονα κτίζοντες τοὺς βασιλέας καθίστασαν. ἀχθόμενος οὖν τῇ διαβολῇ ταύτῃ καὶ νομίζων ἐν εἰρήνῃ μὲν οὐδενὸς σφάλματος γιγνομένου καὶ ἅμα τῶν Λακεδαιμονίων τοὺς ἄνδρας κομιζομένων κἂν αὐτὸς τοῖς ἐχθροῖς ἀνεπίληπτος εἶναι, πολέμου δὲ καθεστῶτος αἰεὶ ἀνάγκην εἶναι τοὺς προύχοντας ἀπὸ τῶν ξυμφορῶν διαβάλλεσθαι, προυθυμήθη τὴν ξύμβασιν. 16. Ὅτι κατά τινα διαφορὰν ὄντων Λακεδαιμονίων πρὸς τοὺς Ἀθηναίους, οἱ ἐν ταῖς Ἀθήναις αὖ βουλόμενοι λῦσαι τὰς σπονδὰς ἐνέκειντο. ἦσαν δὲ ἄλλοι τε καὶ Ἀλκιβιάδης ὁ Κλεινίου, ἀνὴρ ἡλικίᾳ μὲν ἔτι τότε ὢν νέος ὡς ἐν ἄλλῃ πόλει, ἀξιώματι δὲ προγόνων τιμώμενος· ᾧ ἐδόκει μὲν καὶ ἄμεινον εἶναι πρὸς τοὺς Ἀργείους μᾶλλον χωρεῖν, οὐ μέντοι ἀλλὰ καὶ φρονήματι φιλονεικῶν ἠναντιοῦτο, ὅτι Λακεδαιμόνιοι διὰ Νικίου καὶ Λάχητος ἔπραξαν τὰς σπονδάς, ἑαυτὸν κατά τε τὴν νεότητα ὑπεριδόντες καὶ κατὰ τὴν παλαιὰν προξενίαν ποτὲ οὖσαν οὐ τιμήσαντες, ἣν τοῦ πάππου ἀπειπόντος αὐτὸς τοὺς ἐκ τῆς νήσου αὐτῶν αἰχμαλώτους θεραπεύων διενοεῖτο ἀνανεώσασθαι. πανταχόθεν τε νομίζων ἐλασσοῦσθαι τό τε πρῶτον ἀντεῖπεν, οὐ βεβαίους φάσκων εἶναι Λακεδαιμονίους, ἀλλ' ἵνα Ἀργείους σφίσι σπεισάμενοι ἐξέλωσι καὶ αὖτις ἐπ' Ἀθηναίους μόνους ἴωσιν, τούτου 2. 41 ἕνεκα σπένδεσθαι αὐτούς, καὶ τότε, ἐπειδὴ ἡ διαφορὰ ἐγεγένητο, πέμπει εὐθὺς ἐς Ἄργος ἰδίᾳ, κελεύων ὡς τάχιστα ἐπὶ τὴν ξυμμαχίαν, προκαλούμενος ἥκειν μετὰ Μαντινέων καὶ Ἠλείων, ὡς καιροῦ ὄντος καὶ αὐτὸς ξυμπράξων τὰ μάλιστα. οἱ δὲ Ἀργεῖοι ἀκούσαντες τῆς ἀγγελίας καὶ ἐπειδὴ ἔγνωσαν οὐ μετ' Ἀθηναίων πραχθεῖσαν τὴν τῶν Βοιωτῶν ξυμμαχίαν, ἀλλ' ἐς διαφορὰν μεγάλην καθεστῶτας αὐτοὺς πρὸς τοὺς Λακεδαιμονίους, τῶν μὲν ἐν Λακεδαιμονίᾳ πρέσβεων, οἳ σφίσι περὶ τῶν σπονδῶν ἔτυχον ἀπόντες, ἠμέλουν, πρὸς δὲ τοὺς Ἀθηναίους μᾶλλον τὴν γνῶσιν εἶχον, νομίζοντες πόλιν τε σφίσι φιλίαν ἀπὸ παλαιοῦ καὶ δημοκρατουμένην ὥσπερ καὶ αὐτοὶ καὶ δύναμιν μεγάλην ἔχουσαν τὴν κατὰ θάλασσαν ξυμπολεμήσειν σφίσι, ἢν καθιστῶνται ἐς πόλεμον· ἔπεμπον οὖν εὐθὺς πρέσβεις ὡς τοὺς Ἀθηναίους περὶ τῆς
q.191
ξυμμαχίας· ξυνεπρεσβεύοντο δὲ Ἠλεῖοι καὶ Μαντινῆς. ἀφίκοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις δοκοῦντες ἐπιτήδειοι εἶναι τοῖς Ἀθηναίοις, δείσαντες μὴ τήν τε ξυμμαχίαν ὀργιζόμενοι πρὸς τοὺς Ἀργείους ποιήσωνται, καὶ ἅμα Πύλον ἀπαιτήσοντες ἀντὶ Πανάκτου, καὶ περὶ τῆς Βοιωτίων ξυμμαχίας ἀπολογησόμενοι ὡς οὐκ ἐπὶ κακῷ τῶν Ἀθηναίων ἐποιήσαντο. καὶ λέγοντες ἐν τῇ βουλῇ περί τε τούτων καὶ ὡς αὐτοκράτορες ἥκουσι περὶ πάντων ξυμβῆναι τῶν διαφόρων, τὸν Ἀλκιβιάδην ἐφόβουν, μὴ καί, ἢν ἐς τὸν δῆμον ταῦτα λέγωσι, ἐπαγάγωνται τὸ πλῆθος καὶ ἀπωσθῇ ἡ Ἀργείων ξυμμαχία. μηχανᾶται δὲ πρὸς αὐτοὺς τοιόνδε τι ὁ Ἀλκιβιάδης· τοὺς Λακεδαιμονίους πείθει, πίστιν αὐτοῖς δούς, ἢν μὴ ὁμολογήσωσιν ἐν τῷ δήμῳ αὐτοκράτορες ἥκειν, Πύλον τε αὐτοῖς ἀποδώσειν (πείσειν γὰρ αὐτὸς Ἀθηναίους, ὥσπερ καὶ νῦν ἀντιλέγειν) καὶ τἆλλα ξυναλλάξειν. βουλόμενος δὲ αὐτοὺς Νικίου τε ἀποστῆσαι ταῦτα ἔπραττεν καὶ ὅπως, ἐν τῷ δήμῳ διαβαλὼν αὐτοὺς ὡς οὐδὲν ἀληθὲς ἐν νῷ ἔχουσιν οὐδὲ λέγουσιν οὐδέποτε 2. 42 ταῦτα, τοὺς Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας ξυμμάχους ποιήσῃ. καὶ ἐγένετο οὕτως, ἐπειδὴ ἐς τὸν δῆμον παρελθόντες καὶ ἐπερωτώμενοι οὐκ ἔφασαν ὥσπερ ἐν τῇ βουλῇ αὐτοκράτορες ἥκειν, οἱ Ἀθηναῖοι οὐκέτι ἠνείχοντο, ἀλλὰ τοῦ Ἀλκιβιάδου πολλῷ μᾶλλον ἢ πρότερον καταβοῶντος τῶν Λακεδαιμονίων ἐσήκουσόν τε καὶ ἕτοιμοι ἦσαν εὐθὺς παραγαγόντες τοὺς Ἀργείους καὶ τοὺς μετ' αὐτῶν ξυμμάχους ποιεῖσθαι. σεισμοῦ δὲ γενομένου, πρίν τι ἐπικυρωθῆναι, ἡ ἐκκλησία αὕτη ἀνεβλήθη. τῇ δὲ ὑστεραίᾳ ἐκκλησίᾳ ὁ Νικίας, καίπερ τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων καὶ αὐτὸς ἐξηπατημένος περὶ τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν, ὅμως τοῖς Λακεδαιμονίοις ἔφη χρῆναι φίλους μᾶλλον γίγνεσθαι καὶ ἐπισχόντας τὰ πρὸς Ἀργείους πέμψαι ἔτι ὡς αὐτοὺς καὶ εἰδέναι ὅ τι διανοοῦνται, λέγων ἐν μὲν τῷ σφετέρῳ καλῷ, ἐν δὲ τῷ ἐκείνων ἀπρεπεῖ τὸν πόλεμον ἀναβάλλεσθαι· σφίσι μὲν γὰρ εὖ ἑστώτων τῶν πραγμάτων ὡς ἐπὶ πλεῖστον ἄριστον εἶναι διασώσασθαι τὴν εὐπραγίαν, ἐκείνοις δὲ δυστυχοῦσιν ὅτι τάχιστα εὕρημα εἶναι διακινδυνεῦσαι. ἔπεισέ τε πέμψαι πρέσβεις, ὧν καὶ αὐτὸς ἦν, κελεύσαντας Λακεδαιμονίους, εἴ τι δίκαιον διανοοῦνται, Πάνακτόν τε ὀρθὸν ἀποδιδόναι καὶ Ἀμφίπολιν, καὶ τὴν Βοιωτῶν ξυμμαχίαν ἀνεῖναι, ἢν μὴ ἐς τὰς σπονδὰς ἐσίωσι, καθάπερ εἴρητο ἄνευ ἀλλήλων μηδενὶ ξυμβαίνειν. εἰπεῖν τε ἐκέλευον ὅτι καὶ σφεῖς, εἰ ἐβούλοντο ἀδικεῖν, ἤδη ἂν Ἀργείους ξυμμάχους πεποιῆσθαι, ὡς παρεῖναί γ' αὐτοὺς αὐτοῦ τούτου ἕνεκα. εἴ τέ τι ἄλλο ἐνεκάλουν, πάντα ἐπιστείλαντες ἀπέπεμψαν τοὺς περὶ Νικίαν πρέσβεις. καὶ ἀφικομένων αὐτῶν καὶ ἀπαγγειλάντων τά τε ἄλλα καὶ τέλος εἰπόντων ὅτι, εἰ μὴ τὴν ξυμμαχίαν ἀνήσουσι Βοιωτοῖς μὴ ἐσιοῦσιν ἐς τὰς σπονδάς, ποιήσονται καὶ αὐτοὶ Ἀργείους καὶ τοὺς μετ' αὐτῶν ξυμμάχους, τὴν μὲν ξυμμαχίαν οἱ Λακεδαιμόνιοι Βοιωτοῖς οὐκ ἔφασαν ἀνήσειν, ἐπικρατούντων τῶν περὶ τὸν Ξενάρη τὸν ἔφορον ταῦτα γίγνεσθαι καὶ ὅσοι ἄλλοι τῆς αὐτῆς γνώμης ἦσαν, τοὺς δὲ ὅρκους δεομένου Νικίου ἀνενεώσαντο· 2. 43 ἐφοβεῖτο γὰρ μὴ πάντα ἀτελῆ ἔχων ἀπέλθῃ καὶ διαβληθῇ, ὅπερ καὶ ἐγένετο, αἴτιος δοκῶν εἶναι τῶν πρὸς Λακεδαιμονίους σπονδῶν. ἀναχωρήσαντός τε αὐτοῦ ὡς ἤκουσαν οἱ Ἀθηναῖοι οὐδὲν ἐκ τῆς Λακεδαιμονίας πεπραγμένον, εὐθὺς δι' ὀργῆς εἶχον, καὶ νομίζοντες ἀδικεῖσθαι (ἔτυχον γὰρ παρόντες οἱ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι, παραγαγόντος Ἀλκιβιάδου), ἐποιήσαντο σπονδὰς καὶ ξυμμάχους πρὸς τοὺς Ἀργείους. 17. Ὅτι ὁ Ἀλκιβιάδης ἐν ἀξιώματι ὑπὸ τῶν ἀστῶν, ταῖς ἐπιθυμίαις μείζοσιν ἢ κατὰ τὴν ὑπάρχουσαν οὐσίαν ἐχρῆτο ἔς τε τὰς ἱπποτροφίας καὶ τὰς ἄλλας δαπάνας· ὅπερ καὶ καθεῖλεν ὕστερον τὴν τῶν Ἀθηναίων πόλιν οὐχ ἥκιστα. φοβηθέντες γὰρ αὐτοῦ οἱ πολλοὶ τὸ μέγεθος τῆς τε κατὰ τὸ ἑαυτοῦ σῶμα παρανομίας ἐς τὴν δίαιταν καὶ τῆς διανοίας ὧν καθ' ἓν ἕκαστον ἐν ὅτῳ γίγνοιτο ἔπρασσεν, ὡς τυραννίδος ἐπιθυμοῦντι πολέμιοι καθέστασαν, καὶ δημοσίᾳ κράτιστα διαθέντα τὰ τοῦ πολέμου ἰδίᾳ ἕκαστα τοῖς ἐπιτηδεύμασι ἀχθεσθέντες καὶ ἄλλοις
q.192
ἐπιτρέψαντες οὐ διὰ μακροῦ ἔσφηλαν τὴν πόλιν. 18. Ὅτι γενομένου Ἁρμοδίου ὥρᾳ ἡλικίας λαμπροῦ Ἀριστογείτων, ἀνὴρ τῶν ἀστῶν, μέσος πολίτης, ἐραστὴς ὢν εἶχεν αὐτόν. πειραθεὶς δὲ ὁ Ἁρμόδιος ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου καὶ οὐ πεισθεὶς καταγορεύει τῷ Ἀριστογείτονι. ὁ δὲ ἐρωτικῶς περιαλγήσας καὶ φοβηθεὶς τὴν Ἱππάρχου δύναμιν μὴ βίᾳ προσαγάγηται αὐτόν, ἐπιβουλεύει αὐτῷ. 19. Ὅτι ὁ Ἵππαρχος οὐδὲ τὴν ἄλλην ἀρχὴν ἐπαχθὴς ἦν ἐς τοὺς πολλούς, ἀλλὰ ἀνεπιφθόνως κατεστήσατο· καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ 2. 44 ἔθυον. τὰ δὲ ἄλλα αὐτὴ ἡ πόλις τοῖς πρὶν κειμένοις νόμοις ἐχρῆτο, πλὴν καθ' ὅσον ἀεί τινα ἐπεμέλοντο σφῶν αὐτῶν ἐν ταῖς ἀρχαῖς εἶναι. 20. Ὅτι Ἑρμοκράτης ἀνὴρ καὶ ἐς τἆλλα ξύνεσιν οὐδενὸς λειπόμενος καὶ κατὰ τὸν πόλεμον ἐμπειρίᾳ τε ἱκανὸς γενόμενος καὶ ἀνδρείᾳ ἐπιφανής. 21. Ὅτι Χῖοι μόνοι μετὰ Λακεδαιμονίους ὧν ἐγὼ ᾐσθόμην εὐδαιμονήσαντες ἅμα καὶ ἐσωφρόνησαν, καὶ ὅσῳ ἐπεδίδου ἡ πόλις αὐτοῖς ἐπὶ τὸ μεῖζον, τόσῳ καὶ ἐκοσμοῦντο ἐχυρώτερον. καὶ οὐδ' αὐτὴν τὴν ἀπόστασιν, εἰ τοῦτο δοκοῦσι παρὰ τὸ ἀσφαλέστερον πρᾶξαι, πρότερον ἐτόλμησαν ποιήσασθαι ἢ μετὰ πολλῶν τε καὶ ἀγαθῶν ξυμμάχων ἔμελλον κινδυνεύσειν καὶ τοὺς Ἀθηναίους ᾐσθάνοντο οὐδ' αὐτοὺς ἀντιλέγοντας ἔτι μετὰ τὴν Σικελικὴν ξυμφορὰν ὡς οὐ πάνυ πόνηρα σφῶν βεβαίως τὰ πράγματα εἴη· εἰ δέ τι ἐν τοῖς ἀνθρωπείοις τοῦ βίου παραλόγοις ἐσφάλησαν, μετὰ πολλῶν οἷς τὰ αὐτὰ ἔδοξεν, τὰ τῶν Ἀθηναίων ταχὺ ξυναιρεθήσεσθαι, τὴν ἁμαρτίαν ξυνέγνωσαν. 22. Ὅτι ὁ Ἀλκιβιάδης μέγιστα ἐπικομπῶν, ὡς Τισσαφέρνης αὐτὸ εἴρηκεν ἡ μήν, ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται, μὴ ἀπορήσειν Ἀθηναίους τροφῆς. καὶ στρατηγὸς γενόμενος καὶ τῶν Ἀθηναίων λεγόντων πλεῖν ἐπὶ τὸν Πειραιᾶ, πάνυ διεκώλυσε πολλῶν ἐπειγομένων, τὰ δὲ τοῦ πολέμου πρῶτον ἔφη, ἐπειδὴ καὶ στρατηγὸς ᾕρητο, πλεύσας ὡς Τισσαφέρνην πράξειν. καὶ ἀπὸ ταύτης τῆς ἐκκλησίας εὐθὺς ᾤχετο, ἵνα δοκῇ πάντα μετ' ἐκείνου κοινοῦσθαι, 2. 45 καὶ ἅμα βουλόμενος αὐτῷ τιμιώτερος εἶναι καὶ ἐνδείκνυσθαι ὅτι καὶ στρατηγὸς ἤδη ᾕρηται καὶ εὖ καὶ κακῶς οἷός τε ἐστὶν αὐτὸν ποιεῖν. ξυνέβαινε δὲ τῷ Ἀλκιβιάδῃ τῷ μὲν Τισσαφέρνῃ τοὺς Ἀθηναίους φοβεῖν, ἐκείνοις δὲ τὸν Τισσαφέρνην. 23. Ὅτι Ἀστακὸς ὁ Πέρσης, Τισσαφέρνους ὕπαρχος, ἠδίκει τοὺς Ἀντανδρίους· ὅσπερ καὶ Δηλίους τοὺς Ἀτραμύττιον οἰκήσαντας, ὅτε ὑπ' Ἀθηναίων Δήλου καθάρσεως ἕνεκα ἀνέστησαν, ἔχθραν προσποιησάμενος ἄδηλον καὶ ἐπαγγείλας στρατείαν αὐτῶν τοῖς βελτίστοις, ἐξαγαγὼν ὡς ἐπὶ φιλίᾳ καὶ ξυμμαχίᾳ, τηρήσας ἀριστοποιουμένους καὶ περιστήσας τοὺς ἑαυτοῦ κατηκόντισε. φοβούμενοι οὖν αὐτὸν διὰ τοῦτο τὸ ἔργον μήποτε καὶ περὶ σφᾶς τι παρανομήσῃ, καὶ ἄλλα ἐπιβάλλοντος αὐτοῦ ἃ φέρειν οὐκ ἠδύναντο, ἐκβάλλουσι τοὺς φρουροὺς αὐτῶν ἐκ τῆς ἀκροπόλεως. τέλος τῶν Θουκυδίδου ἱστοριῶν. περὶ ἀρετῆς καὶ κακίας. 2. 46 Ἐκ τῆς ἱστορίας Ξενοφῶντος· Κύρου παιδείας. θʹ περὶ ἀρετῆς καὶ κακίας. 1. Ἡμεῖς μὲν δὴ ὡς ἄξιον ὄντα θαυμάζεσθαι τοῦτον τὸν ἄνδρα ἐσκεψάμεθα, τίς ποτ' ὢν γένναν καὶ ποίαν τινὰ φύσιν ἔχων καὶ ποίᾳ ποτὲ παιδευθεὶς παιδείᾳ τοσοῦτον διήνεγκεν εἰς τὸ ἄρχειν ἀνθρώπων. ὅσα οὖν καὶ ἐπυθόμεθα καὶ ᾐσθῆσθαι δοκοῦμεν περὶ αὐτοῦ, ταῦτα πειρασόμεθα διηγήσασθαι. 2. Ὅτι ὁ Κῦρος πατρὸς μὲν δὴ λέγεται γενέσθαι Καμβύσεω Περσῶν βασιλέως· ὁ δὲ Καμβύσης οὗτος τοῦ Περσειδῶν γένους, οἱ δὲ Περσεῖδαι ἀπὸ Περσέως κληίζονται, μητρὸς δὲ Μανδάνης· ἡ δὲ Μανδάνη αὕτη Ἀστυάγους ἦν θυγάτηρ τοῦ Μήδων γενομένου βασιλέως. φῦναι δὲ ὁ Κῦρος λέγεται καὶ ᾄδεται ἔτι καὶ νῦν ὑπὸ τῶν βαρβάρων εἶδος μὲν κάλλιστος, ψυχὴν δὲ φιλανθρωπότατος καὶ φιλομαθέστατος, ὥστε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖσθαι ἕνεκα. φύσιν μὲν δὴ τῆς μορφῆς καὶ τῆς ψυχῆς τοιαύτην ἔχων διαμνημονεύεται. 2. 47 3. Ὅτι αἰσχρὸν ἦν τοῖς Πέρσαις τὸ ἀποπτύειν καὶ
q.193
ἀπομύττεσθαι καὶ τὸ φύσης μεστοὺς φαίνεσθαι καὶ τὸ ἰόντα που φανερὸν γενέσθαι, ἢ τοῦ οὐρῆσαι ἕνεκα ἢ καὶ ἄλλου τινὸς τοιούτου. ταῦτα δὲ οὐκ ἂν ἐδύναντο ποιεῖν, εἰ μὴ καὶ διαίτῃ μετρίᾳ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον, ὥστε ἄλλῃ πῃ ἀποχωρεῖν. 4. Ὅτι ὁ Κῦρος κατέμενεν αὐτοῦ καὶ ἐτρέφετο. καὶ ταχὺ τοῖς ἡλικιώταις συνεκέκρατο ὥστε οἰκείως διακεῖσθαι, ταχὺ δὲ τοὺς πατέρας αὐτῶν ἀνεκτήσατο, προσιὼν καὶ ἔνδηλος ὢν ὅτι ἠσπάζετο αὐτῶν τοὺς υἱεῖς, ὥστε ἐπεὶ τοῦ βασιλέως δέοιντο, τοὺς παῖδας ἐκέλευον τοῦ Κύρου δεῖσθαι διαπράξασθαι σφίσι, ὁ δὲ Κῦρος, εἰ δέοιντο αὐτοῦ οἱ παῖδες, διὰ τὴν φιλανθρωπίαν καὶ φιλοτιμίαν περὶ παντὸς ἐποιεῖτο διαπράσσεσθαι, καὶ ὁ Ἀστυάγης δὲ ὅ τι δέοιτο αὐτοῦ ὁ Κῦρος οὐδὲν ἐδύνατο ἀντέχειν μὴ οὐ χαρίζεσθαι. καὶ γὰρ ἀσθενήσαντος αὐτοῦ οὐδέποτε ἀπέλιπε τὸν πάππον οὐδὲ κλαίων ποτὲ ἐπαύετο, ἀλλὰ δῆλός τε ἦν πᾶσιν ὅτι ὑπερεφοβεῖτο μή οἱ ὁ πάππος ἀποθάνῃ. καὶ γὰρ ἐκ νυκτὸς εἴ τινος δέοιτο Ἀστυάγης, πρῶτος ᾐσθάνετο Κῦρος καὶ πάντων ἀοκνότατος ἀνεπήδα ὑπηρετήσων ὅ τι οἴοιτο χαριεῖσθαι, ὥστε παντάπασι ἀνεκτήσατο τὸν Ἀστυάγην. καὶ ἦν μὲν ἴσως πολυλογώτερος, ἅμα μὲν διὰ τὴν παιδείαν, ὅτι ἠναγκάζετο ὑπὸ τοῦ διδασκάλου καὶ διδόναι λόγον ὧν ἐποίει καὶ λαμβάνειν παρ' ἄλλων, ὁπότε δικάζοι, ἔτι δὲ καὶ διὰ τὸ φιλομαθὴς εἶναι πολλὰ μὲν αὐτὸς ἀεὶ τοὺς παρόντας ἀνηρώτα πῶς ἔχοντα τυγχάνοι, καὶ ὅσα αὐτὸς ὑπ' ἄλλων ἐρωτῷτο, διὰ τὸ ἀγχίνους εἶναι ταχὺ ἀπεκρίνατο, ὥστε ἐκ πάντων τούτων ἡ πολυλογία συνελέγετο αὐτῷ. ἀλλ' ὥσπερ ἐν σώματι, ὅσοι νέοι ὄντες μέγεθος ἔλαβον, ὅμως ἐμφαίνεται τὸ νεαρὸν αὐτοῖς ὃ κατηγορεῖ τὴν ὀλιγοετίαν, οὕτω καὶ Κύ 2. 48 ρου ἐκ τῆς πολυλογίας οὐ θράσος διεφαίνετο, ἀλλ' ἁπλότης καὶ φιλοστοργία, ὥστε ἐπιθυμίαν τις εἶχεν ἔτι πλείω αὐτοῦ ἀκούειν ἢ σιωπῶντι παρεῖναι. ὡς δὲ προσῆγεν αὐτὸν ὁ χρόνος σὺν τῷ μεγέθει εἰς ὥραν τοῦ πρόσηβον γενέσθαι, ἐν τούτῳ δὴ τοῖς μὲν λόγοις βραχυτέροις ἐχρῆτο καὶ τῇ φωνῇ ἡσυχαιτέρᾳ, αἰδοῦς δ' ἐνεπίμπλατο, ὥστε καὶ ἐρυθαίνεσθαι ὁπότε συντυγχάνοι τοῖς πρεσβυτέροις, καὶ τὸ σκυλακῶδες τὸ πᾶσιν ὁμοίως προσπίπτειν οὐκέτ' ὁμοίως προπετὲς εἶχεν. οὕτω δὴ ἡσυχαίτερος μὲν ἦν, ἐν δὲ ταῖς συνουσίαις πάμπαν ἐπίχαρις. καὶ γὰρ ὅσα διαγωνίζονται πολλάκις ἥλικες πρὸς ἀλλήλους, οὐχ ἃ κρείσσων ἤδη ἦν, ταῦτα προυκαλεῖτο τοὺς συνόντας, ἀλλ' ἅπερ εὖ ᾔδει ἑαυτὸν ἥσσονα ὄντα, ἐξῆρχεν, φάσκων κάλλιον αὐτῶν ποιήσειν, καὶ κατῆρχεν ἢ διαναπηδῶν ἐπὶ τοὺς ἵππους ἢ διατοξευσόμενος ἢ διακοντιούμενος ἀπὸ τῶν ἵππων οὔπω πάνυ ἔποχος ὤν, ἡσσώμενος δὲ αὐτὸς ἐφ' ἑαυτὸν ἐγέλα. ὡς δὲ οὐκ ἀπεδίδρασκεν ἐκ τοῦ ἡττᾶσθαι εἰς τὸ μὴ ποιεῖν ὃ ἡσσῷτο, ἀλλ' ἐκαλινδεῖτο ἐν τῷ πειρᾶσθαι αὖθις βέλτιον ποιεῖν, ταχὺ μὲν εἰς τὸ ἴσον ἀφίκετο τῇ ἱππικῇ τοῖς ἥλιξι, ταχὺ δὲ παρῄει διὰ τὸ ἐρᾶν τοῦ ἔργου, ταχὺ δὲ τὰ ἐν τῷ παραδείσῳ θηρία ἀνηλώκει. Τὸν μὲν δὴ πλεῖστον χρόνον οὕτω διῆγεν ὁ Κῦρος, πᾶσιν ἡδονῆς μὲν καὶ ἀγαθοῦ τινος συναίτιος ὤν, κακοῦ δὲ οὐδενός. 5. Ὅτι ὁ Κῦρος ἀπελθὼν ἐν Πέρσαις τὸ μὲν πρῶτον λέγεται ἐν τοῖς παισὶ γενέσθαι. καὶ οἱ παῖδες ἔσκωπτον αὐτὸν ὡς ἡδυπαθεῖν ἐν Μήδοις μεμαθηκὼς ἥκοι· ἐπεὶ δὲ καὶ ἐσθίοντα αὐτὸν ἑώρων ὥσπερ καὶ αὐτοὶ ἡδέως καὶ πίνοντα, καὶ εἴποτε ἐν ἑορτῇ 2. 49 εὐωχία γένοιτο, ἐπιδιδόντα μᾶλλον ἑαυτὸν τοῦ ἑαυτοῦ μέρους ᾐσθάνοντο ἢ προσδεόμενον, καὶ πρὸς τούτοις δὲ τἆλλα κρατιστεύοντα αὐτὸν ἑώρων ἑαυτῶν, ἐνταῦθα δὴ πάλιν ὑπέπτησσον αὐτῷ οἱ ἥλικες. ἐπεὶ δὲ διελθὼν τὴν παιδείαν ταύτην ἤδη ἐσῆλθεν εἰς τοὺς ἐφήβους, ἐν τούτοις αὖ ἐδόκει κρατιστεύειν καὶ μελετῶν ἃ χρὴ καὶ καρτερῶν καὶ αἰδούμενος τοὺς πρεσβυτέρους καὶ πειθόμενος τοῖς ἄρχουσιν. 6. Ὅτι ἐπεὶ ἀπῆλθον οἴκαδε οἱ Ἀρμένιοι ἔλεγον τοῦ Κύρου ὁ μέν τις τὴν σοφίαν, ὁ δὲ τὴν καρτερίαν, ὁ δὲ τὴν πραότητα, ὁ δέ τις καὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τῇ δὲ ὑστεραίᾳ ὁ Ἀρμένιος Κύρῳ καὶ τῇ στρατιᾷ ἁπάσῃ ξένια ἔπεμπεν· προεῖπε δὲ τοῖς ἑαυτοῦ, οὗ δεήσοι στρατεύεσθαι, εἰς τρίτην ἡμέραν παρεῖναι· τὰ δὲ χρήματα ὧν εἶπεν ὁ Κῦρος διπλάσια ἀπηρίθμησεν. ὁ δὲ Κῦρος ὅσα εἶπε λαβὼν τἆλλα ἀπέπεμψεν· εἴρετο
q.194
δέ, πότερός ἐστι ὁ τὸ στράτευμα ἄγων, ὁ παῖς ἢ αὐτός. εἰπέτην δὲ ἅμα ὁ μὲν πατὴρ οὕτως, Ὁπότερον ἂν σὺ κελεύῃς· ὁ δὲ παῖς οὕτως, Ἐγὼ μὲν οὐκ ἀπολείψομαί σου, ὦ Κῦρε, οὐδ' ἂν σκευοφόρον ἐμὲ δεήσοι συνακολουθεῖν. καὶ ὁ Κῦρος ἐπιγελάσας εἶπεν, Καὶ ἐπὶ πόσῳ ἄρ', ἔφη, ἐθέλοις τὴν γυναῖκά σου ἀκοῦσαι ὅτι σκευοφορεῖς; Ἀλλ' οὐδέν, ἔφη, ἀκούειν δεήσει αὐτήν· ἄξω γάρ, ὥστε ὁρᾶν ἐξέσται ὅ τι ἂν ἐγὼ πράττω. Ὥρα ἄν, ἔφη, συσκευάζεσθαι ὑμῖν εἴη. Νόμιζε δ', ἔφη, συνεσκευασμένους παρέσεσθαι ὅ τι ἂν ὁ πατὴρ δῷ. 7. Ὅτι ὁ Κῦρος παρασκευάσας τὸ φρούριον καὶ φύλαξιν ἱκανοῖς καὶ τοῖς ἐπιτηδείοις πᾶσι, καταλιπὼν Μῆδον κατῄει εἰς 2. 50 τὴν οἰκουμένην καὶ οὐδεὶς ἔμεινεν ἔνδον Ἀρμενίων οὔτε ἀνὴρ οὔτε γυνή, ἀλλὰ πάντες ὑπήντων ἡδόμενοι τῇ εἰρήνῃ καὶ φέροντες καὶ ἄγοντες ὅ τι ἕκαστος ἄξιον εἶχεν. καὶ ὁ Ἀρμένιος τούτοις οὐκ ἤχθετο, οὕτως ἂν νομίζων καὶ τὸν Κῦρον μᾶλλον ἥδεσθαι τῇ ὑπὸ πάντων τιμῇ. τέλος δ' οὖν ὑπήντησε καὶ ἡ γυνὴ τοῦ Ἀρμενίου, τὰς θυγατέρας ἔχουσα καὶ τὸν νεώτερον υἱόν, καὶ σὺν ἄλλοις δώροις τὸ χρυσίον ἐκόμιζεν ὃ πρότερον λαβεῖν οὐκ ἤθελε Κῦρος. καὶ ὁ Κῦρος λαβὼν εἶπεν, Ὑμεῖς ἐμὲ οὐ ποιήσετε μισθοῦ περιιόντα εὐεργετεῖν, ἀλλὰ σύ, ὦ γύναι, ἔχουσα ταῦτα τὰ χρήματα ἃ φέρεις ἄπιθι, καὶ τῷ μὲν Ἀρμενίῳ μηκέτι δῷς αὐτὰ κατορύξαι, ἔκπεμψε δὲ τὸν υἱὸν ὡς κάλλιστα ἀπ' αὐτῶν κατασκευάσασα ἐπὶ τὴν στρατιάν· ἀπὸ δὲ τῶν λοιπῶν κτῶ καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ καὶ ταῖς θυγατράσι καὶ τοῖς υἱοῖς ὅ τι κεκτημένοι καὶ κεκοσμημένοι κάλλιον καὶ ἥδιον τὸν αἰῶνα διάξετε· εἰς δὲ τὴν γῆν ἐφ' ἣν ἂν κείσθω τὰ σώματα, ὅταν ἕκαστος τελευτήσῃ, κατακρύπτειν. ὁ μὲν ταῦτ' εἰπὼν παρήλασεν· ὁ δὲ Ἀρμένιος συμπρούπεμπε καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι, ἀνακαλοῦντες τὸν εὐεργέτην, τὸν ἄνδρα τὸν ἀγαθόν· καὶ τοῦτ' ἐποίουν, ἕως ἐκ τῆς χώρας ἀπῆν. συναπέστειλε δ' αὐτῷ καὶ ὁ Ἀρμένιος στρατιὰν πλείονα, ὡς εἰρήνης οἴκοι οὔσης. οὕτω δὴ ὁ Κῦρος ἀπῄει κεχρηματισμένος οὐχ ἃ ἔλαβεν μόνον χρήματα, ἀλλὰ πολὺ πλείονα τούτων ἡτοιμασμένος διὰ τὸν τρόπον, ὥστε λαμβάνειν ὁπότε δέοιτο. καὶ ἐθήρα σὺν Τιγράνῃ ὅπουπερ ἐπιτυγχάνοιεν θηρίοις, καὶ εὐφραίνετο. 8. Ὅτι τῶν Μήδων ἐξῄεσαν οἱ μὲν διὰ τὸ παιδὶ ὄντι Κύρῳ 2. 51 παῖδες ὄντες φίλοι γενέσθαι, οἱ δὲ διὰ τὸ ἐν θήραις συγγενόμενοι ἀγασθῆναι αὐτοῦ τὸν τρόπον, οἱ δὲ διὰ τὸ καὶ χάριν εὖ εἰδέναι ὅτι μέγαν αὐτοῖς φόβον ἀπεληλακέναι ἐδόκει, οἱ δὲ ἐλπίδας ἔχοντες διὰ τὸ ἄνδρα φαίνεσθαι ἀγαθὸν καὶ εὐτυχῆ καὶ μέγαν ἔτι ἰσχυρῶς ἔσεσθαι αὐτόν, οἱ δέ, ὅτε ἐτρέφετο ἐν Μήδοις, εἴ τι ἀγαθόν τῳ ἔπραξεν, ἀντιχαρίζεσθαι ἐβούλοντο· πολλοῖς δὲ πολλὰ διὰ φιλανθρωπίαν παρὰ τοῦ πάππου ἀγαθὰ διεπέπρακτο· πολλοὶ δ', ἐπεὶ καὶ τοὺς Ὑρκανίους εἶδον καὶ λόγος διῆλθεν ὡς ἡγήσοιντο ἐπὶ πολλὰ ἀγαθά, ἐξῄεσαν καὶ τοῦ λαβεῖν τι ἕνεκα. 9. Ὅτι ὁ Κῦρος θεωρῶν τὰ τῶν Μήδων ἔργα καὶ Ὑρκανίων ὥσπερ κατεμέμφετο καὶ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, εἰ οἱ ἄλλοι ἂν τοῦτον τὸν χρόνον συνακμάζειν τε μᾶλλον ἑαυτῶν ἐδόκουν καὶ προσκτᾶσθαι, τί δὲ αὐτοὶ ἐνεργοτέρᾳ χώρᾳ ὑπομένειν. καὶ γὰρ δὴ οἱ ἀπάγοντες καὶ ἀποδεικνύντες Κύρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον, μεταδιώκοντες τοὺς ἄλλους. 10. Ὅτι ὁ Κῦρος ὄψον μὲν ἔλεγε τὸν λιμόν, πιεῖν δὲ ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. 11. Ὅτι δευτεραῖοι ἀμφὶ δείλην γίνονται πρὸς τῷ Γωβρύου χωρίῳ καὶ ὁρῶσι ὑπερίσχυρόν τε τὸ ἔρυμα καὶ ἐπὶ τῶν τειχῶν πάντα παρεσκευασμένα ὡς ἂν κράτιστα ἀπομάχοιτο· καὶ βοῦς δὲ πολλοὺς καὶ πάμπολλα πρόβατα ὑπὸ τὰ ἐρυμνὰ προηγμένα ἑώρων. πέμψας δὲ ὁ Γωβρύας πρὸς Κῦρον ἐκέλευσε περιελάσαντα ἰδεῖν εἰ ἡ πρόσοδος εὐπετεστάτη, εἴσω δὲ πέμψαι πρὸς ἑαυτὸν τῶν πιστῶν τινας, οἵτινες αὐτῶν τὰ ἔνδον ἰδόντες ἀπαγγελοῦσι. ὁ δὲ Κῦρος τῷ ὄντι βουλόμενος ἰδεῖν, εἴ που εἴη αἱρέσιμον τὸ 2. 52 τεῖχος, ἢ ψευδὴς φαίνοιτο ὁ Γωβρύας, περιήλαυνε πάντοθεν, ἑώρα τε ἰσχυρότερα πάντα ἢ προσῆλθεν· οὓς δ' ἔπεμψε πρὸς Γωβρύαν, ἀπήγγελλον τῷ Κύρῳ ὅτι τοσαῦτα εἴη ἔνδον ἀγαθὰ ὅσα ἐπ' ἀνθρώπων γενεάν, ὡς σφίσι δοκεῖν, μὴ ἂν ἐκλιπεῖν τοὺς ἔνδον ὄντας. ὁ μὲν δὴ Κῦρος ἐν φροντίδι ἦν ὅ τί ποτ' εἴη ταῦτα, ὁ δὲ Γωβρύας αὐτός
q.195
τε ἐξῄει πρὸς αὐτὸν καὶ τοὺς ἔνδοθεν πάντας ἐξῆγε φέροντας οἶνον, ἄλευρα, ἄλλους δὲ ἐλαύνοντας βοῦς, αἶγας, σῦς, καὶ εἴ τι ἄρρητον, πάντα ἱκανὰ προσῆγον ὡς δειπνῆσαι πᾶσαν τὴν σὺν Κύρῳ στρατιάν. καὶ οἱ ἐπὶ τοῦτο ταχθέντες διῃροῦντό τε ταῦτα καὶ ἐδειπνοποιοῦντο. ἐπεὶ δὲ οἱ ἄνδρες ἔξω ἦσαν, ὁ Γωβρύας εἰσιέναι τὸν Κῦρον ἐκέλευσεν ὅπως νομίζοι ἀσφαλέστατον. προεισπέμψας οὖν ὁ Κῦρος προσκόπους καὶ δύναμιν αὐτὸς οὕτως εἰσῄει. ἐπεὶ δὲ εἰσῆλθον ἀναπεπταμένας τὰς πύλας ἔχων, παρεκάλει τοὺς φίλους πάντας καὶ ἄρχοντας τῶν μετ' αὐτοῦ. ἐπεὶ δὲ ἔνδον ἦσαν, ἐκφέρων ὁ Γωβρύας φιάλας χρυσᾶς καὶ πρόχους καὶ κάλπιδας καὶ κόσμον παντοῖον καὶ δαρεικοὺς ἀμέτρους τινὰς καὶ πάντα καλὰ πολλά, τέλος τὴν θυγατέρα, δεινόν τι κάλλος καὶ μέγεθος, πενθικῶς δ' ἔχουσαν τοῦ ἀδελφοῦ τεθνηκότος, ἐξάγων ὧδ' εἶπεν· Ἐγώ σοι, ὦ Κῦρε, τὰ μὲν χρήματα ταῦτα δωροῦμαι, τὴν δὲ θυγατέρα ταύτην ἐπιτρέπω διαθέσθαι ὅπως ἂν σὺ βούλῃ· ἱκετεύομεν δέ, ἐγὼ μὲν καὶ πρόσθεν τοῦ υἱοῦ, αὕτη δὲ νῦν τοῦ ἀδελφοῦ τιμωρὸν γενέσθαι σε. Ὁ δὲ Κῦρος εἶπεν· Ἀλλ' ἐγὼ σοὶ μὲν καὶ τότε ὑπεσχόμην 2. 53 ἀψευδοῦντός σου τιμωρήσειν εἰς δύναμιν· νῦν δέ σοι ἐρῶ ὀφείλων τὴν ὑπόσχεσιν, καὶ ταύτῃ ὑπισχνοῦμαι αὐτὰ ταῦτα σὺν θεοῖς ποιήσειν. καὶ τὰ μὲν χρήματα ταῦτα, ἔφη, ἐγὼ μὲν δέχομαι, δίδωμι δὲ αὐτὰ τῇ παιδὶ ταύτῃ κἀκείνῳ ὃς ἂν γήμῃ αὐτήν. ἓν δὲ δῶρον ἄπειμι ἔχων παρὰ σοῦ ἀνθ' οὗ οὐδ' ἂν τὰ ἐν Βαβυλῶνι, ἐκεῖ πλεῖστά ἐστιν, οὐδὲ τὰ πανταχοῦ ἀντὶ τούτου οὗ σύ μοι δεδώρησαι ἥδιον ἂν ἔχων ἀπέλθοιμι. καὶ ὁ Γωβρύας θαυμάσας· Τί τοῦτο ἔστιν, ἔφη, ὦ Κῦρε; ὁ δὲ ἀπεκρίνατο· Ὅτι, ἔφη, ἐγώ, ὦ Γωβρύα, πολλοὺς μὲν οἶμαι ἀνθρώπους οἳ οὔτε ἀσεβεῖν ἂν θέλοιεν οὔτε ἀδικεῖν οὔτε ἂν ψεύδοιντο ἑκόντες εἶναι· διὰ δὲ τὸ μηθένα αὐτοῖς ἠθεληκέναι προέσθαι μήτε χρήματα πολλὰ μήτε τυραννίδα μήτε τείχη ἐρυμνὰ μήτε τέκνα ἀξιέραστα, ἀποθνήσκουσι πρότερον πρὶν δῆλοι γενέσθαι οἷοι ἦσαν· ἐμοὶ δὲ σὺ νυνὶ καὶ τείχη ἐρυμνὰ καὶ πλοῦτον παντοδαπὸν καὶ δύναμιν τὴν σὴν καὶ θυγατέρα ἀξιόκτητον ἐγχειρίσας πεποίηκάς με δῆλον γενέσθαι πᾶσιν ἀνθρώποις ὅτι οὔτ' ἂν ἀσεβεῖν περὶ ξένους θέλοιμι οὔτ' ἂν ἀδικεῖν χρημάτων ἕνεκα οὔτε συνθήκας ἂν ψευδοίμην ἑκὼν εἶναι. τοῦτ' οὖν ἐγώ, εὖ ἴσθι, ἕως ἂν ἀνὴρ δίκαιος ὦ καὶ δοκῶν εἶναι τοιοῦτος ἐπαινῶμαι ὑπ' ἀνθρώπων, οὔποτ' ἐπιλήσομαι, ἀλλὰ πειράσομαί σε ἀντιτιμῆσαι πᾶσι τοῖς καλοῖς. καὶ ἀνδρὸς δ', ἔφη, τῇ θυγατρὶ μὴ φοβοῦ ὡς ἀπορήσεις ἀξίου ταύτης· πολλοὶ γὰρ καὶ ἀγαθοὶ φίλοι εἰσὶν ἐμοί· ὧν τις γαμεῖ ταύτην· εἰ μ̣ έντοι χρήμαθ' ἕξει τοσαῦτα ὅσα δίδως χρημάτων, οὐδὲ μικρὸν τούτων ἕνεκά σε μᾶλλον θαυμάσουσι· ἐμὲ δὲ ζηλοῦσι 2. 54 νυνὶ καὶ εὔχονται γενέσθαι πᾶσι θεοῖς ἐπιδείξασθαι ὡς πιστοὶ μέν εἰσιν οὐδὲν ἧττον ἐμοῦ τοῖς φίλοις, τοῖς δὲ πολεμίοις ὡς οὔποτ' ἂν ὑφεῖντο ζῶντες, εἰ μή τις θεὸς βλάπτοι· ἀντὶ δ' ἀρετῆς καὶ δόξης ἀγαθῆς ὅτι οὐδ' ἂν τὰ Σύρων πρὸς τοῖς σοῖς καὶ Ἀσσυρίων πάντα προέλοιντο· τοιούτους ἄνδρας εὖ ἴσθι ἐνταῦθα καθημένους. ὁ δὲ Γωβρύας γελάσας εἶπεν· Ὦ Κῦρε, πρὸς τῶν θεῶν, δεῖξον δή μοι ποῦ οὗτοί εἰσιν, ἵνα σε τούτων τινὰ αἰτήσωμαι παῖδά μοι γενέσθαι. ὁ δὲ εἶπεν· Οὐδὲν ἐμοῦ δεήσῃ πυνθάνεσθαι, ἀλλὰ σὺ ἡμῖν ἕπῃ, αὐτὸς σὺ ἕξεις καὶ ἄλλῳ δεικνύναι αὐτῶν ἕκαστον. Τοσαῦτ' εἰπὼν δεξιάν τε λαβὼν τοῦ Γωβρύα καὶ ἀναστὰς ἐξῄει καὶ τοὺς μετ' αὐτοῦ ἐξῆγεν ἅπαντας· καὶ πολλὰ δεομένου τοῦ Γωβρύα ἔνδον δειπνεῖν οὐκ ἠθέλησεν, ἀλλ' ἐν τῷ στρατοπέδῳ ἐδείπνει καὶ τὸν Γωβρύαν σύνδειπνον παρέλαβεν. ἐπὶ στιβάδος δὲ κατακλινεὶς εἴρετο αὐτὸν ὧδε· Εἰπέ μοι, ἔφη, ὦ Γωβρύα, πότερον οἴει σοὶ εἶναι πλείω ἢ ἑκάστῳ ἡμῶν στρώματα; καὶ ὃς εἶπεν· Ὑμῖν νὴ Δί' εὖ οἶδ' ὅτι, ἔφη, καὶ στρώματα πλείω ἐστὶ καὶ κλῖναι, καὶ οἰκία γε πολὺ μείζων ἡ ὑμετέρα τῆς ἐμῆς, οἵ γε οἰκίᾳ μὲν χρῆσθαι γῇ τε καὶ οὐρανῷ, κλῖναι δ' ὑμῖν εἰσιν ὁπόσαι εὐναὶ γένοιντ' ἂν ἐπὶ γῆς· στρώματα δὲ νομίζετε οὐχ ὅσα πρόβατα φύει ἔρια, ἀλλ' ὅσα ὄρη τε καὶ πεδία ἀνίησι. τὸ μὲν δὴ πρῶτον συνδειπνῶν αὐτοῖς ὁ Γωβρύας καὶ ὁρῶν τὴν φαυλότητα τῶν παρατιθεμένων βρωμάτων πολὺ 2. 55 σφᾶς ἐνόμιζεν
q.196
ἐλευθερωτέρους εἶναι αὐτῶν· ἐπεὶ δὲ κατενόησε τὴν μετριότητα τῶν σίτων· ἐπ' οὐδενὶ γὰρ βρώματι οὐδὲ πόματι Πέρσης ἀνὴρ τῶν πεπαιδευμένων οὔτ' ἂν ὄμμασιν ἐκπεπληγμένος καὶ καταφανὴς γένοιτο οὔτε ἁρπαγῇ οὔτε τῷ νῷ μὴ οὐχὶ προσκοπεῖν ἅπερ ἂν καὶ ἐν σίτῳ ὤν· ἀλλ' ὥσπερ οἱ ἱππικοὶ διὰ τὸ μὴ ταράττεσθαι ἐπὶ τῶν ἵππων δύνανται ἅμα ἱππεύοντες καὶ ὁρᾶν καὶ ἀκούειν καὶ λέγειν τὸ δέον, οὕτω κἀκεῖνοι ἐν τῷ σίτῳ οἴονται δεῖν φρόνιμοι καὶ μέτριοι φαίνεσθαι· τὸ δὲ κεκινῆσθαι ὑπὸ τῶν βρωμάτων καὶ τῆς πόσεως πάνυ αὐτοῖς συϊκὸν καὶ θηριῶδες ἐδόκει εἶναι. ἐνόησε δὲ αὐτῶν καὶ ὡς ἐπηρώτων ἀλλήλους τοιαῦτα οἷα ἐρωτηθῆναι ἥδιον ἢ μή· ἅ τε ἔπαιζον ὡς πολὺ μὲν ὕβρεως ἀπῆν, πολὺ δὲ τοῦ αἰσχρόν τι ποιεῖν, πολὺ δὲ τοῦ χαλεπαίνεσθαι πρὸς ἀλλήλους. μέγιστον δὲ αὐτῷ ἔδοξεν εἶναι τὸ ἐν στρατιᾷ ὄντας τῶν εἰς τὸν αὐτὸν κίνδυνον ἐμβαινόντων μηδενὸς οἴεσθαι δεῖν πλείω παρατίθεσθαι, ἀλλὰ τοῦτο νομίζειν ἡδίστην εὐωχίαν εἶναι τοὺς μάχεσθαι μέλλοντας ὅτι βελτίστους παρασκευάζειν. 12. Ὅτι ὁ Κῦρος ἔφη· Τί γάρ, ὦ Γωβρίκα; οὐ σὺ τοῦ νεανίσκου τούτου ὃς νῦν εἰς τὴν βασιλείαν καθέστηκεν, ὑπερηφανίαν πολλήν τινα τοῦ τρόπου κατηγόρεις; Τοιαῦτα γάρ, οἶμαι, ἔφη ὁ Γωβρίκας, ἔπαθον ὑπ' αὐτοῦ. Πότερα δῆτα, ὁ Κῦρος, εἰς σὲ μόνον τοιοῦτος ἐγένετο ἢ καὶ εἰς ἄλλους τινάς; Νὴ Δί', ἔφη ὁ Γωβρίκας, καὶ εἰς ἄλλους γε· ἀλλὰ τοὺς μὲν ἀσθενοῦντας οἷα ὑβρίζει τί δεῖ λέγειν; ἑνὸς δ' ἀνδρὸς πολὺ δυνατωτέρου ἢ ἐγὼ υἱόν, καὶ ἐκείνου ἑταῖρον ὄντα ὥσπερ τὸν ἐμόν, 2. 56 συμπίνων παρ' ἑαυτῷ συλλαβὼν ἐξέτεμεν, ὡς μέν τινες ἔφασαν, ὅτι ἡ παλλακὴ αὐτοῦ ἐπῄνεσεν αὐτὸν ὡς καλὸς εἴη καὶ ἐμακάρισε τὴν μέλλουσαν αὐτῷ γυναῖκα ἔσεσθαι· ὡς δ' αὐτὸς νῦν λέγει, ὅτι ἐπείρασεν αὐτοῦ τὴν παλλακίδα. καὶ νῦν οὗτος εὐνοῦχος μέν ἐστι, τὴν δὲ ἀρχὴν ἔχει, ἐπεὶ ὁ πατὴρ αὐτοῦ ἐτελεύτησεν. Οὐκοῦν, ἔφη, οἴει ἂν καὶ τοῦτον ἡμᾶς ἡδέως ἰδεῖν, εἰ οἴοιτο ἑαυτοῦ βοηθοὺς ἂν γενέσθαι; Εὖ μὲν οὖν, ἔφη ὁ Γωβρίκας· ἀλλ' ἰδεῖν τοι αὐτὸν χαλεπόν ἐστιν, ὦ Κῦρε. 13. Ὅτι ὁρῶν ὁ Κῦρος ἁρπαζόμενα τὰ ὅπλα ἐς Σάρδεις εὐθὺς συνεκάλεσε τοὺς ἄρχοντας καὶ εἶπεν αὐτοῖς ἀπιέναι ἐκ τοῦ στρατεύματος τάχιστα. Οὐ γὰρ ἄν, ἔφη, ἀνασχοίμην πλεονεκτοῦντας ὁρῶν τοὺς ἀτακτοῦντας. καὶ εὖ μέν, ἔφη, ἐπίστασθε ὅτι παρεσκευαζόμην ἐγὼ ὑμᾶς τοὺς ἐμοὶ συστρατευομένους πᾶσι Χαλδαίοις μακαριστοὺς ποιῆσαι· νῦν δ', ἔφη, μὴ θαυμάζετε ἤν τις καὶ ἀπιοῦσιν ὑμῖν κρείσσω ἐντύχῃ. ἀκούσαντες ταῦτα οἱ Χαλδαῖοι ἔδεισάν τε καὶ ἱκέτευον παύσασθαι ὀργιζόμενον καὶ τὰ χρήματα πάντα ἀποδώσειν ἔφασαν. ὁ δὲ εἶπεν ὅτι οὐδὲν αὐτῶν δέοιτο. Ἀλλ' εἴ με, ἔφη, βούλεσθε παύσασθαι ἀχθόμενον, ἀπόδοτε πάντα ὅσα ἐλάβετε τοῖς διαφυλάξασι τὴν ἄκραν. ἢν γὰρ αἴσθωνται οἱ ἄλλοι στρατιῶται ὅτι πλεονεκτοῦσιν οἱ εὔτακτοι γενόμενοι, πάντα μοι καλῶς ἕξει. 14. Ὅτι τοῦ Φεραύλα ὁ τρόπος ἦν φιλέταιρος καὶ θεραπεύειν οὐδὲν ἡδὺ αὐτῷ οὕτως ἐδόκει εἶναι οὐδ' ὠφέλιμον ὡς ἀνθρώπους. καὶ γὰρ βέλτιστον πάντων τῶν ζώων ἡγεῖτο ἄνθρωπον εἶναι καὶ εὐχαριστότατον, ὅτι ἑώρα τούς τε ἐπαινουμένους ὑπό τινος ἀντεπαινοῦντας τούτους προθύμως τοῖς τε χαριζομένοις πειρωμένους ἀντιχαρίζεσθαι, καὶ οὓς γνοῖεν εὐνοϊκῶς ἔχοντας, τούτοις ἀντευνοοῦντας, καὶ οὓς εἰδεῖεν φιλοῦντας αὐτούς, τούτους 2. 57 μισεῖν οὐ δυναμένους, καὶ γονέας δὲ πολὺ μᾶλλον ἀντιθεραπεύειν πάντων τῶν ζώων ἐθέλοντας καὶ τελευτήσαντας· τὰ δ' ἄλλα πάντα ζῶα καὶ ἀχαριστότερα καὶ ἀγνωμονέστερα ἀνθρώπων ἐγίνωσκεν εἶναι. οὕτω δὴ ὁ Φεραύλας ὑπερήδετο ὅτι ἐξέσοιτο αὐτῷ ἀπαλλαγέντι τῆς τῶν ἄλλων κτημάτων ἐπιμελείας ἀμφὶ τοὺς φίλους ἔχειν, ὅ τε Σάκας ὅτι ἔμελλε πολλὰ ἔχων πολλοῖς χρήσεσθαι. ἐφίλει δὲ ὁ μὲν Σάκας τὸν Φεραύλαν, ὅτι προσέφερέ τι ἀεί· ὁ δὲ τὸν Σάκαν, ὅτι παραλαμβάνειν πάντα ἤθελε καὶ ἀεὶ πλειόνων ἐπιμελούμενος οὐδὲν μᾶλλον αὐτῷ ἀσχολίαν παρεῖχεν. καὶ αὐτοὶ μὲν δὴ οὕτω διῆγον. 15. Ὅτι ὁ Κῦρος λαμβάνων παρ' ἑκάστων, ὧν ἀφθονίαν εἶχον οἱ διδόντες, ἀντεδίδου, ὧν σπανίζοντας αὐτοὺς αἰσθάνοιτο. 16. Ὅτι μὲν δὴ καλλίστη καὶ μεγίστη τῶν ἐν τῇ
q.197
Ἀσίᾳ ἡ Κύρου βασιλεία ἐγένετο αὐτὴ ἑαυτῇ μαρτυρεῖ. ὡρίσθη μὲν πρὸς ἕω τῇ Ἐρυθρᾷ θαλάσσῃ, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ πόντῳ, πρὸς ἑσπέραν δὲ Κύπρῳ καὶ Αἰγύπτῳ, πρὸς μεσημβρίαν δὲ Αἰθιοπίᾳ. τοσαύτη δὲ γενομένη μιᾷ γνώμῃ τῇ Κύρου ἐκυβερνᾶτο, καὶ ἐκεῖνός τε τοὺς ὑφ' ἑαυτῷ ὥσπερ ἑαυτοῦ παῖδας ἐτίμα τε καὶ ἐθεράπευεν, οἵ τε ἀρχόμενοι Κῦρον ὡς πατέρα ἐσέβοντο. ἐπεὶ μέντοι Κῦρος ἐτελεύτησεν, εὐθὺς μὲν αὐτοὶ οἱ παῖδες ἐστασίαζον, εὐθὺς δὲ πόλεις καὶ ἔθνη ἀφίσταντο, πάντα δὲ ἐπὶ τὸ χεῖρον ἐτρέπετο. ὡς δ' ἀληθῆ λέγω ἄρξομαι διδάσκων ἐκ τῶν θείων. οἶδα γὰρ ὅτι πρότερον μὲν βασιλεὺς καὶ οἱ ὑπ' αὐτῷ καὶ τοῖς τὰ ἔσχατα πεποιηκόσιν εἴτε ὅρκους ὀμόσαιεν, ἠμπέδουν, εἴτε δεξιὰς δοῖεν, ἐβεβαίουν. εἰ δὲ μὴ τοιοῦτοι ἦσαν καὶ τοιαύτην δόξαν εἶχον, ὥσπερ οὐδὲ νῦν πιστεύει οὐδὲ εἷς ἔτι, ἐπεὶ ἔγνωσται ἡ 2. 58 ἀσέβεια αὐτῶν. οὕτως οὐδὲ τότε ἐπίστευσαν οἱ τῶν σὺν Κύρῳ ἀναβάντων στρατηγοί. νῦν δὲ δὴ τῇ πρόσθεν αὐτῶν δόξῃ πιστεύσαντες, ἐνεχείρισαν ἑαυτοὺς καὶ ἀναχθέντες πρὸς βασιλέα ἀπετμήθησαν τὰς κεφαλάς. πολλοὶ δὲ καὶ τῶν συστρατευσάντων βαρβάρων ἄλλοι ἄλλαις πίστεσιν ἐξαπατηθέντες ἀπώλοντο. πολὺ δὲ καὶ τάδε χείρονες νῦν εἰσι. πρόσθεν μὲν γὰρ εἴ τις ἢ διακινδυνεύσειε πρὸς βασιλέως ἢ πόλιν ἢ ἔθνος ὑποχείριον ποιήσειεν ἢ ἄλλο τι καλὸν ἢ ἀγαθὸν αὐτῷ διαπράξειεν, οὗτοι ἦσαν οἱ τιμώμενοι· νῦν δὲ καὶ εἴ τις ὥσπερ Ῥωμίθρης τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς τῶν φίλων παῖδας ὁμήρους παρὰ τῶν Αἰγυπτίων ἐγκαταλιπὼν καὶ τοὺς μεγίστους ὅρκους παραβὰς βασιλεῖ δόξῃ σύμφορόν τι ποιῆσαι, οὗτοί εἰσιν οἱ ταῖς μεγίσταις τιμαῖς γεραιρόμενοι. ταῦτα οὖν ὁρῶντες οἱ ἐν τῇ Ἀσίᾳ πάντες ἐπὶ τὸ ἀσεβὲς καὶ τὸ ἄδικον τετραμμένοι εἰσί. Εἴς γε μὴν δὴ χρήματα τῇδε ἀδικώτεροι· οὐ γὰρ μόνον τοὺς πολλὰ ἡμαρτηκότας, ἀλλ' ἤδη τοὺς οὐδὲν ἠδικηκότας συλλαμβάνοντες ἀναγκάζουσι πρὸς οὐδὲν δίκαιον χρήματα ἀποτίνειν· ὥστε οὐδὲν ἧττον οἱ πολλὰ ἔχειν δοκοῦντες τῶν πολλὰ ἠδικηκότων φοβοῦνται· καὶ εἰς χεῖρας καὶ οὐδ' οὗτοι ἐθέλουσι τοῖς κρείττοσιν ἰέναι. οὐδέ γε ἀθροίζεσθαι εἰς βασιλικὴν στρατείαν θαρροῦσι. τοιγαροῦν ὅστις ἂν πολεμῇ αὐτοῖς, πᾶσιν ἔξεστι ἐν τῇ χώρᾳ αὐτῶν ἀναστρέφεσθαι ἄνευ μάχης ὅπως ἂν βούλωνται διὰ τὴν ἐκείνων περὶ μὲν θεοὺς ἀσέβειαν, περὶ δὲ ἀνθρώπους ἀδικίαν. αἱ μὲν δὴ γνῶμαι ταύτῃ τῷ παντὶ χείρους νῦν ἢ τὸ παλαιὸν αὐτῶν. Ὡς δὲ οὐδὲ τῶν σωμάτων ἐπιμέλονται ὥσπερ πρόσθεν, τοῦτο διηγήσομαι. νόμιμον γὰρ δὴ ἦν αὐτοῖς μήτε πτύειν μήτε 2. 59 ἀπομύττεσθαι. δῆλον δὲ ὅτι ταῦτα οὐ τοῦ ἐν τῷ σώματι ὑγροῦ φειδόμενοι ἐνόμισαν, ἀλλὰ βουλόμενοι διὰ πόνων καὶ ἱδρῶτος τὰ σώματα στερεοῦσθαι. νῦν δὲ τὸ μὲν μὴ πτύειν μηδὲ ἀπομύττεσθαι ἔτι διαμένει, τὸ δὲ πονεῖν οὐδαμοῦ ἐπιτηδεύεται. καὶ μὴν πρόσθεν μὲν ἦν αὐτοῖς μονοσιτεῖν νόμιμον, ὅπως ὅλῃ τῇ ἡμέρᾳ χρῷντο καὶ εἰς τὰς πράξεις καὶ εἰς τὸ διαπονεῖσθαι. νῦν γε μὴν τὸ μὲν μονοσιτεῖν ἔτι διαμένει, ἀρχόμενοι δὲ τοῦ σίτου ἡνίκαπερ οἱ πρῳαίτατα ἀριστῶντες μέχρι τούτου ἐσθίοντες καὶ πίνοντες διάγουσι, ἔς γε περ οἱ ὀψιαίτατα κοιμώμενοι. Ἦν δὲ αὐτοῖς νόμιμον μηδὲ προχοΐδας ἐκφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τῷ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν· νῦν δὲ τὸ μὴ εἰσφέρεσθαι ἔτι αὖ διαμένει, τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι. Ἀλλὰ μὴν κἀκεῖνο ἦν αὐτοῖς ἐπιχώριον τὸ μεταξὺ πορευομένους μήτε ἐσθίειν μήτε πίνειν μήτε τῶν διὰ ταῦτα ἀναγκαίων μηδὲν ποιοῦντας φανεροὺς εἶναι· νῦν δ' αὖ τὸ μὲν τούτων ἀπέχεσθαι ἔτι διαμένει, τὰς μέντοι πορείας οὕτω βραχείας ποιοῦνται ὡς μηδ' ἂν ἔτι θαυμάσαι τὸ ἀπέχεσθαι τῶν ἀναγκαίων. Ἀλλὰ μὴν καὶ ἐπὶ θήραν πρόσθε μὲν τοσαυτάκις ἐξῄεσαν ὥστε ἀρκεῖν αὐτοῖς τε καὶ ἵπποις γυμνασίαν τὰς θήρας· ἐπεὶ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἧττον τοῦ οἴνου ἐγένοντο, οὐκέτι ὁμοίως οὔτε αὐτοὶ ἐξῄεσαν οὔτε τοὺς ἄλλους ἐξῆγον ἐπὶ τὰς θήρας· ἀλλὰ καὶ εἴ τινες φιλόπονοι γενόμενοι καὶ σὺν τοῖς περὶ αὐτοὺς ἱππεῦσι μαρτυρῷεν, φθονοῦντες αὐτοῖς δῆλοι ἦσαν καὶ ὡς βελτίονας
q.198
αὐτῶν ἐμίσουν. Ἀλλά τοι καὶ τοὺς παῖδας τὸ μὲν παιδεύεσθαι ἐπὶ ταῖς θήραις ἔτι διαμένει· τὸ μέντοι τὰ ἱππικὰ μανθάνειν καὶ μελετᾶν ἀπέ 2. 60 σβηκεν διὰ τὸ μὴ ἰέναι ὅπου ἂν ἀποφαινόμενοι εὐδοκιμοῖεν. καὶ ὅτι γε οἱ παῖδες ἀκούοντες ἐκεῖ πρόσθε τὰς δίκας δικαίως δικαζομένας ἐδόκουν μανθάνειν δικαιότητα, καὶ τοῦτο παντάπασιν ἀνέστραπται· σαφῶς γὰρ ὁρῶσι νικῶντας ὁπότεροι ἂν πλεῖον διαδῶσιν. ἀλλὰ καὶ τῶν φυομένων ἐκ τῆς γῆς τὰς δυνάμεις οἱ παῖδες πρόσθε μὲν ἐμάνθανον, ὅπως τοῖς μὲν ὠφελίμοις χρῷτο, τῶν δὲ βλαβερῶν ἀπέχοιντο· νῦν δὲ ἐοίκασι ταῦτα διδασκομένοις, ὅπως ὅτι πλεῖστα κακοποιῶσι· οὐδαμοῦ γοῦν πλείους ἢ ἐκεῖ οὔτε ἀποθνήσκουσιν οὔτε διαφθείρονται ὑπὸ φαρμάκων. Ἀλλὰ μὴν καὶ θρυπτικώτεροι πολὺ νῦν ἢ ἐπὶ Κύρου εἰσί. τότε μὲν γὰρ ἔτι τῇ ἐκ Περσῶν παιδείᾳ καὶ ἐγκρατείᾳ ἐχρῶντο, τῇ δὲ Μήδων στολῇ καὶ ἁβρότητι· νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασώζονται. σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. ἐκείνοις γὰρ πρῶτον μὲν τὰς εὐνὰς οὐ μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλ' ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλ' ὑπείκωσι αἱ ταπίδες. καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρόσθεν εὕρητο, οὐδὲν αὐτῶν ἀφῄρηται, ἄλλα τε ἀεὶ καινὰ ἐπιμηχανῶνται· καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ μὴν καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας ἀρκεῖ αὐτοῖς ἐσκεπάσθαι, ἀλλὰ καὶ ἄκραις ταῖς χερσὶ χειρῖδας δασειὰς καὶ δακτυλήθρας ἔχουσι. ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθ' αἱ τῶν δένδρων οὔθ' αἱ τῶν πετρῶν σκιαί, ἀλλ' ἐν ταύταις ἑτέρας σκιὰς ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι. καὶ μὴν ἐκπώματα ἢν μὲν ὡς πλεῖστα ἔχωσι, τούτῳ καλλωπίζονται· ἢν δὲ ἐξ ἀδίκου φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν τοῦτο αἰσχύνονται· πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια. Ἀλλὰ καὶ πρόσθεν μὲν ἐπιχώριον αὐτοῖς μὴ ὁρᾶσθαι πεζῇ πορευομένοις, οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ ὡς ἱππικωτάτους γίνεσθαι· νῦν δὲ στρώματα πλείω ἔχουσι ἐπὶ τῶν ἵππων ἢ ἐπὶ 2. 61 τῶν εὐνῶν· οὐ γὰρ τῆς ἱππείας οὕτως ὥσπερ τοῦ μαλακῶς καθῆσθαι ἐπιμέλονται. τά γε μὴν πολεμικὰ πῶς οὐκ εἰκότως νῦν τῷ παντὶ χείρους ἢ πρόσθεν εἰσί; οἷς ἐν μὲν τῷ παρελθόντι χρόνῳ ἐπιχώριον εἶναι ὑπῆρχε τοὺς μὲν τὴν γῆν ἔχοντας ἀπὸ ταύτης ἱππότας παρέχεσθαι, οἳ δὴ καὶ ἐστρατεύοντο, τοὺς δὲ φρουροῦντας πρὸ τῆς χώρας μισθοφόρους εἶναι· νῦν δὲ τούς τε θυρωροὺς καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ λουτροχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας καὶ τοὺς κοσμητάς, οἳ ὑποχρίουσί τε καὶ ἐντρίβουσιν αὐτοὺς καὶ τἆλλα ῥυθμίζουσι, τούτους πάντας ἱππέας οἱ δυνάσται πεποιήκασι, ὅπως μισθοφορῶσιν αὐτοῖς. πλῆθος μὲν οὖν καὶ ἐκ τούτων φαίνεται, οὐ μέντοι ὄφελός γε οὐδὲν αὐτῶν εἰς πόλεμον· δηλοῖ δὲ καὶ αὐτὰ τὰ γινόμενα· κατὰ γὰρ τὴν χώραν αὐτῶν ῥᾴδιον οἱ πολέμιοι ἢ φίλοι ἀνατρέφονται. καὶ γὰρ δὴ ὁ Κῦρος τοῦ μὲν ἀκροβολίζεσθαι ἀποπαύσας, θωρακίσας δὲ καὶ αὐτοὺς καὶ ἵππους καὶ ἓν παλτὸν δοὺς ἑκάστῳ εἰς χεῖρα ὁμόθεν τὴν μάχην ἐποιεῖτο· νῦν δὲ οὔτε ἀκροβολίζονται ἔτι οὔτ' εἰς χεῖρας συνιόντες μάχονται. καὶ οἱ πεζοὶ μὲν ἔχουσι γέρρα καὶ κοπίδας καὶ σαγάρεις ὥσπερ ἐπὶ Κύρου τὴν μάχην ποιησόμενοι· εἰς χεῖρας δὲ ἰέναι οὐδ' οὗτοι ἐθέλουσι. οὐδέ γε τοῖς δρεπανηφόροις ἅρμασιν ἔτι χρῶνται ἐφ' ᾧ Κῦρος αὐτὰ ἐποιήσατο. ὁ μὲν γὰρ τιμαῖς αὐξήσας τοὺς ἡνιόχους καὶ ἀγαθοὺς ποιήσας εἶχε τοὺς εἰς τὰ ὅπλα ἐμβαλοῦντας· οἱ δὲ νῦν οὐδὲ γινώσκοντες τοὺς ἐπὶ τοῖς ἅρμασι οἴονται σφίσι ὁμοίους τοὺς ἀνασκήτους τοῖς ἠσκηκόσιν ἔσεσθαι. οἱ δὲ ὁρμῶσι μέν, πρὶν δὲ ἐν τοῖς πολεμίοις εἶναι οἱ μὲν ἑκόντες ἐκπίπτουσι, οἱ δὲ ἐξάλλονται, ὥστε ἄνευ ἡνιόχων γιγνόμενα τὰ ζεύγη πολλάκις πλείω κατὰ τοὺς φίλους ἢ τοὺς πολεμίους ποιεῖ. ἐπεὶ μέντοι καὶ αὐτοὶ γινώσκουσιν οἷα. σφίσι τὰ πολεμιστήρια ὑπάρχει, ὑφίενται, καὶ 2. 62 οὐδεὶς ἔτι ἄνευ τῶν Ἑλλήνων εἰς πόλεμον καθίσταται,
q.199
οὔτε ὅταν ἀλλήλοις πολεμῶσι οὔτε ὅταν οἱ Ἕλληνες αὐτοῖς ἀντιστρατεύωνται. ἀλλὰ καὶ πρὸς τούτοις ἐγνώκασι μεθ' Ἑλλήνων τοὺς πολέμους ποιεῖσθαι. Ἐγὼ μὲν δὴ οἶμαι ἅπερ ὑπεθέμην ἀπειργάσθαι μοι. φημὶ γὰρ Πέρσας καὶ τοὺς σὺν αὐτοῖς καὶ ἀσεβεστέρους περὶ θεοὺς καὶ ἀνοσιωτέρους περὶ συγγενεῖς καὶ ἀδικωτέρους περὶ τοὺς ἄλλους καὶ ἀνανδροτέρους τὰ εἰς τὸν πόλεμον νῦν ἢ πρόσθεν ἀποδεδεῖχθαι. εἰ δέ τις τἀναντία ἐμοὶ γινώσκοι, τὰ ἔργα αὐτῶν ἐπισκοπῶν εὑρήσει αὐτὰ μαρτυροῦντα τοῖς ἐμοῖς λόγοις. Ἐκ τῆς ἀναβάσεως Κύρου Παρυσάτιδος. 17. Ὅτι Κῦρος ὁ νέος ἀνὴρ ἦν Περσῶν τῶν μετὰ Κῦρον τὸν ἀρχαῖον γενομένων βασιλικώτατός τε καὶ ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται τῶν Κύρου δοκούντων ἐμπείρων γενέσθαι. πρῶτον μὲν γὰρ ἔτι παῖς ὢν ὅτε ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ σὺν τοῖς ἄλλοις παισί, πάντων πάντα κράτιστος ἐνομίζετο. πάντες μὲν γὰρ οἱ τῶν ἀρίστων Περσῶν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις παιδεύονται· ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις, αἰσχρὸν δ' οὐδὲν οὔτ' ἀκοῦσαι οὔτ' ἰδεῖν ἐστι. θεῶνται δὲ οἱ παῖδες καὶ τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι ὅτου ἕνεκα, καὶ ἄλλους ἀτιμαζομένους· ὥστ' εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχεσθαί τε καὶ ἄρχειν. ἔνθα Κῦρος εὐμαθέστατος 2. 63 μὲν πρῶτον τῶν ἡλικιωτῶν ἐδόκει εἶναι, τοῖς τε πρεσβυτέροις καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι, ἔπειτα δὲ φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι. ἔκρινον δ' αὐτὸν καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντίσεως, φιλομαθέστατον εἶναι καὶ μελετηρότατον. ἐπεὶ δὲ τῇ ἡλικίᾳ ἔπρεπεν, καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία μέντοι φιλοκινδυνότατος. καὶ ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου, καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς φανερὰς εἶχε, τέλος δὲ κατέκανε· καὶ τὸν πρῶτον μέντοι βοηθήσαντα πολλοῖς μακαριστὸν εἶναι ἐποίησεν. Ἐπεὶ δὲ κατεπέμφθη ὑπὸ τοῦ πατρὸς σατράπης Λυδίας τε καὶ Φρυγίας τῆς μεγάλης καὶ Καππαδοκίας, στρατηγὸς δὲ καὶ πάντων ἀπεδείχθη οἷς καθήκει εἰς Καστωλοῦ πεδίον ἀθροίζεσθαι, πρῶτον μὲν ἐπέδειξεν αὑτὸν ὅτι περὶ πλείστου ποιοῖτο, εἴ τῳ σπείσαιτο καὶ εἴ τῳ συνθοῖτο καὶ εἴ τῳ ὑπόσχοιτο, τὸ μηδὲν ψεύδεσθαι. καὶ γὰρ οὖν ἐπίστευον μὲν αὐτῷ αἱ πόλεις ἐπιτρεπόμεναι, ἐπίστευον δ' οἱ ἄνδρες· καὶ εἴ τις πολέμιος ἐγένετο, σπεισαμένου Κύρου ἐπίστευον μηδὲν ἂν παρὰ τὰς σπονδὰς παθεῖν. τοιγαροῦν ἐπεὶ Τισσαφέρνει ἐπολέμησεν, πᾶσαι αἱ πόλεις ἑκοῦσαι Κῦρον εἵλαντο ἀντὶ Τισσαφέρνους πλὴν Μιλησίων· οὗτοι δ' ὅτι οὐκ ἠθέλησε τοὺς φεύγοντας προέσθαι, ἐφοβοῦντο αὐτόν. καὶ γὰρ ἔργῳ ἐπεδείκνυτο καὶ ἔλεγεν ὅτι οὐκ ἄν ποτε προοῖτο, ἐπεὶ ἅπαξ φίλος αὐτοῖς ἐγένετο, οὐδ' εἰ ἔτι μὲν μείους ἐγένοντο, ἔτι δὲ κάκιον πράξειαν. φανερὸς δ' ἦν καὶ εἴ τίς τι ἀγαθὸν ἢ κακὸν ποιήσειεν αὐτόν, νικᾶν πειρώμενος· καὶ εὐχὴν δέ τινες αὐτοῦ ἐξέφερον, ὡς εὔχοιτο τοσοῦτον χρόνον ζῆν, ἔστε νικῴη καὶ τοὺς εὖ καὶ κακῶς ποιοῦντας ἀλεξόμενος. καὶ γὰρ οὖν πλεῖστοι δὴ αὐτῷ ἑνί γε ἀνδρὶ τῶν ἐφ' ἡμῶν ἐπεθύμησαν καὶ χρήματα καὶ 2. 64 πόλεις καὶ τὰ ἑαυτῶν σώματα προέσθαι. οὐ μὲν δὴ οὐδὲ τοῦτ' ἄν τις εἴποι, ὡς τοὺς κακούργους καὶ ἀδίκους εἴα καταγελᾶν, ἀλλ' ἀφειδέστατα πάντων ἐτιμωρεῖτο· πολλάκις γὰρ ἦν ἰδεῖν παρὰ τὰς στιβομένας ὁδοὺς καὶ ποδῶν καὶ χειρῶν καὶ ὀφθαλμῶν στερομένους ἀνθρώπους· ὥστ' ἐν τῇ Κύρου ἀρχῇ ἐγένετο καὶ Ἕλληνι καὶ βαρβάρῳ μηδὲν ἀδικοῦντι ἀδεῶς πορεύεσθαι ὅποι τις ἤθελεν, ἔχοντι ὅ τι προχωροίη. τούς γε μέντοι ἀγαθοὺς εἰς πόλεμον ὡμολόγητο διαφερόντως τιμᾶν. καὶ πρῶτον μὲν ἦν αὐτῷ πόλεμος πρὸς Πισίδας καὶ Μυσούς· στρατευόμενος οὖν καὶ αὐτὸς εἰς ταύτας τὰς χώρας, οὓς ἑώρα ἐθελοντὰς κινδυνεύειν, τούτους καὶ ἄρχοντας ἐποίει ἧς κατεστρέφετο χώρας, ἔπειτα δὲ καὶ ἄλλοις δώροις ἐτίμα, ὥστε φαίνεσθαι τοὺς μὲν ἀγαθοὺς εὐδαιμονεστάτους, τοὺς δὲ κακοὺς δούλους τούτων ἀξιοῦσθαι εἶναι. τοιγαροῦν πολλὴ ἦν ἀφθονία αὐτῷ τῶν ἐθελόντων κινδυνεύειν, ὅπου τις οἴοιτο Κῦρον αἰσθήσεσθαι. εἴς γε μὴν δικαιοσύνην εἴ τις αὐτῷ φανερὸς γένοιτο
q.200
ἐπιδείκνυσθαι βουλόμενος, περὶ παντὸς ἐποιεῖτο τούτους πλουσιωτέρους ποιεῖν τῶν ἐκ τοῦ ἀδίκου φιλοκερδούντων. καὶ γὰρ οὖν ἄλλα τε πολλὰ καὶ δικαίως αὐτῷ διεχειρίζετο καὶ στρατεύματι ἀληθινῷ ἐχρήσατο. καὶ γὰρ στρατηγοὶ καὶ λοχαγοὶ οὐ χρημάτων ἕνεκα πρὸς ἐκεῖνον ἔπλευσαν, ἀλλ' ἐπεὶ ἔγνωσαν κερδαλεώτερον εἶναι Κύρῳ καλῶς ἄρχειν ἢ τὸ κατὰ μῆνα κέρδος. ἀλλὰ μὴν εἴ τίς γε αὐτῷ προστάξαντι καλῶς ὑπηρετήσειεν, οὐδενὶ πώποτε ἀχάριστον εἴασε τὴν προθυμίαν. τοιγαροῦν κράτιστοι δὴ ὑπηρέται παντὸς ἔργου Κύρῳ ἐλέχθησαν γενέσθαι. εἰ δέ τινα ὁρῴη δεινὸν ὄντα οἰκονόμον ἐκ τοῦ δικαίου καὶ κατασκευάζοντά τε τῆς ἄρχοι χώρας καὶ προσόδους ποιοῦντα, οὐδένα πώποτε ἀφείλατο, ἀλλ' ἀεὶ πλείω 2. 65 προσεδίδου· ὥστε καὶ ἡδέως ἐπόνουν καὶ θαρραλέως ἐκτῶντο, καὶ τὰ κέκτητο αὖ τις, ἥκιστα Κῦρον ἔκρυπτον. οὐ γὰρ φθονῶν τοῖς φανερῶς πλουτοῦσιν ἐγένετο, ἀλλὰ πειρώμενος χρῆσθαι τοῖς τῶν ἀποκρυπτομένων χρήμασι. Φίλους γε μὴν ὅσους ποιήσαιτο καὶ εὔνους γνοίη ὄντας καὶ ἱκανοὺς κρίνειεν συνεργοὺς εἶναι ὅ τι τυγχάνοι βουλόμενος κατεργάζεσθαι, ὁμολογεῖται πρὸς πάντων κράτιστος δὴ γενέσθαι θεραπεύειν. καὶ γὰρ αὐτὸ τοῦτο οὗπερ αὐτὸς ἕνεκα φίλων ᾤετο δεῖσθαι, ὡς συνεργοὺς ἔχοι, καὶ αὐτὸς ἐπειρᾶτο συνεργὸς τοῖς φίλοις κράτιστος εἶναι τούτου, ὅτου ἕκαστον αἰσθάνοιτο ἐπιθυμοῦντα. δῶρα δὲ πλεῖστα μὲν οἶμαι εἷς γε ἀνὴρ ἐλάμβανε διὰ πολλά· ταῦτα δὲ μάλιστα πάντων διεδίδου τοῖς φίλοις, πρὸς τὸν τρόπον ἑκάστου σκοπῶν καὶ ὅτου μάλιστα ὁρῴη καὶ τὸν δεόμενον. καὶ ὅσα τῷ σώματι αὐτοῦ κόσμον πέμποι τις ἢ ὡς εἰς πόλεμον ᾒ ὡς εἰς καλλωπισμόν, καὶ περὶ τούτων λέγειν αὐτὸν ἔφασαν, ὅτι τὸ μὲν ἑαυτοῦ σῶμα οὐκ ἂν δύναιτο πᾶσιν τούτοις κοσμηθῆναι, φίλους δὲ καλῶς κεκοσμημένους μέγιστον κόσμον ἀνδρὶ νομίζοι. καὶ τὸ μὲν τὰ μεγάλα νικᾶν τοὺς φίλους εὖ ποιοῦντα οὐδὲν θαυμάσιον, ἐπεί γε καὶ δυνατώτερος ἦν. τὸ δὲ τῇ ἐπιμελείᾳ περιιέναι τῶν φίλων καὶ τὸ προθυμεῖσθαι χαρίζεσθαι, ταῦτα ἔμοιγε μᾶλλον δοκεῖ ἀγαστὰ εἶναι. Κῦρος γὰρ ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς πολλάκις, ὁπότε πάνυ ἡδὺν λάβοι, λέγων ὅτι οὔπω δὴ χρόνου τούτου ἡδίονι οἴνῳ ἐπιτύχοι· τοῦτον οὖν σοὶ ἔπεμψε καὶ δεῖταί σου σήμερον τοῦτον ἐκπιεῖν σὺν οἷς μάλιστα φιλεῖς. πολλάκις δὲ χῆνας ἡμιβρώτους ἔπεμπε καὶ ἄρτων ἡμίσεα καὶ ἄλλα τοιαῦτα, ἐπιλέγειν κελεύων τὸν φέροντα· Τούτοις ἥσθη Κῦρος· βούλεται οὖν καὶ σὲ τούτων γεύσασθαι. ὅπου δὲ χιλὸς σπάνιος πάνυ εἴη, αὐτὸς δὲ δύναιτο παρασκευά 2. 66 σασθαι διὰ τὸ πολλοὺς ἔχειν ὑπηρέτας καὶ διὰ τὴν ἐπιμέλειαν, ἐκέλευεν τοὺς φίλους τοῖς τὰ ἑαυτῶν σώματα ἄγουσιν ἵπποις ἐμβάλλειν τοῦτον τὸν χιλόν, ὡς μὴ πεινῶντες τοὺς ἑαυτοῦ φίλους ἄγωσιν. ἃ δὲ δὴ ὁπότε πορεύοιντο καὶ μέλλοιεν πλεῖστοι ὄψεσθαι, προσκαλῶν τοὺς φίλους ἐσπουδαιολογεῖτο, ὡς δηλοίη οὓς τιμᾷ. ὥστ' ἔγωγε ἐξ ὧν ἀκούω οὐδένα κρίνω ὑπὸ πλειόνων πεφιλῆσθαι οὔτε Ἑλλήνων οὔτε βαρβάρων. τεκμήριον δὲ τούτου καὶ τόδε. παρὰ μὲν Κύρου δουλεύοντος οὐδεὶς ἀπῄει παρὰ βασιλέα, πλὴν Ὀρόντας ἐπεχείρησε· καὶ οὗτος δὴ ὁ βασιλεὺς ὃν ᾤετο πιστὸν εἶναι ταχὺ αὐτὸν εὗρε Κύρῳ φιλαίτερον ἢ ἑαυτῷ· παρὰ βασιλέως πολλοὶ πρὸς Κῦρον ἀπῆλθον, ἐπεὶ πολέμιοι ἀλλήλοις ἐγένοντο, καὶ οὗτοι μέντοι οἱ μάλιστα αὑτοὺς ἀγάμενοι, νομίζοντες παρὰ Κύρῳ ὄντες ἀγαθοὶ ἀξιωτέρας ἂν τιμῆς τυγχάνειν ἢ παρὰ βασιλεῖ. μέγα δὲ τεκμήριον καὶ τὸ ἐν τῇ τελευτῇ τοῦ βίου αὐτῷ γενόμενον ὅτι καὶ αὐτὸς ἦν ἀγαθὸς καὶ κρίνειν ὀρθῶς ἐδύνατο τοὺς πιστοὺς καὶ εὔνους καὶ βεβαίους. ἀποθνήσκοντος γὰρ αὐτοῦ πάντες οἱ παρ' αὐτὸν φίλοι καὶ συντράπεζοι ἀπέθανον μαχόμενοι ὑπὲρ Κύρου πλὴν Ἀριαίου. οὗτος δὲ τεταγμένος ἐτύγχανεν ἐπὶ τῷ εὐωνύμῳ τοῦ ἱππικοῦ ἄρχων· ὡς δ' ᾔσθετο Κῦρον πεπτωκότα, ἔφυγεν ἔχων καὶ τὸ στράτευμα πᾶν ὅσου ἡγεῖτο. 18. Ὅτι Κλέαρχος ὁ συστρατευσάμενος Κύρῳ ὁμολογουμένως ἐκ πάντων τῶν ἐμπείρως αὐτοῦ ἐχόντων δόξας γενέσθαι ἀνὴρ καὶ πολεμικὸς καὶ φιλοπόλεμος ἀρχαίως. καὶ γὰρ δὴ ἕως μὲν 2. 67 πόλεμος ἦν τοῖς Λακεδαιμονίοις πρὸς Ἀθηναίους παρέμενεν, ἐπειδὴ δὲ εἰρήνη
q.201
ἐγένετο, διδάξας τὴν ἑαυτοῦ πόλιν ὡς οἱ Θρᾷκες ἀδικοῦσι τοὺς Ἕλληνας καὶ διαπραξάμενος ὡς ἐδύνατο παρὰ τῶν ἐφόρων ἐξέπλει ὡς πολεμήσων τοῖς ὑπὲρ Χερρονήσου καὶ Περίνθου Θρᾳξί. ἐπεὶ δὲ μεταγνόντες πως οἱ ἔφοροι ἤδη ἔξω ὄντος ἀποστρέφειν αὐτὸν ἐπειρῶντο ἐξ Ἰσθμοῦ, ἐνταῦθα οὐκέτι πείθεται, ἀλλ' ᾤχετο πλέων εἰς τὸν Ἑλλήσποντον. ἐκ τούτου καὶ ἐθανατώθη ὑπὸ τῶν ἐν Σπάρτῃ τελῶν ὡς ἀπειθῶν. ἤδη δὲ φυγὰς ὢν ἔρχεται πρὸς Κῦρον, καὶ ὁποίοις μὲν λόγοις ἔπεισε Κῦρον ἀλλαχοῦ γέγραπται, δίδωσι δ' αὐτῷ Κῦρος μυρίους δαρεικούς· ὁ δὲ λαβὼν οὐκ ἐπὶ ῥᾳθυμίαν ἐτράπετο, ἀλλ' ἀπὸ τούτων τῶν χρημάτων συλλέξας στράτευμα πολεμεῖ τοῖς Θρᾳξί, καὶ μάχῃ τε ἐνίκησε καὶ ἀπὸ τούτου ἔφερε καὶ ἦγεν αὐτοὺς καὶ πολεμῶν διεγένετο μέχρι Κῦρος ἐδεήθη τοῦ στρατεύματος· τότε δὴ ἀπῆλθεν ὡς σὺν ἐκείνῳ αὖ πολεμήσων. ταῦτα οὖν φιλοπολέμου μοι δοκεῖ ἀνδρὸς ἔργα εἶναι, ὅστις ἐξὸν μὲν εἰρήνην ἄγειν ἄνευ αἰσχύνης καὶ βλάβης αἱρεῖται πολεμεῖν, ἐξὸν δὲ ῥᾳθυμεῖν βούλεται πονεῖν ὥστε πολεμεῖν, ἐξὸν δὲ χρήματα ἔχειν ἀκινδύνως αἱρεῖται πολεμῶν μείονα ταῦτα ποιεῖν. ἐκεῖνος δὲ ὥσπερ εἰς παιδικὰ ἢ εἰς ἄλλην τινὰ ἡδονὴν ἤθελε δαπανᾶν εἰς πόλεμον. οὕτω μὲν φιλοπόλεμος ἦν. πολεμικὸς δὲ ταύτῃ ἐδόκει εἶναι ὅτι φιλοκίνδυνός τε ἦν, ἡμέρας καὶ νυκτὸς ἄγων ἐπὶ τοὺς πολεμίους, καὶ ἐν τοῖς δεινοῖς φρόνιμος, ὡς οἱ παρόντες πανταχοῦ πάντες ὡμολόγουν. καὶ ἀρχικὸς δὲ λέγεται εἶναι ὡς δυνατὸν ἐκ τοιούτου τρόπου οἷον καὶ ἐκεῖνος εἶχεν. ἱκανὸς μὲν γὰρ ὡς εἴ τις καὶ ἄλλος φροντίζειν ὅπως ἕξοι ἡ στρατιὰ αὐτῷ τὰ ἐπιτήδεια καὶ παρασκευάζειν ταῦτα, ἱκανὸς δὲ καὶ ἐμποιῆσαι τοῖς παροῦσι ὡς πιστέον εἴη Κλεάρχῳ. τοῦτο δ' ἐποίει ἐκ τοῦ χαλεπὸς εἶναι· καὶ γὰρ ὁρᾶν στυγνὸς ἦν καὶ τῇ φωνῇ τραχύς, ἐκόλαζέ τε 2. 68 ἰσχυρῶς, καὶ ὀργῇ ἐνίοτε, ὡς καὶ αὐτῷ μέλειν ἔσθ' ὅτε. καὶ γνώμῃ δὲ ἐκόλαζεν· ἀκολάστου γὰρ στρατεύματος οὐδὲν ἡγεῖτο ὄφελος εἶναι, ἀλλὰ καὶ λέγειν αὐτὸν ἔφασαν ὡς δέοι τὸν στρατιώτην φοβεῖσθαι μᾶλλον τὸν ἄρχοντα ἢ τοὺς πολεμίους, εἰ μέλλοι ἢ φυλακὰς φυλάξειν ἢ φιλίων ἀφέξεσθαι ἢ ἀπροφασίστως ἰέναι πρὸς τοὺς πολεμίους. ἐν μὲν οὖν τοῖς δεινοῖς ἤθελον αὐτοῦ ἀκούειν σφόδρα καὶ οὐκ ἄλλον ᾑροῦντο οἱ στρατιῶται· καὶ γὰρ τὸ στυγνὸν τότε φαιδρὸν αὐτοῦ ἐν τοῖς ἄλλοις προσώποις ἔφασαν φαίνεσθαι, καὶ τὸ χαλεπὸν ἐρρωμένον πρὸς τοὺς πολεμίους ἐδόκει εἶναι, ὥστε σωτήριον, οὐκέτι χαλεπὸν ἐφαίνετο· ὅτε δ' ἔξω τοῦ δεινοῦ γένοιντο καὶ ἐξείη πρὸς ἀλλήλους ἀρξαμένους ἀπιέναι, πολλοὶ αὐτὸν ἀπέλειπον· τὸ γὰρ ἐπίχαρι οὐκ εἶχεν, ἀλλ' ἀεὶ χαλεπὸς ἦν καὶ ὠμός· ὥστε διέκειντο πρὸς αὐτὸν οἱ στρατιῶται ὥσπερ παῖδες πρὸς διδάσκαλον. καὶ γὰρ οὖν φιλίᾳ μὲν καὶ εὐνοίᾳ ἑπομένους οὐδέποτε εἶχεν· οἵτινες δὲ ἢ ὑπὸ πόλεως τεταγμένοι ἢ ὑπὸ τοῦ δεῖσθαι ἢ ἄλλῃ τινὶ ἀνάγκῃ κατεχόμενοι παρείησαν αὐτῷ, σφόδρα πειθομένοις ἐχρῆτο. ἐπεὶ δὲ καὶ ἤρξαντο νικᾶν σὺν αὐτῷ τοὺς πολεμίους, ἤδη δὲ μεγάλα ἦν τὰ χρησίμους ποιοῦντα εἶναι τοὺς σὺν αὐτῷ στρατιώτας· τό τε γὰρ πρὸς τοὺς πολεμίους θαρραλέως ἔχειν παρῆν καὶ τὸ τὴν παρ' ἐκείνου τιμωρίαν φοβεῖσθαι εὐτάκτους ἐποίει. τοιοῦτος μὲν δὴ ἄρχων ἦν· ἄρχεσθαι δὲ ὑπὸ ἄλλων οὐ μάλα ἐθέλειν ἐλέγετο. ἦν δέ, ὅτε ἐτελεύτα, ἀμφὶ τὰ νʹ ἔτη. Πρόξενος δὲ Βοιώτιος εὐθὺς μὲν μειράκιον ὢν ἐπεθύμει γενέσθαι ἀνὴρ τὰ μεγάλα πράττειν ἱκανός· καὶ διὰ ταύτην τὴν ἐπιθυμίαν ἔδωκε Γοργίᾳ ἀργύριον τῷ Λεοντίνῳ. ἐπεὶ δὲ συνεγένετο ἐκείνῳ, ἱκανὸς ἤδη νομίσας εἶναι καὶ ἄρχειν καὶ φίλος ὢν τοῖς πρώτοις μὴ ἡττᾶσθαι εὐεργετῶν, ἦλθεν ἐς ταύτας τὰς σὺν Κύρῳ πράξεις· καὶ ᾤετο κτήσεσθαι ἐκ τούτων ὄνομα μέγα καὶ 2. 69 δύναμιν μεγάλην καὶ χρήματα πολλά· τούτων δ' ἐπιθυμῶν σφόδρα εὔδηλον αὖ καὶ τοῦτο εἶχεν, ὅτι τούτων οὐθὲν ἂν ἐθέλοι κτᾶσθαι μετ' ἀδικίας, ἀλλὰ σὺν τῷ δικαίῳ καὶ καλῷ ᾤετο δεῖν τούτων τυγχάνειν, ἄνευ δὲ τούτων μή. ἄρχειν δὲ καλῶν μὲν καὶ ἀγαθῶν ἱκανὸς ἦν· οὐ μέντοι οὔτε αἰδῶ τοῖς στρατιώταις αὑτοῦ οὔτε φόβον ἱκανὸς ἐμποιῆσαι, ἀλλὰ καὶ ᾐσχύνετο μᾶλλον τοὺς στρατιώτας ἢ οἱ ἀρχόμενοι ἐκεῖνον· καὶ φοβούμενος μᾶλλον ἦν φανερὸς τὸ
q.202
ἀπεχθάνεσθαι τοῖς στρατιώταις ἢ οἱ στρατιῶται τὸ ἀπιστεῖν ἐκείνῳ. ᾤετο δὲ ἀρκεῖν πρὸς τὸ ἀρχικὸν εἶναι καὶ δοκεῖν τὸν μὲν καλῶς ποιοῦντα ἐπαινεῖν, τὸν δὲ ἀδικοῦντα μὴ ἐπαινεῖν. τοιγαροῦν αὐτῷ οἱ μὲν καλοί τε καὶ ἀγαθοὶ τῶν συνόντων εὖνοι ἦσαν, οἱ δ' ἄδικοι ἐπεβούλευον ὡς εὐμεταχειρίστῳ ὄντι. ἀπέθανεν δὲ ὢν ἐτῶν ὡς λʹ. Μένων δὲ ὁ Θετταλὸς δῆλος ἦν ἐπιθυμῶν μὲν πλούτου ἰσχυρῶς, ἐπιθυμῶν δὲ ἄρχειν, ὅπως πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ τιμᾶσθαι, ἵνα πλείω κερδαίνοι· φίλος τε ἐβούλετο εἶναι τοῖς μέγιστον δυναμένοις, ἵν' ἀδικῶν μὴ δοίη δίκην. ἐπὶ δὲ τὸ κατεργάζεσθαι ὧν ἐπιθυμοίη συντομωτάτην ᾤετο ὁδὸν εἶναι διὰ τοῦ ἐπιορκεῖν τε καὶ ψεύδεσθαι καὶ ἐξαπατᾶν, τὸ δὲ ἁπλοῦν καὶ τὸ ἀληθὲς ἐνομίζετο αὐτῷ ἠλίθιον εἶναι. στέργων δὲ φανερὸς μὲν ἦν οὐδένα, ὅτῳ δὲ φαίη φίλος εἶναι, τούτῳ ἔνδηλος ἐγίνετο ἐπιβουλεύων. καὶ πολεμίου μὲν οὐδενὸς κατεγέλα, τῶν δὲ συνόντων πάντων ὡς καταγελῶν ἀεὶ διελέγετο. καὶ τοῖς μὲν τῶν πολεμίων κτήμασιν οὐκ ἐπεβούλευε· χαλεπὸν γὰρ ᾤετο εἶναι τὰ τῶν φυλαττομένων λαμβάνειν· ἀλλὰ τὰ τῶν φίλων μόνος ᾤετο εἰδέναι ὅτι ῥᾷστον ἀφύλακτα λαμβάνειν. καὶ ὅσους μὲν αἰσθάνοιτο ἐπιόρκους καὶ ἀδίκους, ὡς εὖ ὡπλισμένους ἐφοβεῖτο, τοῖς 2. 70 δὲ ὁσίοις καὶ ἀλήθειαν ἀσκοῦσιν ὡς ἀνάνδροις ἐπειρᾶτο χρῆσθαι. ὥσπερ δέ τις ἀγάλλεται ἐπὶ θεοσεβείᾳ καὶ ἀληθείᾳ καὶ δικαιότητι, οὕτω Μένων ἠγάλλετο τῷ ἐξαπατᾶν δύνασθαι, τῷ πλάσαι ψευδῆ, τῷ φίλους διαγελᾶν· τὸν δὲ μὴ πανοῦργον ἀπαίδευτον ἐνόμιζεν εἶναι. καὶ παρ' οἷς μὲν ἐπεχείρει πρωτεύειν, διαβάλλων φιλίαν, τοὺς πρώτους τούτῳ ᾤετο δεῖν κτήσασθαι. τὸ δὲ πειθομένους τοὺς στρατιώτας παρέχεσθαι ἐκ τοῦ συναδικεῖν αὐτοῖς ἐμηχανᾶτο. τιμᾶσθαι δὲ καὶ θεραπεύεσθαι ἠξίου ἐπιδεικνύμενος, ὅτι πλεῖστα δύναιτο καὶ ἐθέλοι ἂν ἀδικεῖν. εὐεργεσίαν δὲ κατέλεγεν, ὁπότε τις αὐτοῦ ἀφίσταιτο, ὅτι χρώμενος αὐτῷ οὐκ ἀπώλεσεν αὐτόν. καὶ τὰ μὲν δὴ ἀφανῆ ἔξεστιν περὶ αὐτοῦ ψεύδεσθαι, ἃ δὲ πάντες ἴσασι, ταῦτ' ἐστίν. παρ' Ἀριστίππῳ μὲν ἔτι ὡραῖος ὢν στρατηγεῖν διεπράξατο τῶν ξένων, Ἀριαίῳ δὲ βαρβάρῳ ὄντι, ὃς μειρακίοις καλοῖς ἥδετο, οἰκειότατος ἔτι ὡραῖος ὢν ἐγένετο, αὐτὸς δὲ παιδικὰ εἶχε Θαρύπαν ἀγένειος ὢν γενειῶντα. ἀποθνησκόντων δὲ τῶν συστρατήγων, ὅτι ἐστράτευσαν ἐπὶ βασιλέα σὺν Κύρῳ, τὰ αὐτὰ πεποιηκὼς οὐκ ἀπέθανεν· μετὰ δὲ τὸν τῶν ἄλλων θάνατον στρατηγῶν τιμωρηθεὶς ὑπὸ βασιλέως ἀπέθανεν, οὐχ ὥσπερ Κλέαρχος καὶ οἱ ἄλλοι στρατηγοὶ ἀποτμηθέντες τὰς κεφαλάς, ὅπερ τάχιστος θάνατος δοκεῖ εἶναι, ἀλλὰ ζῶν αἰκισθεὶς ἐνιαυτὸν ὡς πονηρὸς λέγεται τελευτῆς τυχεῖν. Ἀγασίας δὲ Ἀρκὰς καὶ Σωκράτης ὁ Ἀχαιὸς καὶ τούτωἀπεθανέτην. τούτων τε οὐθεὶς ὡς ἐν πολέμῳ κακῶν κατεγέλα οὔτ' εἰς φιλίαν αὐτοὺς ἐμέμφετο. 2. 71 19.*** ὑπισχνεῖται δὲ αὐτῷ, εἰ ἔλθοι, φίλον Κύρῳ ποιήσειν, ὃν αὐτὸς ἔφη κρείσσω ἑαυτῷ νομίζειν τῆς πατρίδος. καὶ ὁ Σωκράτης ὑποπτεύσας μή τι πρὸς τῆς πόλεως εἴη ἐπαίτιον Κύρῳ φίλον γενέσθαι, ὅτι ἐδόκει Κῦρος προθύμως τοῖς Λακεδαιμονίοις ἐπὶ ταῖς Ἀθήναις συμπολεμῆσαι, συμβουλεύει τῷ Ξενοφῶντι ἐλθόντι εἰς Δελφοὺς ἀνακοινῶσαι τῷ θεῷ περὶ τῆς πορείας. ὁ δὲ Ξενοφῶν ἐπείρετο τὸν Ἀπόλλω, τίνι ἂν θεῶν θύων καὶ εὐχόμενος κάλλιστα καὶ ἄριστα ἔλθοι τὴν ὁδόν, ἣν ἐπινοεῖ, καὶ καλῶς πράξας σωθείη. καὶ ἀνεῖλεν αὐτῷ ὁ Ἀπόλλων θεοῖς οἷς ἔδει θύειν. ἐπειδὴ δὲ πάλιν ἦλθε, λέγει τὴν μαντείαν τῷ Σωκράτει. ὁ δ' ἀκούσας ᾐτιᾶτο αὐτόν, ὅτι οὐ τὸ πρῶτον ἠρώτα αὐτὸν πότερον λῷον αὐτῷ πορευθῆναι ἢ οὔ, ἀλλὰ αὐτὸς κρίνας ἰτέον εἶναι ὅπως ἂν κάλλι̣ στα πορευθείη ἐπυνθάνετο. ἐπεὶ μέντοι οὕτως εἴρου, ταῦτα, ἔφη, χρὴ ποιεῖν ὅσα ὁ θεὸς ἐκέλευσεν. ὁ μὲν δὴ Ξενοφῶν θυσάμενος οἷς ἀνεῖλεν ὁ θεὸς ἐξέπλει, καὶ κατελάμβανεν ἐν Σάρδεσι Πρόξενον μέλλοντα ὁρμᾶν τὴν ὁδὸν τὴν ἄνω, καὶ συνεστάθη Κύρῳ. προθυμουμένου δὲ τοῦ Προξένου καὶ ὁ Κῦρος συμπροθυμεῖτο αὐτὸν μεῖναι. 20. Ὅτι Ξενοφῶν τὸ τοῦ Ἀπόλλωνος ἀνάθημα ποιησάμενος ἀνατίθησι εἰς τὸν ἐν Δελφοῖς τῶν Ἀθηναίων θησαυρὸν καὶ ἐπέγραψε τό τε ἑαυτοῦ ὄνομα καὶ τὸ Προξένου, ὃς σὺν Κλεάρχῳ
q.203
ἀπέθανεν· ξένος γὰρ ἦν αὐτοῦ. τὸ δὲ τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας, ὅτ' ἀπῄει σὺν Ἀγησιλάῳ ἐκ τῆς Ἀσίας τὴν εἰς Βοιωτοὺς ὁδόν, καταλείπει παρὰ Μεγαβύζῳ τῷ τῆς Ἀρτέμιδος νεωκόρῳ, ὅτε 2. 72 αὐτὸς κινδυνεύσων ἐδόκει ἰέναι, καὶ ἐπέστειλεν, ἢν μὲν αὐτὸς σωθῇ, ἑαυτῷ ἀποδοῦναι· εἰ δέ τι πάθοι, ἀναθεῖναι ποιησάμενον τῇ Ἀρτέμιδι ὅ τι οἴοιτο χαριεῖσθαι τῇ θεῷ. ἐπεὶ δ' ἔφευγε Ξενοφῶν, κατοικοῦντος ἤδη αὐτοῦ ἐν Σκιλλοῦντι ὑπὸ τῶν Λακεδαιμονίων οἰκισθέντος παρὰ τὴν Ὀλυμπίαν, ἀφικνεῖται Μεγάβυζος εἰς Ὀλυμπίαν θεωρήσων καὶ ἀποδίδωσι τὴν παρακαταθήκην αὐτῷ. καὶ Ξενοφῶν λαβὼν χωρίον ὠνεῖται τῇ θεῷ ὅπου ἀνεῖλεν ὁ θεός. ἔτυχε δὲ διαρρέων διὰ τοῦ χωρίου ποταμὸς Σελινοῦς. καὶ ἐν Ἐφέσῳ δὲ παρὰ τὸν τῆς Ἐφεσίας Ἀρτέμιδονεὼν Σελινοῦς ποταμὸς παραρρεῖ, καὶ ἰχθύες τε ἐν ἀμφοτέροις ἔνεισι καὶ κόγχαι· ἐν δὲ τῷ ἐν Σκιλλοῦντι χωρίῳ καὶ θῆραι πάντων ὁπόσα ἐστὶ θηρευόμενα θηρία. ἐποίησε δὲ καὶ βωμὸν καὶ ναὸν ἀπὸ τοῦ ἱεροῦ ἀργυρίου, καὶ τὸ λοιπὸν ἀεὶ δεκατεύων τὰ ἐκ τοῦ ἀγροῦ ὡραῖα θυσίαν ἐποίει τῇ θεῷ, καὶ πάντες δὲ οἱ πολῖται καὶ οἱ πρόσχωροι ἄνδρες καὶ γυναῖκες μετεῖχον τῆς ἑορτῆς. παρεῖχεν δὲ ἡ θεὸς τοῖς σκηνοῦσι ἄλφιτα, ἄρτους, οἶνον, τραγήματα, καὶ τῶν θυομένων ἀπὸ τῆς ἱερᾶς νομῆς λάχος, καὶ τῶν θηρευομένων δέ. καὶ γὰρ θήραν ἐποιοῦντο εἰς τὴν ἑορτὴν οἵ τε Ξενοφῶντος παῖδες καὶ οἱ τῶν ἄλλων πολιτῶν, οἱ δὲ βουλόμενοι ἄνδρες καὶ συνεθήρων· καὶ ἡλίσκετο τὰ μὲν ἐξ αὐτοῦ τοῦ ἱεροῦ χωρίου, τὰ δὲ ἐκ τῆς Φολόης, σύες καὶ δορκάδες καὶ ἔλαφοι. ἔστι δ' ὁ τόπος ᾗ ἐκ Λακεδαίμονος εἰς Ὀλυμπίαν πορεύονται***. 2. 73 εχξερπτα ε διονψσιι ηαλιξαρνασσενσις ηιστορια. 1.*** τὰ ἀνθρώπινα ἐπικοσμοῦσα χάρις· ἀλλ' ἀεὶ πικρὸς καὶ χαλεπὸς ἦν. ταῦτά τε δὴ αὐτὸν ἐν πολλοῖς ἔβλαψε, καὶ πάντων μάλιστα ἡ περὶ τὰ δίκαια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκριτός τε καὶ ἀπαράπειστος καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦσα ἀποτομία· ἔοικέ τ' ἀληθὲς εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοσόφων, ὅτι μεσότητές εἰσιν, οὐκ ἀκρότητες αἱ τῶν ἠθῶν ἀρεταί, μάλιστα δὲ ἡ δικαιοσύνη. οὐ γὰρ μόνον λείπουσα τοῦ δικαίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουσα αὐτοῖς τε οὐ λυσιτελής ἐστιν, ἀλλ' αἰτία μεγάλων συμφορῶν καὶ εἰς θανάτους 2. 74 οἰκτροὺς καὶ λύμας ἀνηκέστους καταστρέφουσα. Μάρκιόν γε οὐδὲν ἦν ἄρα ἕτερον ὃ τῆς πατρίδος ἐξήλασεν καὶ τῶν ἄλλων ἀγαθῶν ἀνόνητον ἐποίησεν ἢ τὸ ἀκριβὲς καὶ ἄκρον δίκαιον. τοῖς τε γὰρ δημόταις εἴκειν τοῦ μετρίου πλέον καὶ ἐφιέναι τι ταῖς ἐπιθυμίαις καὶ τὰ πρῶτα φέρεσθαι παρ' αὐτοῖς οὐκ ἠβουλήθη, ἀλλὰ πρὸς ἅπαντα τὰ μὴ δίκαια ἀντιλέγων μῖσος ἤγειρε καὶ ἐξηλάθη παρ' αὐτῶν· τῆς τε Οὐολούσκων στρατηγίας εὐθὺς ἅμα τῷ διαλῦσαι τὸν πόλεμον ἀπαλλαγῆναι παρὸν καὶ μετενέγκασθαι τὴν οἴκησιν ἑτέρωσε ποι τέως ἕως ἡ κάθοδος αὐτῷ δοθῇ ὑπὸ τῆς πατρίδος, καὶ μὴ παρασχεῖν αὑτὸν ἐχθρῶν ἐπιβουλαῖς καὶ ὄχλων ἀμαθίαις σκοπόν, οὐκ ἠξίωσεν, ἀλλ' ὑπεύθυνον οἰόμενος τὸ σῶμα δεῖν παρασχεῖν τοῖς πεπιστευκόσι τὴν ἀρχὴν καὶ λόγον ἀποδοὺς ὧν ἔπραξε κατὰ τὴν ἡγεμονίαν, εἴ τι φαίνοιτο ἀδικῶν τὴν κατὰ νόμους ὑποσχεῖν δίκην, τῆς ἄκρας δικαιοσύνης οὐ καλοὺς ἀπέλαβε μισθούς. Εἰ μὲν οὖν ἅμα τοῖς σώμασι διαλυομένοις καὶ τὸ τῆς ψυχῆς, ὁτιδήποτε ἐστὶν ἐκεῖνο, συνδιαλύεται, καὶ οὐδαμῇ οὐθὲν ἔτι ἐστίν, οὐκ οἶδα πῶς μακαρίους ὑπολάβω τοὺς μηθὲν μὲν ἀπολαύσαντας τῆς ἀρετῆς ἀγαθόν, δι' αὐτὴν δὲ ταύτην ἀπολομένους. εἰ δὲ καὶ ἄφθαρτοι μέχρι τοῦ παντὸς αἱ ψυχαὶ τυγχάνουσιν ἡμῶν οὖσαι, καθάπερ οἴονταί τινες, ἢ χρόνον μετὰ τὴν ἀπαλλαγὴν τῶν σωμάτων ἐνδιαμένουσι, μήκιστον μὲν αἱ τῶν ἀγαθῶν ἀνδρῶν, ἐλάχιστον δὲ αἱ τῶν κακῶν, ἀποχρῶσα τιμὴ φαίνοιτο, ἂν τοῖς ἀρετὴν ἀσκοῦσιν ἠναντιώθη παρὰ τῆς τύχης, ἡ παρὰ τῶν ζώντων εὐλογία καὶ μνήμη μέχρι πλείστου παραμείνασα χρόνου· ὃ καὶ τῷ ἀνδρὶ ἐκείνῳ συνέβη. οὐ γὰρ μόνον Οὐολοῦσκοι τὸν θάνατον ἐπένθησαν αὐτοῦ καὶ ἀστῶν ἀρίστων γενόμενον ἐν τιμῇ ἔχουσιν, ἀλλὰ καὶ Ῥωμαῖοι, ἐπειδὴ τὸ πάθος ἐγνώσθη, 2. 75 μεγάλην συμφορὰν ὑπολαβόντες τῆς πόλεως πένθος μέγα ἐποιήσαντο ἰδίᾳ καὶ δημοσίᾳ. καὶ γυναῖκες
q.204
αὐτῶν, ἃ νόμος ἐστὶν αὐταῖς ἐπὶ τοῖς ἰδίοις τε καὶ ἀναγκαίοις κήδεσι ποιεῖν, ἀποθέμεναι χρυσόν τε καὶ πορφύραν καὶ τὸν ἄλλον ἅπαντα κόσμον μέλασιν ἀμφιασμοῖς χρώμεναι τὸν ἐνιαύσιον ἐπένθησαν χρόνον. ἐτῶν δὲ μετὰ τὸ πάθος ὁμοῦ τοὺς φʹ διαγεγονότων εἰς τόδε χρόνου οὐ γέγονεν ἐξίτηλος ἡ τοῦ ἀνδρὸς μνήμη, ἀλλ' ᾄδεται καὶ ὑμνεῖται πρὸς πάντων ὡς εὐσεβὴς καὶ δίκαιος ἀνήρ. ὁ μὲν δὴ κατασχὼν Ῥωμαίους κίνδυνος ἐκ τῆς Οὐολούσκων τε καὶ Αἰκανῶν ἐπιστρατείας Μάρκιον λαβούσης ἡγεμόνα τοιοῦτον ἔσχε τέλος. 2. Ὅτι Μάρκος Φούριος ὁ δικτάτωρ ἀνὴρ ἦν τῶν κατὰ τὴν αὐτὴν ἀκμασάντων ἡλικίαν τά τε πολέμια λαμπρότατος καὶ τὰ πολιτικὰ πράττειν φρονιμώτατος. 3. Ὅτι οἱ Ῥωμαῖοι μεγαλοπρεπεῖς. τῶν γὰρ ἄλλων ὀλίγου δεῖν πάντων ἔν τε τοῖς κοινοῖς τῶν πόλεων πράγμασι καὶ ἐν τοῖς ἰδίοις βίοις πρὸς τὰ τελευταῖα τῶν συμβαινόντων τὰς διανοίας μεθαρμοττομένων καὶ πολλάκις ἔχθρας τε μεγάλας διὰ τὰς τυχούσας φιλανθρωπίας καταλυομένων καὶ φιλίας πολυχρονίους διὰ μικρὰ καὶ φαῦλα προσκρούματα διαιρούντων, ἐκεῖνοι τοὐναντίον ἐπὶ τῶν φίλων ᾤοντο χρῆναι ποιεῖν, ταῖς παλαιαῖς εὐεργεσίαις χαρίζεσθαι τὰς ἐπὶ τοῖς προσφάτοις ἐγκλήμασιν ὀργάς. (9) Θαυμαστὸν μὲν δὴ καὶ τοῦτο τῶν ἀνδρῶν· λέγω τὸ μηδενὶ μνησικακῆσαι τῶν Τουσκλανῶν, ἀλλὰ πάντας ἀφεῖναι τοὺς ἐξαμαρτάνοντας ἀζημίους. πολλῷ δ' ἔτι τούτου θαυμασιώτερον, ὃ 2. 76 μετὰ τὴν ἄφεσιν τῶν ἐγκλημάτων αὐτοῖς ἐχαρίσαντο. σκοπούμενοι γάρ, ὡς μηδὲν ἔτι τοιοῦτον ἐν τῇ πόλει γενήσεται μηδ' ἀφορμὴν νεωτερισμοῦ λήψονταί τινες, οὔτε φρουρὰν εἰς τὴν ἀκρόπολιν αὐτῶν ᾤοντο δεῖν εἰσάγειν οὔτε παρὰ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὅμηρα λαμβάνειν οὔτε ὅπλα τοὺς ἔχοντας ἀφελέσθαι οὔτ' ἄλλο σημεῖον οὐδὲν ἀπιστουμένης φιλίας ποιῆσαι. μίαν δὲ πρᾶξιν οἰόμενοι*** ἅπαντας τοὺς κατὰ τὴν συγγένειαν ἢ φιλίαν προσήκοντας ἀλλήλοις τὴν τῶν ἀγαθῶν ἰσομοιρίαν, πολιτείαν ἔγνωσαν τοῖς κρατηθεῖσι χαρίσασθαι, πάντων μεταδόντες, ὧν τοῖς φύσει Ῥωμαίοις μετῆν, (10) οὐ τὴν αὐτὴν διάνοιαν λαβόντες τοῖς ἀξιοῦσι τῆς Ἑλλάδος ἄρχειν οὔτ' Ἀθηναίοις οὔτε Λακεδαιμονίοις. τί γὰρ δεῖ περὶ τῶν ἄλλων Ἑλλήνων λέγειν; Ἀθηναῖοι μέν γε Σαμίους ἀποίκους ἑαυτῶν ὄντας, Λακεδαιμόνιοι δὲ Μεσσηνίους ἀδελφῶν οὐδὲν διαφέροντας, ἐπειδὴ προσέκρουσαν αὐτοῖς τι, διαλυσάμενοι τὴν συγγένειαν οὕτως ὠμῶς ἐχειρίσαντο καὶ θηριωδῶς, ἐπειδὴ τὰς πόλεις αὐτῶν ὑποχειρίους ἔλαβον, ὥστε μηδὲ τοῖς ἀγριωτάτοις τῶν βαρβάρων ὑπερβολὴν τῆς εἰς τὰ ὁμόφυλα παρανομίας παραλιπεῖν. (11) μυρία τοιαῦτα λέγειν ἄν τις ἔχοι ταῖς πόλεσι ταύταις ἡμαρτημένα, ἃ παρίημι, ἐπεὶ καὶ τούτων μεμνημένος ἄχθομαι. τὸ γὰρ Ἑλληνικὸν οὐκ ὀνόματι διαφέρειν τοῦ βαρβάρου ἠξίουν οὐδὲ διαλέκτου χάριν, ἀλλὰ συνέσει καὶ χρηστῶν ἐπιτηδευμάτων προαιρέσει, μάλιστα δὲ τῷ μηδενὶ τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἀλλήλους παρανομεῖν. ὅσοις μὲν οὖν τὰ ἐπὶ πλεῖον ὑπῆρξεν ἐν τῇ φύσει, τούτους οἶμαι δεῖν λέγειν Ἕλληνας, ὅσοις δὲ τἀναντία, βαρβάρους. καὶ τὰς μὲν ἐπιεικεῖς καὶ φιλανθρώπους διανοίας τε καὶ πράξεις αὐτῶν Ἑλληνικὰς εἶναι λογίζομαι, τὰς δὲ ὠμὰς καὶ θηριώδεις ἄλλως τε κἂν περὶ συγγενεῖς τε καὶ φίλους γίνωνται, βαρβαρικάς. Τουσκλανοὶ μὲν δὴ πρὸς τῷ μηδὲν ἀφαιρεθῆναι τῶν σφετέρων ἁλούσης τῆς πόλεως, ἀλλὰ καὶ τὰ τῶν κεκρατηκότων ἀγαθὰ προσλαβόντες ἀπῄεσαν. 4. Ὅτι Σολπίκιος Ῥοῦφος ἐπίκλησιν ἀνὴρ ἦν ἔν τε ταῖς 2. 77 πολεμικαῖς πράξεσιν ἐπιφανὴς καὶ πολιτείας προαίρεσιν ἐζηλωκὼς τὴν διὰ μέσου. 5. Ὅτι Ποστόμιος ὁ ὕπατος τῆς διαδοχῆς αὐτοῦ ἐγγισάσης μέγα φρονῶν ἐφ' ἑαυτῷ τῆς τάξεως τοῦ γένους ἕνεκα καὶ ὅτι διτταῖς ὑπατείαις ἤδη κεκοσμημένος ἦν. ἐφ' οἷς ὁ συνύπατος αὐτοῦ κατ' ἀρχὰς μὲν ὡς ἀπελαυνόμενος τῶν ἴσων ἠγανάκτει καὶ πολλάκις ἐπὶ τῆς βουλῆς τὰ δίκαια πρὸς αὐτὸν ἔλεγεν. ὕστερον δὲ συγγνοὺς ἑαυτῷ κατά τε προγόνων ὄγκον καὶ φίλων πλῆθος καὶ κατὰ τὰς ἄλλας δυνάμεις ἐλάττονα ἰσχὺν ἔχοντι (δημοτικὸς γὰρ ἦν καὶ τῶν νεωστὶ παρελθόντων εἰς γνῶσιν) εἶξε τῷ συνυπάτῳ καὶ παρεχώρησε τοῦ
q.205
Σαυνιτικοῦ πολέμου τὴν ἡγεμονίαν. πρῶτον μὲν δὴ τοῦτο διαβολὴν ἤνεγκε τῷ Ποστομίῳ κατὰ πολλὴν αὐθάδειαν γενόμενον καὶ ἕτερον αὖθις ἐπὶ τούτῳ βαρύτερον ἢ ὡς κατὰ Ῥωμαίων ἡγεμόνα. ἐπιλεξάμενος γὰρ ἐκ τῆς ἑαυτοῦ στρατιᾶς περὶ τοὺς δισχιλίους ἄνδρας εἰς τοὺς ἰδίους ἀγροὺς ἀπήγαγεν, οἷς ἄνευ σιδήρου δρυμὸν ἐκέλευσε κείρειν. καὶ μέχρι πολλοῦ κατέσχε τοὺς ἄνδρας ἐν τοῖς ἀγροῖς, θητῶν ἔργα καὶ θεραπόντων ὑπηρετοῦντας. (16) τοσαύτῃ δὲ αὐθαδείᾳ πρὸ τῆς ἐξόδου χρησάμενος ἔτι βαρύτερος ἐφάνη τοῖς κατ' αὐτὴν τὴν στρατηγίαν ἐπιτελεσθεῖσι καὶ παρέσχε τῇ βουλῇ καὶ τῷ δήμῳ μίσους ἀφορμὰς δικαίου. τὸν γὰρ ὑπατεύσαντα τῷ πρόσθεν ἐνιαυτῷ καὶ νικήσαντα Φάβιον Σαυνιτῶν τοὺς καλουμένους Πέντρους τῆς βουλῆς ψηφισαμένης μένειν ἐπὶ τοῦ στρατοπέδου καὶ τὴν ἀνθύπατον ἀρχὴν ἔχοντα πρὸς τὴν μερίδα τῶν Σαυνιτῶν πολεμεῖν, γράμματα πέμπων ἐκχωρεῖν ἐκ τῆς Σαυνίτιδος ἐκέλευσεν, ὡς αὐτῷ μόνῳ τῆς ἡγεμονίας προσηκούσης. καὶ πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τῶν συνέδρων πρέσβεις ἀξιοῦντας μὴ κωλύειν τὸν 2. 78 ἀνθύπατον ἐπὶ τοῦ στρατοπέδου μένειν μηδ' ἀντιπράττειν τοῖς ἐψηφισμένοις ὑφ' ἑαυτῶν, ὑπερηφάνους καὶ τυραννικὰς ἔδωκεν ἀποκρίσεις, οὐ τὴν βουλὴν ἄρχειν ἑαυτοῦ φήσας, ἕως ἐστὶν ὕπατος, ἀλλ' αὐτὸν τῆς βουλῆς. ἀπολύσας δὲ τοὺς πρέσβεις ἐπὶ τὸν Φάβιον ἦγε τὴν στρατιάν, ὡς εἰ μὴ βούλοιτο ἑκὼν παραχωρεῖν τῆς ἀρχῆς, τοῖς ὅπλοις προσαναγκάσων. καταλαβὼν δὲ τοῦτον Καμινίῳ πόλει προσκαθήμενον ἐξέπλευσεν ἐκ τοῦ στρατοπέδου κατὰ πολλὴν ὑπεροψίαν τῶν ἀρχαίων ἐθισμῶν καὶ δεινὴν ὑπερηφανίαν. Φάβιος μὲν αὐτοῦ εἴξας τῇ μανίᾳ τῆς ἡγεμονίας ἐξεχώρησεν. 6. Ὅτι ὁ αὐτὸς Ποστόμιος πρῶτον μὲν τὸ Κάμινον ἐκ πολιορκίας καταλαμβάνει, χρόνον οὐ πολὺν ἐν ταῖς προσβολαῖς διατρίψας· ἔπειτα Οὐενουσίαν πολυάνθρωπον καὶ ἄλλας πόλεις πλείστας ὅσας, ἐξ ὧν μύριοι μὲν ἐσφάγησαν, ἑξακισχίλιοι δὲ καὶ σʹ τὰ ὅπλα παρέδοσαν. ταῦτα διαπραξάμενος οὐχ ὅπως χάριτος ἢ τιμῆς τινος ἠξιώθη παρὰ τῆς βουλῆς, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἀξίωσιν ἀπέβαλεν. ἀποστελλομένων γὰρ εἰς μίαν τῶν ἁλουσῶν ὑπ' ἐκείνου πόλεων τὴν καλουμένην Οὐενουσίαν δισμυρίων ἐποίκων, ἕτεροι τῆς ἀποικίας ᾑρέθησαν ἡγεμόνες, ὁ δὲ τὴν πόλιν ἐξελὼν καὶ τὴν γνώμην τῆς ἀποστολῆς τῶν κληρούχων εἰσηγησάμενος οὐδὲ ταύτης ἄξιος ἐφάνη τῆς τιμῆς. (18) εἰ μὲν οὖν σώφρονι λογισμῷ τὰ συμβάντα ἤνεγκεν καὶ τὸ χαλεπὸν τοῦ συνεδρίου λόγων τε καὶ ἔργων χρηστῶν θεραπείαις ἐπράυνεν, οὐδεμιᾶς ἔτι συμφορᾶς εἰς ἀτιμίαν φερούσης ἐπειράθη. νῦν δὲ ἀγανακτῶν καὶ ἀντιχαλεπαίνων τάς τε ὠφελείας, ἃς ἔλαβεν ἐκ τῶν πολεμίων, ἁπάσας τοῖς στρατιώταις ἐχαρίσατο καὶ πρὶν ἀποσταλῆναι τὸν διάδοχον τῆς ἀρχῆς ἀπέλυσεν ἀπὸ τῶν σημείων τὰς δυνάμεις καὶ τελευτῶν, ὃν οὔτε βουλὴ*** συνεχώρησεν αὐτῷ θρίαμβον, ἀπὸ τῆς ἑαυτοῦ γνώμης κατήγαγεν. ἐφ' οἷς ἅπασι ἔτι μείζονος ἐξ ἁπάντων μίσους ἐκκαυθέντος, ἅμα τῷ 2. 79 παραδοῦναι τὴν ἀρχὴν τοῖς μεθ' ἑαυτὸν ὑπάτοις εἰς δίκην ὑπάγεται δημοσίαν ὑπὸ δυεῖν δημάρχων. καὶ κατηγορηθεὶς ἐν τῷ δήμῳ πάσαις ταῖς φύλαις κατακρίνεται, τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν πέντε μυριάδας ἀργυρίου. 7. Ὅτι, φησὶ Διονύσιος, μιᾶς ἔτι μνησθήσομαι πράξεως πολιτικῆς ἀξίας ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, ἐξ ἧς καταφανὲς ἔσται τοῖς Ἕλλησιν, ὅσον ἦν τὸ μισοπόνηρον ἐν τῇ Ῥώμῃ τότε καὶ πρὸς τοὺς παραβαίνοντας τὰ κοινὰ νόμιμα τῆς ἀνθρωπίνης φύσεως ἀμείλικτον. Γάιος Λαιτώριος Μέρκος ἐπίκλησιν ἐπιφανὴς κατὰ γένος καὶ κατὰ τὰς πολεμικὰς πράξεις οὐκ ἀγεννής, ἑνὸς τῶν ταγμάτων χιλίαρχος ἀποδειχθεὶς ἐν τῷ Σαυνιτικῷ πολέμῳ, νεανίαν τινὰ τῶν ὁμοσκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινος ἔπειθεν ἑαυτῷ χαρίσασθαι τὴν τοῦ σώματος ὥραν ἑκόντα· ὡς δ' οὔτε δωρεαῖς οὔτ' ἄλλῃ φιλανθρωπίᾳ τὸ μειράκιον ἡλίσκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατος ὢν βίαν προσφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆς ἀκοσμίας τοῦ ἀνδρὸς ἅπασι τοῖς ἐπὶ στρατοπέδου γενομένης, κοινὸν ἀδίκημα τῆς πόλεως εἶναι νομίσαντες οἱ δήμαρχοι γραφὴν
q.206
ἀποφέρουσι κατ' αὐτοῦ δημοσίᾳ. καὶ ὁ δῆμος ἁπάσαις ταῖς ψήφοις τοῦ ἀνδρὸς κατέγνω, τίμημα δίκης ὁρίσας θάνατον, οὐκ ἀξιῶν εἰς ἐλεύθερα σώματα καὶ προπολεμοῦντα τῆς τῶν ἄλλων ἐλευθερίας τοὺς ἐν ταῖς ἄλλαις ὄντας ἀρχαῖς ὑβρίζειν τὰς ἀνηκέστους καὶ παρὰ φύσιν τοῖς ἄρρεσιν ὕβρεις. 2. 80 (9) Ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων Ποπλίου υἱός, ὢν ἐν πολλῇ καταλειφθεὶς πενίᾳ, δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος. οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο. τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τε ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν. ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα, [καὶ τὴν κρίσιν] κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων, ὦφλε θανάτου δίκην. καὶ δι' ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι τὴν ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο. 8. Ὅτι Κλεινίας ὁ Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας. οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως. Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλειπε. καὶ ἄλλοι τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαντες πάντα τὰ πράγματα διέφθειραν. (5) ἡ δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς 2. 81 πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας. διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι. καὶ συνελθόντων ἐπ' αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις, συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν. εἶτ' αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη ιβʹ τούτων τυραννῶν τῶν πόλεων. ἔπειθ' οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δὲ ὑπ' ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν· ὑφ' ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες Εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο. 9. Ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν, οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν. εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρ' ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι σʹ καὶ πᾶσαν ὑφ' ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. (7) τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων ἢ φίλων ἀφαιρούμενος τοὺς παρ' ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένεμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδ' εἰς τὸν εἰωθότα χρόνον, ἀλλ' ὡς αὐτῷ φίλον ἦν. δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου, ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ἢ ὅτι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας, καὶ διὰ ταῦτα
q.207
πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσιν καὶ μισητὸς ἦν. 2. 82 (8) αἰσθόμενος δὲ ὑπούλως ἤδη πολλοὺς πρὸς ἑαυτὸν ἔχοντας εἴς τε τὰς πόλεις φρουρὰς εἰσῆγε, πρόφασιν ποιούμενος τὸν ἀπὸ Καρχηδονίων πόλεμον. καὶ τοὺς ἐπιφανεστάτους ἄνδρας ἐξ ἑκάστης πόλεως συλλαμβάνων ἀπέκτεινεν, ἐπιβουλὰς καὶ προδοσίας εὑρηκέναι ψευσάμενος, ἐν οἷς ἦν καὶ Θοίνων ὁ φύλαρχος, ὃς ὑπὸ πάντων ὡμολόγητο πλείστην σπουδὴν καὶ προθυμίαν εἴς τε τὴν διάβασιν αὐτῶν καὶ τὴν παράληψιν τῆς νήσου παρεσχῆσθαι. καὶ γὰρ ὑπήντησεν αὐτῷ ναυτικὸν στόλον ἄγων καὶ τὴν ἐν ταῖς Συρακούσαις νῆσον, ἣν αὐτὸς ἐκράτει, παρέσχεν. ἐπιχειρήσας δὲ καὶ Σωσίστρατον συλλαβεῖν διήμαρτε τῆς ἐλπίδος, προαισθομένου τὴν ἐπιβουλὴν τοῦ ἀνδρὸς καὶ φυγόντος ἐκ τῆς πόλεως. ἀρξαμένων δὲ ταράττεσθαι τῶν πραγμάτων αὐτῷ, καὶ ἡ τῶν Καρχηδονίων πόλις καιρὸν ἐπιτήδειον εἰληφέναι νομίζουσα πρὸς ἀνάκτησιν τῶν ἀπολωλότων χωρίων στρατιὰν ἀπέστειλεν ἐπὶ τὴν νῆσον. 10. Ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες αὐτὸν οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς. ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος. ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων, καὶ τὴν ἀνάγκην κρείττονα παντὸς ἡγησάμενος*** τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο. καὶ τὸν ἐξελθόντα χρυσὸν ἐκ τοῦ ἱεροῦ 2. 83 ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα, πολλῆς μεστὸς εὐθυμίας γενόμενος. (10) ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο. ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν· ἄνεμος δὲ ἐναντίος γενόμενος καὶ δι' ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δὲ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσός, ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς. καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρεν, τὰ δὲ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασε. ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ, ὡς παραιτησόμενος αὐτῆς διὰ τούτων τὸν χόλον· Νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ πείσεσθαι ἔμελλεν. Οὐ γὰρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, ὡς Ὁμήρῳ εἴρηται. ἀλλ' ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθ' ἑαυτόν. (11) Διὰ τοῦτο καὶ ὑπὸ Ῥωμαίων ἡττήθη ὁ Πύρρος κατὰ κράτος. οὐ γὰρ στρατιά τις φαύλη καὶ ἀνάσκητος ἦν αὐτῷ, ἀλλ' ἡ κρατίστη τῶν τότε οὐσῶν ἐν Ἕλλησιν καὶ πλείστους ἀγωνισαμένη πολέμους, οὐδὲ πλῆθος ἀνδρῶν τῶν τότε παραταξαμένων ὀλίγον, ἀλλ' ὅσον καὶ τριπλάσιον εἶναι, οὐδὲ στρατηγὸς τῶν ἐπιτυχόντων τις, ἀλλ' ὃν ἅπαντες ὁμολογοῦσιν μέγιστον γενέσθαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμασάντων στρατηγῶν, οὐδὲ τόπου φύσις ἄνισος οὔτε ἐπικουρία τοῖς ἑτέροις ἢ ἄφιξις αἰφνίδιος οὔτε ἄλλη τις συμφορὰ καὶ πρόφασις ἀπροσδόκητος ἐπιπε 2. 84 σοῦσα συνέτριψεν τὰ Πύρρου πράγματα, ἀλλ' ὁ τῆς ἀσεβηθείσης θεᾶς χολός, ὃν οὐδ' αὐτὸς ἠγνόει Πύρρος, ὡς Πρόξενος ὁ συγγραφεὺς ἱστορεῖ, καὶ αὐτὸς ὁ Πύρρος ἐν τοῖς ἰδίοις ὑπομνήμασι γράφει. (13) ἐν γὰρ τῇ νυκτί, ἐν ᾗ τὴν στρατιὰν ἔμελλεν ἀπάξειν ἐπὶ τὸ ὄρος, ἔδοξε κατὰ τοὺς ὕπνους ἐκπεσεῖν αὐτοῦ τοὺς πλείονας ὀδόντας, καὶ πλῆθος αἵματος ἐκ τοῦ στόματος φέρεσθαι. ταραχθεὶς δὲ διὰ τὴν ὄψιν καὶ μεγάλην ἔσεσθαι συμφορὰν μαντευόμενος ἐβούλετο ἐπισχεῖν τὴν ἡμέραν ἐκείνην, οὐκ ἴσχυσε δὲ νικῆσαι τὴν πεπρωμένην, ἐναντιουμένων τῶν φίλων πρὸς τὴν ἀναβολὴν καὶ μὴ μεθεῖναι τὸν
q.208
καιρὸν ἐκ τῶν χειρῶν ἀξιούντων. τέλος τῆς ἱστορίας Διονυσίου Ἀλικαρνησσέως. 2. 85 Ἐκ τῆς ἱστορίας Πολυβίου Μεγαλοπολίτου. ΙΒʹ Περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι Ἀννίβᾳ παρέσχον τὴν κατὰ τὴν Ἰβηρίαν οἱ Καρχηδόνιοι μετὰ θάνατον Ἀσδρούβα, νέῳ ὄντι, διὰ τὴν ὑποφαινομένην ἐκ τῶν πράξεων ἀγχίνοιαν αὐτοῦ καὶ τόλμαν. 2. Ὅτι τὸ τῶν Κλιτορίων φιλελεύθερον καὶ γενναῖον εἷς ἀνὴρ κατῄσχυνεν διὰ τὴν ἑαυτοῦ κακίαν, Θεάρκης· ὃν εἰκότως ἐξαρνοῦνται Κλιτόριοι μὴ φῦναι παρὰ σφίσι, γένος δὲ ὑποβολιμαῖον ἐξ Ὀρχομενοῦ τῶν ἐπηλύδων τινὸς στρατιωτῶν. 3. Ὅτι οἱ Μαντινεῖς ἁλόντες ὑπὸ τῶν Ἀχαιῶν καὶ διὰ φιλανθρωπίαν καὶ φιλοφροσύνην παραδόξως διασωθέντων, εἶτα διὰ τὰς ὑπ' Αἰτωλῶν καὶ Λακεδαιμονίων ἐπιβουλὰς παραφυλακὴν αὐτοῖς ἐπιστήσαντες ἀπεκλήρωσαν τʹ ἄνδρας. μετ' οὐ πολὺ δὲ οἱ Μαντινεῖς στασιάσαντες πρὸς σφᾶς καὶ Λακεδαιμονίους ἐπισπασάμενοι τήν τε πόλιν ἐνεχείρισαν καὶ τοὺς παρὰ τῶν Ἀχαιῶν 2. 86 διατρίβοντας παρ' αὑτοῖς κατέσφαξαν· οὗ μεῖζον παρασπόνδημα καὶ δεινότερον οὐδ' εἰπεῖν εὐμαρές. τὸ γὰρ τούτων αὐτόχειρας γενέσθαι καὶ τιμωροὺς οἵτινες πρότερον μὲν κατὰ κράτος λαβόντες αὐτοὺς ἀθώους ἀφῆκαν, τότε δὲ τὴν ἐκείνων ἐλευθερίαν καὶ σωτηρίαν ἐφύλαττον, πηλίκης ὀργῆς ἐστιν ἄξιον; τί δ' ἂν παθόντες οὗτοι δίκην δόξαιεν ἁρμόζουσαν δεδωκέναι; τυχὸν ἴσως εἴποι τις ἄν, πραθέντες μετὰ τέκνων καὶ γυναικῶν, ἐπεὶ κατεπολεμήθησαν. ἀλλὰ τοῦτό γε καὶ τοῖς μηθὲν ἀσεβὲς ἐπιτελεσαμένοις κατὰ τοὺς τοῦ πολέμου νόμους ὑπόκειται παθεῖν. οὐκοῦν ὁλοσχερεστέρας τινὸς καὶ μείζονος τυχεῖν ἦσαν ἄξιοι τιμωρίας, ὥστ' εἴπερ ἔπαθον ἃ Φύλαρχός φησιν, οὐκ ἔλεον εἰκὸς ἦν συνεξακολουθεῖν αὐτοῖς παρὰ τῶν Ἑλλήνων, ἔπαινον δὲ καὶ συγκατάθεσιν μᾶλλον τοῖς πράττουσι καὶ μεταπορευομένοις τὴν ἀσέβειαν αὐτῶν. ἀλλ' ὅμως οὐ θέμις περαιτέρω συνακολουθήσαντες Μαντινεῦσι κατὰ τὴν περιπέτειαν πλὴν τοῦ διαρπαγῆναι τοὺς βίους καὶ πραθῆναι τοὺς ἐλευθέρους, ὁ συγγραφεὺς αὐτῆς τῆς θεραπείας χάριν οὐ μόνον ψεῦδος εἰσήνεγκε τὸ ὅλον, ἀλλὰ καὶ τὸ ψεῦδος ἀπίθανον. καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀγνοίας οὐδὲ τὸ παρακείμενον ἠδυνήθη συνεπιστῆσαι, πῶς οἱ αὐτοὶ κατὰ τοὺς αὐτοὺς καιροὺς κυριεύσαντες Τεγεατῶν κατὰ κράτος οὐδὲν τῶν ὁμοίων ἔπραξαν. καίτοιγε εἰ μὲν τῶν πραττόντων ὠμότης ἦν αἰτία, καὶ τούτους εἰκὸς ἦν πεπονθέναι ταῦτα τοῖς ὑπὸ τὸν αὐτὸν ὑποπεπτωκόσι καιρόν· εἰ δὲ περὶ μόνους γέγονεν Μαντινεῖς ἡ διαφορά, φανερὸν ὅτι καὶ τὴν αἰτίαν τῆς ὀργῆς ἀνάγκη διαφέρουσαν γεγονέναι περὶ τούτους. 4. Ὅτι ὁ αὐτὸς πάλιν Ἀριστόμαχον τῶν Ἀργείων φησὶν ἄνδρα τῆς ἐπιφανεστάτης οἰκίας ὑπάρχοντα καὶ τετυραννηκότα μὲν Ἀργείων πεφυκότα δ' ἐκ τυράννων, ὑποχείριον Ἀντιγόνῳ καὶ τοῖς Ἀχαιοῖς γενόμενον εἰς Κεγχραίας ἀπαχθῆναι καὶ στρεβλού 2. 87 μενον ἀποθανεῖν, ἀδικώτατα καὶ δεινότατα παθόντα πάντων ἀνθρώπων. τηρῶν δὲ καὶ περὶ ταύτην τὴν πρᾶξιν ὁ συγγραφεὺς τὸ καθ' αὑτὸν ἰδίωμα φωνάς τινας πλάττει διὰ τῆς νυκτὸς αὐτοῦ στρεβλουμένου προσπιπτούσας τοῖς σύνεγγυς κατοικοῦσιν, ὧν τοὺς μὲν ἐκπληττομένους τὴν ἀσέβειαν, τοὺς δὲ ἀγανακτοῦντας ἐπὶ τοῖς γινομένοις προστρέχειν πρὸς τὴν οἰκίαν φησίν. περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω· δεδήλωτο γὰρ ἀρκούντως. ἐγὼ δ' Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς τὴν πατρίδα παρανομίαν τῆς μεγίστης ἄξιον κρίνω τιμωρίας. καίπερ ὁ συγγραφεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ παραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφ' οἷς ἔπαθεν, οὐ μόνον αὐτόν φησι γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέναι. ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδ' ἂν εἰπεῖν ῥᾳδίως δύναιτ' οὐδείς· αὐτῷ γὰρ τοὔνομα περισχεῖν τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πάσας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ παρανομίας. Ἀριστόμαχος δ' εἰ τὰς δεινοτάτας ὑπέμεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν ἔδωκε δίκην μιᾶς ἡμέρας, ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ μεγάλους ἀγῶνας καὶ
q.209
κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέως δ' ἐκπεσόντος διὰ τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμένων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον, Ἀριστόμαχος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδικήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέσφαξεν. παρίημι τὰ παρ' ὅλον τὸν βίον αὐτοῦ καὶ τῶν προγόνων ἀσεβήματα· μακρὸν γάρ. διόπερ οὐκ εἴ τινι τῶν ὁμοίων περιέπεσε, δεινὸν ἡγητέον, πολὺ δὲ δεινότερον, εἰ μηδενὸς τούτων πεῖραν λαβὼν ἀθῶος ἀπέθανεν· οὐδ' Ἀντιγόνῳ προσαπτέον οὐδ' Ἀράτῳ παρανομίαν, ὅτι λαβόντες κατὰ πόλεμον ὑποχείριον τύ 2. 88 ραννον στρεβλώσαντες ἀπέκτειναν, ὅν γε καὶ κατ' αὐτὴν τὴν εἰρήνην τοῖς ἀνελοῦσι καὶ τιμωρησαμένοις ἔπαινος καὶ τιμὴ συνεξηκολούθει παρὰ τοῖς ὀρθῶς λογιζομένοις. ὅτε δὲ χωρὶς τῶν προειρημένων καὶ τοὺς Ἀχαιοὺς παρεσπόνδησε, τί παθεῖν ἦν ἄξιος; ἐκεῖνος γὰρ ἀπέθετο μὲν τὴν τυραννίδα χρόνοις οὐ πολλοῖς πρότερον ὑπὸ τῶν καιρῶν συγκλειόμενος διὰ τὸν Δημητρίου θάνατον, ἀνελπίστως δὲ τῆς ἀσφαλείας ἔτυχεν, περισταλεὶς ὑπὸ τῆς τῶν Ἀχαιῶν πρᾳότητος καὶ καλοκαγαθίας, οἵτινες οὐ μόνον αὐτὸν τῶν ἐκ τῆς τυραννίδος ἀσεβημάτων ἀζήμιον ἐποίησαν, ἀλλὰ καὶ προσλαβόντες εἰς τὴν πολιτείαν τὴν μεγίστην τιμὴν περιέθεσαν, ἡγεμόνα καὶ στρατηγὸν καταστήσαντες σφῶν αὐτῶν. ὁ δὲ ἐπιλαθόμενος τῶν προειρημένων φιλανθρώπων παρὰ σπονδὰς ἐπὶ μικρὸν ἐπικυδεστέρας ἔσχε τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος ἐν Κλεομένει, τήν τε πατρίδα καὶ τὴν ἑαυτοῦ προαίρεσιν ἀποσπάσας ἀπὸ τῶν Ἀχαιῶν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς προσένειμε τοῖς ἐχθροῖς. ὃν ὑποχείριον γενόμενον οὐκ ἐν Κεγχραίαις ἔδει τὴν νύκτα στρεβλούμενον ἀποθανεῖν, ὡς Φύλαρχός φησι, περιαγόμενον δ' εἰς τὴν Πελοπόννησον καὶ μετὰ τιμωρίας παραδειγματιζόμενον οὕτως ἐκλιπεῖν τὸ ζῆν. ἀλλ' ὅμως τοιοῦτος ὢν οὐδενὸς ἔτυχε δεινοῦ πλὴν τοῦ καταποντισθῆναι διὰ τῶν ἐπὶ ταῖς Κεγχραίαις πεπραγμένων. Χωρίς τε τούτων τὰς μὲν Μαντινέων ἡμῖν συμφορὰς μετ' αὐξήσεως καὶ διαθέσεως ἐξηγήσατο, δῆλον ὅτι καθήκειν ὑπολαμβάνων τοῖς συγγραφεῦσι τὰς παρανόμους τῶν πράξεων ἐπισημαίνεσθαι, τῆς δὲ Μεγαλοπολιτῶν γενναιότητος, ᾗ περὶ τοὺς αὐτοὺς ἐχρήσαντο καιρούς, οὐδὲ κατὰ ποσὸν ἐποιήσατο μνήμην, ὥσπερ τὸ τὰς ἁμαρτίας ἐξαριθμεῖσθαι τῶν πραξάντων οἰκειότερον ὑπάρχον τῆς ἱστορίας τοῦ τὰ καλὰ καὶ δίκαια τῶν ἔργων ἐπισημαίνεσθαι, ἢ τοὺς ἐντυγχάνοντας τοῖς ὑπομνήμασι ἧττόν τι διορθουμένους ὑπὸ τῶν σπουδαίων καὶ ζηλωτῶν ἔργων ἤπερ ὑπὸ τῶν παρανόμων καὶ φευκτῶν πράξεων. ὁ δέ, πῶς μὲν ἔλαβεν Κλεομένης τὴν πόλιν καὶ πῶς ἀκέραιον διαφυλάξας ἐξαπέστειλε 2. 89 παραχρῆμα πρὸς τοὺς Μεγαλοπολίτας εἰς τὴν Μεσσήνην γραμματοφόρους, ἀξιῶν ἀβλαβῆ κομισαμένους τὴν ἑαυτῶν πατρίδα κοινωνῆσαι τῶν ἰδίων πραγμάτων, ταῦτα μὲν ἡμῖν ἐδήλωσε, βουλόμενος ὑποδεῖξαι τὴν Κλεομένους μεγαλοψυχίαν καὶ μετριότητα πρὸς τοὺς πολεμίους. ἔτι δὲ πῶς οἱ Μεγαλοπολῖται τῆς ἐπιστολῆς ἀναγινωσκομένης οὐκ ἐάσαιεν εἰς τέλος ἀναγνωσθῆναι, μικροῦ δὲ καταλεύσαιεν τοὺς γραμματοφόρους, ἕως τούτου διεσάφησεν, καὶ τὸ τῆς ἱστορίας ἴδιον ἀφεῖλε καὶ τὴν ἐπ' ἀγαθῶν μνήμην τῶν ἀξιολόγων προαιρέσεων. καίτοι γ' ἐμποδὼν ἦν. εἰ γὰρ τοὺς λόγῳ καὶ δόγματι μόνον ὑπομείναντας πόλεμον ὑπὲρ φίλων καὶ συμμάχων ἄνδρας ἀγαθοὺς νομίζομεν, τοῖς δὲ καὶ χώρας καταφθορὰν καὶ πολιορκίαν ἀναδεξαμένοις οὐ μόνον ἔπαινον, ἀλλὰ καὶ χάριτας καὶ δωρεὰς τὰς μεγίστας ἀπονέμομεν, τίνα γε χρὴ περὶ Μεγαλοπολιτῶν ἔχειν διάληψιν; ἆρ' οὐχὶ τὴν σεμνοτάτην καὶ βελτίστην; οἳ πρῶτον μὲν τὴν χώραν Κλεομένει προεῖντο, μετὰ δὲ ταῦτα πάλιν ὁλοσχερῶς ἔπταισαν τῇ πατρίδι διὰ τὴν πρὸς Ἀχαιοὺς αἵρεσιν, τὸ δὲ τελευταῖον, δοθείσης ἀνελπίστως καὶ παραδόξως αὐτοῖς ἐξουσίας ἀβλαβῆ ταύτην ἀπολαβεῖν, προείλαντο στέρεσθαι χώρας, τάφων, ἱερῶν, πατρίδος, τῶν ὑπαρχόντων, ἁπάντων συλλήβδην τῶν ἐν ἀνθρώποις
q.210
ἀναγκαιοτάτων, χάριν τοῦ μὴ προδοῦναι τὴν πρὸς τοὺς συμμάχους πίστιν. οὗ τί κάλλιον ἔργον ἢ γέγονεν ἢ γένοιτο; ἐπὶ τί δ' ἂν μᾶλλον ὁ συγγραφεὺς ἐπιστήσαι τοὺς ἀκούοντας; διὰ τίνος δ' ἔργου μᾶλλον ἂν παρορμήσαι πρὸς φυλακὴν πίστεως καὶ πρὸς ἀληθινῶν πραγμάτων καὶ βεβαίων κοινωνίαν; ὧν οὐδεμίαν ἐποιήσατο μνήμην Φύλαρχος, τυφλώττων, ὥς γ' ἐμοὶ δοκεῖ, περὶ τὰ κάλλιστα καὶ μάλιστα συγγραφεῖ καθήκοντα τῶν ἔργων. Οὐ μὴν ἀλλὰ τούτοις ἑξῆς φησιν ἀπὸ τῶν ἐκ τῆς Μεγάλης πόλεως λαφύρων ἑξακισχίλια τάλαντα τοῖς Λακεδαιμονίοις πεσεῖν, 2. 90 ὧν τὰ δισχίλια Κλεομένει δοθῆναι κατὰ τοὺς ἐθισμούς, ὑπὲρ τῆς τῶν Ἑλληνικῶν πραγμάτων χορηγίας καὶ δυνάμεως, ἣν μάλιστα δεῖ παρὰ τοῖς ἱστοριογράφοις ὑπάρχειν. ἐγὼ γὰρ οὐ λέγω κατ' ἐκείνους τοὺς χρόνους, ἐν οἷς ὑπό τε τῶν ἐν Μακεδονίᾳ βασιλέων, ἔτι δὲ μᾶλλον ὑπὸ τῆς συνεχείας τῶν πρὸς ἀλλήλους πολέμων ἄρδην κατέφθαρτο τὰ Πελοποννησίων, ἀλλ' ἐν τοῖς καθ' ἡμᾶς καιροῖς, ἐν οἷς πάντες ἓν καὶ ταὐτὸ λέγοντες μεγίστην καρποῦσθαι δοκοῦσιν εὐδαιμονίαν, ὅπως ἐκ Πελοποννήσου πάσης, ἐξ αὐτῶν τῶν ἐπίπλων χωρὶς σωμάτων οὐχ οἷόν τε συναχθῆναι τοσοῦτο πλῆθος χρημάτων. τίς γὰρ ὑπὲρ Ἀθηναίων οὐχ ἱστόρηκεν, διότι καθ' οὓς καιροὺς μετὰ Θηβαίων εἰς τὸν πρὸς Λακεδαιμονίους ἐνέβαινον πόλεμον, καὶ μυρίους μὲν ἐξέπεμπον στρατιώτας ἑκατὸν δ' ἐπλήρουν τριήρεις, ὅτι τότε κρίναντες ἀπὸ τῆς ἀξίας ποιεῖσθαι τὰς εἰς τὸν πόλεμον εἰσφορὰς ἐτιμήσαντο τήν τε χώραν τὴν Ἀττικὴν ἅπασαν καὶ τὰς οἰκίας, ὁμοίως δὲ καὶ τὴν λοιπὴν ο̣ ὐσίαν· ἀλλ' ὅμως τὸ σύμπαν τίμημα τῆς ἀξίας ἐνέλειπε τῶν ἑξακισχιλίων διακοσίοις καὶ νʹ ταλάντοις. ἐξ ὧν οὐκ ἀπεοικὸς ἂν φανείη τὸ περὶ Πελοποννησίων ἀντιρηθὲν ὑπ' ἐμοῦ. κατὰ δ' ἐκείνους τοὺς καιροὺς ὑπερβολικῶς ἀποφαινόμενος οὐκ ἄν τις εἰπεῖν τολμήσειε πλείω γενέσθαι τριακοσίων, ἐπειδήπερ ὁμολογούμενόν ἐστι διότι καὶ τῶν ἐλευθέρων καὶ τῶν δουλικῶν σωμάτων τὰ πλεῖστα συνέβη φυγεῖν εἰς τὴν Μεσσήνην. μέγιστον δὲ τῶν προειρημένων τεκμήριον· οὐδενὸς γὰρ ὄντες δεύτεροι τῶν Ἀρκάδων Μαντινεῖς οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὴν περιουσίαν, ὡς αὐτὸς οὗτός φησιν, ἐκ πολιορκίας δὲ καὶ παραδόσεως ἁλόντες, ὥστε μήτε διαφυγεῖν μηδένα μήτε διακλαπῆναι ῥᾳδίως μηδέν, ὅμως τὸ πᾶν λάφυρον ἐποιήσαντο μετὰ τῶν σωμάτων κατὰ τοὺς αὐτοὺς καιροὺς τάλαντα τριακόσια. Τὸ δὲ συνεχὲς τούτῳ τίς οὐκ ἂν ἔτι μᾶλλον θαυμάσειε; 2. 91 ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατάξεως δέκα ἡμέραις μάλιστα τὸν παρὰ Πτολεμαίου πρεσβευτὴν ἐλθεῖν, ἀγγέλλοντα πρὸς τὸν Κλεομένη, διότι Πτολεμαῖος τῷ μὲν χορηγεῖν ἀπολέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγονον. τὸν δ' ἀκούσαντά φασι κρῖναι, διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν. ἀλλ' εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι. πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν τὸν πόλεμον. τὸ δ' ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς αὐτοὺς καιρούς, ὅπως οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δ' ἀσκεψίας ἐστὶ σημεῖον. Πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρ' ὅλην τὴν πραγματείαν κατατέτακται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ τὰ νῦν εἰρημένα. 5. Ὅτι Ἀννίβας, ὁ Καρχηδονίων στρατηγός, νέος μὲν ἦν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δ' ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ Ῥωμαίων ἔχθραν. 6. Ὅτι Αἰτωλοὶ πάλαι μὲν δυσχερῶς ἔφερον τὴν εἰρήνην καὶ τὰς ἀπὸ τῶν ἰδίων ὑπαρχόντων δαπάνας, ὡς ἂν εἰθισμένοι ζῆν ἀπὸ τῶν πέλας, δεόμενοι δὲ πολλῆς χορηγίας διὰ τὴν ἔμφυτον ἀλαζονείαν, ᾗ δουλεύοντες ἀεὶ πλεονεκτικὸν καὶ
q.211
θηριώδη 2. 92 ἔζων βίον, οὐδὲν οἰκεῖον, πάντα δ' ἡγούμενοι πολέμια· οὐ μὴν ἀλλὰ τὸν πρὸ τοῦ χρόνον, ἕως Ἀντίγονος ἔζη, δεδιότες Μακεδόνας ἦγον ἡσυχίαν. 7. Ὅτι Βαρβύτας ἦν τις ἀνήρ, ᾧ τις εἰ περιέθηκε τὴν καυσίαν καὶ χλαμύδα τοῦ Δωριμάχου, μὴ οἷόν τε εἶναι διαγινώσκειν· ἐπὶ τοσοῦτον ἐξωμοίωτο κατά τε τὴν φωνὴν καὶ τἆλλα μέρη τοῦ σώματος τῷ Δωριμάχῳ. 8. Ὅτι Ἄρατος ὁ στρατηγὸς ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον· καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος, ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὐτοῦ κακοπαθείας καὶ τόλμης δεινότατος. ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐμφανεστάτοις ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως. ὁ δ' αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δ' ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δ' οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ' αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτ' ἦν εὐχείρωτος. οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα· μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δὲ ἐναντίως, ἀλλὰ περί τινα 2. 93 τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δ' αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς τε πολεμικῆς χρείας τῆς κατ' ἄνδρα μὲν καὶ κατ' ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐνίων συντάξεως ἄπρακτοι. 9. Ὅτι οἱ Αἰτωλοὶ λῃστεύοντες συνεχῶς τὴν Ἑλλάδα, καὶ πολέμους ἀνεπαγγέλτους φέροντες πολλοῖς, οὐδ' ἀπολογίας ἔτι κατηξίουν τοὺς ἐγκαλοῦντας, ἀλλὰ καὶ προσεχλεύαζον, εἴ τις αὐτοὺς εἰς δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων ἢ καὶ νὴ Δία τῶν μελλόντων. 10. Ὅτι οἱ φυγάδες τῶν Κυναιθέων κατεληλυθότες τοῖς Αἰτωλοῖς τὴν θρέψασαν προύδωκαν καὶ προῆγον ὡς ἐπὶ Λούσων· καὶ παραγενόμενοι πρὸς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὃ κεῖται μεταξὺ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νενόμισται παρὰ τοῖς Ἕλλησι, ἀνετείνοντο διαρπάσειν τὰ θρέμματα τῆς θεοῦ καὶ τἆλλα τὰ περὶ τὸν ναόν. οἱ δὲ Λουσιᾶται νουνεχῶς δόντες τινὰ τῶν κατασκευασμάτων τῆς θεοῦ, παρῃτήσαντο τὴν τῶν Αἰτωλῶν ἀσέβειαν καὶ τοῦ μηδὲν παθεῖν ἀνήκεστον. 11. Ὅτι ἐπειδὴ κοινῇ τὸ τῶν Ἀρκάδων ἔθνος ἔχει τινὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἐπ' ἀρετῇ φήμην, οὐ μόνον διὰ τὴν ἐν τοῖς ἤθεσι καὶ βίοις φιλοξενίαν καὶ φιλανθρωπίαν, μάλιστα δὲ διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν, ἄξιον βραχὺ διαπορῆσαι περὶ τῆς Κυναιθέων ἀγριότητος, πῶς ὄντες ὁμολογουμένως Ἀρ 2. 94 κάδες τοσοῦτο κατ' ἐκείνους τοὺς καιροὺς διήνεγκαν τῶν ἄλλων Ἑλλήνων ὠμότητι καὶ παρανομίᾳ. 12. Ὅτι παρὰ τοῖς Αἰτωλοῖς τῶν ἀρχαιρεσίων καθηκόντων στρατηγὸς ᾑρέθη Δωρίμαχος· ὃς παραυτίκα τὴν ἀρχὴν παραλαβὼν καὶ τοὺς Αἰτωλοὺς ἀθροίσας μετὰ τῶν ὅπλων ἐνέβαλεν εἰς τοὺς ἄνω τόπους τῆς Ἠπείρου καὶ τὴν χώραν ἐδῄου, θυμικώτερον χρώμενος τῇ καταφθορᾷ· τὸ γὰρ πλεῖον οὐ τῆς σφετέρας ὠφελείας, ἀλλὰ καὶ πολλὰ τῶν ἀναθημάτων διέφθειρε, κατέσκαψε δὲ καὶ τὴν ἱερὰν οἰκίαν, ὥστε μήτ' εἰρήνης ὅρον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλ' ἐν ἀμφοτέραις ταῖς περιστάσεσι περὶ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς. 13. Ὅτι ὁ Ἀπελλῆς οὐδ' ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλ' οἷός τ' ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς. ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν
q.212
ἐπιδεξιότητα καὶ νουνεχίαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ. ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν. συνίστανεν δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρ' ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δ' αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν. περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον 2. 95 ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως. δι' ὃ δὴ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν Ἠλείαν ἅμα ποιούμενος τὴν πορείαν. πεισθέντος δ' αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ καιροῦ, καὶ τοὺς μὲν παρακαλῶν, τοῖς δ' ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κεκράτηκε δ' οὖν ὅμως τοῦ γενέσθαι στρατηγὸν Ἐπήρατον Φαρέα, τὸν δὲ Τιμόξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσαγόμενον. Ὁ δ' Ἀπελλῆς δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τὸ δι' αὐτοῦ κατεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας. ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας. Ἀμφίδαμος, ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν ἔσπευσε διά τινων ἐς λόγους ἐλθεῖν τῷ βασιλεῖ· τυχὼν δὲ τούτου διελέγετο φάσκων δυνατὸς εἶναι ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων, κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει, πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολέμοις, διατηρήσει. οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων· ὁ δ' Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλασάμενος τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδ' ἀληθινῶς εὐνοεῖν αὐτῷ· καὶ γὰρ νῦν 2. 96 τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι. καθ' ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλεν, τούτους ἔφη κατ' ἰδίαν λαμβάνοντας ἐπιτρέψ̣ αι τὸν ἄνθρωπον λέγειν ὅτι κατ' οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον, καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθ' ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς Μακεδόνας πόλεμον. τὸ μὲν οὖν πρῶτον Φίλιππος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον. καὶ τούτου γενομένου καὶ ψευδοῦς κατηγορίας ἀποφανθείσης, τὸν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆ λοξότερον εἶχεν. 14. Ὅτι ὁ Ἀπελλῆς μετὰ ταῦτα οὐδαμῶς ἀφίστατο τῆς προθέσεως, ἀλλ' ἅμα μὲν τὸν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ τεταγμένον διέβαλλεν, οὐ ψέγων, ἀλλ' ἐπαινῶν καὶ φάσκων ἐπιτήδειον αὐτὸν εἶναι μετὰ τοῦ βασιλέως ἐν τοῖς ὑπαίθροις συνδιατρίβειν, βουλόμενος ἕτερον ἐπισταθῆναι δι' αὑτοῦ τοῖς ἐν Πελοποννήσῳ πράγμασι. καινὸς γὰρ δή τις οὗτος εὕρηται τρόπος διαβολῆς τὸ μὴ ψέγοντας, ἀλλ' ἐπαινοῦντας λυμαίνεσθαι τοὺς πέλας· εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρεχία καὶ βασκανία καὶ δόλος ἐκ περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας. ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνεν, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα τοῦ βασιλέως θεραπείαν καὶ φυλακὴν δι' αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπ'
q.213
Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν. τὸν γὰρ Λεόντιον καὶ Μεγαλέα εἶχεν ὁλοσχερῶς ὑφ' αὑτόν, τὸν δὲ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας 2. 97 ἔσπευδε καὶ ταῦτα καὶ τἆλλα πάντα δι' αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν. ὃ δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσεν μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ. νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας· ὃ γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτ' ἔπαθεν καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ. 15. Ὅτι οἱ Μακεδόνες τὸ Θέρμον πορθήσαντες λαβόντες ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα καὶ δαπάνης. οὐ μόνον δὲ τῷ πυρὶ κατελυμήνατο τὰς ὀροφάς, ἀλλὰ καὶ κατέσκαψαν εἰς ἔδαφος. ἀνέτρεψαν δὲ καὶ τοὺς ἀνδριάντας, ὄντας οὐκ ἐλάττους δισχιλίων· πολλοὺς δὲ καὶ διέφθειραν, πλὴν ὅσοι θεῶν ἐπιγραφὰς ἢ τύπους εἶχον· τῶν δὲ τοιούτων ἀπέσχοντο. κατέγραφον δ' εἰς τοὺς τοίχους καὶ τὸν περιφερόμενον στίχον, ἤδη τότε τῆς ἐπιδεξιότητος τῆς Σάμου φυομένης, ὃς ἦν υἱὸς μὲν Χρυσογόνου, σύντροφος δὲ τοῦ βασιλέως. ὁ δὲ στίχος ἦν ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο; καὶ μεγίστη δὴ παράστασις ἐπὶ τούτοις εἶχε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους, ὡς δικαίως ταῦτα πράττοντας καὶ καθηκόντως, ἀμυνομένους τοῖς ὁμοίοις τὴν τῶν Αἰτωλῶν περὶ τὸ Δῖον ἀσέβειαν. ἐμοὶ δὲ τἀναντία δοκεῖ τούτων. εἰ δ' ὀρθὸς ὁ λόγος, σκοπεῖν ἐν μέσῳ πάρεστι, χρωμένους οὐχ ἑτέρους τισίν, ἀλλὰ τοῖς ἐξ αὐτῆς τῆς οἰκίας ταύτης παραδείγμασιν. Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεομένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς ἐγένετο καὶ τῆς Σπάρτης, αὐτός τε ὢν κύριος ὃ βούλοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευομένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γε 2. 98 γονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατ' ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκίαν ἀπηλλάγη. τοιγαροῦν οὐ μόνον ἐκρίθη παρ' αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶ τοῖς προειρημένοις. καὶ μὴν ὁ πρῶτος αὐτῶν αὐξήσας τὴν βασιλείαν καὶ γενόμενος ἀρχηγὸς τοῦ προσχήματος τῆς οἰκίας, Φίλιππος νικήσας Ἀθηναίους τὴν ἐν Χερωνίᾳ μάχην οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων. τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δ' εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὐτοῦ πρᾳότητος καὶ καλοκαγαθίας· τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας Ἀθηναίων τοὺς τετελευτηκότας, ἔτι δὲ συνθεὶς Ἀντιπάτρῳ τὰ τούτων ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας μικρᾷ δαπάνῃ διὰ τὴν ἀγχίνοιαν τὴν μεγίστην πρᾶξιν κατειργάσατο· τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συναγωνιστὰς ἀντὶ πολεμίων. τί δ' Ἀλέξανδρος; ἐκεῖνος γὰρ ἐπὶ τοσοῦτον ἐξοργισθεὶς Θηβαίοις, ὥστε τοὺς μὲν οἰκήτορας ἐξανδραποδίσασθαι, τὴν δὲ πόλιν εἰς ἔδαφος κατασκάψαι, τῆς γε πρὸς τοὺς θεοὺς εὐσεβείας οὐκ ὠλιγώρησε περὶ τὴν κατάληψιν τῆς πόλεως, ἀλλὰ πλείστην ἐποιήσατο πρόνοιαν ὑπὲρ τοῦ μηδ' ἀκούσιον ἁμάρτημα γίνεσθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. καὶ μὴν ὅτε διαβὰς εἰς τὴν Ἀσίαν μετεπορεύετο τὴν Περσῶν ἀσέβειαν εἰς τοὺς Ἕλληνας, παρὰ μὲν τῶν ἀνθρώπων ἐπειράθη λαβεῖν δίκην ἀξίαν 2. 99 τῶν σφίσι πεπραγμένων, τῶν δὲ τοῖς θεοῖς καταπεφημισμένων πάντων ἀπέσχετο, καίπερ τῶν Περσῶν μάλιστα περὶ τοῦτο τὸ μέρος ἐξαμαρτόντων ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις. Ταῦτ' οὖν ἐχρῆν καὶ τότε
q.214
Φίλιππον ἐν νῷ λαμβάνοντα συνεχῶς μὴ οὕτως τῆς ἀρχῆς ὡς τῆς προαιρέσεως καὶ τῆς μεγαλοψυχίας διάδοχον αὑτὸν ἀναδεικνύναι καὶ κληρονόμον τῶν προειρημένων ἀνδρῶν. ὁ δὲ ἵνα μὲν καὶ συγγενὴς Ἀλεξάνδρου καὶ Φιλίππου γένηται, μεγάλην ἐποιεῖτο παρ' ὅλον τὸν βίον σπουδήν, ἵνα δὲ ζηλωτής, οὐδὲ τὸν ἐλάχιστον ἔσχε λόγον. τοιγαροῦν τἀναντία τοῖς προειρημένοις ἀνδράσιν ἐπιτηδεύων τῆς ἐναντίας ἔτυχε παρὰ πᾶσι δόξης, προβαίνων κατὰ τὴν ἡλικίαν. ὧν ἤνεγκε τότε τὸ πραχθέν. τοῖς γὰρ Αἰτωλῶν ἀσεβήμασι συνεξαμαρτάνων διὰ τὸν θυμὸν κακῷ κακὸν ἰώμενος οὐδὲν ᾤετο ποιεῖν ἄτοπον. καὶ Σκόπᾳ μὲν καὶ Δωριμάχῳ παρ' ἕκαστον εἰς ἀσέλγειαν καὶ παρανομίαν ὠνείδιζε, τὴν ἐν Δωδώνῃ καὶ Δίῳ προσφερόμενος ἀσέβειαν εἰς τὸ θεῖον· αὐτὸς δὲ παραπλήσια ποιῶν οὐκ ᾤετο τῆς ὁμοίας ἐκείνοις τεύξασθαι δόξης παρὰ τοῖς ἀκούσασιν. τὸ μὲν γὰρ παραιρεῖσθαι τῶν πολεμίων καὶ καταφθείρειν φρούρια, λιμένας, πόλεις, ἄνδρας, ναῦς, καρπούς, τἆλλα τὰ τούτοις παραπλήσια, δι' ὧν τοὺς μὲν ὑπεναντίους ἀσθενεστέρους ἄν τις ποιήσαι, τὰ δὲ σφέτερα πράγματα καὶ τὰς ἐπιβολὰς δυναμικωτέρας, ταῦτα μὲν ἀναγκάζουσιν οἱ τοῦ πολέμου νόμοι καὶ τὰ τούτου δίκαια δρᾶν· τὸ δὲ μήτε τοῖς ἰδίοις πράγμασιν ἐπικουρίαν μέλλοντα μηδ' ἡντινοῦν παρασκευάζειν μήτε τοῖς ἐχθροῖς ἐλάττωσιν πρός γε τὸν ἐνεστῶτα πόλεμον, ἐκ περιττοῦ καὶ ναούς, ἅμα δὲ τούτοις ἀνδριάντας καὶ πᾶσαν δὴ τὴν τοιαύτην κατασκευὴν λυμαίνεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι τρόπου καὶ θυμοῦ λυττῶντος ἔργον; οὐ γὰρ ἐπ' ἀπωλείᾳ δεῖ καὶ ἀφανισμῷ τοῖς ἀγνοήσασι πολεμεῖν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλ' ἐπὶ διορθώσει καὶ μεταθέσει τῶν ἡμαρτημένων, οὐδὲ συναναιρεῖν τὰ μηδὲν ἀδικοῦντα τοῖς ἠδικηκόσιν, ἀλλὰ σώζειν μᾶλλον καὶ συνεξαιρεῖσθαι τοὺς δοκοῦντας ἀδικεῖν τοῖς ἐναντίοις. τυράννου μὲν γὰρ ἔργον ἐστὶν τὸ κακῶς ποιοῦντα τῷ φόβῳ δεσπόζειν ἀκουσίως, μισούμενον καὶ μισοῦντα τοὺς ὑποταττομένους· βασιλέως δὲ τὸ πάντας εὖ ποιοῦντα, διὰ τὴν εὐεργεσίαν καὶ φιλανθρωπίαν ἀγαπώμενον, ἑκόντων ἡγεῖσθαι καὶ προστατεῖν. Μάλιστα δ' ἄν τις καταμάθοι τὴν ἁμαρτίαν τὴν τότε Φιλίππου, λαβὼν πρὸ ὀφθαλμῶν τινα διάληψιν· εἰκὸς ἦν Αἰτωλοὺς ἔχειν κακῶς, εἰ τἀναντία τοῖς εἰρημένοις ἔπραξεν καὶ μήτε στοὰς μήτε τοὺς ἀνδριάντας διέφθειρε, μήτ' ἄλλο μηδὲν ᾐκίσατο τῶν ἀναθημάτων. ἐγὼ μὲν γὰρ οἶμαι τὴν βελτίστην ἂν καὶ φιλανθρωποτάτην, συνιδόντας μὲν αὑτοῖς τὰ περὶ Δῖον καὶ Δωδώνην πεπραγμένα, σαφῶς δὲ γινώσκοντας, ὅθ' ὁ Φίλιππος τότε καὶ πρᾶξαι κύριος ἦν ὃ βουληθείη, καὶ πράξας τὰ δεινότατα δικαίως ἂν ἐδόκει τοῦτο πεποιηκέναι τό γε κατ' ἐκείνους μέρος, διὰ δὲ τὴν αὑτοῦ πρᾳότητα καὶ μεγαλοψυχίαν οὐδὲν εἵλετο τῶν ὁμοίων ἐκείνοις ἐπιτηδεύειν. δῆλον γὰρ ἐκ τούτων ὡς εἰκὸς ἦν αὑτῶν μὲν καταγινώσκειν, τὸν δὲ Φίλιππον ἀποδέχεσθαι καὶ θαυμάζειν, ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ χρωμένου τῇ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῇ πρὸς αὐτοὺς ὀργῇ. καὶ μὴν τό γε νικῆσαι τοὺς πολεμίους καλοκαγαθίᾳ καὶ τοῖς δικαίοις οὐκ ἐλάττω, μείζω δὲ παρέχεται χρείαν τῶν ἐν τοῖς ὅπλοις καταρθωμάτων. οἷς μὲν γὰρ δι' ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ ληφθέντες. καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττωμάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας. τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πράξεως τῶν ὑποταττομένων, ἐν οἷς δ' αὐτοτελὴς ἡ νίκη γίνεται τῶν ἡγουμένων. Ἴσως μὲν οὖν οὐκ ἄν τις ἂν τῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράττουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος ὁ Φάριος. ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴπαρόντα τότε θατέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν. χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν ᾗ περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρεθείη προπετὲς οὐδ' ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν οἷς παραπλησίως ὁμολογούμενον ἔχομεν· ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον καιρὸν ποιησόμεθα τὴν
q.215
ἁρμόζουσαν μνήμην. 16. Ὅτι Κλεομένης ὁ Πτολεμαίῳ τῷ Φιλοπάτορι ἐπιβουλὴν τεκτηνάμενος κακῶς μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει. 17. Ὅτι Πτολεμαῖος ὁ Φιλοπάτωρ ὀλιγώρως ἕκαστα τῶν πραγμάτων τῶν περὶ τὰ βασίλεια χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας, εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ψυχῆς ἅμα καὶ τῆς ἀρχῆς ἐπιβούλους εὗρε καὶ πλείους, ὧν ἐγένετο Κλεομένης καὶ Θεόδοτος καὶ ἄλλοι πολλοί. 18. Ὅτι Ἑρμείας τηρῶν τὴν τοῦ Ἀντιόχου προαίρεσιν ἐπέφερεν αἰτίας τοῖς ἐν τῇ Σελευκείᾳ καὶ χιλίοις ἐζημίου ταλάντοις τὴν πόλιν, ἐφυγάδευε δὲ τοὺς καλουμένους Ἀδειγάνας, ἀκρωτηριάζων καὶ φονεύων καὶ στρεβλῶν πολλοὺς διέφθειρε τῶν Σελευκέων. ἃ μόλις βασιλεύς, τὰ μὲν πείθων τὸν Ἑρμείαν, ἃ δὲ καὶ κατὰ τὴν αὑτοῦ γνώμην χειρίζων, τέλος ἐπράϋνε καὶ κατέστησε τὴν πόλιν, ἑκατὸν καὶ πεντήκοντα τάλαντα μόνον ἐπιτίμιον αὐτοὺς πραξάμενος τῆς ἀγνοίας. 19. Ὅτι Λεύκιος ὁ Δημαράτου τοῦ Κορινθίου υἱὸς εἰς Ῥώμην ὥρμησε πιστεύων αὑτῷ τε καὶ τοῖς χρήμασι, πεπεισμένος οὐδενὸς ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ διά τινας ἀφορμάς, ἔχων γυναῖκα χρησίμην τά τ' ἄλλα καὶ πρὸς πᾶσαν ἐπιβολὴν πραγματικὴν εὐφυῆ συνεργόν. παραγενόμενος δ' εἰς τὴν Ῥώμην καὶ τυχὼν τῆς πολιτείας, εὐθέως ἡρμόσατο πρὸς τὴν τοῦ βασιλέως ἀρέσκειαν. ταχὺ δὲ καὶ διὰ τὴν χορηγίαν καὶ διὰ τὴν τῆς φύσεως ἐπιδεξιότητα καὶ μάλιστα διὰ τὴν ἐκ παίδων ἀγωγήν, ἁρμόσας τῷ προεστῶτι μεγάλης ἀποδοχῆς ἔτυχε καὶ πίστεως παρ' αὐτῷ. χρόνου δὲ προϊόντος εἰς τοῦτ' ἦλθεν παραδοχῆς ὥστε συνοικεῖν καὶ συγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν βασιλείαν. ἐν δὲ τούτοις ἐπ' ἀγαθῷ πᾶσι γενόμενος καὶ συνεργῶν καὶ συγκατασκευάζων τοῖς δεομένοις ἀεί τι τῶν χρησίμων, ἅμα δὲ καὶ τῇ τοῦ βίου χορηγίᾳ μεγαλοψύχως εἰς τὸ δέον ἑκάστοτε καὶ σὺν καιρῷ χρώμενος, ἐν πολλοῖς μὲν ἀπετίθετο χάριν, ἐν πᾶσι δ' εὔνοιαν ἐνειργάσατο καὶ φήμην ἐπὶ καλοκαγαθίᾳ, καὶ τῆς βασιλείας ἔτυχεν. 20. Ὅτι πάντα χρὴ τὰ τῆς ἀρετῆς ἔργα τοὺς καλῶς ἀσκοῦντας ἐκ παίδων ἀσκεῖν, μάλιστα δὲ τὴν ἀνδρείαν. 21. Ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακουσίων, τραγῳδοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶνπράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτ' Ἀπολλόδωρον μήτ' ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον. καὶ παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείω τριῶν καὶ δέκα βιώσας μετήλλαξεν τὸν βίον. κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακουσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός. καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων. ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους. ἔνιοι δὲ καὶ δι' ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν. ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βίβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάγοιτο, παρεὶς Ἱερώνυμον. καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθοῦσι τῷ παντὶ χρησιμώτερος. Ἱέρων μὲν γὰρ πρῶτον μὲν δι' αὑτοῦ κατεκτήσατο τὴν Συρακουσίων καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον, οὐ δόξαν, οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών. καὶ μὴν οὐκ ἀποκτείνας, οὐ φυγαδεύσας, οὐ λυπήσας οὐδένα τῶν πολιτῶν, δι' αὑτοῦ
q.216
βασιλεὺς κατέστη τῶν Συρακουσίων, ὃ πάντων ἐστὶ παραδοξότατον, ἔτι δὲ τὸ μὴ μόνον κτήσασθαι τὴν ἀρχὴν οὕτως, ἀλλὰ καὶ διαφυλάξαι τὸν αὐτὸν τρόπον. ἔτη γὰρ νʹ καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δ' αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον· ὅς γε πολλάκις ἐπιβαλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν. εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος γενόμενος εἰς τοὺς Ἕλληνας μεγάλην μὲν αὑτῷ δόξαν, οὐ μικρὰν δὲ Συρακουσίοις εὔνοιαν παρὰ πᾶσιν ἀπέλειπε. καὶ μὴν ἐν περιουσίᾳ καὶ τρυφῇ καὶ δαψιλείᾳ πλείστῃ διαγενόμενος ἔτη μὲν ἐβίωσε πλείω τῶν ʹ, διεφύλαξε δὲ τὰς αἰσθήσεις ἁπάσας, διετήρησε δὲ πάντα καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ. τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρὸν ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος. 22. Ὅτι Γέλων πλείω τῶν νʹ βιώσας ἐτῶν σκοπὸν προέθηκε κάλλιστον ἐν τῷ ζῆν, τὸ πειθαρχεῖν τῷ γεννήσαντι, καὶ μήτε πλοῦτον μήτε βασιλείας μέγεθος μήτ' ἄλλο περὶ πλείονος ποιήσασθαι μηδὲν τῆς πρὸς τοὺς γονεῖς εὐνοίας καὶ πίστεως. 23. Ὅτι Γόργος ὁ Μεσσήνιος οὐδενὸς ἦν δεύτερος Μεσσηνίων πλούτῳ καὶ γένει, διὰ δὲ τὴν ἄθλησιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατος ἐγεγόνει τῶν περὶ τοὺς γυμνικοὺς ἀγῶνας φιλοστεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προστασίαν, ἔτι δὲ κατὰ τὸ πλῆθος τῶν στεφάνων, οὐδενὸς ἐλείπετο τῶν καθ' αὑτόν. καὶ μὴν ὅτε καταλύσας τὴν ἄθλησιν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὸ πράττειν τὰ τῆς πατρίδος ὥρμησε, καὶ περὶ τοῦτο τὸ μέρος οὐκ ἐλάττω δόξαν ἐξεφέρετο τῆς πρότερον ὑπαρχούσης αὐτῷ, πλεῖστον μὲν ἀπέχειν δοκῶν τῆς τοῖς ἀθληταῖς παρεπομένης ἀγωνίας, πρακτικώτατος δὲ καὶ νουνεχέστατος εἶναι νομιζόμενος περὶ τὴν πολιτείαν. 24. Ὅτι φησὶν ὁ Πολύβιος· ἐγὼ δὲ κατὰ τὸ παρὸν ἐπιστήσας τὴν διήγησιν βραχέα βούλομαι διαλεχθῆναι περὶ Φιλίππου, διὰ τὸ ταύτην τὴν ἀρχὴν γενέσθαι τῆς εἰς τοὔμπαλιν μεταβολῆςαὐτοῦ καὶ τῆς ἐπὶ χεῖρον ὁρμῆς καὶ μεταθέσεως. δοκεῖ γάρ μοι τοῖς καὶ κατὰ βραχὺ βουλομένοις τῶν πραγματικῶν ἀνδρῶν περιποιεῖσθαι τὴν ἐκ τῆς ἱστορίας διόρθωσιν ἐναργέστατον εἶναι τοῦτο παράδειγμα. καὶ γὰρ διὰ τὸ τῆς ἀρχῆς ἐπιφανὲς καὶ διὰ τὸ τῆς φύσεως λαμπρὸν ἐκφανεστάτας συμβαίνει καὶ γνωριμωτάτας γεγονέναι πᾶσι τοῖς Ἕλλησι τὰς εἰς ἑκάτερον τὸ μέρος ὁρμὰς τοῦ βασιλέως τούτου, παραπλησίως δὲ καὶ τὰ συνεξακολουθήσαντα ταῖς ὁρμαῖς ἑκατέραις ἐκ παραθέσεως. ὅτι μὲν οὖν αὐτῷ μετὰ τὸ παραλαβεῖν τὴν βασιλείαν τά τε κατὰ Θετταλίαν καὶ Μακεδονίαν καὶ συλλήβδην τὰ κατὰ τὴν ἰδίαν ἀρχὴν οὕτως ὑπετέτακτο καὶ συνέκλινε ταῖς εὐνοίαις ὡς οὐδενὶ τῶν πρότερον βασιλέων, καίτοι νέῳ ὄντι παραλαβόντι τὴν Μακεδόνων δυναστείαν, εὐχερὲς καταμαθεῖν ἐκ τούτων. συνεχέστατα γὰρ αὐτοῦ περισπασθέντος ἐκ Μακεδονίας διὰ τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους πόλεμον, οὐχ οἷον ἐστασίασέ τι τῶν προειρημένων ἐθνῶν, ἀλλ' οὐδὲ τῶν περιοικούντων ἐτόλμησε βαρβάρων οὐδεὶς ἅψασθαι τῆς Μακεδονίας. καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐδ' ἂν εἰπεῖν τις δύναιτ' ἀξίως. τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν, ἅμα δὲ τούτοις Ἠπειρωτῶν, Ἀκαρνάνων,*** ὅσων ἑκάστοις ἀγαθῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο. καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰκειότατ' ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ τὸ τῆς αἱρέσεως εὐεργετικόν. ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκαγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός. ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανεν διάθεσιν αὐτῷ. καὶ τοῦτο συνέβαινε κατὰ λόγον. τραπεὶς γὰρ ἐπὶ τὴν ἀντικειμένην προαίρεσιν τῇ
q.217
πρόσθεν καὶ ταύτῃ προστιθεὶς ἀεὶ τἀκόλουθον ἔμελλε καὶ τὰς τῶν ἄλλων διαλήψεις περὶ αὑτοῦ τρέψειν εἰςτἀναντία καὶ ταῖς τῶν πραγμάτων συντελείαις ἐγκρήσειν ἐναντίαις ἢ πρότερον. ὃ καὶ συνέβη γενέσθαι. δῆλον δὲ τοῦτό ἐστι τοῖς προσέχουσιν ἐπιμελῶς διὰ τῶν ἑξῆς ῥηθησομένων πράξεων. 25. Ὅτι ὁ Ἄρατος θεωρῶν τὸν Φίλιππον ὁμολογουμένως τόν τε πρὸς Ῥωμαίους ἀναλαμβάνοντα πόλεμον καὶ κατὰ τὴν πρὸς τοὺς συμμάχους αἵρεσιν ὁλοσχερῶς ἠλλοιωμένον, πολλὰς εἰσενεγκάμενος ἀπορίας καὶ σκήψεις μόλις ἀπετρέψατο τὸν Φίλιππον. ἡμεῖς δέ, τοῦ [το] κατὰ τὴν εʹ βίβλον ἡμῖν ἐν ἐπαγγελίᾳ καὶ φάσει μόνον εἰρημένου νῦν δι' αὐτῶν τῶν πραγμάτων τὴν πίστιν εἰληφότος, βουλόμεθα προσαναμνῆσαι τοὺς συνεφιστάνοντας τῇ πραγματείᾳ, πρὸς τὸ μηδεμίαν τῶν ἀποφάσεων ἀναπόδεικτον μηδ' ἀμφισβητουμένην καταλιπεῖν. καθ' ὃν γὰρ καιρὸν ἐξηγούμενοι τὸν Αἰτωλικὸν πόλεμον ἐπὶ τοῦτο τὸ μέρος τῆς διηγήσεως ἐπέστημεν, ἐν ᾧ Φίλιππον ἔφαμεν τὰς ἐν Θέρμῳ στοὰς καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων θυμικώτερον καταφθεῖραι, καὶ δεῖν τούτων τὴν αἰτίαν οὐχ οὕτως ἐπὶ τὸν βασιλέα διὰ τὴν ἡλικίαν ὡς ἐπὶ τοὺς συνόντας αὐτῷ φίλους ἀναφέρειν, τότε περὶ μὲν Ἀράτου τὸν βίον ἐφήσαμεν ἀπολογεῖσθαι τοῦ μηδὲν ἂν ποιῆσαι μοχθηρόν, Δημητρίου δὲ τοῦ Φαρίου τὴν τοιαύτην εἶναι προαίρεσιν. δῆλον δὲ τοῦτο ποιήσειν ἐπηγγειλάμεθα διὰ τῶν ἑξῆς ῥηθησομένων, εἰς τοῦτον ὑπερθέμενοι τὸν καιρὸν τὴν πίστιν τῆς στερηθείσης ἀποφάσεως, ἐν ᾧ παρὰ μίαν ἡμέραν Δημητρίου μὲν παρόντος, ὡς ἀρτίως ὑπὲρ τῶν κατὰ Μεσσηνίους ὑπεδείξαμεν, Ἀράτου δὲ καθυστερήσαντος, ἤρξατο Φίλιππος ἅπτεσθαι τῶν μεγίστων ἀσεβημάτων. καὶ καθάπερ ἂν ἐγγευσάμενος αἵματος ἀνθρωπείου καὶ τοῦ φονεύειν καὶ παρασπονδεῖν τοὺς συμμάχους, οὐ λύκος ἐξ ἀνθρώπου κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ὥς φησιν ὁ Πλάτων, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός. τούτου δ' ἐναργέστερον ἔτι δεῖγμα τῆς ἑκατέρου γνώμης τὸ περὶ τῆς ἄκραςσυμβούλευμα πρὸς τὸ μηδὲ περὶ τῶν κατ' Αἰτωλοὺς διαπορεῖν. ὧν ὁμολογουμένων εὐμαρὲς ἤδη συλλογίσασθαι τὴν διαφορὰν τῆς ἑκατέρου προαιρέσεως. καθάπερ γὰρ νῦν Φίλιππος πεισθεὶς Ἀράτῳ διεφύλαξε τὴν πρὸς Μεσσηνίους πίστ̣ ιν ἐν τοῖς κατὰ τὴν ἄκραν, καὶ μεγάλῳ, τὸ δὴ λεγόμενον, ἕλκει τῷ προγεγονότι περὶ τὰς σφαγὰς μικρὸν ἴαμα προσέθηκεν, οὕτως ἐν τοῖς κατ' Αἰτωλοὺς Δημητρίῳ κατακολουθήσας ἠσέβει μὲν εἰς τοὺς θεούς, τὰ καθιερωμένα τῶν ἀναθημάτων διαφθείρων, ἡμάρτανε δὲ περὶ τοὺς ἀνθρώπους, ὑπερβαίνων τοὺς τοῦ πολέμου νόμους, ἠστόχει δὲ τῆς σφετέρας προαιρέσεως, ἀπαραίτητον καὶ πικρὸν ἑαυτὸν ἀποδεικνύων ἐχθρὸν τοῖς διαφερομένοις. ὁ δ' αὐτὸς λόγος καὶ περὶ τῶν κατὰ Κρήτην· καὶ γὰρ ἐπ' ἐκείνων Ἀράτῳ μὲν καθηγεμόνι χρησάμενος περὶ τῶν ὅλων, οὐχ οἷον ἀδικήσας, ἀλλ' οὐδὲ λυπήσας οὐδένα τῶν κατὰ τὴν νῆσον, ἅπαντας μὲν εἶχε Κρηταιεῖς ὑποχειρίους, ἅπαντας δὲ τοὺς Ἕλληνας εἰς τὴν πρὸς αὑτὸν εὔνοιαν ἐπήγετο διὰ τὴν σεμνότητα τῆς προαιρέσεως. οὕτω πάλιν ἐπακολουθήσας Δημητρίῳ καὶ παραίτιος γενόμενος Μεσσηνίοις τῶν ἄρτι ῥηθέντων ἀτυχημάτων, ἅμα τὴν παρὰ τοῖς συμμάχοις εὔνοιαν καὶ τὴν παρὰ τοῖς ἄλλοις Ἕλλησιν ἀπέβαλε πίστιν. τηλικαύτην τοῖς νέοις βασιλεῦσι ῥοπὴν ἔχει καὶ πρὸς ἀτυχίαν καὶ πρὸς ἐπανόρθωσιν τῆς ἀρχῆς ἡ τῶν παρεπομένων φίλων ἐκλογὴ καὶ κρίσις. ὑπὲρ ἧς οἱ πλείους οὐκ οἶδ' ὅπως ῥᾳθυμοῦντες οὐδὲ τὴν ἐλαχίστην ποιοῦνται πρόνοιαν. 26. Ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς, θυμῷ τὸ πλεῖον ἢ λογισμῷ χρώμενος· ἤλπιζε γάρ, ὡς ἐμοὶ δοκεῖ, βλάπτων συνεχῶς οὐδέποτ' ἀγανακτήσειν οὐδὲ μισήσειν αὐτὸν τοὺς κακῶς πάσχοντας. προήχθην δὲκαὶ νῦν καὶ διὰ τῆς προτέρας βίβλου σαφέστερον ἐξηγήσασθαι περὶ τούτων οὐ μόνον διὰ τὰς πρότερον ἡμῖν εἰρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὸ τῶν συγγραφέων τοὺς μὲν ὅλως παραλελοιπέναι τὰ κατὰ τοὺς Μεσσηνίους, τοὺς δὲ καθόλου διὰ τὴν πρὸς τοὺς μονάρχους εὔνοιαν ἢ τἀναντία φόβον οὐχ οἷον ἐν ἁμαρτίᾳ γεγονέναι τὴν εἰς τοὺς Μεσσηνίους ἀσέβειαν Φιλίππου
q.218
καὶ παρανομίαν, ἀλλὰ τοὐναντίον ἐν ἐπαίνῳ καὶ κατορθώματι τὰ πεπραγμένα διασαφεῖν ἡμῖν. οὐ μόνον δὲ περὶ Μεσσηνίους τοῦτο πεποιηκότας ἰδεῖν ἔστιν τοὺς γράφοντας τοῦ Φιλίππου τὰς πράξεις, ἀλλὰ καὶ περὶ τῶν ἄλλων παραπλησίως. ἐξ ὧν ἱστορίας μὲν οὐδαμῶς ἔχειν αὐτοῖς συμβαίνει διάθεσιν τὰς συντάξεις, ἐγκωμίου δὲ μᾶλλον. ἐγὼ δ' οὔτε λοιδορεῖν ψευδῶς φημι δεῖν τοὺς μονάρχους οὔτ' ἐγκωμιάζειν, ὃ πολλοῖς ἤδη συμβέβηκεν, τὸν ἀκόλουθον δὲ τοῖς προγεγραμμένοις ἀεὶ καὶ τὸν πρέποντα ταῖς ἑκάστων προαιρέσεσι λόγον ἐφαρμόζειν. ἀλλ' ἴσως τοῦτ' εἰπεῖν μὲν εὐμαρές, πρᾶξαι δὲ καὶ λίαν δυσχερὲς διὰ τὸ πολλὰς καὶ ποικίλας εἶναι διαθέσεις καὶ περιστάσεις, αἷς εἴκοντες ἄνθρωποι κατὰ τὸν βίον οὔτε λέγειν οὔτε γράφειν δύνανται τὸ φαινόμενον. ὧν χάριν τισὶ μὲν αὐτῶν συγγνώμην δοτέον, ἐνίοις γε μὴν οὐ δοτέον. Μάλιστα δ' ἄν τις ἐπιτιμήσειε περὶ τοῦτο τὸ μέρος Θεοπόμπῳ, ὅς γ' ἐν ἀρχῇ τῆς Φιλίππου συντάξεως δι' αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, μετὰ ταῦτα παραπόδας, ἔν τε τῷ προοιμίῳ καὶ παρ' ὅλην δὲ τὴν ἱστορίαν, ἀκρατέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ' αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν, ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰςτῶν φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθ' ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις. εἰ δέ τις ἀναγνῶναι βουληθείη τὴν ἀρχὴν τῆς ἐνάτης καὶ μʹ αὐτῷ βίβλου, παντάπασι ἂν θαυμάσαι τὴν ἀτοπίαν τοῦ συγγραφέως, ὅς γε χωρὶς τῶν ἄλλων τετόλμηκε καὶ ταῦτα λέγειν· αὐταῖς γὰρ λέξεσιν, αἷς ἐκεῖνος κέχρηται, κατατετάχαμεν·" εἰ γάρ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις" φησί" λάσταυρος ἢ θρασὺς τὸν τρόπον, οὗτοι πάντες εἰς Μακεδονίαν ἀθροιζόμενοι πρὸς Φίλιππον ἑταῖροι τοῦ βασιλέως προσηγορεύοντο. καθόλου γὰρ ὁ Φίλιππος τοὺς μὲν κοσμίους τοῖς ἤθεσι καὶ τῶν ἰδίων βίων ἐπιμελουμένους ἀπεδοκίμαζεν, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν μέθαις καὶ κύβοις ἐτίμα καὶ προῆγεν. τοιγαροῦν οὐ μόνον ταῦτ' ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν; ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ὧν οἱ μὲν ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δὲ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι. καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς τοὺς ἑταιρευομένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρείχοντο. ὅθεν καὶ δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ὑπελάμβανεν εἶναι οὐδὲ στρατιώτας, ἀλλὰ χαμαιτύπους προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. ἁπλῶς δ' εἰπεῖν, ἵνα παύσωμαι" φησί" μακρολογῶν, ἄλλως τε καὶ τοσούτων μοι πραγμάτων ἐπικεχυμένων, ἡγοῦμαι τοιαῦτα θηρίαγεγονέναι καὶ τοιοῦτον τρόπον τοὺς φίλους καὶ τοὺς ἑταίρους Φιλίππου προσαγορευθέντας οἵους οὔτε τοὺς Κενταύρους τοὺς τὸ Πήλιον κατασχόντας οὔτε τοὺς Λαιστρυγόνας τοὺς τὸ Λεοντίνων πεδίον οἰκήσαντας οὔτ' ἄλλους οὐδ' ὁποίους." Ταύτην δὲ τήν τε πικρίαν καὶ τὴν ἀθυρογλωττίαν τοῦ συγγραφέως τίς οὐκ ἂν ἀποδοκιμάσειεν; οὐ γὰρ μόνον ὅτι μαχόμενα λέγει πρὸς τὴν αὑτοῦ πρόθεσιν ἄξιός ἐστιν ἐπιτιμήσεως, ἀλλὰ καὶ διότι κατέψευσται τοῦ τε βασιλέως καὶ τῶν φίλων, καὶ μάλιστα διότι τὸ ψεῦδος αἰσχρῶς καὶ ἀπρεπῶς διατέθειται. εἰ γὰρ περὶ Σαρδαναπάλλου τις ἢ τῶν ἐκείνου συμβιωτῶν ἐποιεῖτο τοὺς λόγους, μόλις ἂν ἐθάρρησε τῇ κακορρημοσύνῃ ταύτῃ χρήσασθαι· οὗ τὴν ἐν τῷ βίῳ προαίρεσιν καὶ τὴν ἀσέλγειαν διὰ τῆς ἐπιγραφῆς τῆς ἐπὶ τοῦ τάφου τεκμαιρόμεθα. λέγει γὰρ ἡ ἐπιγραφή· ταῦτ' ἔχω ὅσσ' ἔφαγόν [τε] καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον. περὶ δὲ Φιλίππου καὶ τῶν ἐκείνου φίλων εὐλαβηθείη τις ἄν, οὐχ οἷον εἰς μαλακίαν καὶ ἀνανδρίαν ἔτι δὲ ἀναισχυντίαν λέγειν,
q.219
ἀλλὰ τοὐναντίον μή ποτ' ἐγκωμιάζειν ἐπιβαλλόμενος οὐ δυνηθῇ καταξίως εἰπεῖν τῆς ἀνδρείας καὶ φιλοπονίας καὶ συλλήβδην τῆς ἀρετῆς τῶν προειρημένων ἀνδρῶν, οἵγε προφανῶς ταῖς σφετέραις φιλοπονίαις καὶ τόλμαις ἐξ ἐλαχίστης μὲν βασιλείας ἐνδοξοτάτην καὶ μεγίστην τὴν Μακεδόνων ἀρχὴν κατεσκεύασαν, χωρὶς δὲ τῶν ἀπὸ Φιλίππου πράξεων αἱ μετὰ τὸν ἐκείνου θάνατον ἐπιτελεσθεῖσαι μετὰ Ἀλεξάνδρου πᾶσιν ὁμολογουμένην τὴν ἐπ' ἀρετῇ φήμην παραδεδώκασι περὶ αὐτῶν. μεγάλην γὰρ ἴσως μερίδα θετέον τῷ προεστῶτι τῶν ὅλων Ἀλεξάνδρῳ, καίπερ ὄντι νέῳ παντελῶς, οὐκ ἐλάττω μέντοι γε τοῖς συνεργοῖς καὶ φίλοις, οἳ πολλαῖς μὲν καὶ παραδόξοις μάχαις ἐνίκησαν τοὺς ὑπεναντίους, πολλοὺς δὲ καὶ παραβόλους ὑπέμειναν πόνους καὶ κινδύνους καὶ ταλαιπωρίας, πλείστης δὲ περιουσίας κυριεύσαντες καὶ πρὸς ἁπάσας τὰς ἐπιθυμίας πλείστης εὐπορήσαντες ἀπολαύσεως, οὔτε κατὰ τὴν σωματικὴν δύναμιν οὐδέποτε διὰ ταῦτ' ἠλαττώθησαν, οὔτε κατὰ τὰς ψυχικὰς ὁρμὰς οὐδὲν ἄδικον οὐδὲ ἀσελγὲς ἐπετήδευσαν, ἅπαντες δ' ὡς ἔπος εἰπεῖν βασιλικοὶ καὶ ταῖς μεγαλοψυχίαις καὶ ταῖς σωφροσύναις καὶ ταῖς τόλμαις ἀπέβησαν, Φιλίππῳ καὶ μετ' Ἀλεξάνδρῳ συμβιώσαντες. ὧν οὐδὲν ἂν δέοι μνημονεύειν ἐπ' ὀνόματος. μετὰ δὲ τὸν Ἀλεξάνδρου θάνατον οὕτω περὶ τῶν πλείστων μερῶν τῆς οἰκουμένης ἀμφισβητήσαντες παραδόσιμον ἐποίησαν τὴν ἑαυτῶν δόξαν ἐν πλείστοις ὑπομνήμασιν ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγραφέως πικρίαν, ᾗ κέχρηται κατ' Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν– ὡς γὰρ κατ' ἐχθροῦ καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγορίαν– τὴν δὲ Θεοπόμπου μηδ' ὑπὸ λόγον πίπτειν. προθέμενος γὰρ ὡς περὶ βασιλέως εὐφυεστάτου πρὸς ἀρετὴν γεγονότος οὐκ ἔστι τῶν αἰσχρῶν καὶ δεινῶν ὅπερ ἀπολέλοιπεν. λοιπὸν ἢ περὶ τὴν ἀρχὴν καὶ προέκθεσιν τῆς πραγματείας ἀνάγκη ψεύστην καὶ κόλακα φαίνεσθαι τὸν ἱστοριογράφον, ἢ περὶ τὰς κατὰ μέρος ἀποφάσεις ἀνόητον καὶ μειρακιώδη τελείως, εἰ διὰ τῆς ἀλόγου καὶ ἐπικλήτου λοιδορίας ὑπέλαβε πιστότερος μὲν αὐτὸς φανήσεσθαι, παραδοχῆς δὲ μᾶλλον ἀξιωθήσεσθαι τὰς ἐγκωμιαστικὰς ἀποφάσεις αὐτοῦ περὶ Φιλίππου. Καὶ μὴν οὐδὲ περὶ τὰς ὁλοσχερεῖς διαλήψεις οὐδεὶς ἂν εὐδοκήσειε τῷ προειρημένῳ συγγραφεῖ, ὅς γε ἐπιβαλόμενος γράφειν τὰς Ἑλληνικὰς πράξεις ἀφ' ὧν Θουκυδίδης ἀπέλειπεν, καὶ συνεγγίσας τοῖς Λευκτρικοῖς καιροῖς καὶ τοῖς ἐπιφανεστάτοις τῶν Ἑλληνικῶν ἔργων, τὴν μὲν Ἑλλάδα μεταξὺ καὶ τὰς ταύτης ἐπιβολὰς ἀπέρριψε, μεταλαβὼν δὲ τὴν ὑπόθεσιν τὰς Φιλίππου πράξεις προύθετο γράφειν. καίτοι γε πολλῷ σεμνότερον ἦν καὶ δικαιότερον ἐν τῇ περὶ τῆς Ἑλλάδος ὑποθέσει τὰ πεπραγμένα Φιλίππῳ συμπεριλαβεῖν ἤπερ ἐν τῇ Φιλίππου τὰ τῆς Ἑλλάδος. οὐδὲ γὰρ προκαταληφθεὶς ὑπὸ βασιλικῆς δυναστείας καὶ τυχὼν ἐξουσίαςοὐδεὶς ἂν ἐπέσχε σὺν καιρῷ ποιήσασθαι μετάβασιν ἐπὶ τὸ τῆς Ἑλλάδος ὄνομα καὶ πρόσωπον· ἀπὸ δὲ ταύτης ἀρξάμενος καὶ προβὰς ἐπὶ ποσὸν οὐδ' ὅλως οὐδεὶς ἂν ἠλλάξατο μονάρχου πρόσχημα καὶ βίον, ἀκεραίῳ χρώμενος γνώμῃ. καὶ τί δή ποτ' ἦν τὸ τὰς τηλικαύτας ἐναντιώσεις βιασάμενον παριδεῖν Θεόπομπον; εἰ μὴ νὴ Δία ὅτι ἐκείνης μὲν τῆς ὑποθέσεως τέλος ἦν τὸ καλόν, τῆς δὲ κατὰ Φίλιππον τὸ συμφέρον. οὐ μὴν ἀλλὰ πρὸς μὲν ταύτην τὴν ἁμαρτίαν, καθὸ μετέβαλεν τὴν ὑπόθεσιν, ἴσως ἂν εἶχε τι λέγειν, εἴ τις αὐτὸν ἤρετο περὶ τούτων· πρὸς δὲ τὴν κατὰ τῶν φίλων αἰσχρολογίαν οὐκ ἂν οἶμαι δυνηθῆναι λόγον αὐτὸν ἀποδοῦναι, συγχωρῆσαι δὲ διότι πολύ τι παρέπεσε τοῦ καθήκοντος. Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καίπερ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην ἀσέλγειαν ἀπεδείξατο. τὸν γὰρ πρεσβύτερον Ἄρατον, δυσαρεστηθέντα τοῖς ὑπ' αὐτοῦ πεπραγμένοις, μετ' οὐ πολὺ μετὰ Ταυρίωνος τοῦ χειρίζοντος αὐτῷ τὰ κατὰ Πελοπόννησον ἐπανείλατο φαρμάκῳ. παραυτίκα μὲν οὖν ἠγνοεῖτο παρὰ τοῖς ἐκτὸς τὸ γεγονός· καὶ γὰρ ἦν ἡ δύναμις οὐ
q.220
τῶν παρ' αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν, ἀλλὰ χρόνον ἔχουσα καὶ διάθεσιν ἐργαζομένη· τόν γε μὴν Ἄρατον αὐτὸν οὐκ ἐλάνθανε τὸ κακόν. ἐγένετο δὲ δῆλον ἐκ τούτων· ἅπαντας γὰρ ἐπικρυπτόμενος τοὺς ἄλλους, πρὸς ἕνα τῶν ὑπηρετῶν Κεφάλωνα διὰ τὴν συνήθειαν οὐκ ἔστεξε τὸν λόγον, ἀλλ' ἐπιμελῶς αὐτῷ κατὰ τὴν ἀρρωστίαν τοῦ προειρημένου συμπαρόντος καί τι τῶν πρὸς τῷ τοίχῳ πτυσμάτων ἐπισημηναμένου δίαιμον ὑπάρχον, εἶπε" ταῦτα τἀπίχειρα τῆς φιλίας, ὦ Κεφάλων, κεκομίσμεθα τῆς πρὸς Φίλιππον". οὕτως ἐστὶ μέγα τι καὶ καλὸν χρῆμα μετριότης, ὥστε μᾶλλον τοῦ πράξαντος ᾐσχύνετο τὸ γεγονός, ἣ τοσούτων καὶ τηλικούτων κεκοινωνηκὼς ἔργων ἐπὶ τῷ τοῦ Φιλίππου συμφέροντι τοιαῦτα τὰ ἐπίχειρα κεκόμισται τῆς εὐνοίας. οὗτος μὲν οὖν καὶ διὰ τὸ πολλάκις τῆς ἀρχῆς τετευχέναι παρὰ τοῖς Ἀχαιοῖς, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν εἰς τὸ ἔθνος εὐεργεσιῶν, μεταλλάξας τὸν βίον ἔτυχε πρεπούσης τιμῆς καὶ τῇ πατρίδι καὶ τῷ κοινῷ τῶν Ἀχαιῶν. 27. Ὅτι Καύαρος ὁ βασιλεὺς τῶν ἐν τῇ Θρᾴκῃ Γαλατῶν βασιλικὸς ὑπάρχων τῇ φύσει καὶ μεγαλόφρων, πολλὴν μὲν ἀσφάλειαν παρεσκεύαζε τοῖς προσπλέουσι τῶν ἐμπόρων εἰς τὸν Πόντον, μεγάλας δὲ παρείχετο χρείας τοῖς Βυζαντίοις ἐν τοῖς περὶ τοὺς Θρᾷκας καὶ Βιθυνοὺς πολέμοις. 28. Ὅτι Ξέρξου βασιλεύοντος πόλεως Ἀρμόσατα, ἣ κεῖται πρὸς τῷ Καλῷ πεδίῳ καλουμένῳ, μέσον Εὐφράτου καὶ Τίγριδος, ταύτῃ τῇ πόλει παραστρατοπεδεύσας Ἀντίοχος ὁ βασιλεὺς ἐπεβάλετο πολιορκεῖν αὐτήν. θεωρῶν δὲ τὴν παρασκευὴν τοῦ βασιλέως ὁ Ξέρξης, τὸ μὲν πρῶτον αὑτὸν ἐκποδὼν ἐποίησεν, μετὰ δέ τινα χρόνον δείσας μὴ τοῦ βασιλείου κρατηθέντος ὑπὸ τῶν ἐχθρῶν καὶ τἆλλα τὰ κατὰ τὴν ἀρχὴν αὐτῷ διατραπῇ, μετεμελήθη καὶ διεπέμψατο πρὸς τὸν Ἀντίοχον, φάσκων βούλεσθαι συνελθεῖν εἰς λόγους. οἱ μὲν οὖν πιστοὶ τῶν φίλων οὐκ ἔφασκον δεῖν προΐεσθαι τὸν νεανίσκον λαβόντες εἰς χεῖρας, ἀλλὰ συνεβούλευον κυριεύσαντα τῆς πόλεως Μιθριδάτῃ παραδοῦναι τὴν δυναστείαν, ὃς ἦν υἱὸς τῆς ἀδελφῆς αὐτοῦ κατὰ φύσιν. ὁ δὲ βασιλεὺς τούτων μὲν οὐδενὶ προσέσχε, μεταπεμψάμενος δὲ τὸν νεανίσκον διελύσατο τὴν ἔχθραν, ἀφῆκε δὲ τὰ πλεῖστα τῶν χρημάτων, ἃ συνέβαινε τὸν πατέρα προσοφείλειν αὐτῷ τῶν φόρων. λαβὼν δὲ παραχρῆμα τριακόσια τάλαντα παρ' αὐτοῦ καὶ χιλίους ἵππους καὶ χιλίους ἡμιόνους μετὰ τῆς ἐπισκευῆς τά τε κατὰ τὴν ἀρχὴν ἅπαντα κατέστησε, καὶ συνοικίσας αὐτῷ τὴν ἀδελφὴν Ἀντιοχίδα πάντας τοὺς ἐκείνων τῶν τόπων ἐψυχαγώγησε καὶ προσεκαλέσατο, δόξας μεγαλοψύχως καὶ βασιλικῶς τοῖς πράγμασι κεχρῆσθαι. 29. Ὅτι οἱ τῶν Καρχηδονίων ἡγεμόνες, κρατήσαντες τῶν ὑπεναντίων, σφῶν αὐτῶν οὐκ ἠδύναντο κρατεῖν, καὶ δόξαντες τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνῃρηκέναι πρὸς αὑτοὺς ἐστασίαζον καὶπαρατριβόμενοι διὰ τὴν ἔμφυτον Φοίνιξι πλεονεξίαν καὶ φιλαρχίαν. ὧν ὑπάρχων Ἀσδρούβας ὁ Γέσκωνος εἰς τοῦτο κακοπραγμοσύνης προήχθη διὰ τὴν ἐξουσίαν, ὡς τὸν πιστότατον τῶν κατ' Ἰβηρίαν φίλων Ἀνδοβάλην, πάλαι μὲν ἀποβαλόντα τὴν ἀρχὴν διὰ Καρχηδονίους, ἄρτι δὲ πάλιν ἀπειληφότα διὰ τὴν πρὸς ἐκείνους εὔνοιαν, ἐπεβάλετο χρημάτων πλῆθος αἰτεῖν. τοῦ δὲ παρακούσαντος διὰ τὸ θαρρεῖν ἐπὶ τῇ προγεγενημένῃ πίστει πρὸς τοὺς Καρχηδονίους, ψευδῆ διαβολὴν ἐπενέγκας ἠνάγκασε τὸν Ἀνδοβάλην δοῦναι τὰς ἑαυτοῦ θυγατέρας εἰς ὁμηρείαν. 30. Ὅτι τῶν ἑκατέροις, Ῥωμαίοις φημὶ καὶ Καρχηδονίοις, προσπιπτόντων καὶ συμβαινόντων εἷς ἦν ἀνὴρ αἴτιος καὶ μία ψυχή, λέγω δὲ τὴν Ἀννίβου. τά τε γὰρ κατὰ τὴν Ἰταλίαν ὁμολογουμένως οὗτος ἦν ὁ χειρίζων, τά τε κατὰ τὴν Ἰβηρίαν διὰ τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἀσδρούβου, μετὰ δὲ ταῦτα διὰ τοῦ [πρεσβύτου] Μάγωνος· οἱ γὰρ τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἀμφοτέρους ἀποκτείναντες ἅμα κατὰ τὴν Ἰβηρίαν ἦσαν οὗτοι. καὶ μὴν τὰ κατὰ τὴν Σικελίαν ἔπραττε τὰς μὲν ἀρχὰς διὰ τῶν περὶ τὸν Ἱπποκράτην, ὕστερον δὲ διὰ Μυττόνου τοῦ Λίβυος. ὁμοίως δὲ καὶ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἰλλυρίδα· καὶ τὸν ἀπὸ τούτων τῶν τόπων φόβον ἀνατεινόμενος ἐξέπληττε
q.221
καὶ περιέσπα Ῥωμαίους διὰ τῆς πρὸς Φίλιππον κοινοπραγίας. οὕτω μέγα τι χρῆμα καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν πρὸς ὅ τι ἂν ὁρμήσῃ τῶν ἀνθρωπίνων ἔργων. Ἐπεὶ δ' ἡ τῶν πραγμάτων διάθεσις εἰς ἐπίστασιν ἡμᾶς ἦχε περὶ τῆς Ἀννίβου φύσεως, ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ μοι τὰς μάλιστα διαπορουμένας ἰδιότητας ὑπὲρ αὐτοῦ δηλῶσαι. τινὲς μὲν γὰρ ὠμὸν αὐτὸν οἴονται γεγονέναι καθ' ὑπερβολήν, τινὲς δὲ φιλάργυρον. τὸ δ' ἀληθὲς εἰπεῖν ὑπὲρ αὐτοῦ καὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων οὐ ῥᾴδιον. ἔνιοι μὲν γὰρ ἐλέγχεσθαί φασι τὰς φύσεις ὑπὸ τῶν περιστάσεων, καὶ τοὺς μὲν ἐν ταῖς ἐξουσίαις καταφανεῖς γίνεσθαι, κἂν ὅλως τὸν πρὸ τοῦ χρόνον ἀναστέλλωνται, τοὺς δὲ πάλιν ἐν ταῖς ἀτυχίαις. ἐμοὶ δ' ἔμπαλιν οὐχ ὑγιὲς εἶναι δοκεῖ τὸ λεγόμενον· οὐ γὰρ ὀλίγα μοι φαίνονται, τὰ δὲ πλεῖστα, ποτὲ μὲν διὰ τὰς τῶν φίλων παραθέσεις, ποτὲ δὲ διὰ τὰς τῶν πραγμάτων ποικιλίας, ἄνθρωποι παρὰ τὴν αὑτῶν προαίρεσιν ἀναγκάζεσθαι καὶ λέγειν καὶ πράττειν. γνοίη δ' ἄν τις ἐπὶ πολλὰ τῶν ἤδη γεγονότων ἐπιστήσας. τίς γὰρ Ἀγαθοκλέα τὸν Σικελίας τύραννον οὐχ ἱστόρηκε διότι δόξας ὠμότατος εἶναι κατὰ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν κατασκευὴν τῆς δυναστείας, μετὰ ταῦτα νομίσας βεβαίως ἐνδεδέσθαι τὴν Σικελιωτῶν ἀρχὴν πάντων ἡμερώτατος δοκεῖ γεγονέναι καὶ πρᾳότατος; ἔτι δὲ Κλεομένης ὁ Σπαρτιάτης οὐ χρηστότατος μὲν βασιλεύς, πικρότατος δὲ τύραννος, εὐτραπελώτατος δὲ πάλιν ἰδιώτης καὶ φιλανθρωπότατος; καίτοι γοῦν οὐκ εἰκὸς ἦν περὶ τὰς αὐτὰς φύσεις τὰς ἐναντιωτάτας διαθέσεις ὑπάρχειν· ἀλλ' ἀναγκαζόμενοι ταῖς τῶν πραγμάτων μεταβολαῖς συμμετατίθεσθαι τὴν ἐναντίαν τῇ φύσει πολλάκις ἐμφαίνουσι διάθεσιν ἔνιοι τῶν δυναστῶν πρὸς τοὺς ἐκτός, ὥστε μὴ οἷον ἐλέγχεσθαι τὰς φύσεις διὰ τούτων, τὸ δ' ἐναντίον ἐπισκοτεῖσθαι μᾶλλον. τὸ δ' αὐτὸ καὶ διὰ τὰς τῶν φίλων παραθέσεις εἴωθε συμβαίνειν οὐ μόνον ἡγεμόσι καὶ δυνάσταις καὶ βασιλεῦσι, ἀλλὰ καὶ πόλεσιν. Ἀθηναίων γοῦν εὕροι τις ἂν ὀλίγα μὲν τὰ πικρά, πολλὰ δὲ τὰ χρηστὰ καὶ σεμνὰ τῆς πολιτείας Ἀριστείδου καὶ Περικλέους προεστώτων, Κλέωνος δὲ καὶ Χάρητος τἀναντία· Λακεδαιμονίων δ' ἡγουμένων τῆς Ἑλλάδος ὅσα μὲν διὰ Κλεομβρότου τοῦ βασιλέως πράττοιτο, πάντα συμμαχικὴν εἶχε τὴν αἵρεσιν, ὅσα δὲ δι' Ἀγησιλάου, τοὐναντίον· ὥστε καὶ τὰ τῶν πόλεων ἔθη ταῖς τῶν προεστώτων διαφοραῖς συμμεταπίπτειν. Φίλιππος δὲ ὁ βασιλεύς, ὅτε μὲν Ταυρίων ἢ Δημήτριος αὐτῷ συμπράττοιεν, ἦν ἀσεβέστατος, ὅτε δὲ πάλιν Ἄρατος ἢ Χρυσόγονος, ἡμερώτατος. Παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατ' Ἀννίβαν γεγονέναι· καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατοκαὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατ' Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν. τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν λαβεῖν. καθ' ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίανπορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων, τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται, δι' ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν. τοῦ δ' Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις. ΖΗΤΕΙ ΤΑ ΛΟΙΠΑ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ. Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθ' αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι. τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν
q.222
εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων. Φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόντως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ τὰ κατὰ τὴν Βρεττίαν χειρίζοντι. ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρ' αὐτῶν Καρχηδονίων· ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν· ἔτι δὲ Μασσανάσσου ἀκριβέστερον διήκουσα, φέροντος ἀπολογισμοὺς καθόλου μὲν περὶ πάντων Καρχηδονίων, μάλιστα δὲ περὶ τῆς Ἀννίβου καὶ Μάγωνος τοῦ Σαυνίτου προσαγορευομένου φιλαργυρίας. πρὸς γὰρ τοῖς ἄλλοις ἔφη γενναιότατα κεκοινωνηκότας ἑαυτοῖς πραγμάτων τοὺς προειρημένους ἀπὸ τῆς πρώτης ἡλικίας καὶ πολλὰς μὲν πόλεις κατ' Ἰβηρίαν, πολλὰς δὲ κατὰ τὴν Ἰταλίαν εἰληφότας ἑκατέρους, τὰς μὲν κατὰ κράτος, τὰς δὲ ἐκ παραδόσεως, οὐδέποτε μετεσχηκέναι τῆς αὐτῆς πράξεως ἀλλήλοις, ἀλλ' ἀεὶ μᾶλλον ἑαυτοὺς ἢ τοὺς πολεμίους στρατηγεῖν χάριν τοῦ μὴ συμπαρεῖναι θάτερον θατέρῳ πόλεως καταλαμβανομένης, ἵνα μήτε διαφέρωνται πρὸς σφᾶς ἐκ τῶν τοιούτων μήτε μερίζωνται τὸ λυσιτελές, ἐφαμίλλου τῆς ὑπεροχῆς αὐτῶν ὑπαρχούσης. Πλὴν ὅτι γε καὶ τὴν Ἀννίβου φύσιν οὐ μόνον ἡ τῶν φίλων παράθεσις, ἔτι δὲ μᾶλλον ἡ τῶν πραγμάτων περίστασις ἐβιάζετο καὶ μετετίθετο πολλάκις, ἔκ τε τῶν προειρημένων καὶ τῶν λέγεσθαι μελλόντων ἐστὶ φανερόν. ἅμα γὰρ τῷ γενέσθαι τὴν Καπύην τοῖς Ῥωμαίοις ὑποχείριον εὐθέως ἦσαν, ὅπερ εἰκός, αἱ πόλεις μετέωροι, καὶ περιέβλεπον ἀφορμὰς καὶ προφάσεις τῆς πρὸς Ῥωμαίους μεταβολῆς· ὅτε δὴ καὶ δοκεῖ μάλιστα δυσχρηστηθεὶς Ἀννίβας εἰς ἀπορίαν ἐμπεσεῖν ὑπὲρ τῶν ἐνεστώτων. οὔτε γὰρ τηρεῖν τὰς πόλεις πάσας πολὺ διεστώσας ἀλλήλων δυνατὸς ἦν, καθίσας εἰς ἕνα τόπον, τῶν πολεμίων καὶ πλείοσι στρατοπέδοις ἀντιπαραγόντων, οὔτε διαιρεῖν εἰς πολλὰ μέρη τὴν αὑτοῦ δύναμιν οἷός τ' ἦν. εὐχείρωτος γὰρ ἔμελλε τοῖς ἐχθροῖς ὑπάρξειν καὶ διὰ τὸ λείπεσθαι τῷ πλήθει καὶ διὰ τὸ μὴ δύνασθαι πᾶσιν αὐτοῖςσυμπαρεῖναι. διόπερ ἠναγκάζετο τὰς μὲν προδήλως ἐγκαταλείπειν τῶν πόλεων, ἐξ ὧν δὲ τὰς φρουρὰς ἐξάγειν, ἀγωνιῶν μὴ κατὰ τὰς μεταβολὰς τῶν πραγμάτων συγκαταφθείρῃ τοὺς ἰδίους στρατιώτας. ἐνίας γὰρ καὶ παρασπονδῆσ' ὑπέμεινε, μετανιστὰς εἰς ἄλλας πόλεις καὶ ποιῶν ἀναρπάστους αὐτῶν τοὺς βίους. ἐξ ὧν προσκόπτοντες οἱ μὲν ἀσέβειαν, οἱ δ' ὠμότητα κατεγίνωσκον. καὶ γὰρ ἁρπαγὴ χρημάτων ἅμα τοῖς προειρημένοις καὶ φόνοι καὶ βίαιοι προφάσεις ἐγίνοντο διά τε τῶν ἐξιόντων καὶ διὰ τῶν εἰσιόντων στρατιωτῶν εἰς τὰς πόλεις, ἑκάστων ὑπειληφότων ὅσον οὐκ ἤδη τοὺς ὑπολειπομένους μεταβαλεῖσθαι πρὸς τοὺς ὑπεναντίους. ἐξ ὧν καὶ λίαν δυσχερὲς ἀποφήνασθαι περὶ τῆς Ἀννίβου φύσεως, διά τε τὴν τῶν φίλων παράθεσιν καὶ τὴν τῶν πραγμάτων περίστασιν. κρατεῖ γε μὴν ἡ φήμη παρὰ μὲν Καρχηδονίοις ὡς φιλαργύρου, παρὰ δὲ Ῥωμαίοις ὡς ὠμοῦ γενομένου αὐτοῦ. 31. Ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίῳ κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῷ πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν τἀνδρός. τῷ γὰρ σχεδὸν ἐπιφανέστατον αὐτὸν γεγονέναι τῶν πρὸ τοῦ, ζητοῦσι μὲν πάντες εἰδέναι τίς ποτ' ἦν καὶ ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθεὶς τὰς τηλικαύτας καὶ τοσαύτας ἐπετελέσατο πράξεις, ἀγνοεῖν δὲ καὶ ψευδοδοξάζειν ἀναγκάζονται διὰ τὸ τοὺς ἐξηγουμένους ὑπὲρ αὐτοῦ παραπεπαικέναι τῆς ἀληθείας. ὅτι δέ ἐστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφ' ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμετέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμένων. οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡσανεὶ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων, καὶ τὸ μὲν κοινόν
q.223
ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ δοκεῖ Πόπλιος Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῇ πατρίδι δυναστείαν· ἀλλ' ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας περιβάλλεσθαι χωρὶς τῆς ἐκ τῶν θεῶν ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, Πόπλιος δὲ παραπλησίως ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετὰ τῆς θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους παρεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. ὅτι δ' ἕκαστα μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττεν, καὶ διότι πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων. Ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος ὁμολογεῖται, διότι δ' ἀγχίνους καὶ νήπτης, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐθεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβηκότων καὶ τεθεαμένων ὑποστὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ τὴν δόξαν ἐργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ' ἐκείνου πεπραγμένοις. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΗΜΑΤΩΝ. 32. Ὅτι ὁ αὐτὸς οὐ μόνον αὐτὸς ἐγένετο ἀγορανόμος, ἀλλὰ καὶ τὸν ἀδελφὸν ἀπέδειξε, προφασισάμενος ὄνειρον τεθεωρηκέναι. ὑπάρχων γὰρ εὐεργετικὸς καὶ μεγαλόδωρος καὶ προσφιλὴς κατὰ τὴν ἀπάντησιν συνελογίσατο τὴν τοῦ πλήθους πρὸς αὑτὸν εὔνοιαν. καὶ πρὸς τὸν τοῦ δήμου καὶ τὸν τῆς μητρὸς καιρὸν ἁρμοσάμενος καθίκετο τῆς προθέσεως. Ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τῶν ἀκουόντων, ἵνα μὴ συγκαταφερόμενοι ψευδῶς τῇ καθωμιλημένῃ δόξῃ περὶ αὐτοῦ παραπέμπωσι τὰ σεμνότατα καὶ κάλλιστα τἀνδρός, λέγω δὲ τὴν ἐπιδεξιότητα καὶ φιλοπονίαν. ἔτι δὲ μᾶλλον ἔσται τοῦτο συμφανὲς ἐπ' αὐτῶν τῶν πράξεων. 33. Ὅτι Πόπλιος αἰχμάλωτον λαβὼν ἐκ τῆς τοῦ Μανδονίου γυναικός, ὃς ἦν ἀδελφὸς Ἀνδοβάλου τοῦ τῶν Λεγγητῶν βασιλέως, ταύτην ἐπιμελῶς καὶ φιλοτίμως ἐδόξασε, δακρύσας ἐπὶ τῇ συμφορᾷ καὶ συμπαθήσας ταύτην τῆς δουλείας ἠλευθέρωσεν. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν τοῦτον νεανίσκοι τινὲς τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ κατὰ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν, καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον, ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἥδιον ἂν ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ' ὑπάρχων οὐδ' ὁποίαν ἧττον, ὡς μὲν ἐμοὶ δοκεῖ, τοῦτ' αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ' ἂν προαιρῆται τῶν πολιτῶν. δι' ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν ἐνειργάζετο τοῖς ὑποταττομένοις. 34. Ὅτι Εὐρυλέων ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἄτολμος ἦν καὶ πολεμικῆς χρείας ἀλλότριος. τοῦ δὲ καιροῦ τοῦ κατὰ τὴν διήγησιν ἐφεστακότος ἡμᾶς ἐπὶ τὴν ἀρχὴν τῶν Φιλοποίμενος πράξεων, καθήκειν ἡγούμεθα, καθάπερ καὶ περὶ τῶν ἄλλων τῶν ἀξιολόγων ἀνδρῶν τὰς ἑκάστων ἀγωγὰς καὶ φύσεις ἐπειράθημεν ὑποδεικνύναι, καὶ
q.224
περὶ τούτου ποιῆσαι τὸ παραπλήσιον. καὶ γὰρ ἄτοπον τὰς μὲν τῶν πόλεων κτίσεις τοὺς συγγραφέας, καὶ πότε καὶ πῶς καὶ διὰ τίνων ἐκτίσθησαν, ἔτι δὲ τὰς διαθέσεις καὶ περιστάσεις μετ' ἀποδείξεως ἐξαγγέλλειν, τὰς δὲ τῶν τὰ ὅλα χειρισάντων ἀνδρῶν ἀγωγὰς καὶ ζήλους παρασιωπᾶν, καὶ ταῦτα τῆς χρείας μεγάλην ἐχούσης τὴν διαφοράν· ὅσῳ γὰρ ἄν τις καὶ ζηλῶσαι καὶ μιμήσασθαι δυνηθείη μᾶλλον τοὺς εὐψύχους ἄνδρας τῶν ἀψύχων κατασκευασμάτων, τοσούτῳ καὶ τὸν περὶ αὐτῶν λόγον διαφέρειν εἰκὸς πρὸς ἐπανόρθωσιν τῶν ἀκουόντων. εἰ μὲν οὖν μὴ κατ' ἰδίαν ἐπεποιήμεθα τὴν περὶ αὐτοῦ σύνταξιν, ἐν ᾗ διεσαφοῦμεν καὶ τίς ἦν καὶ τίνων καὶ τίσιν ἀγωγαῖς ἐχρήσατο νέος ὤν, ἀναγκαῖον ἦν ὑπὲρ ἑκάστου τῶν προειρημένων φέρειν ἀπολογισμόν· ἐπεὶ δὲ πρότερον ἐν τρισὶ βιβλίοις ἐκτὸς ταύτης τῆς συντάξεως τὸν ὑπὲρ αὐτοῦ πεποιήμεθα λόγον, τήν τε παιδικὴν ἀγωγὴν διασαφοῦντες καὶ τὰς ἐπιφανεστάτας πράξεις, δῆλον ὡς ἐν τῇ νῦν ἐξηγήσει πρέπον ἂν εἴη τῆς μὲν νεωτερικῆς ἀγωγῆς καὶ τῶν νεωτερικῶν ζήλων κατὰ μέρος ἀφελεῖν, τοῖς δὲ κατὰ τὴν ἀκμὴν αὐτοῦ κεφαλαιωδῶς ἐκεῖ δεδηλωμένοις ἔργοις προσθεῖναι καὶ κατὰ μέρος, ἵνα τὸ πρέπον ἑκατέρᾳ τῶν συντάξεων τηρῶμεν. ὥσπερ γὰρ ἐκεῖνος ὁ τόπος, ὑπάρχων ἐγκωμιαστικός, ἀπῄτει τὸν κεφαλαιώδη καὶ μετ' αὐξήσεως τῶν πράξεων ἀπολογισμόν, οὕτως ὁ τῆς ἱστορίας, κοινὸς ὢν ἐπαίνου καὶ ψόγου, ζητεῖ τὸν ἀληθῆ καὶ τὸν μετὰ ἀποδείξεως καὶ τῶν ἑκάστοις παρεπομένων συλλογισμῶν. Φιλοποίμην τοίνυν πρῶτον μὲν ἔφυ καλῶς· ἦν γὰρ ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων κατ' Ἀρκαδίαν, τραφεὶς δὲ καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτοῖς ξένον ὑπάρχοντα, φυγαδεύοντα δὲ κατ' ἐκείνους τοὺς καιρούς, ὄντα δὲ Μαντινέων ἐπιφανέστατον. μετὰ δὲ ταῦτα παραγενόμενος εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ τὸ μὲν γένος ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ κατὰ [μὲν] τὴν φυγὴν ἠλευθέρωσαν μὲν τὴν αὑτῶν πατρίδα, συστησάμενοι [δὲ] κατ' Ἀριστοδήμου τοῦ τυράννου πρᾶξιν, συνεπελάβοντο δὲ καὶ τῆς καταλύσεως τοῦ Σικυωνίων τυράννου Νικοκλέους, κοινωνήσαντες Ἀράτῳ τῆς ἐπιβολῆς· ἔτι δὲ Κυρηναίων αὐτοὺς μεταπεμψαμένων ἐπιφανῶς προύστησανκαὶ διεφύλαξαν αὐτοῖς τὴν ἐλευθερίαν, οἷς κατὰ τὴν πρώτην ἡλικίαν ἐπὶ πολὺ συμβιώσας διέφερε μὲν εὐθέως τῶν καθ' αὑτὸν περί τε τὰς ἐν τοῖς κυνηγίοις κακοπαθείας καὶ τόλμας περί τε τὰς ἐν τοῖς πολεμικοῖς, ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τοιαύτας τινὰς δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῶν τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. πλὴν κατασταθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἱππάρχης ἐν τοῖς προειρημένοις καιροῖς, καὶ παραλαβὼν τὰ συντάγματα τῶν ἱππέων παντὶ τρόπῳ κατεφθαρμένων καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας, οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασεν, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν προειρημένην ἀρχήν, οἱ μὲν διὰ τὴν ἰδίαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδένων καθήκειν προστατεῖν, οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, δι' οὗ τρόπου σώζεται τὰ κοινά, συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. εἰ δέ ποτε καὶ γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κακὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλωσίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ. 35. Ὅτι Φίλιππος ὁ βασιλεὺς Μακεδόνων μετὰ τὸ ἐκτελέσαι
q.225
2. 124 τὸν τῶν Νεμέων ἀγῶνα αὖθις εἰς Ἄργος ἐπανῆλθε καὶ τὸ μὲν διάδημα καὶ τὴν πορφύραν ἀπέθετο, βουλόμενος αὑτὸν ἴσον τοῖς πολλοῖς καὶ πρᾷόν τινα καὶ δημοτικὸν ὑπογράφειν. ὅσῳ δὲ τὴν ἐσθῆτα δημοτικωτέραν περιετίθετο, τοσούτῳ τὴν ἐξουσίαν ἐλάμβανεν μείζω καὶ μοναρχικωτέραν. οὐ γὰρ ἔτι τὰς χήρας ἐπείρα γυναῖκας οὐδὲ τὰς ὑπάνδρους ἠρκεῖτο μοιχεύων, ἀλλ' ἐκ προστάγματος ἣν αὐτῷ φανείη, προσπέμψας ἐκάλει, ταῖς δὲ μὴ προχείρως συνυπακουούσαις ἐνύβριζε, κώμους ποιούμενος ἐπὶ τὰς οἰκίας. καὶ τῶν μὲν τοὺς υἱεῖς, τῶν δὲ τοὺς ἄνδρας ἀνακαλούμενος ἐπὶ προφάσεσιν ἀλόγοις διέσειεν, καὶ πολλὴν ἀσέλγειαν ἐναπεδείκνυτο καὶ παρανομίαν. διὸ καὶ χρώμενος τῇ κατὰ τὴν παρεπιδημίαν ἐξουσίᾳ ἀνέδην πολλοὺς ἐλύπει τῶν Ἀχαιῶν, καὶ μάλιστα τοὺς μετρίους ἄνδρας. πιεζόμενοι δὲ βίᾳ τῷ πανταχόθεν αὐτοῖς περιεστάναι τὸν πόλεμον ἠναγκάζοντο καρτερεῖν καὶ φέρειν τὰ παρὰ φύσιν. 36. Ὅτι Φιλίππου οὔτ' ἀγαθὰ μείζω τις σχοίη πρὸς βασιλείαν οὐδεὶς τῶν πρότερον οὔτε κακὰ τούτου τοῦ βασιλέως. καί μοι δοκεῖ τὰ μὲν ἀγαθὰ φύσει περὶ αὐτὸν ὑπάρξαι, τὰ δὲ κακὰ προβαίνοντι κατὰ τὴν ἡλικίαν ἐπιγενέσθαι, καθάπερ ἐνίοις ἐπιγίνεται γηράσκουσι τῶν ἵππων. καθάπερ ἡμεῖς οὐκ ἐν τοῖς προοιμίοις, ὥσπερ τῶν λοιπῶν συγγραφέων, προφερόμεθα τὰς τοιαύτα̣ ς διαλήψεις, ἀλλ' ἐπ' αὐτῶν τῶν πραγμάτων αἰεὶ τὸν καθήκοντα λόγον ἁρμόζοντες ἀποφαινόμεθα περί τε τῶν βασιλέων καὶ τῶν ἐπιφανῶν ἀνδρῶν, νομίζοντες ταύτην οἰκειοτέραν εἶναι καὶ τοῖς γράφουσι καὶ τοῖς ἀναγινώσκουσι τὴν ἐπισημασίαν. τέλος τοῦ δεκάτου λόγου τῆς Πολυβίου ἱστορίας. Λόγος ιαʹ. 37. Ὅτι Φίλιππος πορευθεὶς ἐπὶ τὴν Τριχωνίδα λίμνην καὶ παραγενόμενος εἰς τὸν Θέρμον, ἔνθα ἦν ἱερὸν Ἀπόλλωνος, ὅσα πρότερον ἀπέλιπε τῶν ἀναθημάτων, τότε πάλιν ἅπαντα διελωβήσατο, κακῶς μὲν πρὸ τοῦ, κακῶς δὲ τότε χρώμενος τῷ θυμῷ· τῷ γὰρ τοῖς ἀνθρώποις ὀργιζόμενον εἰς τὸ θεῖον ἀσεβεῖν τῆς πάσης ἀλογιστίας ἐστὶ σημεῖον. 38. Ὅτι Φιλοποίμην, ὁ τῶν Ἀχαιῶν στρατηγός, κατά τε τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπερίκοπτος καὶ ἀνεπίφθονος· περί γε μὴν τοῦ παρ' ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπουδήν. τοιγάρτοι βραχέα καὶ τὰ τυχόντα ἀποφαινόμενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι· παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερόμενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς ἀκούοντας. διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι δι' ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλεν. καὶ συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐδ' ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος. 39. Ὅτι πολλὰ ἱστορεῖ ψευδῆ ὁ Τίμαιος, ὥς φησιν ὁ Πολύβιος ὁ Μεγαλοπολίτης, καὶ δοκεῖ τὸ παράπαν οὐκ ἄπειρος ὢν οὐδενὸς τῶν τοιούτων, ὑπὸ δὲ τῆς φιλονεικίας ἐπισκοτούμενος, ὅταν ἅπαξ ἢ ψέγειν ἢ τοὐναντίον ἐγκωμιάζειν τινὰ πρόθηται, πάντων ἐπιλανθάνεται καὶ πολύ τι τοῦ καθήκοντος παρεκβαίνει. πλὴνταῦτα μὲν ἡμῖν ὑπὲρ Ἀριστοτέλους εἰρήσθω πῶς καὶ τίσι προσέχων τοιαύτην ἐποιήσατο τὴν περὶ τῶν Λοκρῶν ἐξήγησιν· τὰ δὲ λέγεσθαι μέλλοντα περὶ Τιμαίου καὶ τῆς ὅλης συντάξεως αὐτοῦ καὶ καθόλου περὶ τοῦ καθήκοντος τοῖς πραγματευομένοις ἱστορίαν τοιάνδε τινὰ λήψεται τὴν ἀπάντησιν. ὅτι μὲν οὖν ἀμφότεροι κατὰ τὸν εἰκότα λόγον πεποίηνται τὴν ἐπιχείρησιν, καὶ διότι πλείους εἰσὶ πιθανότητες ἐν τῇ κατ' Ἀριστοτέλην ἱστορίᾳ, δοκῶ, πᾶς ἄν τις ἐκ τῶν εἰρημένων ὁμολογήσειεν· ἀληθὲς μέντοι γε καὶ καθάπαξ διαστῆναι περί τινος οὐδὲν ἔστιν ἐν τούτοις. οὐ μὴν ἀλλ' ἔστω τὸν Τίμαιον εἰκότα λέγειν μᾶλλον. διὰ ταύτην οὖν τὴν αἰτίαν δεήσει πᾶν ῥῆμα καὶ πᾶσαν φωνὴν ἀκούειν καὶ μόνον οὐ θανάτου κρίσιν ὑπέχειν τοὺς ἐν ταῖς ἱστορίαις ἧττον εἰκότα λέγοντας; οὐ δή που. τοῖς μὲν γὰρ κατ' ἄγνοιαν ψευδογραφοῦσιν ἔφαμεν δεῖν
q.226
διόρθωσιν εὐμενικὴν καὶ συγγνώμην ἐξακολουθεῖν, τοὺς δὲ κατὰ προαίρεσιν ἀπαραίτητον κατηγορίαν. Ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλην κατὰ τὸν ἄρτι λόγον τὰ περὶ Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν, ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας οἵᾳ κέχρηται Τίμαιος κατὰ Ἀριστοτέλους. φησὶ γὰρ αὐτὸν εἶναι θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκετῶν, μοιχῶν, ἀνδραποδιστῶν. καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς αὑτοῦ δυνάμεως, ἀλλ' οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα. 40. Ὅτι ἀπεχθείᾳ καὶ πικρίᾳ χρώμενος ὁ Τίμαιός φησι κατὰἈριστοτέλους εἶναι αὐτὸν θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκετῶν, μοιχῶν, καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς αὑτοῦ δυνάμεως, ἀλλ' οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλεικότα, πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα, πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι· μέτριος μὲν γὰρ οὐ δοκεῖ συγγραφεὺς [δὲ] κοινῶν πράξεων καὶ προστάτης ἱστορίας ἀληθινὸς οὐδ' ἂν αὐτὸς αὑτῷ διανοηθῆναι μή τι δὴ καὶ γράφειν τολμῆσαι τοιοῦτον. Σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βίβλον, οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλ' ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῷ συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας, πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ὑπογεγράφθαι τὴν ἀρχὴν τοιαύτην" ὡς γονεῦσι πρὸς τέκνα." πρὸς δὲ τούτοις εἶναι δόγματα, καθ' ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρ' ἑκατέροις. καθόλου διακούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως. μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρ' αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῇ τῶν οἰκετῶν ῥᾳδιουργίᾳ, τῇ δὲ τῶν ἐλευθέρων ἀποικίᾳ· πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρ' αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις· ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνῄδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι. Πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων. εἰ μὲν γὰρ συνέβαινεν, καθάπερ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς μίαν πόλιν ἔχειν οὕτω καὶ τοὺς κατὰ τὴν Ἑλλάδα, τυχὸν οὐκ ἔδει διαπορεῖν, ἀλλ' ἦν ἂν εὐθεώρητον· ἐπεὶ δὲ δύο ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε καὶ πρὸς ποίας πόλεις τῶν ἑτέρων, καὶ παρὰ τίσιν εὗρεν τὰς συνθήκας ἀναγεγραμμένας; οὐδὲν γὰρ ἡμῖν διασαφεῖται τούτων. καίτοι διότι τοῦτ' ἴδιόν ἐστι Τιμαίου καὶ ταύτῃ παρημίλληται τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῇδέ πῃ τῆς ἀποδοχῆς***– λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπιμέλειαν– δοκῶ, πάντες γινώσκομεν. διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα παρ' οἷς εὗρεν, οὔτε τὸν τόπον, ἐν ᾧ συμβαίνει τὴν συνθήκην ἀναγεγράφθαι, διεσάφησεν ἡμῖν, οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῷ τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, ἵνα μηδενὶ διαπορεῖν ἐξῇ, ἀλλ' ὡρισμένου τοῦ τόπου καὶ τῆς πόλεως ἐνῇ τοῖς ἀμφισβητοῦσιν εὑρεῖν τὴν ἀκρίβειαν. ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῷ
q.227
κατὰ πρόθεσιν ἐψευσμένῳ. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλὰ πρίν, τὸ δὴ λεγόμενον, ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων. ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπ' ὀνόματος, πῶς φησι περὶ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν ποιήσασθαι τοὺς λόγους καὶ παρ' οὗ πυθέσθαι περὶ τούτων, καὶ προσεξειργασμένος, ἵναμὴ φανῇ τοῦ τυχόντος ἀκηκοὼς ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, ἦ πού γ' ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης παρεσιώπησεν; ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι. καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν. ὃν οὔθ' ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθ' εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην δοτέον οὐδαμῶς· πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας. οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις*** Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως. ἐγὼ δ' οὐκ ἀγνοῶ μὲν ὅτι καὶ ταύτῃ τῇ πραγματείᾳ ἀναγκασθήσομαι παρεκβαίνειν, διοριζόμενος καὶ διαβεβαιούμενος περὶ τούτων· οὐ μὴν ἀλλὰ διὰ ταύτην τὴν αἰτίαν εἰς ἕνα τόπον ὑπερεθέμην τὸν περὶ Τιμαίου λόγον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι τοῦ καθήκοντος ὀλιγωρεῖν. 41. Ὅτι Τίμαιός φησι Δημοχάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δ' ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντογράφων· ταύτην δὲτὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ' οὐδὲ τῶν ἀπὸ τέγους ἀπὸ τοῦ σώματος εἰργασμένων οὐδείς. οὐδ' ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ὅλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. πόθεν δ' ἐγὼ καταστοχάζομαι τοῦτο; πρῶτον μὲν ἐκ τοῦ καὶ πεφυκέναι καὶ τεθράφθαι καλῶς Δημοχάρην, ἀδελφιδοῦν ὄντα Δημοσθένους, δεύτερον ἐκ τοῦ μὴ μόνον στρατηγίας αὐτὸν ἠξιῶσθαι παρ' Ἀθηναίοις, ἀλλὰ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν ἂν αὐτῷ συνεξέδραμε τοιαύταις ἀτυχίαις παλαίοντι. διὸ καὶ δοκεῖ μοι Τίμαιος οὐχ οὕτως Δημοχάρους κατηγορεῖν ὡς Ἀθηναίων, εἰ τοιοῦτον ἄνδρα προῆγον καὶ τοιούτῳ τὴν πατρίδα καὶ τοὺς ἰδίους βίους ἐνεχείριζον. ἀλλ' οὐκ ἔστιν τούτων οὐδέν. οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθ' οὗ πεπαρρησίασται πολλὰ καὶ δυνάμενα λυπεῖν οὐ μόνον αὐτὸν Ἀντίπατρον, ἀλλὰ καὶ τοὺς ἐκείνου διαδόχους καὶ φίλους γεγονότας, πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς. οὗ' κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ' οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶ μεγαλαυχεῖν αὐτόν· καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ἄνθρωποι διεπέμποντο διὰ τοῦ θεάτρου, διότι δὴ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡπατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασάνδρῳ τὸ προσταττόμενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. ἀλλ' ὅμως οὔτε Δημήτριος οὔτ' ἄλλος οὐδεὶς εἰρήκει περὶ Δημοχάρους τοιοῦτον οὐδέν. ἐξ ὧν ἐγώ, βεβαιοτέραν τὴν τῆς πατρίδος
q.228
ἡγούμενος μαρτυρίαν ἢ τὴν Τιμαίου πικρίαν, θαρσῶν ἀποφαίνομαι μηδενὶ τὸν Δημοχάρους βίον ἔνοχον εἶναι τῶν τοιούτων κατηγορημάτων. καίπερ εἰ κατ' ἀλήθειαν ὑπῆρχέ τι τοιοῦτον ἀτύχημα περὶ Δημοχάρην, ποῖος καιρὸς ἢ ποία πρᾶξις ἠνάγκασε Τίμαιον ταῦτα κατατάττειν εἰς τὴν ἱστορίαν; καθάπερ γὰρ οἱ νοῦν ἔχοντες, ἐπὰν ἀμύνασθαι κρίνωσι τοὺς ἐχθρούς, οὐ τοῦτο πρῶτον σκοποῦνται τί παθεῖν ἄξιός ἐστιν ὁ πλησίον, ἀλλὰ τί ποιεῖν αὐτοῖς πρέπει, τοῦτο μᾶλλον, οὕτω καὶ περὶ τῶν λοιδοριῶν, οὐ τί τοῖς ἐχθροῖς ἀκούειν ἁρμόζει, τοῦτο πρῶτον ἡγητέον, ἀλλὰ τί λέγειν ἡμῖν πρέπει, τοῦτο ἀναγκαιότατον λογιστέον. περὶ δὲ τῶν πάντα μετρούντων ταῖς ἰδίαις ὀργαῖς καὶ φιλοτιμαίαις ἀνάγκη πάνθ' ὑποπίπτειν ἐστὶ καὶ πᾶσι διαπίπτειν παρὰ τοῦ δέοντος λεγομένοις. διὸ δὴ καὶ νῦν ἡμεῖς μὲν εἰκότως ἂν δόξαιμεν ἀθετεῖν τοῖς ὑπὸ Τιμαίου κατὰ Δημοχάρους εἰρημένοις· ἐκεῖνος δ' ἂν οὐκ εἰκότως τυγχάνει συγγνώμης οὐδὲ πίστεως ὑπ' οὐδενὸς διὰ τὸ προφανῶς ἐν ταῖς λοιδορίαις ἐκπίπτειν τοῦ καθήκοντος διὰ τὴν ἔμφυτον πικρίαν. Καὶ γὰρ οὐδὲ ταῖς κατ' Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ. λέγω δ' ἐν τούτοις, ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοὺς ὄπισθεν ἔμπροσθεν γεγονότα. πρὸς δὲ τούτοις, ὅτ' ἀπέθανε, τὴνγυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν·" Τί δ' οὐκ ἐγὼ σέ; τί δ' οὐκ ἐμὲ σύ;" ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπεφθέγξατο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς πικρίας. ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν ὁ Τίμαιος ἀποφαίνεται. εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, καὶ μετά τινα χρόνον ὁρμηθεὶς ὑπὸ τοιαύτης ὑποθέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστους δὲ κινδύνους περιέστησε Καρχηδονίους, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος, ἆρ' οὐκ ἀνάγκη μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα καὶ πολλὰς ἐσχηκέναι ῥοπὰς καὶ δυνάμεις πρὸς τὸν πραγματικὸν τρόπον; ὑπὲρ ὧν δεῖ τὸν συγγραφέα μὴ μόνον τὰ πρὸς διαβολὴν κυροῦντα καὶ κατηγορίαν ἐξηγεῖσθαι τοῖς ἐπιγινομένοις, ἀλλὰ καὶ τὰ πρὸς ἔπαινον ἥκοντα περὶ τὸν ἄνδρα· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς ἱστορίας. ὁ δὲ πᾶς ἐσκοτισμένος ὑπὸ τῆς ἰδίας πικρίας τὰ μὲν ἐλαττώματα δυσμενικῶς καὶ μετ' αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα συλλήβδην παραλέλοιπεν, ἀγνοῶν ὅτι τὸ ψεῦδος οὐχ ἧττόν ἐστι περὶ τοὺς τὰ γεγονότα γράφοντας ἐν ταῖς ἱστορίαις. ἡμεῖς δὲ τὸ μὲν ἐπιμετροῦν τῆς ἀπεχθείας αὐτοῦ χάριν ἀφήκαμεν, τὰ δ' οἰκεῖα τῆς προθέσεως αὐτῶν οὐ παρελείψαμεν. 42. Ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστιν, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέμενος ἐν τοῖς ὑπομνήμασιν καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχάνουσι. πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει. ἐκεῖνος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖ Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν, καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ' ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν, οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλ' οὐδ' ἐπιβαλόμενον, μίαν δὲ τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὲ τὴν ἐκ τῆς πατρίδος εἰς Συρακούσας. ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος ὡς, ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ,
q.229
σύγκριτος φανῇ τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις. περὶ μὲν οὖν Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Καλλισθένους, ἔτι δ' Ἐφόρου καὶ Δημοχάρους, ἱκανὰ ταῦθ' ἡμῖν ἐστι πρὸς τὴν Τιμαίου καταδρομήν, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἀφιλοτίμως πεπεισμένους ἀληθεύειν τὸν συγγραφέα τοῦτον. 43. Ὅτι διαπορεῖν ἔστι περὶ τῆς αἱρέσεως Τιμαίου. φησὶγὰρ τοὺς ποιητὰς καὶ συγγραφέας διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐν τοῖς ὑπομνήμασι διαφαίνειν τὰς ἑαυτῶν φύσεις, λέγων τὸν μὲν ποιητὴν ἐκ τοῦ δαιτρεύειν πολλαχοῦ τῆς ποιήσεως ὡς ἂν εἰ γαστρίμαργον παρεμφαίνειν, τὸν δ' Ἀριστοτέλην, ὀψαρτύοντα πλεονάκις ἐν τοῖς συγγράμμασιν, ὀψοφάγον εἶναι καὶ λίχνον. τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν. οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. οὐ μὴν ἀλλὰ διότι γε συμβαίνει διὰ τὴν ἀπειρίαν καὶ κακοκρισίαν πολλοὺς ἐνίοτε καθάπερ εἰς τὸν παρόντα τρόπον τινὰ μὴ παρεῖναι καὶ βλέποντας μὴ βλέπειν ἐκ τῶν εἰρημένων γε νῦν καὶ τῶν Τιμαίῳ συμβεβηκότων γέγονε φανερόν. 44. Ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους, κἄπειτα πῦρ ὑποκαίων ἐλάμβανε τιμωρίαν παρὰ τῶν ὑποταττομένων τοιαύτην ὥστε ἐκπυρουμένου τοῦ χαλκοῦ τὸν μὲν ἄνθρωπον πανταχόθεν παροπτώμενον καὶ περιφλεγόμενον διαφθείρεσθαι, κατὰ δὲ τὴν ὑπερβολὴν τῆς ἀλγηδόνος, ὁπόταν βοήσειεν, μυκηθμῷπαραπλήσιον τὸν ἦχον ἐκ τοῦ κατασκευάσματος προσπίπτειν τοῖς ἀκούουσι. τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, δι' ἧς συνέβαινεν καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, δι' ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, ὅμως Τίμαιος ἐπέβαλε καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων μήτ' εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῇ προειρημένῃ πόλει· καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους. Κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα; πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρότατα τὸ γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλησίον. ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπεδείχθη· διότι δ' ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων ἔσται συμφανές. ἐν γὰρ τῇ μιᾷ καὶ εἰκοστῇ βίβλῳ, καὶ ταύτης ἐπὶ τελευτῇ, λέγει κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι τῆς γῆς τῆς ὑπὸ τῷ κόσμῳ κειμένης εἰς τρία μέρη διῃρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Λιβύης, τῆς δ' Εὐρώπης προσαγορευομένης. ταῦτα γὰρ οὐχ οἷον Τίμαιον εἰρηκέναι τίς ἂν πιστεύσειεν, ἀλλ' οὐδὲ τὸν λεγόμενον Μαργίτην ἐκεῖνον. τίς γὰρ οὕτως ἐστὶν ἀδαής, οὐ λέγω τῶν πρὸς ὑπομνήμασι γεγονότων ΖΗΤΕΙ. 45. Ὅτι Αἰτωλοὶ διά τε τὴν συνέχειαν τῶν πολέμων καὶ διὰ τὴν πολυτέλειαν τῶν βίων ἔλαθον οὐ μόνον ἄλλους, ἀλλὰ καὶ σφᾶς αὐτοὺς κατάχρεοι γενηθέντες. διόπερ οἰκείως διακείμενοιπρὸς καινοτομίαν τῆς οἰκείας πολιτείας εἵλοντο νομογράφους Δωρίμαχον καὶ Σκόπαν, θεωροῦντες τούτους κατά τε τὰς προαιρέσεις κινητικοὺς ὑπάρχοντας καὶ κατὰ τὰς οὐσίας ἐνδεδεμένους εἰς πολλὰ τῶν βιωτικῶν συναλλαγμάτων. οἳ καὶ παραλαβόντες τὴν ἐξουσίαν ταύτην ἔγραψαν νόμους. 46.
q.230
Ὅτι Σκόπας ὁ Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, ἀλλ' ἀκόρεστος ἦν. τούτῳ γὰρ εἰς Ἀλεξάνδρειαν ἀφικομένῳ πρὸς ταῖς ἐκ τῶν ὑπαίθρων ὠφελείαις, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ μὲν δεκαμναιαῖον, τοῖς δὲ ἐπί τινος ἡγεμονίας μετὰ ταῦτα τεταγμένοις μναιαῖον. ἀλλ' ὅμως οὐκ ἠρκεῖτο τούτοις, ὃς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε, μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρ' αὐτοῖς τοῖς διδοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ. 47. Ὅτι Ἡρακλείδης ὁ παρὰ Φιλίππῳ τῷ βασιλεῖ τὸ μὲν γένος ἀνέκαθεν συνέβαινεν εἶναι Ταραντῖνον, πεφυκέναι δὲ ἐκ βαναύσων καὶ χειροτεχνῶν ἀνθρώπων, μεγάλα δ' ἐσχηκέναι προτερήματα πρὸς ἀπόνοιαν καὶ ῥᾳδιουργίαν· πρῶτον μὲν γὰρ ἀναφανδὸν τῷ σώματι παρεκέχρητο κατὰ τὴν πρώτην ἡλικίαν, εἶτ' ἀγχίνους ὑπῆρχε καὶ μνήμων, καὶ πρὸς μὲν τοὺς ταπεινοτέρουςκαταπληκτικώτατος καὶ τολμηρότατος, πρὸς δὲ τοὺς ὑπερέχοντας κολακικώτατος. οὗτος ἀρχῆθεν μὲν ἐκ τῆς πατρίδος ἐξέπεσε δόξας τὸν Τάραντα πράττειν Ῥωμαίοις, οὐ πολιτικὴν ἔχων δύναμιν, ἀλλ' ἀρχιτέκτων ὑπάρχων καὶ διά τινας ἐπισκευὰς τῶν τειχῶν κύριος γενόμενος τῶν κλειδῶν τῆς πύλης τῆς ἐπὶ τὸ μεσόγειον φερούσης· καταφυγὼν δὲ πρὸς Ῥωμαίους, καὶ πάλιν ἐκεῖθεν γράφων καὶ διαπεμπόμενος εἰς τὸν Τάραντα καὶ πρὸς Ἀννίβαν, ἐπεὶ καταφανὴς ἐγένετο, προαισθόμενος τὸ μέλλον αὖθις ἔφυγε πρὸς τὸν Φίλιππον. παρ' ᾧ τοιαύτην περιεποιήσατο πίστιν καὶ δύναμιν ὥστε τοῦ καταστραφῆναι τὴν τηλικαύτην βασιλείαν σχεδὸν αἰτιώτατος γεγονέναι. 48. Ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. 49. Ὅτι τῶν Λακεδαιμονίων τύραννος Ναβίσετος ὑπῆρχεν, ὃς ὁλοσχερὲς μὲν οὐδὲν ἐπεβάλετο πράττειν οὐδὲ τολμᾶν διὰ τὸ πρόσφατον εἶναι τὴν ὑπὸ τῶν Ἀχαιῶν ἧτταν τοῦ Μαχανίδου, καταβολὴν δ' ἐποιεῖτο καὶ θεμελιοῦν ὑπεβάλλετο πολυχρονίου καὶ βαρείας τυραννίδος. διέφθειρε γὰρ τοὺς λοιποὺς ἄρδην ἐκ τῆς Σπάρτης, ἐφυγάδευσε δὲ τοὺς κατὰ πλέον πλούτῳ διαφέροντας ἢ δόξῃ προγονικῇ, τὰς δὲ τούτων οὐσίας καὶ γυναῖκας διεδίδου τῶν ἄλλων τοῖς ἐπιφανεστάτοις καὶ τοῖς μισθοφόροις. οὗτοι δ' ἦσαν ἀνδροφόνοι καὶ παρασχίται, λωποδύται, τοιχωρύχοι. καθόλου γὰρ τοῦτο τὸ γένος ἡθροίζετο πρὸς αὐτὸν ἐπιμελῶς ἐκ τῆς οἰκουμένης, οἷς ἄβατος ἦν ἡ θρέψασα δι' ἀσέβειαν καὶ παρανομίαν. ὧν προστάτην καὶ βασιλέα αὑτὸν ἀναδείξας, καὶ χρώμενος δορυφόροις καὶ σωματοφύλαξι τούτοις, δῆλον ἔμελλε πολυχρόνιον ἔχειν τὴν ἐπ' ἀσεβείᾳ φήμην καὶ δυναστείαν, ὥστε χωρὶς τῶν προειρημένων οὐκ ἐξηρκεῖτο φυγαδεύειν τοὺς πολίτας, ἀλλ' οὐδὲ τοῖς φεύγουσιν οὐδεὶς τόπος ἦν ἀσφαλὴς οὐδὲ καταφυγὴ βέβαιος. τοὺς μὲν γὰρ ἐν ταῖς ὁδοῖς ἐπαποστέλλων ἀνῄρει, τοὺς δὲ ἐκ τῶν τόπων ἐπαναγαγόντας ἐφόνευε. τὸ δὲ τελευταῖον ἐν ταῖς πόλεσι τὰς σύνεγγυς οἰκίας, ὅπου τις τυγχάνοι κατοικῶν τῶν φυγάδων, μισθούμενος δι' ἀνυπονοήτων ἀνθρώπων, εἰς ταύτας εἰσέπεμπε Κρῆτας, οἵτινες ῥήγματα ποιοῦντες ἐν τοῖς τοίχοις καὶ διὰ τῶν ὑπαρχουσῶν θυρίδων τοξεύοντες τοὺς μὲν ἑστῶτας τῶν φυγάδων, τοὺς δὲ ἀνακειμένους ἐν ταῖς ἰδίαις οἰκίαις διέφθειρον, ὥστε μήτε τόπον εἶναι μηδένα φεύξιμον μήτε καιρὸν ἀσφαλῆ τοῖς ταλαιπώροις Λακεδαιμονίοις. καὶ δὴ τῷ τοιούτῳ τρόπῳ τοὺς μὲν πλείστους αὐτῶν ἠφάνισε. κατεσκευάσατο δὲ καί τινα μηχανήν, εἰ μηχανὴν ταύτην χρὴ λέγειν. ἦν γὰρ εἴδωλον γυναικεῖον, πολυτελέσιν ἱματίοις ἠμφιεσμένον, κατὰ δὲ τὴν μορφὴν εἰς ὁμοιότητα τῇ τοῦ Νάβιδος γυναικὶ διαφόρως ἀπειργασμένον. ὁπότε δέ τινας τῶν πολιτικῶν ἀνακαλέσαιτο, βουλόμενος εἰσπρᾶξαι χρήματα, τὰς μὲν ἀρχὰς διετίθετο λόγους πλείονας καὶ φιλανθρώπους, ὑποδεικνύων μὲν τὸν ὑπὸ τῶν Ἀχαιῶν ἐπικρεμάμενον
q.231
τῇ χώρᾳ καὶ τῇ πόλει φόβον, διασαφῶν δὲ τὸ πλῆθος τῶν μισθοφόρων τὸ τρεφόμενον τῆς ἐκείνων ἀσφαλείας χάριν, ἔτι δὲ τὰς εἰς τοὺς θεοὺς καὶ τὰς κοινὰς τῆς πόλεως δαπάνας. εἰ μὲν οὖν ἐντρέποιντο διὰ τῶν τοιούτων λόγων, εἶχεν ἀποχρώντως αὐτῷ πρὸς τὸ προκείμενον· εἰ δέ τινες ἐξαρνούμενοι διωθοῖντο τὴν ἐπιταγήν, ἐπεφθέγγετο λόγον τοιοῦτον" 3ἴσως μὲν ἐγὼ οὐ δύναμαί σε πείθειν, Ἀπῆγαν μέντοι ταύτην δοκῶ σε πείσειν" 3 τοῦτο δ' ἦν ὄνομα τῇ γυναικὶ τοῦ Νάβιδος. καὶ τοῦτ' ἔλεγε, καὶ παρῆν ὃ μικρῷ πρότερον ἔλεγον εἴδωλον. καὶ δεξιωσάμενος, ἐπειδὰν ἐκ τῆς καθέδρας ἀνέστησε τὴν γυναῖκα καὶ περιέπτυξε ταῖς χερσί, προηγεῖτο κατὰβραχὺ πρὸς τὰ στέρνα. τοὺς δὲ πήχεις εἶχε καὶ τὰς χεῖρας πλήρεις σιδηρῶν γόμφων ὑπὸ τοῖς ἱματίοις, ὁμοίως καὶ κατὰ τοὺς μαστούς. ὅταν προσήρεισε ταῖς χερσὶ πρὸς τὰ νῶτα τῆς γυναικός, κἄπειτα διὰ τῶν ὀργάνων ἑλκόμενον ἐπέτεινε καὶ προσῆγε πρὸς τοὺς μαστοὺς κατ' ἐλάχιστον, καὶ πᾶσαν ἠνάγκαζεν φωνὴν προΐεσθαι τὸν πιεζόμενον. καὶ πολλοὺς δή τινας τῷ τοιούτῳ τρόπῳ διέφθειρεν τῶν ἐξαρνουμένων. Καὶ τὰ λοιπὰ δ' ἦν τούτοις ὅμοια καὶ σύστοιχα κατὰ τὴν ἀρχήν. ἐκοινώνει μὲν γὰρ τοῖς Κρησὶ τῶν κατὰ θάλατταν ληστειῶν· εἶχε δὲ καθ' ὅλην τὴν Πελοπόννησον ἱεροσύλους, ὁδοιδόκους, φονέας, οἷς μερίτης γινόμενος τῶν ἐκ τῆς ῥᾳδιουργίας λυσιτελῶν ὁρμητήριον καὶ καταφυγὴν παρείχετο τούτοις τὴν Σπάρτην. πλὴν κατά γε τοὺς καιροὺς τούτους ξένοι τῶν ἀπὸ τῆς Βοιωτίας εἰς τὴν Λακεδαίμονα παρεπιδημήσαντες ἐψυχαγώγησάν τινα τῶν τοῦ Νάβιδος ἱπποκόμων, ὥστε συναποχωρῆσαι μεθ' ἑαυτῶν ἔχοντα λευκὸν ἵππον, ὃς ἐδόκει γενναιότατος εἶναι τῶν ἐκ τῆς τυραννικῆς ἱπποστάσεως. τοῦτο δὲ πεισθέντος καὶ πράξαντος τὸ προειρημένον, καταδιώξαντες οἱ παρὰ τοῦ Νάβιδος εἰς τὴν Μεγάλην πόλιν καὶ καταλαβόντες τὸν μὲν ἵππον εὐθὺς ἀπῆγον καὶ τὸν ἱπποκόμον, οὐδενὸς ἀντιποιουμένου, μετὰ δὲ ταῦτα καὶ τοῖς ξένοις ἐπέβαλον τὰς χεῖρας. οἱ δὲ Βοιωτοὶ τὸ μὲν πρῶτον ἠξίουν ἄγειν αὑτοὺς ἐπὶ τὴν ἀρχήν· οὐδενὸς δὲ προσέχοντος ἀνεβόα τις τῶν ξένων" βοήθεια". συνδραμόντων δὲ τῶν ἐγχωρίων καὶ μαρτυρομένων τοὺς ἄνδρας ἐπανάγειν ἐπὶ τὴν ἀρχήν, ἠναγκάσθησαν προϊέμενοι τοὺς ἀνθρώπους οἱ παρὰ τοῦ Νάβιδος ἀπελθεῖν. ὁ δὲ πάλιν ζητῶν ἀφορμὰς ἐγκλημάτων καὶ πρόφασιν εὔλογον διαφορᾶς, τότε λαβόμενος ταύτης εὐθέως ἤλαυνε τὰ Προαγόρου θρέμματα καί τινων ἑτέρων, ἐξ ὧν ἐγένετο ἀρχὴ τοῦ πολέμου. 50. Ὅσῳ δέ τινες ἐπαποροῦντες πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατ' ἐνιαυτὸν γράφοντες τὰς παραλλήλους περὶ μόνωντῶν κατ' Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν. ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας. Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον οἷον ἀρτίως διεληλύθαμεν. ΖΗΤΕΙ. ΕΝΕΛΕΙΠΕ ΓΑΡ ΦΥΛΛΑ ˉˉΜˉˉΗ ΕΝ ΟΙΣ ΠΕΡΙ ΤΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΕΝΕΦΕΡΕΤΟ ΚΑΙ ΠΕΡΙ ΑΡΣΙΝΟΗΣ. ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλωμένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε πολιορκίαν οὔθ' ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον. διόπερ ὑπέδραμεν οὕτως κἀμοὶ τῷ γράφοντι ῥᾳδίαν ἔσεσθαι καὶ τοῖς ἀναγινώσκουσιν εὐμαθεστέραν τὴν διήγησιν, εἰ μὴ κατ' ἐνιαυτὸν ἐπιψαύων μικρῶν καὶ οὐκ ἀξίων ἐπιστάσεως πραγμάτων ἀποδιδοίην τὸν λόγον, ἀλλὰ εἰσάπαξ οἱονεὶ σωματοειδῆ ποιήσας τὴν τοῦ βασιλέως προαίρεσιν ἀπαγγείλαιμι περὶ αὐτῆς. 51. Ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κίοις, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν πλεονέκτης. ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν. 52. Ὅτι ὁ Φίλιππος κύριος γενόμενος τῆς τῶν
q.232
Κιανῶν πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος, τὰ δ' ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ· πρῶτον μὲν οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κηδεστῇ τοὺς πέλας ἐβοήθει, ὅτι πόλιν Ἑλληνίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδιδομένην φήμην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν δὲ δικαίως κληρονομήσει παρὰ πᾶσι τοῖς Ἕλλησι τὴν ἐπ' ἀσεβείᾳ δόξαν, ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώτων κακῶν, ὑπὸ δ' ἐκείνου παρακαλούμενοι καὶ διαγελώμενοι καθ' ἡμέραν αὐτόπται γενέσθαι τούτων, ὧν ἥκιστα ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προίεσθαι περὶ Φιλίππου. καὶ γὰρ ἡ τύχη πρός γε τοῦτο τὸ μέρος αὐτῷ συνήργησε προφανῶς. ὅτε γὰρ ὁ πρεσβευτὴς ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντιπραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν· καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ ὠμότητα τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην, ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προσελθὼν ὁ πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας. Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτω Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν ἢ καὶ παράπτωσιν τοῦ καθήκοντος ὥστ' ἐφ' οἷς ἐχρῆν αἰσχύνεσθαι καὶ καθ' ὑπερβολήν, ἐπὶτούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ μεγαλαυχεῖν· ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ περὶ τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς. παραπλήσιον δὲ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν· ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν Λυσιμαχαίων Χαλκηδονίων Κιανῶν, βραχεῖ χρόνῳ πρότερον πρῶτον προσηγάγετο τὴν Λυσίμαχον πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Χαλκηδονίων, τρίτην τὴν Κιανῶν ἐξηνδραπόδιστο, στρατηγοῦ παρ' Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν. 53. Ὅτι Φίλιππος κατὰ τὸν ἀνάπλουν ἕτερον ἑτέρῳ παρασπόνδημα μεταχειριζόμενος προσέσχε περὶ μέσον ἡμέρας πρὸς τὴν τῶν Θασίων πόλιν καὶ ταύτην φιλίαν οὖσαν ἐξηνδραποδίσατο. 54. Ὅτι Σωσίβιος ὁ ψευδεπίτροπος Πτολεμαίου ἐδόκει γεγονέναι σκεῦος ἀγχίνουν καὶ πολυχρόνιον, ἔτι δὲ κακοποιὸν ἐν βασιλείῳ, καὶ πρώτῳ μὲν ἀρτῦσαι φόνον Λυσιμάχῳ, ὃς ἦν υἱὸς Ἀρσινόης τῆς Λυσιμάχου καὶ Πτολεμαίου, δευτέρῳ δὲ Μάγᾳ τῷ Πτολεμαίου καὶ Βερενίκης τῆς Μάγα, τρίτῃ δὲ Βερενίκῃ τῇ Πτολεμαίου μητρὶ τοῦ Φιλοπάτορος, τετάρτῳ Κλεομένει τῷ Σπαρτιάτῃ, πέμπτῃ θυγατρὶ Βερενίκης Ἀρσινόῃ. 55. Ὅτι Ἀγαθοκλῆς, ὁ ψευδεπίτροπος Πτολεμαίου, ἐπεὶ τοὺς ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐκποδὼν ἐποίησεν, καὶ τὸ πολὺ τῆς τοῦ πλήθους ὀργῆς παρακατέσχε τῇ τῶν ὀψωνίων ἀποδόσει, παρὰ πόδας εἰς τὴν ἐξ ἀρχῆς συνήθειαν ἐπανῆλθε. καὶ τὰς μὲν τῶνφίλων χώρας ἀνεπλήρωσε, παρεισαγαγὼν ἐκ τῆς διακονίας καὶ τῆς ἄλλης ὑπηρεσίας τοὺς εἰκαιοτάτους καὶ θρασυτάτους· αὐτὸς δὲ τὸ πολὺ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐν μέθῃ διέτριβεν καὶ ταῖς τῇ μέθῃ παρεπομέναις ἀκρασίαις, οὐ φειδόμενος οὔτ' ἀκμαζούσης γυναικὸς οὔτε νύμφης οὔτε παρθένου, καὶ πάντα ταῦτ' ἔπραττε μετὰ τῆς ἐπαχθεστάτης φαντασίας. ὅθεν πολλῆς μὲν καὶ παντοδαπῆς γινομένης δυσαρεστήσεως, οὐδεμιᾶς δὲ θεραπείας οὐδὲ βοηθείας προσαγομένης, τὸ δ' ἐναντίον ἀεὶ προσεπαγομένης ὕβρεως, ὑπερηφανίας, ῥᾳθυμίας, ἀνεθυμιᾶτο πάλιν ἐν τοῖς πολλοῖς τὸ προϋπάρχον μῖσος καὶ
q.233
πάντες ἀνενεοῦντο τὰ προγεγενημένα περὶ τὴν βασιλείαν ἀτυχήματα διὰ τοὺς ἀνθρώπους τούτους. τῷ δὲ μηδὲν ἔχειν πρόσωπον ἀξιόχρεων τὸ προστησόμενον, καὶ δι' οὗ τὴν ὀργὴν εἰς τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἀποσείσονται, τὴν ἡσυχίαν ἦγον, ἔτι μίαν ἐλπίδα καραδοκοῦντες τὴν κατὰ τὸν Τληπόλεμον καὶ ταύτῃ προσανέχοντες. 56. Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἐδόκει κατὰ μὲν τὰς ἀρχὰς γεγονέναι μεγαλεπίβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. 57. Ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι πᾶσαν αἰτίαν ἐναπεδείκνυτο. χαριζόμενος γὰρ οἱονεὶ λυσσῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλ' εἰς τοὺς θεοὺς διετίθετο. κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέργαμον παραφυλάττοντες· ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαιτὸν Ἄτταλον ὑπὲρ τούτων ἐπιμελῶς. λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τεμένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, ὥς γ' ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν. οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων. ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ πολυτελεῖς ὑπάρχοντας, ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν λείας μάλιστα περὶ τούτους τοὺς τόπους. ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν κατὰ τὰς συνθήκας. 58. Ὅτι κατὰ τὴν Πελοπόννησον τίνα μὲν ἐξ ἀρχῆς προαίρεσιν ἐνεστήσατο Νάβις, ὁ τῶν Λακεδαιμονίων τύραννος, καὶ πῶς ἐκβαλὼν τοὺς πολίτας ἠλευθέρωσε τοὺς δούλους καὶ συνῴκισε ταῖς τῶν δεσποτῶν γυναιξὶ καὶ θυγατράσιν, ὁμοίως δὲ καὶ τίνα τρόπον ἀναδείξας τὴν ἑαυτοῦ δύναμιν οἷον ἄσυλον ἱερὸν τοῖς ἢ δι' ἀσέβειαν ἢ πονηρίαν φεύγουσι τὰς ἑαυτῶν πατρίδας ἥθροισε πλῆθος ἀνθρώπων ἀνοσίων εἰς τὴν Σπάρτην, ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν. πῶς δὲ καὶ τίνα τρόπον κατὰ τοὺς προειρημένους καιροὺς σύμμαχος ὑπάρχων Αἰτωλοῖς, Ἠλείοις, Μεσσηνίοις, καὶ πᾶσι τούτοις ὀφείλων καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὰς συνθήκας βοηθεῖν, εἴ τις ἐπ' αὐτοὺς ἴοι, παρ' οὐδὲν ποιησάμενος τὰς προειρημένας πίστεις ἐπεβάλετο παρασπονδῆσαι τὴν τῶν Μεσσηνίων πόλιν, νῦν ἐροῦμεν. 59. Ὅτι φησὶν ὁ Πολύβιος· ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας συμμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι. ποιήσομαι δὲ οὐ πρὸς ἅπαντας, ἀλλ' ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ' οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι. τούτους δὲ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι καὶ περὶ† περὶ πεπολίτευνται καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς. τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἰκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτούς, ἔνιοι μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις ἤπερ ἡμῖν οἱ φιλομαθοῦντες. οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Λάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ' ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσιν καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ καὶ καθόλου φασὶ τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους. ἐγὼ δέ, διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας, συγχωρήσαιμ' ἄν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεβηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν. ἱκανὰ
q.234
γὰρ τὰ κατ' ἄγνοιαν γινόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές· ἐὰν δὲ κατὰ προαίρεσιν ψευδογραφῶμεν ἢ πατρίδος ἕνεκεν ἢ φίλων ἢ χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων; ὥσπερ γὰρ ἐκεῖνοι τῷ λυσιτελεῖ μετροῦντες ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις, οὕτως οἱ πολιτικοὶ τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι πολλάκις εἰς ταὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις. δι' ὃ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. Δῆλον δ' ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις, ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, τέλος δὲ μετ' ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταὐτὸ τοῖς προειρημένοις πράττειν, καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ' ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι τοὺς πολεμίους, τὰς δὲ πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ' κείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον, ταῦτα δ' εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους, καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπ' αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσι*** ἀλλὰ ταῖς ἡμετέραις. Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος. ἐν ᾧ φησιν ὁ Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους· ἐντεῦθεν δὲ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν Πάμισον ποταμόν. ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν· τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην, ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν, ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρωνίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπεβάλετο καὶπερὶ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς, ὥστ' εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις. τὸ δ' αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν· ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλαμίας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς χειμερινὰς δύσεις. ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ' οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλαμίας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν. Πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τέγεαν. τοῦτο δ' ἔστιν ἄλογον· πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ' ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τέγεαν. ἀλλ' ἔστι παρ' αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ' ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τέγεαν εἶναι μόνον. τὸ δ' ἔστιν οὐ τοιοῦτον, ἀλλ' ἡ Λακωνικὴ καὶ ἡ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ τῆς Τεγεάτιδος. τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς
q.235
Ἀρκαδίας. ὁ δὲ ποταμὸς οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ σʹ σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λυσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς. ΖΗΤΕΙ· ΟΛΙΓΟΝ ΔΙΕΛΙΠΕ. Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δὲ ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι' ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν. εἴ τις οὖν εἰκότος ἂν Ζήνωνι μέμψαιτο, διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων, ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις (δῆλον γάρ, ὡς οὐ μικρὰ μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν), οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι. πολλοῦ γε δεῖν· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ' οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ. Ὃ δὲ λέγειν βούλομαι, γένοιτ' ἂν οὕτω μάλιστα καταφανές. ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακώς, ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις, τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτον ὠλιγώρηκεν, ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ' ὀλίγων ἱππέων, τὸ δ' εὐώνυμον αὐτῆς καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. τὸν δ' Ἀντίοχον ἐπὶ μὲν τὴν ἑωθινὴν ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆςτοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους, τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τὼν δ' ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ' ἐπὶ τὸ δεξιόν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν. μετὰ δὲ ταῦτά φησι τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι καὶ τοὺς μετ' Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. ταῦτα δ' ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχόν φησιν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου καὶ καταδιώκειν, ὃς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων, τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτο οὐκέτι συνορᾷ. Μετὰ δὲ ταῦτά φησι καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχειρίαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν ἀναχωρεῖν ἐπὶ πόδα, τὰ δὲ θηρία τοὺς ἐγκλίνοντας ἐκδεχόμενα καὶ συμπίπτοντα τοῖς πολεμίοις μεγάλην παρέχεσθαι χρείαν. πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος, οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς γενόμενα παρείχετο χρείαν μεγάλην· ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν κρῖναι τὰ θηρία τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι. πρὸς δὲ τούτοις φησὶ τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι
q.236
κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας. ἀλλ' οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξ ἀρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν ἐπεφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον. ποῖον οὖν μέρος τῶν ἱππέωνἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δὲ ὁ βασιλεὺς γέγονεν, ἢ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὑτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. ποῦ δὲ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; οὗτος μὲν γὰρ οὐδὲ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱοὺς ὄντας, ἑνὸς τοῦ τότε συνεστρατευμένου. πῶς δὲ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος ἅμα δ' ἔσχατος ἀναλέλυκε ἐκ τοῦ κινδύνου; φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα ποιεῖσθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι. διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοῦτο δυνατόν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν [γὰρ] ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον, τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα, κρίνων καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν, ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθ' ὅσον οἷοί τε ἐσμέν, ποιεῖσθαι πρόνοιανκαὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας. ὁ δὲ λαβὼν τὴν ἐπιστολήν, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα [φαίνεται], ποιεῖν δ' οὐδὲν εἶχε, τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως. ὃ δὴ κἂν ἐγὼ παρακελεύσαιμι περὶ αὑτοῦ τοὺς καθ' ἡμᾶς καὶ τοὺς ἐπιγινομένους, ἐὰν μὲν κατὰ πρόθεσιν εὑρισκώμεθά που κατὰ τὴν πραγματείαν διαψευδόμενοι καὶ παρορῶντες τὴν ἀλήθειαν, ἀπαραιτήτως ἐπιτιμᾶν, ἐὰν δὲ κατ' ἄγνοιαν, συγγνώμην ἔχειν, καὶ μάλιστα πάντων ἡμῖν διὰ τὸ μέγεθος τῆς συντάξεως καὶ διὰ τὴν καθόλου περιβολὴν τῶν πραγμάτων. 60. Ὅτι ὁ Τληπόλεμος ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας. ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προεφέρετο, πολλὰ δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο. πρὸς δὲ ποικίλων πραγμάτων χειρισμὸν δεόμενον ἐπιστάσεως καὶ νήψεως καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν ἀφυέστατος ὑπῆρχε πάντων. ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε. παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν. ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς
q.237
ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ' εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος παραγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις, μάλιστα δὲ τοῖςπερὶ τὴν αὐλὴν ἡγεμόσι καὶ στρατιώταις. καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου. τὸ λοιπὸν ηὐξάνετο τὸ κακὸν ἐξ αὑτοῦ λαμβάνον τὴν ἐπίδοσιν. πᾶς γὰρ ὁ παθὼν εὖ παρὰ τὴν προσδοκίαν καὶ τοῦ γεγονότος χάριν καὶ τοῦ μέλλοντος ὑπερεβάλλετο ταῖς τῶν λόγων εὐχαριστίαις· ὁ δὲ πυνθανόμενος τὸν γινόμενον ἐκ πάντων ἔπαινον ὑπὲρ αὑτοῦ καὶ τὰς ἐν τοῖς πότοις ἐπιχύσεις, ἔτι δὲ τὰς ἐπιγραφὰς καὶ τὰ διὰ τῶν ἀκροαμάτων εἰς αὑτὸν ᾀδόμενα παίγνια καλὴν τὴν πόλιν, εἰς τέλος ἐχαυνοῦτο καὶ μᾶλλον ἀεὶ καὶ μᾶλλον ἐξετυφοῦτο, καὶ προχειρότερος ἐγίνετο πρὸς τὰς ξενικὰς καὶ στρατιωτικὰς χάριτας. ἐφ' οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βραχέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σωσίβιον ἐκ παραθέσεως ἐθαύμαζον. ἐδόκει γὰρ οὗτος τοῦ τε βασιλέως προεστάναι καὶ φρονιμώτερον κατὰ τὴν ἡλικίαν, τήν τε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως· αὕτη δ' ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα. κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου. καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διά τε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προγεγενημένην ἐκ τοῦ πατρὸς εὐκαιρίαν· ὡς δὲ καταπλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος διαφορᾷ, παρῆν ταῦτα πάντα ἐζηλωκὼς καὶ πεπιστευμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν. διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν Τληπόλεμον. πάντων δ' αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον ἀλλ' ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς διαφορᾶς. καθ' ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόντων αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων· ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος αὐτοῦ, τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατ' ἰδίαν ποιεῖσθαι κατ' αὐτοῦ τὰς διαβολάς, αὐτὸς δ' ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν κατηγορίαν. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ 61. Ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφραγῖδα παρὰ Σωσιβίου. καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν. 62. Ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων πόλιν πορθήσαντος φησὶν ὁ Πολύβιος· ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν. οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλλήβδην ἀνυπόστατον ἔχουσι τὴν τόλμαν. κατὰ γὰρ τετάρτην ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάντων σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀναδεξάμενοι. κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιουμένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τοῦ Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξελέγξαντες ἐλπίδας. τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς· οὐδὲν γὰρ ἀπέλειπον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν πρὸς τὸνΠτολεμαῖον πίστιν. διὸ καθάπερ καὶ
q.238
κατ' ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν πόλεων τὴν ἐπ' ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράττειν εἰώθασιν. 63. Ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθ' ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας. ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος μὲν οὖν καὶ τοὺς Αἰτωλοὺς καὶ τοὺς Ῥωμαίους· καὶ γὰρ οὐδ' ἠγνόει τὰς ἐξαποστελλομένας κατ' αὐτοῦ πρεσβείας εἰς Ῥώμην,*** διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην. ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ τὸ δὴ λεγόμενον, λύκου βίον ζῆν. παρ' ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δ' ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ δὲ σιτάρια βραχέα παντελῶς· ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλαβεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς. τέλος ἐπὶ τὴν Μυλβέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς. τὴν δ' Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν. 64. Ὅτι ὁ Τίτος στρατηγὸς ἦν τῶν Ῥωμαίων· τούτῳ δὲ ἐγεγόνει πάντα κατὰ νοῦν, ἐπὶ βραχὺ μὲν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προνοίας ἁπάντων κεχειρισμένων. πάνυ γὰρ ἀγχίνους, εἰ καί τις ἕτερος Ῥωμαίων, οὗτος γέγονεν. οὕτως γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολὰς ἀλλὰ καὶ τὰς κατ' ἰδίαν ἐντεύξεις, ὥσθ' ὑπερβολὴν μὴ καταλιπεῖν. καίτοι γε νέος ἦν κομιδῇ (πλείω γὰρ τῶν λʹ ἐτῶν οὐκ εἶχεν) καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διαβεβήκει μετὰ στρατοπέδων. 65. Ὅτι φησὶν ὁ Πολύβιος περὶ προδοτῶν· ἐμοὶ ἔς τε πολλάκις μὲν καὶ ἐπὶ πολλοῖς θαυμάζειν ἐπέρχεται τῶν ἀνθρωπείων ἁμαρτημάτων, μάλιστα δ' ἐπὶ τῷ κατὰ τοὺς προδότας. διὸ καὶ βούλομαι τὰ πρέποντα τοῖς καιροῖς διαλεχθῆναι περὶ αὐτῶν. καίτοι γε οὐκ ἀγνοῶ διότι δυσθεώρητον ὁ τόπος ἔχει τι καὶ δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην δεῖ νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖ· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς ἰδίαις πατρίσιν. ἵνα δὲ μὴ πόρρωθεν τὰπαραδείγματα φέρωμεν, ἐξ αὐτῶν τῶν ἐνεστώτων ῥᾳδίως ἔσται τὸ λεγόμενον κατανοεῖν. εἰ γὰρ μὴ σὺν καιρῷ τότε μετέρριψε τοὺς Ἀχαιοὺς Ἀρισταίνετος ἀπὸ τῆς Φιλίππου συμμαχίας πρὸς τὴν Ῥωμαίων, φανερῶς ἄρδην ἀπολώλει τὸ ἔθνος. νῦν δὲ χωρὶς τῆς παρ' αὐτὸν τὸν καιρὸν ἀσφαλείας ἑκάστοις περιγενομένης, αὐξήσεως τῶν Ἀχαιῶν ὁμολογουμένως ὁ προειρημένος ἀνὴρ κἀκεῖνο τὸ διαβούλιον αἴτιος ἐδόκει γεγονέναι· διὸ καὶ πάντες αὐτὸν οὐχ ὡς προδότην, ἀλλ' ὡς εὐεργέτην καὶ σωτῆρα τῆς χώρας ἐτίμων. ὁ δ' αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῶν ἄλλων, ὅσοι κατὰ τὰς τῶν καιρῶν περιστάσεις τὰ παραπλήσια τούτοις πολιτεύονται καὶ πράττουσιν. ᾗ καὶ Δημοσθένην κατὰ πολλά τις ἂν ἐπαινέσας ἐν τούτῳ μέμψαιτο, διότι πικρότατον ὄνειδος τοῖς ἐπιφανεστάτοις τῶν Ἑλλήνων εἰκῇ καὶ ἀκρίτως προσέρριψε, φήσας ἐν
q.239
μὲν Ἀρκαδίᾳ τοὺς περὶ Κερκιδᾶν καὶ Ἱερώνυμον καὶ Εὐκαμπίδαν προδότας γενέσθαι τῆς Ἑλλάδος, ὅτι Φιλίππῳ συνεμάχουν, ἐν δὲ Μεσσήνῃ τοὺς Φιλιάδου παῖδας Νέωνα καὶ Θρασύλοχον, ἐν Ἄργει δὲ τοὺς περὶ Μύρτιν καὶ Τελέδαμον καὶ Μνασίαν, παραπλησίως ἐν Θετταλίᾳ μὲν τοὺς περὶ Δάοχον καὶ Κινέαν, παρὰ δὲ Βοιωτοῖς τοὺς περὶ Θεογείτονα καὶ Τιμόλαν· σὺν δὲ τούτοις καὶ πλείους ἑτέρους ἐξηρίθμηται, κατὰ πόλιν ὀνομάζων, καίτοι γε πάντων μὲν τῶν προειρημένων ἀνδρῶν πολὺν ἐχόντων λόγον καὶ φαινόμενον ὑπὲρ τῶν καθ' αὑτοὺς δικαίων, πλεῖστον δὲ τῶν ἐξ Ἀρκαδίας καὶ Μεσσήνης. οὗτοι γὰρ ἐπισπασάμενοι Φίλιππον εἰς Πελοπόννησον καὶ ταπεινώσαντες Λακεδαιμονίους πρῶτον μὲν ἐποίησαν ἀναπνεῦσαι καὶ λαβεῖν ἐλευθερίας ἔννοιαν πάντας τοὺς τὴν Πελοπόννησον κατοικοῦντας, ἔπειτα δὲ τὴν χώραν ἀνακομισάμενοι καὶ τὰς πόλεις, ἃς παρῄρηντο Λακεδαιμόνιοι κατὰ τὴν εὐκαιρίαν Μεσσηνίων Μεγαλοπολιτῶν Τεγεατῶν Ἀργείων, ηὔξησαν τὰς ἑαυτῶν πατρίδας ὁμολογουμένως· ἀνθ' ὧν οὐ πολεμεῖν ὤφειλον Φιλίππῳ καὶ Μακεδόσιν, ἀλλὰ πάντα κατὰ δύναμιν ἐνεργεῖν, ὅσα πρὸς δόξαν καὶ τιμὴν ἀνῆκεν. εἰ μὲν οὖν ταῦτ' ἔπραττον ἢ φρουρὰν παρὰ Φιλίππου δεχόμενοι ταῖς πατρίσιν ἢ καταλύοντες τοὺς νόμους ἀφῃροῦντο τὴν ἐλευθερίαν καὶ παρρησίαν τῶν πολιτῶν χάριν τῆς ἰδίας πλεονεξίας ἢ δυναστείας, ἄξιοι τῆς προσηγορίας ἦσαν ταύτης· εἰ δὲ τηροῦντες τὰ πρὸς τὰς πατρίδας δίκαια κρίσει πραγμάτων διεφέροντο, νομίζοντες οὐ ταὐτὸ συμφέρον Ἀθηναίοις εἶναι καὶ ταῖς ἑαυτῶν πόλεσιν, οὐ δήπου διὰ τοῦτο καλεῖσθαι προδότας ἐχρῆν αὐτοὺς ὑπὸ Δημοσθένους. ὁ δὲ πάντα μετρῶν πρὸς τὸ τῆς ἰδίας πατρίδος συμφέρον καὶ πάντας ἡγούμενος δεῖν τοὺς Ἕλληνας ἀποβλέπειν πρὸς Ἀθηναίους, εἰ δὲ μή, προδότας ἀποκαλῶν, ἀγνοεῖν μοι δοκεῖ καὶ πολὺ παραπαίειν τῆς ἀληθείας, ὃ πεποίηκε Δημοσθένης, ἄλλως τε δὴ καὶ τῶν συμβάντων τότε τοῖς Ἕλλησιν οὐ Δημοσθένει μεμαρτυρηκότων, ὅτι καλῶς προυνοήθη τοῦ μέλλοντος, ἀλλ' Εὐκαμπίδᾳ καὶ Ἱερωνύμῳ καὶ Κερκιδᾷ καὶ τοῖς Φιλιάδου παισίν. Ἀθηναίοις μὲν γὰρ τῆς πρὸς Φίλιππον ἀντιπαραγωγῆς τὸ τέλος ἀπέβη τὸ πεῖραν λαβεῖν τῶν μεγίστων συμπτωμάτων πταίσασι τῇ μάχῃ περὶ Χαιρώνειαν· εἰ δὲ μὴ διὰ τὴν τοῦ βασιλέως μεγαλοψυχίαν καὶ φιλοδοξίαν, καὶ πορρωτέρω τὰ τῆς ἀτυχίας ἂν αὐτοῖς προύβη διὰ τὴν Δημοσθένους πολιτείαν. διὰ δὲ τοὺς προειρημένους ἄνδρας κοινῇ μὲν Ἀρκάσι καὶ Μεσσηνίοις ἀπὸ Λακεδαιμονίων ἀσφάλεια καὶ ῥᾳστώνη παρεσκευάσθη, κατ' ἰδίαν δὲ ταῖς αὐτῶν πατρίσι πολλὰ καὶ λυσιτελῆ συνεξηκολούθησε. Τίσιν οὖν εἰκότως ἂν ἐπιφέροι τις τὴν ὀνομασίαν ταύτην, ἔστι μὲν δυσπαράγραφον· μάλιστα δ' ἂν προστρέχοι πρὸς τὴν ἀλήθειαν ἐπὶ τοὺς τοιούτους φέρων, ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς ὁλοσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς τοὺς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ καὶ νὴ Δία πάλιν ὅσοι φρουρὰν εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλειόνων δυνάμεων ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας. οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ κακὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησε, τὰ δ' ἐναντία πᾶσιν ὁμολογουμένως. ᾗ καὶ θαυμάζειν ἔστι, πρὸς τὸν ἐξ ἀρχῆς λόγον, πρὸς τί ποτε βλέποντες ἢ τίσι χρώμενοι διαλογισμοῖς ὁρμῶσι πρὸς τὴν τοιαύτην ἀτυχίαν. οὔτε γὰρ ἔλαθε πώποτε προδοὺς οὐδεὶς πόλιν ἢ στρατόπεδον ἢ φρούριον, ἀλλὰ κἂν παρ' αὐτὸν τὸν τῆς πράξεως καιρὸν ἀγνοηθῇ τις, ὅ γε ἐπιγινόμενος χρόνος ἐποίησε φανεροὺς ἅπαντας· οὐδὲ μὴν γνωσθεὶς οὐδεὶς οὐδέποτε μακάριον ἔσχε βίον, ἀλλ' ὡς μὲν ἐπίπαν ὑπ' αὐτῶν τούτων οἷς χαρίζονται τυγχάνουσι τῆς ἁρμοζούσης τιμωρίας. χρῶνται μὲν γὰρ τοῖς προδόταις οἱ στρατηγοὶ καὶ δυνάσται πολλάκις διὰ τὸ συμφέρον· ὅταν γε μὴν ἀποχρήσωνται, χρῶνται λοιπὸν ὡς προδόταις, κατὰ τὸν Δημοσθένην, μάλ' εἰκότως ἡγούμενοι τὸν
q.240
ἐγχειρίσαντα τοῖς ἐχθροῖς τὴν πατρίδα καὶ τοὺς ἐξ ἀρχῆς φίλους μηδέποτ' ἂν εὔνουν σφίσι γενέσθαι μηδὲ διαφυλάξαι τὴν πρὸς αὐτοὺς πίστιν. οὐ μὴν ἀλλ' ἐὰν καὶ τὰς τούτων διαφύγωσι χεῖρας, τάς γε δὴ τῶν παρασπονδηθέντων οὐ ῥᾳδίως ἐκφυγγάνουσιν. ἐὰν δέ ποτε καὶ τὰς ἀμφοτέρων τούτων ἐπιβουλὰς διολίσθωσιν, ἥ γε παρὰ τοῖς ἄλλοις ἀνθρώποις φήμη τιμωρὸς αὐτοῖς ἕπεται παρ' ὅλον τὸν βίον, πολλοὺς μὲν φόβους ψευδεῖς, πολλοὺς δὲ ἀληθεῖς παριστάνουσα καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, πᾶσι δὲ συνεργοῦσα καὶ συνυποδεικνύουσα τοῖς κακόν τι κατ' ἐκείνων βουλευομένοις, τὸ δὲ τελευταῖον οὐδὲ κατὰ τοὺς ὕπνους ἐῶσα λήθην αὐτοὺς ἔχειν τῶν ἡμαρτημένων, ἀλλ' ὀνειρώττειν ἀναγκάζουσα πᾶν γένος ἐπιβουλῆς καὶ περιπετείας, ἅτε συνειδότας ἑαυτοῖς τὴν ὑπάρχουσαν ἐκ πάντων ἀλλοτριότητα πρὸς σφᾶς καὶ τὸ κοινὸν μῖσος. ἀλλ' ὅμως τούτων οὕτως ἐχόντων οὐδεὶς οὐδέποτε δεηθεὶς ἠπόρησε προδότου, πλὴν τελέως ὀλίγων τινῶν. ἐξ ὧν εἰκότως εἴποι τις ἄν, ὅτι τὸ τῶν ἀνθρώπων γένος δοκοῦν πανουργότατον εἶναι τῶν ζώων πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῶα ταῖς τοῦ σώματος ἐπιθυμίαις αὐταῖς δουλεύοντα διὰ μόνας ταύτας σφάλλεται· τὸ δὲτῶν ἀνθρώπων γένος καὶ προσδεδοξοποιημένον οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει. καὶ ταῦτα μὲν ἡμῖν ἐπὶ τοσοῦτον εἰρήσθω. 66. Ὅτι ὁ βασιλεὺς Ἄτταλος ἐτιμᾶτο μὲν καὶ πρότερον ὑπὸ τῆς τῶν Σικυωνίων πόλεως διαφερόντως, ἐξ οὗ τὴν ἱερὰν χώραν τοῦ Ἀπόλλωνος ἐλυτρώσατο χρημάτων αὐτοῖς οὐκ ὀλίγων, ἀνθ' ὧν καὶ τὸν κολοσσὸν αὐτοῦ τὸν δεκάπηχυν ἔστησαν παρὰ τὸν Ἀπόλλωνα τὸν κατὰ τὴν ἀγοράν. τότε δὲ πάλιν αὐτοῦ δέκα τάλαντα δόντος καὶ μυρίους μεδίμνους πυρῶν, πολλαπλασίως ἐπιταθέντες ταῖς εὐνοίαις εἰκόνα τε χρυσῆν ἐψηφίσαντο καὶ θυσίαν αὐτῷ συντελεῖν κατ' ἔτος ἐνομοθέτησαν. Ἄτταλος μὲν οὖν τυχὼν τῶν τιμῶν τούτων ἀπῆρεν εἰς Κεγχραίας. 67. Ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων. ἡ δὲ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο· ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατ' ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον. 68. Ὅτι τισὶ συμβέβηκε τὸ τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς· ἐν τοῖς δὲ μάλιστα καὶ περὶ Φίλιππον τοῦτο γέγονεν. δῆλον δ' ἔσται τοῦτο διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων· καθάπερ γὰρ καὶ τὰς ἐξ ἀρχῆς ὁρμὰς ἐπὶ τὸ δέον αὐτοῦ σαφῶς ἐδηλώσαμεν, καὶ πάλιν τὴν ἐπὶ τὸ χεῖρονμεταβολήν, καὶ πότε καὶ διὰ τί καὶ πῶς ἐγένετο, καὶ τὰς ἐν ταύτῃ πράξεις μετ' ἀποδείξεως ἐξηγησάμεθα, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστοχίαν, καθ' ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλαττώμασιν εὐλογιστότατα δοκεῖ χρῆσθαι τοῖς καθ' αὑτὸν καιροῖς. ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρὰ τοῖς Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων, πρὸς τὸν Φίλιππον, οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος. Ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα ἂν περὶ πάντων Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦτον, λέγω δὲ πρότερον ἢ τοῖς διαποντίοις αὐτοὺς ἐγχειρῆσαι πολέμοις, ἕως ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ νομίμων ἔμενον. ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάντων μὲν οὐκ ἂν τολμήσαιμι τοῦτ' εἰπεῖν· κατ' ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρήσαιμ' ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν
q.241
ἐν τούτῳ τῷ μέρει διαφυλάττειν. μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύο ὀνόματα*** τοῦ μὴ δοκεῖν ἀδύνατα λέγειν. Λεύκιος μὲν γὰρ Αἰμίλιος ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλ' οὐδ' αὐτόπτης ἠβουλήθη γενέσθαι, δι' ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοικατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ' ἐναντίον ἐλλείπων μᾶλλον. μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοὶ Πόπλιος Σκιπίων καὶ Κόιντος Μάξιμος ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, εἴκοσι τάλαντα καὶ εʹ, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν ὡς οὐδ' εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις ἔτι τινὰς τῶν κτήσεων. εἰ δέ τισιν ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει, ῥᾴδιον ὑπὲρ τούτου λαβεῖν πίστιν· πολλῶν γὰρ ἀμφισβητουμένων παρὰ Ῥωμαίοις καὶ μάλιστα περὶ τοῦτο τὸ μέρος διὰ τὰς πρὸς ἀλλήλους ἀντιπαραγωγάς, ὅμως τὸ νῦν εἰρημένον ὑφ' ἡμῶν ὁμολογούμενον εὑρήσει παρὰ πᾶσιν ὁ ζητῶν. καὶ μὴν Πόπλιος Σκιπίων, ὁ τούτου μὲν κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονεστάτη τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ' ὠνησάμενος οὔτ' ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος. οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν. ἀλλὰ γὰρ ὑπὲρ μὲν τούτων οἰκειότερον λαβόντες καιρὸν ποιησόμεθα ἐπὶ πλεῖστον διαστολήν. 69. Ὅτι φησὶν ὁ Πολύβιος ἐν τῷ ιηʹ λόγῳ ὅτι Ἄτταλος ἐτελεύτησεν τὸν βίον· ὑπὲρ οὗ δίκαιόν ἐστι, καθάπερ περὶ τῶν ἄλλων εἰθίσμεθα ποιεῖν, καὶ περὶ τούτου νῦν ἐπιφθέγξασθαι τὸν ἁρμόζοντα λόγον. ἐκείνῳ γὰρ ἐξ ἀρχῆς ἄλλο μὲν οὐδὲν ἐφόδιον ὑπῆρξε πρὸς βασιλείαν τῶν ἐκτός, πλοῦτος δὲ μόνον, ὃςμετὰ νοῦ μὲν καὶ τόλμης χειριζόμενος ὡς ἀληθῶς μεγάλην παρέχεται χρείαν πρὸς πᾶσαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖς πλείστοις κακῶν παραίτιος πέφυκε γίνεσθαι καὶ συλλήβδην ἀπωλείας. καὶ γὰρ φθόνους γεννᾷ καὶ ἐπιβουλὰς καὶ πρὸς διαφθορὰν σώματος καὶ ψυχῆς μεγίστας ἔχει ῥοπάς. ὀλίγαι δέ τινές εἰσι ψυχαὶ παντάπασιν αἱ ταῦτα δυνάμεναι διωθεῖσθαι τῇ τοῦ πλούτου δυνάμει. διὸ καὶ τοῦ προειρημένου ἄξιον ἀγασθῆναι τὴν μεγαλοψυχίαν, ὅτι πρὸς οὐδὲν τῶν ἄλλων ἐπεβάλετο χρήσασθαι τοῖς χορηγίοις ἀλλὰ πρὸς βασιλείας κατάκτησιν, οὗ μεῖζον ἢ κάλλιον οὐδὲν οἷόν τε ἐστὶν οὐδ' εἰπεῖν· ὃς τὴν ἀρχὴν ἐνεστήσατο τῆς προειρημένης ἐπιβολῆς οὐ μόνον διὰ τῆς εἰς τοὺς φίλους εὐεργεσίας καὶ χάριτος, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων. νικήσας γὰρ μάχῃ Γαλάτας, ὃ βαρύτατον καὶ μαχιμώτατον ἔθνος ἦν τότε κατὰ τὴν Ἀσίαν, ταύτην ἀρχὴν ἐποιήσατο καὶ τότε πρῶτον αὑτὸν ἔδειξε βασιλέα. τυχὼν δὲ τῆς τιμῆς ταύτης καὶ βιώσας ἔτη δύο πρὸς τοῖς οʹ, τούτων δὲ βασιλεύσας μʹ καὶ δʹ, σωφρονέστατα μὲν ἐβίωσε καὶ σεμνότατα πρὸς γυναῖκα καὶ τέκνα, διεφύλαξεν δὲ τὴν πρὸς πάντας τοὺς συμμάχους καὶ φίλους πίστιν, ἐναπέθανε δὲ ἐν αὐτοῖς τοῖς καλλίστοις ἔργοις, ἀγωνιζόμενος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας. τὸ δὲ μέγιστον, δʹ υἱοὺς ἐν ἡλικίᾳ καταλιπὼν οὕτως ἡρμόσατο τὰ κατὰ τὴν ἀρχὴν ὥστε παισὶ παίδων ἀστασίαστον παραδοθῆναι τὴν βασιλείαν. 70. Ὅτι Πολυκράτης, ὁ τῆς Κύπρου ἄρχων, ἐπὶ Πτολεμαίου τοῦ παιδὸς τυγχάνων καὶ πίστιν ἔσχε καὶ βίον ἐνάρετον, μετὰ δὲ ταῦτα προβαινούσης τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀπρεπῆ. παραπλησίαν δέ τινα φήμην ἐκληρονόμησεν ἐπὶ γήρως καὶ Πτολεμαῖος ὁ
q.242
Ἡγησάνδρου. περὶ ὧν, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, οὐκ ὀκνήσομεν διασαφεῖν τὰ παρακολουθήσαντα ταῖς ἐξουσίαις αὐτῶν. Λόγος κʹ. 71. Ὅτι Βοιωτοὶ ἐκ πολλῶν ἤδη χρόνων καχεκτοῦντες ἦσαν καὶ μεγάλην εἶχον διαφορὰν πρὸς τὴν γεγενημένην εὐεξίαν καὶ δόξαν αὐτῶν τῆς πολιτείας. οὗτοι γὰρ μεγάλην περιποιησάμενοι καὶ δόξαν καὶ δύναμιν ἐν τοῖς Λευκτρικοῖς καιροῖς, οὐκ οἶδ' ὅπως κατὰ τὸ συνεχὲς ἐν τοῖς ἑξῆς χρόνοις ἀφῄρουν ἀμφοτέρων αἰεὶ τῶν προειρημένων, ἔχοντες στρατηγὸν Ἀβαιόκριτον. ἀπὸ δὲ τούτων τῶν καιρῶν οὐ μόνον ἀφῄρουν, ἀλλ' ἁπλῶς εἰς τἀναντία τραπέντες καὶ τὴν πρὸ τοῦ δόξαν ἐφ' ὅσον οἷοί τ' ἦσαν ἠμαύρωσαν. Ἀχαιῶν γὰρ αὐτοὺς πρὸς Αἰτωλοὺς ἐκπολεμωσάντων, μετασχόντες τούτοις τῆς αὐτῆς αἱρέσεως καὶ ποιησάμενοι συμμαχίαν, μετὰ ταῦτα κατὰ τὸ συνεχὲς ἐπολέμουν πρὸς Αἰτωλούς. ἐμβαλόντων δὲ μετὰ δυνάμεως εἰς τὴν Βοιωτίαν τῶν Αἰτωλῶν ἐκστρατεύσαντες πανδημεί, καὶ τῶν Ἀχαιῶν ἡθροισμένων καὶ μελλόντων παραβοηθεῖν, οὐκ ἐκδεξάμενοι τὴν τούτων παρουσίαν συνέβαλον τοῖς Αἰτωλοῖς, ἡττηθέντες δὲ κατὰ τὸν κίνδυνον οὕτως ἀνέπεσον ταῖς ψυχαῖς ὥστ' ἀπ' ἐκείνης τῆς χρείας ἁπλῶς οὐδενὸς ἔτι τῶν καλῶν ἀμφισβητεῖν ἐτόλμησαν, οὐδ' ἐκοινώνησαν οὔτε πράξεως οὔτ' ἀγῶνος οὐδενὸς ἔτι τοῖς Ἕλλησι μετὰ κοινοῦ δόγματος, ἀλλ' ὁρμήσαντες πρὸς εὐωχίαν καὶ μέθας οὐ μόνον τοῖς σώμασιν ἐξελύθησαν, ἀλλὰ καὶ ταῖς ψυχαῖς. Τὰ δὲ κεφάλαια τῆς κατὰ μέρος ἀγνοίας ἐχειρίσθη παρ' αὐτοῖς τὸν τρόπον τοῦτον. μετὰ γὰρ τὴν προειρημένην ἧτταν εὐθέως ἐγκαταλιπόντες τοὺς Ἀχαιοὺς προσένειμαν Αἰτωλοῖς τὸ ἔθνος. ἀνελομένων δὲ καὶ τούτων πόλεμον μετά τινα χρόνον πρὸς Δημήτριον τὸν Φιλίππου πατέρα, πάλιν ἐγκαταλιπόντες τούτους, καὶ παραγενομένου Δημητρίου μετὰ δυνάμεως εἰς τὴνΒοιωτίαν οὐδενὸς πεῖραν λαβόντες τῶν δεινῶν, ὑπέταξαν σφᾶς αὐτοὺς ὁλοσχερῶς Μακεδόσι. βραχέος δ' αἰθύγματος ἐγκαταλειπομένου τῆς προγονικῆς δόξης, ἦσάν τινες οἳ δυσηρεστοῦντο τῇ παρούσῃ καταστάσει καὶ τῷ πάντα πείθεσθαι Μακεδόσι. διὸ καὶ μεγάλην ἀντιπολιτείαν εἶναι συνέβαινε τούτοις πρὸς τοὺς περὶ τὸν Ἀσκώνδαν καὶ Νέωνα, τοὺς Βραχύλλου προγόνους· οὗτοι γὰρ ἦσαν οἱ μάλιστα τότε μακεδονίζοντες. οὐ μὴν ἀλλὰ τέλος κατίσχυσαν οἱ περὶ τὸν Ἀσκώνδαν γενομένης τινὸς περιπετείας τοιαύτης. Ἀντίγονος μετὰ τὸν Δημητρίου θάνατον ἐπιτροπεύσας Φιλίππου, πλέων ἐπί τινας πράξεις πρὸς τὰ ἔσχατα τῆς Βοιωτίας πρὸς Λαβρύναν, παραδόξου γενομένης ἀμπώτεως ἐκάθισαν εἰς τὸ ξηρὸν αἱ νῆες αὐτοῦ. κατὰ δὲ τὸν καιρὸν τοῦτον προσπεπτωκυίας φήμης ὅτι μέλλει κατατρέχειν τὴν χώραν Ἀντίγονος, Νέων, ἱππαρχῶν τότε καὶ πάντας τοὺς Βοιωτῶν ἱππεῖς μετ' αὐτοῦ περιαγόμενος χάριν τοῦ παραφυλάττειν τὴν χώραν, ἐπεγένετο τοῖς περὶ τὸν Ἀντίγονον ἀπορουμένοις καὶ δυσχρηστουμένοις διὰ τὸ συμβεβηκός, καὶ δυνάμενος μεγάλα βλάψαι τοὺς Μακεδόνας ἔδοξε φείσασθαι παρὰ τὴν προσδοκίαν αὐτῶν. τοῖς μὲν οὖν ἄλλοις Βοιωτοῖς ἤρεσκε τοῦτο πράξας, τοῖς δὲ Θηβαίοις οὐχ ὅλως εὐδόκει τὸ γεγονός. ὁ δ' Ἀντίγονος, ἐπελθούσης μετ' ὀλίγον τῆς πλήμης καὶ κουφισθεισῶν τῶν νεῶν, τῷ μὲν Νέωνι μεγάλην εἶχε χάριν ἐπὶ τῷ μὴ συνεπιτεθεῖσθαι σφίσι κατὰ τὴν περιπέτειαν, αὐτὸς δὲ τὸν προκείμενον ἐτέλει πλοῦν εἰς τὴν Ἀσίαν. διὸ καὶ μετὰ ταῦτα, νικήσας Κλεομένη τὸν Σπαρτιάτην καὶ κύριος γενόμενος τῆς Λακεδαίμονος, ἐπιστάτην ἀπέλειπε τῆς πόλεως Βραχύλλην, ταύτην αὐτῷ χάριν ἀποδιδοὺς τῆς τοῦ πατρὸς Νέωνος εὐεργεσίας· ἐξ ὧν οὐδὲ κατὰ μικρὸν συνέβη τὴν οἰκίαν ἐπανορθωθῆναι τὴν περὶ τὸν Βραχύλλην. οὐ μόνον δὲ ταύτην αὐτῶν ἔσχε τὴν πρόνοιαν, ἀλλὰ καὶ κατὰ τὸ συνεχές, ὁτὲ μὲν αὐτός, ὁτὲ δὲ Φίλιππος, χορηγοῦντες καὶ συνεπισχύοντες αἰεί, ταχέως κατηγωνίσαντο τοὺς ἐν ταῖς Θήβαις αὐτοῖς ἀντιπολιτευομένους, καὶ πάντας ἠνάγκασαν μακεδονίζειν πλὴν τελέως ὀλίγων τινῶν. Τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν τὴν Νέωνος τοιαύτην ἔλαβετὴν ἀρχὴ καὶ τῆς πρὸς Μακεδόνας συστάσεως καὶ τῆς κατὰ τὴν οὐσίαν ἐπιδόσεως· τὰ δὲ κοινὰ τῶν
q.243
Βοιωτῶν εἰς τοσαύτην παραγεγόνει καχεξίαν ὥστε σχεδὸν εἴκοσι καὶ εʹ ἐτῶν τὸ δίκαιον μὴ διεξῆχθαι παρ' αὐτοῖς μήτε περὶ τῶν ἰδιωτικῶν συμβολαίων μήτε περὶ τῶν κοινῶν ἐγκλημάτων, ἀλλ' οἱ μὲν φρουρὰς παραγγέλλοντες τῶν ἀρχόντων, οἱ δὲ στρατείας κοινάς, ἐξέκοπτον ἀεὶ τὴν δικαιοδοσίαν· ἔνιοι δὲ τῶν στρατηγῶν καὶ μισθοδοσίας ἐποίουν ἐκ τῶν κοινῶν τοῖς ἀπόροις τῶν ἀνθρώπων. ἐξ ὧν ἐδιδάχθη τὰ πλήθη τούτοις προσέχειν καὶ τούτοις περιποιεῖν τὰς ἀρχάς, δι' ὧν ἔμελλε τῶν μὲν ἀδικημάτων καὶ τῶν ὀφειλημάτων οὐχ ὑφέξειν δίκας, προσλήψεσθαι δὲ τῶν κοινῶν αἰεί τι διὰ τὴν τῶν ἀρχόντων χάριν. πλεῖστα δὲ συνεβάλετο πρὸς τὴν τοιαύτην*** Ὀφέλτας, αἰεί τι προσεπινοῶν ὃ κατὰ τὸ παρὸν ἐδόκει τοὺς πολλοὺς ὠφελεῖν, μετὰ δὲ ταῦτα πάντας ἀπολεῖν ἔμελλεν ὁμολογουμένως. τούτοις δ' ἠκολούθησε καὶ ἕτερος ζῆλος οὐκ εὐτυχής. οἱ μὲν γὰρ ἄτεκνοι τὰς οὐσίας οὐ τοῖς κατὰ γένος ἐπιγενομένοις τελευτῶντες ἀπέλειπον, ὅπερ ἦν ἔθος παρ' αὐτοῖς πρότερον, ἀλλ' εἰς εὐωχίας καὶ μέθας διετίθεντο καὶ κοινὰς τοῖς φίλοις ἐποίουν· πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλεῖον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διὸ καὶ Μεγαρεῖς, μισήσαντες μὲν τὴν τοιαύτην κατάστασιν, μνησθέντες δὲ τῆς προγεγενημένης αὐτοῖς μετὰ τῶν Ἀχαιῶν συμπολιτείας, αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὴν ἐκείνων αἵρεσιν. Μεγαρεῖς δὲ ἐξ ἀρχῆς μὲν ἐπολιτεύοντο μετὰ τῶν Ἀχαιῶν ἀπὸ τῶν κατ' Ἀντίγονον τὸν Γονατᾶν χρόνων· ὅτε δὲ Κλεομένης εἰς τὸν Ἰσθμὸν προσεκάθισεν, διακλεισθέντες προσέθεντο τοῖς Βοιωτοῖς μετὰ τῆς τῶν Ἀχαιῶν γνώμης. βραχὺ δὲ πρὸ τῶν νῦν λεγομένων καιρῶν δυσαρεστήσαντες τῇ πολιτείᾳ τῶν Βοιωτῶν αὖτις ἀπένευσαν πρὸς τοὺς Ἀχαιούς. οἱ δὲ Βοιωτοὶ διοργισθέντες ἐπὶ τῷ καταφρονεῖσθαι δοκεῖν ἐξῆλθον ἐπὶ τοὺς Μεγαρεῖς πανδημεὶ σὺν τοῖς ὅπλοις. οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει. πανικοῦ δ' ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν. Τοιαύτην δ' ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιππον καὶ τοὺς κατ' Ἀντίοχον καιρούς. ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλ' ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην. 72. Ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν Ῥωμαίων, τῇ δ' ἀληθείᾳ καχεκτοῦντες ταῖς ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας. καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας. τέλος τοῦ κʹ λόγου τῆς Πολυβίου ἱστορίας 73. Ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Πασιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν. ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ' ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς διαλήψεις. 74. Ὅτι Διοφάνης ὁ Μεγαλοπολίτης μεγάλην ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλοποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον ἔργων ἀληθινήν. χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ προειρημένος ἀνὴρ δυνατὸς καὶ καταπληκτικός. τὸ δὲ κυριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχρῆτο διαφερόντως. 75. Ὅτι Μοαγέτης ἦν τύραννος Κιβύρας, ὠμὸς γεγονὼς καὶ δόλιος, καὶ οὐκ ἄξιός ἐστιν ἐκ παραδρομῆς, ἀλλὰ μετ' ἐπιστάσεως
q.244
τυχεῖν τῆς ἁρμοζούσης μνήμης. 76. Ὅτι Πτολεμαῖος ὁ βασιλεὺς Αἰγύπτου ὅτε τὴν Λύκων πόλιν ἐπολιόρκησε, καταπλαγέντες τὸ γεγονὸς οἱ δυνάσται τῶν Αἰγυπτίων ἔδωκαν σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν. οἷς κακῶς ἐχρήσατο καὶ εἰς κινδύνους πολλοὺς ἐνέπεσεν. παραπλήσιον δέ τι συνέβη καὶ κατὰ τοὺς καιρούς, ἡνίκα Πολυκράτης τοὺς ἀποστάτας ἐχειρώσατο. οἱ γὰρ περὶ τὸν Ἀθίνιν καὶ Παυσίραν καὶ Χέσουφον καὶ τὸν Ἰρόβαστον, οἵπερ ἦσαν ἔτι διασωζόμενοι τῶν δυναστῶν, εἴξαντες τοῖς πράγμασι παρῆσαν εἰς τὴν Σάιν, σφᾶς αὐτοὺς εἰς τὴν τοῦ βασιλέως ἐγχειρίζοντες πίστιν· ὁ δὲ Πτολεμαῖος ἀθετήσας τὰς πίστεις καὶ δήσας τοὺς ἀνθρώπους γυμνοὺς ταῖς ἁμάξαις εἷλκε καὶ μετὰ ταῦτα τιμωρησάμενος ἀπέκτεινεν. καὶ παραγενόμενος εἰς τὴν Ναυκρατίαν μετὰ τῆς στρατιᾶς καὶ παραστήσαντος αὐτῷ τοὺς ἐξενολογημένους ἄνδρας ἐκ τῆς Ἑλλάδος Ἀριστονίκου καὶ προσδεξάμενος τούτους ἀπέπλευσεν εἰς Ἀλεξάνδρειαν, τῶν μὲν τοῦ πολέμου πράξεων οὐδεμιᾶς κεκοινωνηκὼς διὰ τὴν Πολυκράτους ἀδικοδοξίαν, καίπερ ἔχων ἔτη εʹ καὶ εἴκοσιν. 77. Ὅτι Ἀπολλωνιάς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦβασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας. καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευταίας, [ὅτι] οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σωφρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγαθίαν, καὶ δικαία τυγχάνειν τῆς ἐπ' ἀγαθῷ μνήμης ἐστίν, καὶ καθόλου τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός. πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα καὶ τιμήν. ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θ' ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας. ἐφ' οἷς οἱ θεώμενοι μεγάλως τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν, καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες. ταῦτα δ' ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. 78. Ὅτι Ὀρτιάγων ὁ Γαλάτης, τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων, ἐπεβάλετο τὴν ἁπάντων τῶν Γαλατῶν δυναστείαν εἰς ἑαυτὸν μεταστῆσαι, καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐφόδια προσεφέρετο καὶ φύσει καὶ τριβῇ. καὶ γὰρ εὐεργετικὸς ἦν καὶ μεγαλόψυχος καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις καὶ συνετός, τὸ δὲ συνέχον παρὰ Γαλάταις ἀνδρώδης ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας. 79. Ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δ' ἐγεγόνει σύντροφος τῷ βασιλεῖ. τῆς δ' ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατ' εὐνοῦχον τόλμαν καὶ προαίρεσιν. καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα. παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ σπάνιόν ἐστι. πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀνθρώπων πεφύκει καλῶς. 80. Ὅτι Δεινοκράτης ὁ Μεσσήνιος ἦν οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος. τὸν δὲ πραγματικὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατ' ἰδίαν κινδύνοις. ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος, περὶ δὲ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι καὶ προϊδέσθαι τὸ μέλλον ἀσφαλῶς, ἔτι δὲπαρασκευάσασθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος εἰς τέλος ἀδύνατος. καί ποτε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν
q.245
μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ' ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς. βραχεῖαν δέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τίτος αὐτὸν ἠνάγκασε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παρ' αὐτὰ μὲν ἐσιώπησε, τῇ δ' αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος ἀξιοῦντος" Ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν" ἔφη" ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκινηκὼς ἐν τοῖς Ἕλλησιν." δοκεῖ δὲ τότε βραχύ τι συσταλῆναι καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀποδέδωκε. πλὴν τόγε παρῆν εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου πεπεισμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρισθήσεσθαι κατὰ τὴν αὐτοῦ βούλησιν. 81. Ὅτι τῷ βασιλεῖ Φιλίππῳ καὶ τῇ συμπάσῃ Μακεδονίᾳ κατὰ τοῦτον τὸν καιρὸν δεινή τις ἀρχὴ κακῶν ἐνέπεσε καὶ πολλῆς ἐπιστάσεως καὶ μνήμης ἀξία. καθάπερ γὰρ ἂν εἰ δίκην ἡ τύχη βουλομένη λαβεῖν καιρῷ παρ' αὐτοῦ πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο κατὰ τὸν βίον, τότε παρέστησέ τινας ἐρινῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν δι' ἐκεῖνον ἠτυχηκότων· οἳ συνόντες αὐτῷ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοιαύτας ἔλαβον παρ' αὐτοῦ τιμωρίας, ἕως οὗ τὸ ζῆνἐξέλειπεν, ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι διότι κατὰ τὴν παροιμίαν ἔστι Δίκης ὀφθαλμός, ἧς μηδέποτε δεῖ καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας. πρῶτον μὲν γὰρ αὐτῷ ταύτην παρεστήσαντο τὴν ἔννοιαν ὅτι δεῖ μέλλοντα πολεμεῖν πρὸς Ῥωμαίους ἐκ τῶν ἐπιφανεστάτων καὶ παραθαλαττίων πόλεων τοὺς μὲν πολιτικοὺς ἄνδρας μετὰ τέκνων καὶ γυναικῶν ἀναστάτους ποιήσαντα μεταγαγεῖν μὲν εἰς τὴν νῦν μὲν Ἠμαθίαν, τὸ δὲ παλαιὸν Παιονίαν προσαγορευομένην, πληρῶσαι δὲ καὶ Θρᾳκῶν καὶ βαρβάρων τὰς πόλεις, ὡς βεβαιοτέρας αὐτῷ τῆς ἐκ τούτων πίστεως ὑπαρξούσης κατὰ τὰς περιστάσεις. οὗ συντελουμένου, καὶ τῶν ἀνθρώπων ἀνασπάστων γινομένων, τηλικοῦτο συνέβη γενέσθαι πένθος καὶ τηλικοῦτον θόρυβον ὥστε δοριάλωτον δοκεῖν ἅπασαν γίνεσθαι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατὰ τοῦ βασιλέως, οὐκέτι λάθρᾳ μόνον, ἀλλὰ καὶ φανερῶς. μετὰ δὲ ταῦτα βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολιπεῖν τῇ βασιλείᾳ, ἔγραψε τοῖς ἐπὶ τῶν πόλεων διατεταγμένοις ἀναζητήσασι τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τῶν ὑπ' αὐτοῦ Μακεδόνων ἀνῃρημένων, εἰς φυλακὴν ἀποθέσθαι, μάλιστα μὲν φέρων ἐπὶ τοὺς περὶ Ἄδμητον καὶ Πύρριχον καὶ Σάμον καὶ τοὺς μετὰ τούτων ἀπολομένους· ἅμα δὲ τούτοις συμπεριέλαβε καὶ τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ βασιλικὸν πρόσταγμα τοῦ ζῆν ἐστερήθησαν, ἐπιφθεγξάμενος, ὥς φασι, τὸν στίχον τοῦτον· νήπιος ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. ὄντων δὲ τῶν πλείστων ἐπιφανῶν διὰ τὰς τῶν πατέρων παραγωγάς, ἐπιφανῆ καὶ τὴν τούτων ἀτυχίαν συνέβαινε γίνεσθαι καὶ παρὰ πᾶσιν ἐλεεινήν. τρίτον δ' ἡ τύχη δρᾶμα κατὰ τὸν αὐτὸνκαιρὸν ἐπεισήγαγεν τὸ κατὰ τοὺς υἱούς, ἐν ᾧ τῶν μὲν νεανίσκων ἀλλήλοις ἐπιβουλευόντων, τῆς δ' ἀναφορᾶς περὶ τούτων ἐπ' αὐτὸν γινομένης, καὶ δέον διαλαμβάνειν πότερον δεῖ γίνεσθαι τῶν υἱῶν φονέα καὶ πότερον αὐτῶν δεδιέναι μᾶλλον κατὰ τὸν ἑξῆς βίον, μὴ γηράσκων αὐτὸς πάθῃ τὸ παραπλήσιον, ἐστροβεῖτο νύκτωρ καὶ μεθ' ἡμέραν περὶ τούτων διανοούμενος. ἐν τοιαύταις δ' οὔσης ἀτυχίαις καὶ ταραχαῖς τῆς αὐτοῦ ψυχῆς, τίς οὐκ ἂν εἰκότως ὑπολάβοι θεῶν τινων αὐτῷ μῆνιν εἰς τὸ γῆρας κατασκῆψαι διὰ τὰς ἐν τῷ παραγεγονότι βίῳ παρανομίας; τοῦτο δ' ἔτι μᾶλλον ἔσται δῆλον ἐκ τῶν ἑξῆς ῥηθησομένων. ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΠΑΡΑΔΟΞΩΝ. 82. Ὅτι Φιλοποίμην, ὁ τῶν Ἀχαιῶν στρατηγός, ἀνὴρ ἦν τῶν κατ' ἀρετὴν πρὸ τοῦ οὐδενὸς δεύτερος, τῆς τύχης μέντοι γ' ἥττων. μετὰ δὲ τοῦτον Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων τούτου. 83. Ὅτι Φιλοποίμην τετταράκοντα ἔτη συνήθως φιλοδοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός. 84. Ὅτι Ἀννίβας ἑπτακαίδεκα ἔτη μείνας ἐν τοῖς ὑπαίθροις καὶ
q.246
πλείστοις ἀλλοφύλοις καὶ ἑτερογλώττοις ἀνδράσι χρησάμενος πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐλπίδας ὑπ' οὐθενὸς οὔτ' ἐπεβουλεύθη τὸ παράπαν οὔτ' ἐγκατελείφθη ὑπὸ τῶν συστρατευομένων. 85. Ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν, ὥστ' ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλλομένου κατὰ τὰ Ῥωμαίων ἔθη, καὶ πολλὰ [μὲν] κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, δι' ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες. ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον. 86. Ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἦν τις ἐν τῇ Λακεδαίμονι Χαίρων, ὃς ἐτύγχανε τῷ πρότερον ἔτει πεπρεσβευκὼς εἰς τὴν Ῥώμην, ἄνθρωπος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς. οὗτος ὀχλαγωγῶν καὶ κινήσας ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς. καὶ τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν φυγάδων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς εἰκῇ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν. μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ ἄρχοντος. ἐφ' οἷς τινες ἀγανακτήσαντες ἐσπούδαζον κατασταθῆναι δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους. ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδην καὶ μάλιστα δυνάμενον ἐρευνῆσαι τὴν πλεονεξίαν αὐτοῦ, τοῦτον ἀποπορευόμενον ἡμέρας ἐκ βαλανείου προσπέμψας τινὰς ἐξεκέντησε. ὧν προσπεσόντων τοῖς Ἀχαιοῖς, καὶ τοῦ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ἐξ αὐτῆς ὁ στρατηγὸς ὁρμήσας καὶπαραγενόμενος εἰς τὴν Λακεδαίμονα τόν τε Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδην καὶ κατακρίνας ἐποίησε δέσμιον, τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον. 87. Ὅτι Φιλοποίμενα καὶ Ἀρίσταινον τοὺς Ἀχαιοὺς συνέβηοὔτε τὴν φύσιν ὁμοίαν σχεῖν οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, ὁ δ' ἕτερος πρὸς τὰ πολιτικὰ τῶν διαβουλίων. τῇ δ' αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς κατά τε τοὺς Φιλιππικοὺς καὶ τοὺς Ἀντιοχικοὺς καιρούς, Ἀρίσταινος ἦγε τὴνἀγωγὴν τῆς πολιτείας οὕτως ὥστε πᾶν τὸ πρόσφορον Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ἐκείνους. ἐπειρᾶτο μέντοι γε τῶν νόμων ἔχεσθαι δοκεῖν καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων, ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τ' ἦν ἐθελοντὴν συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δίκαιον ἡγεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν· εἰ δὲ μηδ' οὕτως πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον. 88. Ὅτι Περσεὺς ἀνανεωσάμενος τὴν φιλίαν τὴν πρὸς Ῥωμαίους εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν εἰς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι [Μακεδονίαν] παρακεχωρηκότας. καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφοὺς καὶ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερόν, διδοὺς οὐ μόνον τὴν
q.247
ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ' ὧν ἕκαστος ἔφυγε. παρέλυσε δὲ καὶ τοὺς ἐν αὐτῇ τῇ Μακεδονίᾳ τῶν βασιλικῶν ὀφειλημάτων, ἀφῆκε δὲ καὶ τοὺς ἐν ταῖς φυλακαῖς ἐγκεκλεισμένους ἐπὶ βασιλικαῖς αἰτίαις. ταῦτα δὲ ποιήσας πολλοὺς ἐμετεωροδοκῶν καλὰς ἐλπίδας ὑποδεικνύναι πᾶσι τοῖς Ἕλλησιν ἐν αὑτῷ. ἐπέφαινε δὲ καὶ κατὰ τὴν ἐν τῷ λοιπῷ βίῳ προστασίαν τὸ τῆς βασιλείας ἀξίωμα. κατά τε γὰρ τὴν ἐπιφάνειαν ἦν ἱκανὸς καὶ πρὸς πᾶσαν σωματικὴν χρείαν τὴν διατείνουσαν εἰς τὸν πραγματικὸν τρόπον εὔθετος, κατά τε τὴν ἐπίφασιν εἶχεν ἐπισκύνιον καὶ τάξιν οὐκ ἀνοίκειον τῆς ἡλικίας. ἐπεφεύγει δὲ καὶ τὴν πατρικὴν ἀσέλγειαν τήν τε περὶ τὰς γυναῖκας καὶ τὴν περὶ τοὺς πότους. καὶ τὰ μὲν προοίμια τῆς Περσέως ἀρχῆς τοιαύτην ἔχει διάθεσιν. 89. Ὅτι Φίλιππος ὁ βασιλεύς, ὅτε μὲν ηὐξήθη καὶ τὴν κατὰ τῶν Ἑλλήνων ἐξουσίαν ἔλαβε, πάντων ἦν ἀπιστότατος καὶπαρανομώτατος, ὅτε δὲ πάλιν τὰ τῆς τύχης ἀντέπνευσε, πάντων μετριώτατος. ἐπεὶ δὲ τοῖς ὅλοις πράγμασιν ἔπταισε, πρὸς πᾶν τὸ μέλλον ἁρμοζόμενος ἐπειρᾶτο κατὰ πάντα τρόπον σωματοποιεῖν τὴν αὑτοῦ βασιλείαν. Λόγος κζʹ. 90. Ὅτι ὁ Κότυς ἦν ἀνὴρ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ καὶ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλυθέριον. 91. Ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον οὐδαμῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ πρακτικός. παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελῶς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ' ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐν τῷ μηδὲν προΐεσθαι. τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος συνθεὶς πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐδοκῆσαι τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι. 92. Ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως. ἡ δ' αἰτία τοῦ συμβαίνοντος ἐγένετο τοιαύτη. Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἆλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗΧάροψ ἐγένετο. τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. ταῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα χρόνον εἰς τὴν οἰκείαν. ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλ' οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας. τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων οἰκίαν, κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπ' αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. ὁ δὲ Κέφαλος, τἆλλά τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε γνώμης. εὐχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν ἀγεννῶς μήθ' ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατ' αὐτοῦ διαβολαῖς καὶ πᾶσαν παρὰ τὴν
q.248
Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον βουλομένοις Ῥωμαίων. ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λοχαγὸν εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατ' αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλονἐβουλεύοντο περὶ αὑτῶν. ἔδοξεν οὖν αὐτοῖς πάντως πεῖραν λαμβάνειν, ἐφ' ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως, σώους δὲ εἰς τὴν Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς. οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. 93. Ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως. πυθόμενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατόπεδον, καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ Περσεῖ, μεγίστην μὲν πίστιν προσενέγκασθαι, μέγιστα δ' ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν. ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγκάζετο διαμάχεσθαι πρὸς τούτους. συνέβη δὲ τὸν Αὖλον εἰς τοὺς Φανοσεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθ' αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον· ὃν εἰ μὴ τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ διαφυγεῖν. νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα τῆς νυκτός. καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν. 94. Ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασιλέων ἐγένετο παρανομώτατος. 95. Ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ καὶ σαφῶς εἰδὼςτὸν ἀδελφὸν Εὐμένη λυπούμενον ὡς ἔνι μάλιστα καὶ βαρύνοντα ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ τιμὰς ἠθετῆσθαι ὑπὸ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ δόγματος, ἐπικρυπτόμενος δὲ πρὸς πάντας τὴν περὶ αὐτὸν ὑπάρχουσαν διάθεσιν, ἐπεβάλετο διαπέμπεσθαι πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ δι' αὑτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ καὶ τὰς ἐγγράπτους τιμάς. τοῦτο δ' ἐποίει πεπεισμένος μεγίστην μὲν ἀνακινῶν ταύτην τὴν χάριν προσενέγκασθαι, μάλιστα δ' ἂν τὸ φιλάδελφον καὶ γενναῖον τῆς αὑτοῦ προαιρέσεως ἐναποδείξασθαι τοῖς Ἕλλησι διὰ ταύτης τῆς πράξεως. 96. Ὅτι οἱ Κρῆτες ἀνάξιον κατὰ τὸν καιρὸν τοῦτον ἐποίησαν πρᾶγμα δεινὸν καὶ παράσπονδον ὁμολογουμένως. καίπερ πολλῶν τοιούτων γενομένων κατὰ τὴν Κρήτην, ὅμως ἔδοξεν ὑπεραίρειν τὴν συνήθειαν τὸ τότε γενόμενον. ὑπαρχούσης γὰρ αὐτοῖς οὐ μόνον φιλίας, ἀλλὰ συμπολιτείας πρὸς Ἀπολλωνιάτας καὶ καθόλου κοινωνίας πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων δικαίων, καὶ περὶ τούτων κειμένης ἐνόρκου συνθήκης παρὰ τὸν Δία τὸν Ἰδαῖον, παρασπονδήσαντες τοὺς Ἀπολλωνιάτας κατελάβοντο τὴν πόλιν, καὶ τοὺς μὲν ἄνδρας κατέσφαξαν, τὰ δὲ ὑπάρχοντα διήρπασαν, τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν πόλιν καὶ τὴν χώραν διανειμάμενοι κατεῖχον. Λόγος κηʹ 97. Ὅτι Ἀντίοχος ὁ βασιλεὺς ἦν καὶ πρακτικὸς καὶ μεγαλεπίβολος καὶ τοῦ τῆς βασιλείας ὀνόματος ἄξιος, πλὴν τῶν κατὰ τὸ Πηλούσιον στρατηγημάτων. 98. Ὅτι φησὶ Πολύβιος· πρότερον ἐπιστήσαντες τοὺς ἀναγινώσκοντας ἐπὶ τὴν περὶ Δείνωνος καὶ Πολυαράτου διάληψιν· μεγάλης γὰρ οὔσης τῆς περιστάσεως καὶ τῆς μεταβολῆς οὐ μόνον παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ σχεδὸν ἁπάσαις ταῖς πολιτείαις, χρήσιμον ἂν εἴη τὸ τὰς προαιρέσεις τῶν παρ' ἑκάστοις πολιτευομένων ἐπισκέψασθαι καὶ γνῶναι τίνες φανήσονται τὸ κατὰ λόγον πεποιηκότες καὶ τίνες παραπεπαικότες τοῦ καθήκοντος, ἵνα οἱ ἐπιγινόμενοι, ὡσανεὶ τύπων ἐκτιθεμένων, δύνωνται κατὰ τὰς ὁμοίας
q.249
περιστάσεις τὰ μὲν αἱρετὰ διώκειν, τὰ δὲ φευκτὰ φεύγειν ἀληθινῶς, καὶ μὴ περὶ τὸν ἔσχατον καιρὸν τῆς ζωῆς ἀβλεπτοῦντες τὸ πρέπον καὶ τὰς ἐν τῷ προγεγονότι βίῳ πράξεις αὐτῶν ποιῶσιν. συνέβαινε τοιγαροῦν τρεῖς διαφορὰς γενέσθαι τῶν ἐμπεσόντων εἰς τὰς αἰτίας κατὰ τὸν πρὸς Περσέα πόλεμον. ὧν μία μὲν ἦν τῶν οὐχ ἡδέως μὲν ὁρώντων κρινόμενα τὰ ὅλα καὶ τὴν τῆς οἰκουμένης ἐξουσίαν ὑπὸ μίαν ἀρχὴν πίπτουσαν, οὔτε δὲ συνεργούντων οὔτ' ἀντιπραττόντων ἁπλῶς Ῥωμαίοις οὐδέν, ἀλλ' οἷον ἐπιτετραφότων τῇ τύχῃ περὶ τῶν ἀποβησομένων· ἑτέρα δὲ τῶν ἡδέως ὁρώντων κρινόμενα τὰ πράγματα καὶ βουλομένων νικᾶν τὸν Περσέα, μὴ δυναμένων δὲ συνεπισπᾶσθαι τοὺς ἰδίους πολίτας καὶ τοὺς ὁμοεθνεῖς πρὸς τὴν αὑτῶν γνώμην· τρίτη δὲ καὶ τῶν συνεπισπασαμένων καὶ μεταρριψάντων τὰ πολιτεύματα πρὸς τὴν Περσέως συμμαχίαν. πῶς οὖν ἕκαστοι τούτων ἐχείρισαν τὰ καθ' αὑτοὺς σκοπεῖν πάρεστιν. μετέρριψαν πρὸς Περσέα τὸ τῶν Μολοσσῶν ἔθνος Ἀντίνους καὶ Θεόδοτος καὶ Κέφαλος μετ' αὐτῶν*** τῶν ἀντιπεσόντων ταῖς ἐπιβολαῖς αὐτῶν ὁλοσχερῶς, καὶ περιστάντος τοῦ κινδύνου, καὶ συνεγγίζοντος τοῦ δεινοῦ, πάντες ὁμόσε στήσαντες τοῖς παροῦσιν ἀπέθανον γενναίως. διόπερ ἄξιον ἐπαινεῖν τοὺς ἄνδρας ἐπὶ τῷ μὴπροέσθαι μηδὲ περιιδεῖν σφᾶς αὐτοὺς εἰς ἀναξίαν διάθεσιν ἐμπεσόντας τοῦ προγεγονότος βίου. καὶ μὴν ἐν Ἀχαΐᾳ καὶ παρὰ Θετταλοῖς καὶ Περραιβοῖς ἔσχον αἰτίαν καὶ πλείους διὰ τὴν ἡσυχίαν, ὡς ἐφεδρεύοντες τοῖς καιροῖς καὶ φρονοῦντες τὰ Περσέως. ἀλλ' οὔτε λόγον ἐν τῷ μέσῳ τοιοῦτον ἐξέβαλον οὔτε γράφοντες οὔτε διαπεμπόμενοι πρὸς τὸν Περσέα περί τινος ἐφωράθησαν, ἀλλὰ διεφύλαξαν ἀνεπιλήπτους ἑαυτούς. τοιγαροῦν εἰκότως οὗτοι καὶ δικαιολογίαν καὶ κρίσιν ὑπέμενον καὶ πάσας ἐξήλεγχον τὰς ἐλπίδας· οὐ γὰρ ἔλαττόν ἐστιν ἀγεννίας σημεῖον τὸ μηδὲν αὑτῷ συνειδότα μοχθηρὸν προεξάγειν ἐκ τοῦ ζῆν αὑτόν, ποτὲ μὲν τὰς τῶν ἀντιπολιτευομένων ἀναστάσεις καταπλαγέντα, ποτὲ δὲ τὴν τῶν κρατούντων ἐξουσίαν, τοῦ παρὰ τὸ καθῆκον φιλοζωεῖν. Καὶ μὴν ἐν Ῥόδῳ καὶ Κῷ καὶ πλείοσιν ἑτέραις πόλεσιν ἐγένοντό τινες οἱ φρονοῦντες τὰ Περσέως, οἳ καὶ λέγειν ἐθάρρουν περὶ Μακεδόνων ἐν τοῖς ἰδίοις πολιτεύμασι καὶ κατηγορεῖν μὲν Ῥωμαίων καὶ καθόλου συνίστασθαι πρὸς τὸν Περσέα κοινοπραγίαν, οὐ δυνηθέντες δὲ μεταρρῖψαι τὰ πολιτεύματα πρὸς τὴν τοῦ βασιλέως συμμαχίαν. τούτων δ' ἦσαν ἐπιφανέστατοι παρὰ μὲν τοῖς Κώοις Ἱππόκριτος καὶ Διομέδων ἀδελφοί, παρὰ δὲ Ῥοδίοις Δείνων καὶ Πολυάρατος. ὧν τίς οὐκ ἂν καταμέμψαιτο τὴν προαίρεσιν; οἳ πρῶτον μὲν τοὺς πολίτας συνίστορας ἔχοντες πάντων τῶν σφίσι πεπραγμένων καὶ τῶν εἰρημένων, ἔπειτα δὲ τῶν γραμμάτων ἑαλωκότων καὶ πεφωτισμένων καὶ τῶν παρὰ τοῦ Περσέως πρὸς ἐκείνους διαπεμπομένων καὶ τῶν πρὸς τὸν Περσέα παρ' ἐκείνων, ἅμα δὲ καὶ τῶν ἀνθρώπων ὑποχειρίων γεγονότων τῶν διαπεμπομένων παρ' ἑκατέρων καὶ πρὸς ἑκατέρους, οὐχ οἷοί τ' ἦσαν εἴκειν οὐδ' ἐκποδὼν ποιεῖν ἑαυτούς, ἀλλ' ἀκμὴν ἠμφισβήτουν. τοιγαροῦν προσκαρτεροῦντες καὶ φιλοζωοῦντες πρὸς ἀπεγνωσμένας ἐλπίδας καὶ τὸ δοκοῦν εἶναι περὶ αὐτοὺς τολμηρὸν καὶ παράβολον ἀνέστρεψαν, ὥστε παρὰ τοῖς ἐπιγινομένοις μηδ' ἔσχατον ἐλέῳ καὶ συγγνώμῃ τόπον καταλιπεῖν. ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν. Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκιςεἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, διαπεσταλμένος ὑπὸ τῶν προειρημένων. οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον. τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον. κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ παρὰ τούτων πρὸς ἐκεῖνον. ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος ὁ
q.250
Δείνων προσανείχετο ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον. Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν ὁ Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα. τοῦ γὰρ Ποπλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, ὁ βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος. παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. ὁ δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν, καὶ διανοηθεὶς ἅττα δήποτ' οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν. ὃν εἴ τις εἴρετο τί βούλεται, πέπεισμαι μηδ' αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν. εἰ δ' εἰς τὴν Ῥώμην, καὶ μὴ βουλομένου' κείνου τοῦτ' ἔδει γενέσθαι κατ' ἀνάγκην. τί οὖν κατελείπεθ' ἕτερον; ἄλλος γὰρ τόπος ὁ δεξόμενος αὐτὸν μετ' ἀσφαλείας οὐκ ἦν. οὐ μὴν ἀλλὰ τῶν Φασηλιτῶν πεμψάντων εἰς τὴν Ῥόδον, καὶ παρακαλούντων κομίζεσθαι καὶ παραλαμβάνειν τὸν Πολυάρατον, νουνεχῶς οἱ Ῥόδιοιδιαλαχόντες ἄφρακτον μὲν ἐξαπέστειλαν τὸ παραπέμψον, ἀναλαβεῖν δ' εἰς τὴν ναῦν ἐκώλυσαν τὸν ἄρχοντα, διὰ τὸ προστετάχθαι τοῖς ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥόδον ἀποκαταστῆσαι τὸν ἄνθρωπον. παραγενομένης δὲ τῆς νεὼς εἰς τὴν Φασήλιδα, καὶ τοῦ μὲν Ἐπιχάρους, ὃς ἦν ἄρχων τῆς νεώς, οὐ βουλομένου δέχεσθαι τῷ πλοίῳ τὸν ἄνθρωπον, τοῦ δὲ Δημητρίου τοῦ προχειρισθέντος ὑπὸ τοῦ βασιλέως διὰ τὴν ἀναπομπήν, κελεύοντος ἀνίστασθαι καὶ πλεῖν αὐτόν, καὶ τῶν Φασηλιτῶν συνεπισχυόντων αὐτῷ διὰ τὸ δεδιέναι μή τις ἐκ Ῥωμαίων σφίσι διὰ ταῦτα μέμψις ἐπακολουθήσῃ, καταπλαγεὶς τὴν περίστασιν ἐνέβη πάλιν τὸν λέμβον πρὸς τὸν Δημήτριον. κατὰ δὲ τὸν ἀπόπλουν ἐπιλαβόμενος ἀφορμῆς εὐκαίρου, προσδραμὼν κατέφυγε πάλιν εἰς Καῦνον κἀκεῖ παραπλησίως ἐδεῖτο τῶν Καυνίων βοηθεῖν. τούτων δὲ πάλιν ἀποτριβομένων αὐτὸν διὰ τὸ τάττεσθαι μετὰ Ῥοδίων, διεπέμπετο πρὸς Κιβυράτας, δεόμενος αὐτὸν δέξασθαι τῇ πόλει καὶ πέμψαι παραπομπήν. ἔσχε γὰρ ἀφορμὴν πρὸς τὴν πόλιν διὰ τὸ τεθράφθαι παρ' αὐτῷ τοὺς παῖδας Παγκράτους τοῦ τυράννου. τῶν δὲ πεισθέντων καὶ ποιησάντων τὰ παρακαλούμενα, παραγενόμενος εἰς τὴν Κιβύραν εἰς ἀπορίαν ἐνέβαλεν αὑτόν τε καὶ τοὺς Κιβυράτας μείζω τῆς πρότερον ἢ ὅτε παρὰ τοῖς Φασηλίταις ἦν. οὔτε γὰρ ἔχειν παρ' αὑτοῖς ἐθάρρουν αὐτὸν διὰ τὸ δεδιέναι τὸν ἀπὸ Ῥωμαίων κίνδυνον, οὔθ' ἅμα πέμπειν εἰς τὴν Ῥώμην ἐδύναντο διὰ τὴν ἀπειρίαν τῶν κατὰ θάλατταν ἔργων, ἅτε μεσόγαιοι τελέως ὑπάρχοντες. λοιπὸν ἠναγκάζοντο πρεσβεύειν εἰς τὴν Ῥόδον καὶ πρὸς τὸν στρατηγὸν εἰς Μακεδονίαν, ἀξιοῦντες παραλαβεῖν τὸν ἄνθρωπον. τοῦ δὲ Λευκίου γράψαντος τοῖς μὲν Κιβυράταις τηρεῖν ἐπιμελῶς τὸν Πολυάρατον καὶ κομίζειν εἰς τὴν Ῥόδον, τοῖς δὲ Ῥοδίοις φροντίζειν τῆς κατὰ θάλατταν παραπομπῆς, ἵνα μετ' ἀσφαλείας εἰς τὴν Ῥωμαίων ἀνακομισθῇ, πειθαρχησάντων δ' ἀμφοτέρων τοῖς γραφομένοις, τούτῳ τῷ τρόπῳ συνέβη τὸν Πολυάρατον ἐλθεῖν εἰς τὴν Ῥώμην, ἐκθεατρίσαντα μὲν τὴν ἀβουλίαν τὴν αὑτοῦ καὶ τὴν ἀγεννίαν ἐφ' ὅσον οἷός τ' ἦν, ἔκδοτον δὲ γενόμενον οὐ μόνον παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἀλλὰ καὶ παρὰ Φασηλιτῶν καὶ παρὰ Κιβυρατῶν καὶ παρὰ Ῥοδίων διὰ τὴν ἰδίαν ἄνοιαν. Τίνος οὖν χάριν τὸν πλείω λόγον πεποίημαι περὶ Πολυαράτου καὶ Δείνωνος; οὐχ ἵνα συνεπεμβαίνειν δόξω ταῖς ἐκείνων ἀτυχίαις. καὶ γὰρ ἄτοπόν γε τοῦτο τελέως· ἀλλ' ἵνα φανερὰν ποιήσας τὴν ἐκείνων ἀβουλίαν βέλτιον παρασκευάσω καὶ βουλεύεσθαι καὶ φρονεῖν τοὺς κατὰ τὰς περιστάσεις εἰς παραπλησίους ἐμπίπτοντας καιρούς. 99. Ὅτι Αἰτωλοὶ τὸν βίον ἀπὸ λῃστείας καὶ τῆς τοιαύτης παρανομίας εἰώθεισαν ἔχειν. καὶ ἕως μὲν ἐξῆν τοὺς Ἕλληνας φέρειν καὶ λεηλατεῖν, ἐκ τούτων ἐπορίζοντο τοὺς βίους, πᾶσαν γῆν ἡγούμενοι πολεμίαν· μετὰ δὲ ταῦτα Ῥωμαίων ἐπιστάντων τοῖς
q.251
πράγμασι κωλυθέντες τῆς ἔξωθεν ἐπικουρίας εἰς ἑαυτοὺς κατήντησαν. καὶ πρότερον μὲν κατὰ τὸν ἐμφύλιον πόλεμον οὐκ ἔστιν ὃ τῶν δεινῶν οὐκ ἔπραξαν· βραχεῖ δ' ἀνώτερον χρόνῳ γεγευμένοι τοῦ φόνου τοῦ κατ' ἀλλήλων ἐν ταῖς κατὰ τὴν Ἀρσινοΐαν σφαγαῖς ἕτοιμοι πρὸς πᾶν ἦσαν, ἀποτεθηριωμένοι τὰς ψυχάς, ὥστε μηδὲ βουλὴν διδόναι τοῖς προεστῶσι. διόπερ ἦν ἀκρισίας καὶ παρανομίας καὶ φόνου πλήρη τὰ κατὰ τὴν Αἰτωλίαν, καὶ τῶν πραττομένων παρ' αὐτοῖς ἐκ λογισμοῦ μὲν καὶ προθέσεως οὐδὲν ἐπετελεῖτο, πάντα δ' εἰκῇ καὶ φύρδην ἐπράττετο, καθαπερεὶ λαίλαπός τινος ἐκπεπτωκυίας εἰς αὐτούς. 100. Ὅτι οἱ κατὰ τὴν Ἤπειρον παραπλήσια τούτοις ἔπραττον. ἐφ' ὅσον γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων μετριώτεροι τῶν κατὰ τὴν Αἰτωλίαν ἦσαν, ἐπὶ τοσοῦτον ὁ προεστὼς αὐτῶν ἀσεβέστερος καὶ παρανομώτατος ὑπῆρχε τῶν ἄλλων. δοκῶ γὰρ μὴ γεγονέναι μηδ' ἔσεσθαι θηριωδέστερον ἄνθρωπον μηδὲ σκαιότερον Χάροπος. 101. Ὅτι τοῦ περὶ Καλλικράτην μίσους καὶ Ἀνδρωνίδαν καὶ τοὺς λοιποὺς ὁμογνώμονας τούτων οὕτως ἄν τις τεκμήραιτο. τῆς γὰρ τῶν Ἀντιγονείων πανηγύρεως ἐν τῷ Σικυῶνι συντελουμένης, καὶ τῶν βαλανείων ἁπάντων ἐχόντων τάς τε κοινὰς μάκτρας καὶ πυέλους ταύταις παρακειμένας, εἰς ἃς οἱ κομψότεροι τῶν ἀνθρώπων εἰώθασι κατ' ἰδίαν ἐμβαίνειν, εἰς ταύτας ὅτε τις καθείη τῶν περὶ τὸν Ἀνδρωνίδαν καὶ Καλλικράτην, οὐδεὶς ἐτόλμα τῶν ἐφεστώτων ἔτι καθιέναι, πρὶν ἢ τὸν βαλανείτην τὸ μὲν ὑπάρχον ὕδωρ ἀφιέναι πᾶν, ἕτερον δὲ καθαρὸν ἐγχέαι. τοῦτο δ' ἐποίουν, ὑπολαμβάνοντες ὡσανεὶ μιαίνεσθαι καθιέντες εἰς ταὐτὸ τοῖς προειρημένοις ὕδωρ. τοὺς δὲ συριγμοὺς τοὺς ἐν ταῖς κοιναῖς πανηγύρεσι τῶν Ἑλλήνων καὶ τοὺς χλευασμούς, ὅτε τις ἐπιβάλοι κηρύττειν τινὰ τῶν προειρημένων, οὐδ' ἂν ἐξηγήσαιτο ῥᾳδίως οὐδείς. ἐθάρρει δὲ καὶ τὰ παιδάρια κατὰ τὰς ὁδοὺς ἐκ τῶν διδασκαλείων ἐπανάγοντα κατὰ πρόσωπον αὐτοὺς προδότας ἀποκαλεῖν. τοιαύτη τις ὑπέδραμε προσκοπὴ καὶ μῖσος κατὰ τῶν προειρημένων. Λόγος λαʹ 102. Ὅτι Γάιος ὁ Γάλλος, χωρὶς τῶν ἄρτι ῥηθέντων ἀλογημάτων, παραγενόμενος εἰς τὴν Ἀσίαν ἐκθέματα κατὰ τὰς πόλεις ἐξέθηκε τὰς ἐπιφανεστάτας, κελεύων, εἴ τις βούλεται κατηγορεῖν Εὐμένους τοῦ βασιλέως, ἀπαντᾶν εἰς Σάρδεις ἐπί τινα χρόνον ὡρισμένον. μετὰ δὲ ταῦτα παραγενηθεὶς αὐτὸς εἰς τὰς Σάρδεις, ἀποκαθίσας ἐν τῷ γυμνασίῳ ἐπὶ δέχ' ἡμέρας διήκουε τῶν κατηγορούντων, πᾶσαν ἐπιδεχόμενος αἰσχρολογίαν καὶ λοιδορίαν κατὰ τοῦ βασιλέως καὶ καθόλου πᾶν ἕλκων πρᾶγμα καὶκατηγορίαν, ἅτε παρεστηκὼς ἄνθρωπος τῇ διανοίᾳ καὶ φιλοδοξῶν ἐν τῇ πρὸς Εὐμένην διαφορᾷ. 103. Ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος ὁ βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα. παραγενόμενος δ' ἐπὶ τοὺς τόπους, καὶ διαψευσθεὶς τῆς ἐλπίδος, διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους οἰκοῦντας περὶ τὸν τόπον, ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον, δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν. 104. Ὅτι τὸ μέγιστον καὶ κάλλιστον σημεῖον τῆς Λευκίου Αἰμιλίου προαιρέσεως μεταλλάξαντος τὸν βίον ἐγένετο πᾶσιν ἔκδηλον· οἷος γὰρ ὁ τρόπος ζῶντος αὐτοῦ ἐδοξάζετο, τοιοῦτος εὑρέθη ὁ βίος μεταλλάξαντος, ὃ μέγιστον εἴποι τις ἂν ὑπάρχειν τεκμήριον ἀρετῆς. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ' αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ, πλείστης δὲ περὶ τὰ προειρημένα τετευχὼς ἐξουσίας τοσοῦτον ἀπέλειπε τὸν ἴδιον βίον ὥστε μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοντο κτήσεων. ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. ἐξ ὧν εἴποι τις ἂν καταλελύσθαι τὴν δόξαν τῶν θαυμαζομένων παρὰ τοῖς Ἕλλησι περὶ τοῦτο τὸ μέρος ἀνδρῶν· εἰ γὰρ τὸ διδομένων χρημάτων ἐπὶ τῷ τοῦ διδόντος συμφέροντι, τούτων ἀπέχεσθαι θαυμαστόν ἐστιν, ὃ λέγεται γεγονέναι περί τε
q.252
τὸν Ἀθηναῖον Ἀριστείδην καὶ περὶ τὸν Θηβαῖον Ἐπαμινώνδαν, τὸ κύριον γενόμενον αὐτὸν ἁπάσης τῆς βασιλείας καὶ λαβόντα τὴν ἐξουσίαν ὡς βούλεται χρήσασθαι, μηδενὸς ἐπιθυμῆσαι πόσῳ θαυμαστότερόν ἐστιν; εἰ δ' ἄπιστον τὸ λεγόμενον δόξει ἐοικέναι τισίν, ἐκεῖνο δεῖ λαμβάνειν ἐν νῷ, διότι σαφῶς ὁ γράφων ᾔδει μάλιστα Ῥωμαίους ἀναληψομένους εἰς τὰς χεῖρας τὰ βιβλία ταῦτα διὰ τὸ τὰς ἐπιφανεστάτας καὶ τὰς πλείστας αὐτῶν πράξεις ἐν τούτοις περιέχεσθαι· παρ' οἷς οὔτ' ἀγνοεῖσθαι ταῦτα δυνατὸν οὔτε συγγνώμης τεύξεσθαι τὸν ψευδολόγον εἰκός, διόπερ οὐδεὶς ἂν ἑκὼν εἰς πρόδηλον ἀπιστίαν καὶ καταφρόνησιν ἔδωκεν αὑτόν. καὶ τοῦτο μνημονευέσθω παρ' ὅλην τὴν πραγματείαν ἡμῖν, ὅταν τι παράδοξον δοκῶμεν λέγειν περὶ Ῥωμαίων. Τῆς δὲ κατὰ τὴν διήγησιν ἐφόδου καὶ τῶν καιρῶν ἐφεστακότων ἡμᾶς ἐπὶ τὴν οἰκίαν ταύτην, βούλομαι τὸ κατὰ τὴν προτέραν βίβλον ἐν ἐπαγγελίᾳ καταλειφθὲν συνεκπληρῶσαι τῶν φιληκόων ἕνεκα. προϋπεσχόμην γὰρ διηγήσασθαι διὰ τί καὶ πῶς ἐπὶ τοσοῦτο προέκοψε καὶ θᾶττον ἢ καθῆκεν ἐξέλαμψεν ἡ τοῦ Σκιπίωνος ἐν τῇ Ῥώμῃ δόξα, σὺν δὲ τούτῳ πῶς ἐπὶ τοσοῦτον αὐξηθῆναι συνέβη τῷ Πολυβίῳ τὴν πρὸς τὸν προειρημένον φιλίαν καὶ συνήθειαν ὥστε μὴ μόνον ἕως τῆς Ἰταλίας καὶ τῆς Ἑλλάδος ἐπιδιατεῖναι τὴν περὶ αὐτῶν φήμην, ἀλλὰ καὶ τοῖς πορρωτέρω γνώριμον γενέσθαι τὴν αἵρεσιν καὶ συμπεριφορὰν αὐτῶν. διότι μὲν οὖν ἡ καταρχὴ τῆς συστάσεως ἐγενήθη τοῖς προειρημένοις ἔκ τινος χρήσεως βιβλίων καὶ τῆς περὶ τούτων λαλιᾶς δεδηλώκαμεν· προβαινούσης δὲ τῆς συνηθείας καὶ τῶν ἀνακεκλημένων ἐκπεμπομένων ἐπὶ τὰς πόλεις, διέπεσαν ὅ τε Φάβιος καὶ ὁ Σκιπίων οἱ τοῦ Λευκίου νεανίσκοι πρὸς τὸν στρατηγὸν μεῖναι τὸν Πολύβιον ἐν τῇ Ῥώμῃ. γενομένου δὲ τούτου, καὶ τῆς συμπεριφορᾶς ἐπὶ πολὺ προκοπτούσης, ἐγένετο συγκύρημά τι τοιοῦτον. ἐκπορευομένων γάρ ποτε κατ' αὐτὸ πάντων ἐκ τῆς οἰκίας τῆς τοῦ Φαβίου, συνέβη τὸν μὲν Φάβιον ἐπὶ τὴν ἀγορὰν ἀπονεῦσαι, τὸν δὲ Πολύβιον ἐπὶ θάτερα μετὰ τοῦ Σκιπίωνος. προαγόντων δ' αὐτῶνὁ Πόπλιος ἡσυχῇ καὶ πρᾴως τῇ φωνῇ φθεγξάμενος καὶ τῷ χρώματι γενόμενος ἐνερευθής," Τί δαί" φησίν" ὦ Πολύβιε, δύο τρώγομεν ἀδελφοί, καὶ διαλέγει συνεχῶς καὶ πάσας τὰς ἐρωτήσεις καὶ τὰς ἀποφάσεις ποιεῖ πρὸς ἐκεῖνον, ἐμὲ δὲ παραπέμπεις; ἢ δῆλον ὅτι καὶ σὺ περὶ ἐμοῦ τὴν αὐτὴν ἔχεις διάληψιν, ἣν καὶ τοὺς ἄλλους πολίτας ἔχειν πυνθάνομαι; δοκῶ γὰρ εἶναι πᾶσιν ἡσύχιός τις καὶ νωθρός, ὡς ἀκούω, καὶ πολὺ κεχωρισμένος τῆς Ῥωμαϊκῆς αἱρέσεως καὶ πράξεως, ὅτι κρίσεις οὐχ αἱροῦμαι λέγειν. τὴν δ' οἰκίαν οὔ φασι τοιοῦτον ζητεῖν προστάτην ἐξ ἧς ὁρμῶμαι, τὸ δ' ἐναντίον· ὃ καὶ μάλιστά με λυπεῖ." Ὁ δὲ Πολύβιος ξενισθεὶς τῇ τοῦ μειρακίου καταρχῇ τῶν λόγων· οὐ γὰρ εἶχε πλέον ἐτῶν ὀκτωκαίδεκα τότε·" μὴ πρὸς θεῶν, Σκιπίων," ἔφη," μηδὲ λέγε ταῦτα μηδ' ἐν νῷ λάμβανε ταῦτα τὸ παράπαν. οὐδὲ γὰρ καταγινώσκων οὔτε παραπέμπων ἐγώ σε ποιῶ τοῦτο, πολλοῦ γε δεῖ, ἀλλὰ τῷ πρεσβύτερον εἶναι τὸν ἀδελφὸν ἔν τε ταῖς ὁμιλίαις ἄρχομαι ἀπ' ἐκείνου καὶ λήγω πάλιν εἰς ἐκεῖνον ἐν ταῖς ἀποφάσεσι καὶ συμβουλίαις καὶ πρὸς ἐκεῖνον ἀπερείδομαι, δοκῶν καὶ σὲ τῆς αὐτῆς μετέχειν γνώμης· ἐκεῖνο σοῦ γε μὴν ἄγαμαι νῦν ἀκούων, ὅτι δοκεῖ σοι*** τὸ πραΰτερον εἶναι τοῦ καθήκοντος τοῖς ἐκ ταύτης τῆς οἰκίας ὁρμωμένοις· δῆλος γὰρ εἶ διὰ τούτων μέγα φρονῶν. ἐγὼ δὲ κἂν αὐτὸς ἡδέως σοι συνεπιδοίην ἐμαυτὸν καὶ συνεργὸς γενοίμην εἰς τὸ καὶ λέγειν τι καὶ πράττειν ἄξιον τῶν προγόνων. περὶ μὲν γὰρ τὰ μαθήματα, περὶ ἃ νῦν ὁρῶ σπουδάζοντας ὑμᾶς καὶ φιλοτιμουμένους, οὐκ ἀπορήσετε τῶν συνεργησόντων ὑμῖν ἑτοίμως, καὶ σοὶ κἀκείνῳ· πολὺ γὰρ δή τι φῦλον ἀπὸ τῆς Ἑλλάδος ἐπιρρέον ὁρῷ κατὰ τὸ παρὸν τῶν τοιούτων ἀνθρώπων. εἰς δὲ τὰ λυποῦντά σε νῦνκαὶ***, καθὼς φής, δοκῶ μηδένα συναγωνιστὴν καὶ συνεργὸν ἄλλον εὑρεῖν ἂν ἡμῶν ἐπιτηδειότερον." ἔτι δὲ ταῦτα λέγοντος τοῦ Πολυβίου, λαβόμενος ἀμφοτέραις χερσὶ τῆς δεξιᾶς αὐτοῦ καὶ πιέσας ἐμπαθῶς" Εἰ γὰρ ἐγὼ ταύτην," φησίν," ἴδοιμι τὴν ἡμέραν, ἐν ᾗ σύμπαντα τἆλλα δεύτερα θέμενος ἐμοὶ προσέξεις τὸν νοῦν
q.253
καὶ μετ' ἐμοῦ συμβιώσεις· δόξω γὰρ αὐτόθεν εὐθέως ἐμαυτῷ καὶ τῆς οἰκίας ἄξιος εἶναι καὶ τῶν προγόνων." ὁ δὲ Πολύβιος τὰ μὲν ἔχαιρε, θεωρῶν τὴν ὁρμὴν καὶ τὴν ἀποδοχὴν τοῦ μειρακίου, τὰ δὲ διηπορεῖτο, λαμβάνων ἐν νῷ τὴν ὑπεροχὴν τῆς οἰκίας καὶ τὴν εὐκαιρίαν τῶν ἀνδρῶν. πλὴν ἀπό γε ταύτης τῆς ἀνθομολογήσεως οὐκέτι τὸ μειράκιον ἐχωρίσθη τοῦ Πολυβίου, πάντα δ' ἦν αὐτῷ δεύτερα τῆς ἐκείνου συμπεριφορᾶς. Ἀπὸ δὲ τούτων τῶν καιρῶν λοιπὸν ἤδη κατὰ τὸ συνεχὲς ἐπ' αὐτῶν τῶν πραγμάτων πεῖραν αὑτῶν διδόντες ἀλλήλοις εἰς πατρικὴν καὶ συγγενικὴν ἦλθον αἵρεσιν καὶ φιλοστοργίαν πρὸς ἀλλήλους. πρώτη δέ τις ἐνέπεσεν ὁρμὴ καὶ ζῆλος τῶν καλῶν τὸ τὴν ἐπὶ σωφροσύνῃ δόξαν ἀναλαβεῖν, καὶ παραδραμεῖν ἐν τούτῳ τῷ μέρει τοὺς κατὰ τὴν αὐτὴν ἡλικίαν ὑπάρχοντας. ὢν δὲ μέγας οὗτος καὶ δυσέφικτος ὁ στέφανος εὐθήρατος ἦν κατ' ἐκεῖνον τὸν καιρὸν ἐν τῇ Ῥώμῃ διὰ τὴν ἐπὶ τὸ χεῖρον ὁρμὴν τῶν πλείστων. οἱ μὲν γὰρ εἰς ἐρωμένους τῶν νέων, οἱ δ' εἰς ἑταίρας ἐξεκέχυντο, πολλοὶ δὲ εἰς ἀκροάματα καὶ πότους καὶ τὴν ἐν τούτοις πολυτέλειαν, ταχέως ἡρπακότες ἐν τῷ Περσικῷ πολέμῳ τὴν τῶν Ἑλλήνων εἰς τοῦτο τὸ μέρος εὐχέρειαν. καὶ τηλικαύτη τις ἐνεπεπτώκει περὶ τὰ τοιαῦτα τῶν ἔργων ἀκρασία τοῖς νέοις ὥστε πολλοὺς μὲν ἐρώμενον ἠγορακέναι ταλάντου. συνέβη δὲ τὴν παροῦσαν αἵρεσιν οἷον ἐκλάμψαι κατὰ τοὺς νῦν λεγομένους καιροὺς πρῶτον μὲν διὰ τὸ καταλυθείσης τῆς ἐν Μακεδονίᾳ βασιλείας δοκεῖν ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν περὶ τῶν ὅλων ἐξουσίαν, ἔπειταδιὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαιμονίας περί τε τοὺς κατ' ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας μετακομισθέντων εἰς τὴν Ῥώμην χορηγιῶν. πλὴν ὅ γε Σκιπίων ὁρμήσας ἐπὶ τὴν ἐναντίαν ἀγωγὴν τοῦ βίου καὶ πάσαις ταῖς ἐπιθυμίαις ἀντιταξάμενος καὶ κατὰ πάντα τρόπον ὁμολογούμενον καὶ σύμφωνον ἑαυτὸν κατασκευάσας κατὰ τὸν βίον ἐν ἴσως εʹ τοῖς πρώτοις ἔτεσι πάνδημον ἐποιήσατο τὴν ἐπ' εὐταξίᾳ καὶ σωφροσύνῃ δόξαν. Μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ὥρμησεν ἐπὶ τὸ περὶ τὰ χρήματα μεγαλοψυχίᾳ καὶ καθαρότητι διενεγκεῖν τῶν ἄλλων. πρὸς δὲ τοῦτο τὸ μέρος καλὴν μὲν ὑποδοχὴν εἶχε τὴν μετὰ τοῦ κατὰ φύσιν πατρὸς συμβίωσιν, καλὰς δ' ἐκ φύσεως ὁρμὰς αὐτὸς ἐπὶ τὸ δέον· πολλὰ δὲ αὐτῷ καὶ ταὐτόματον συνήργησε πρὸς τὴν ἐπιβολὴν ταύτην. Πρώτη μὲν γὰρ αὐτῷ μετήλλαξε τὸν βίον ἡ τοῦ κατὰ θέσιν πατρὸς μήτηρ, ἥτις ἦν ἀδελφὴ μὲν τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, γυνὴ δὲ τοῦ κατὰ θέσιν πάππου Σκιπίωνος τοῦ μεγάλου προσαγορευθέντος. ταύτης ἀπολιπούσης οὐσίαν μεγάλην κληρονόμος ὢν πρῶτον ἐν τούτοις ἔμελλε πεῖραν δώσειν τῆς ἑαυτοῦ προαιρέσεως. συνέβαινε δὲ τὴν Αἰμιλίαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ προειρημένῃ γυναικί, μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἆλλα τὰ πρὸς τὴν θυσίαν, ποτὲ μὲν ἀργυρᾶ, ποτὲ δὲ χρυσᾶ, πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸτῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν εὐθέως μετὰ τὸν τῆς Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη χρόνοις πολλοῖς, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεοκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν τοῦ Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν, καὶ πάσας προτεινούσας τὰς χεῖρας εὔχεσθαι τῷ προειρημένῳ πολλὰ καὶ ἀγαθά. τοῦτο δὲ πανταχῇ μὲν ἂν εἰκότως φαίνοιτο καλόν, ἐν δὲ Ῥώμῃ καὶ θαυμαστόν· ἁπλῶς γὰρ οὐδεὶς οὐδενὶ δίδωσι τῶν ἰδίων ὑπαρχόντων ἑκὼν οὐδέν.
q.254
πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε, καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακόρου ὄντος, ἐφ' ὅ τι ἂν ὁρμήσῃ. Μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός,*** λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς. ὁ γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων νʹ τάλαντα δώσειν, τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν ἡ μήτηρ, τὸ δ' ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς. κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναιτὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς ιʹ μῆνας κατὰ τὸ παρ' ἐκείνοις ἔθος, εὐθέως ὁ Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν κʹ καὶ εʹ ταλάντων ἑκατέραν ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς ιʹ μησί. τοῦ δὲ Τιβερίου καὶ τοῦ Ναυσικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς ιʹ μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν κʹ καὶ εʹ ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν· δεῖν γὰρ αὑτοὺς οὐ πᾶν κατὰ τὸ παρόν, ἀλλὰ τὸ τρίτον μέρος κομίζεσθαι κατὰ τοὺς νόμους. τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτ' ἔπασχον οὐκ ἀλόγως· οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλ' οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δ' εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἐπὶ χρόνον. ὁ δὲ Σκιπίων ἔφη ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν. διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου. οἱ δὲ περὶ τὸν Τιβέριον ταῦτ' ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων. Μετὰ δ' ἔτη βʹ μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου, καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν. ὁ γὰρ Λεύκιος, ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δ' ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους*** καὶ τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν. ὁ δὲ Σκιπίων θεωρῶν αὑτοῦ τὸν ἀδελφὸν καταδεέστερον ὄντα τοῖς ὑπάρχουσιν ἐξεχώρησε πάντων τῶν ὑπαρχόντων, οὔσης τῆς ὅλης τιμήσεως ὑπὲρ ξʹ τάλαντα, διὰ τὸ μέλλειν οὕτως ἴσον ὑπάρχειν αὐτῷ κατὰ τὴν οὐσίαν τὸν Φάβιον. γενομένου δὲ τούτου περιβοήτου, προσέθηκεν ἕτερον τούτῳ δεῖγμα τῆς αὑτοῦ προαιρέσεως ἐμφανέστερον· βουλομένου γὰρ τἀδελφοῦ μονομαχίας ἐπὶ τῷ πατρὶ ποιεῖν, οὐ δυναμένου δὲ δέξασθαι τὴν δαπάνην διὰ τὸ πλῆθος τῶν ἀναλισκομένων χρημάτων, καὶ ταύτης τὴν ἡμίσειαν εἰσήνεγκεν ὁ Σκιπίων ἐκ τῆς ἰδίας οὐσίας. ἔστι δ' οὐκ ἐλάττων ἡ σύμπασα λʹ ταλάντων, ἐάν τις μεγαλομερῶς ποιῇ.*** φήμης περὶ αὐτοῦ διαδιδομένης μετήλλαξεν ἡ μήτηρ. ὁ δὲ τοσοῦτον ἀπέσχετο κομίσασθαι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους. διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη
q.255
τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως. Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ. εἰς ἣν ἴσως ξʹ τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προέμενος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ παρακείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος. τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγείαν καὶ τὴν εὐεξίαν, ἥτις αὐτῷ παρ' ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθ' ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν. Λοιποῦ δ' ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν, καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ, μάλιστα δ' ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι. καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα. τῶν γὰρ ἐν Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας, καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειοτάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς· ᾗ καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν. τοῦ δὲ πολέμου λαβόντος κρίσιν, ὁ Λεύκιος καλλίστην ὑπολαμβάνων καὶ τὴν ἄσκησιν καὶ τὴν ψυχαγωγίαν ὑπάρχειν τοῖς νέοις τὴν περὶ τὰ κυνηγέσια, τούς τε κυνηγοὺς συνέστησε τοὺς βασιλικοὺς τῷ Σκιπίωνι καὶ τὴν ἐξουσίαν τὴν περὶ τὰ κυνηγέσια παρέδωκε τούτῳ πᾶσαν· ἧς ἐπιλαβόμενος ὁ προειρημένος καὶ νομίσας οἱονεὶ βασιλεύειν, ἐν τούτῳ κατεγίνετο πάντα τὸν χρόνον, ὅσον ἐπέμεινε τὸ στρατόπεδον μετὰ τὴν μάχην ἐν τῇ Μακεδονίᾳ. γενομένης δὲ μεγάλης ἐξουσίας περὶ τοῦτο τὸ μέρος, ἅτε κατὰ τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν. διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφ' ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺςἐσπούδαζον, κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, ἐπὶ τοσοῦτον ὁ Σκιπίων ἐπὶ ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον, καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων. οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· ὁ γὰρ τῶν κρίσεων τρόπος τοῦτ' ἐπιφέρειν εἴωθεν· ὁ δ' ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπ' ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώμενος. τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθ' αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλοξενίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα. Ἐγὼ δὲ πλείω πεποιήμαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν, μάλιστα δὲ βουλόμενος πίστιν παρασκευάζειν τοῖς μέλλουσι λέγεσθαι ἐν ταῖς ἑξῆς βίβλοις περὶ αὐτοῦ πρὸς τὸ μήτε διαπορεῖν τοὺς ἀκούοντας διὰ τὸ παράδοξά τινα φανήσεσθαι τῶν συμβαινόντων μετὰ ταῦτα περὶ αὐτόν, μήτ' ἀφαιρουμένους τἀνδρὸς τὰ κατὰ λόγον γεγονότα κατορθώματα τῇ τύχῃ προσάπτειν, ἀγνοοῦντας τὰς αἰτίας, ἐξ ὧν ἕκαστα συνέβη γενέσθαι, πλὴν τελέως ὀλίγων, ἃ δεῖ μόνα προσάπτειν τῇ τύχῃ καὶ ταὐτομάτῳ. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἡμεῖς διεληλυθότες κατὰ τὴν παρέκβασιν, αὖθις ἐπάνιμεν ἐπὶ τὴν ἐκτροπὴν τῆς ὑποκειμένης διηγήσεως. 105. Ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον, καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν ἡ διάθεσις κατὰ τὴν
q.256
Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρεμάτα γεγονότος ἐκποδών. σχεδὸν γὰρ ὡσανεὶ καθαρμόν τινα συνέβη γενέσθαι τῆς Ἑλλάδος, τῶν ἀλιτηρίων αὐτῆςἐκ τοῦ ζῆν μεθισταμένων. καὶ γὰρ καὶ τὸν Ἠπειρώτην Χάροπα συνεκύρησε κατὰ τὸν ἐνιαυτὸν τοῦτον ἐν Βρεντεσίῳ μεταλλάξαι τὸν βίον. τὰ δὲ κατὰ τὴν Ἤπειρον ἔτι ἐν ἀκαταστασίαις ἦν καὶ ταραχαῖς,*** τοὺς ἐπάνω χρόνους, διὰ τὴν Χάροπος ὠμότητα καὶ παρανομίαν, ἐξ οὗ συνέβη τελεσθῆναι τὸν πρὸς Περσέα πόλεμον. 106. Ὅτι μετὰ τὸ κατακρῖναι Λεύκιον Ἀνίκιον καὶ τοὺς μὲν τῶν ἐπιφανῶν ἀνδρῶν, τοὺς δὲ ἀπαγαγεῖν εἰς τὴν Ῥώμην, ὅσοι καὶ βραχεῖαν ὑποψίαν εἶχον, τότε λαβὼν ὁ Χάροψ τὴν ἐξουσίαν ὃ βούλοιτο πράττειν, οὐκ ἔστι τῶν δεινῶν ὁποῖον οὐκ ἐποίει, τὰ μὲν δι' αὑτοῦ, τὰ δὲ διὰ τῶν φίλων, ἅτε νέος μὲν ὢν αὐτὸς κομιδῇ, συνδεδραμηκότων δὲ πρὸς αὐτὸν τῶν χειρίστων καὶ τῶν εἰκαιοτάτων ἀνθρώπων διὰ τὸν ἐκ τῶν ἀλλοτρίων νοσφισμόν. εἶχε δὲ οἷον ἐφεδρείαν καὶ ῥοπὴν πρὸς τὸ πιστεύεσθαι διότι πράττει κατά τινα λόγον ἃ ποιεῖ καὶ μετὰ τῆς Ῥωμαίων γνώμης τήν τε προϋπάρχουσαν αὐτῷ σύστασιν καὶ πρὸς τοὺς προειρημένους καὶ πρὸς ταύτῃ Μύρτωνα πρεσβύτην ἄνθρωπον καὶ τὸν υἱὸν αὐτοῦ Νικάνορα, τἆλλα τε μετρίους ἀνθρώπους καὶ δοκοῦντας εἶναι Ῥωμαίων φίλους, οἳ πολύ τι κεχωρισμένοι τὸν πρὸ τοῦ χρόνον ἁπάσης ἀδικίας οὐκ οἶδ' ὅπως τότε συνεπέδωκαν αὑτοὺς εἰς τὸ συνεπισχύειν καὶ κοινωνεῖν ταῖς τοῦ Χάροπος ἀνομίαις. ἐπειδὴ δ' ὁ προειρημένος τοὺς μὲν κατὰ τὴν ἀγορὰν ἀναφανδὸν ἐφόνευσε, τοὺς δὲ ἐν ταῖς ἰδίαις οἰκίαις, ἐνίους δ' ἐπὶ τῶν ἀγρῶν καὶ κατὰ τὰς ὁδοὺς ἐπαποστέλλων ἐδολοφόνησε καὶ πάντων τῶν τεθνεώτων ἐξηνδραποδίσατο τοὺς βίους, ἄλλην ἐπεισῆγε μηχανήν. προέγραφε γὰρ τοὺς εὐκαιροῦντας τοῖς βίοις φυγάδας, οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας· ἀναταθεὶς δὲ τὸν φόβον τοῦτον ἐχρηματίζετο ἀεὶ τοὺς μὲν ἄνδρας δι' ἑαυτοῦ, τὰς δὲ γυναῖκας διὰτῆς μητρὸς Φιλότητος· πάνυ γὰρ εὐφυὴς ἐγένετο κατὰ τοῦτο τὸ πρόσωπον, πρὸς δὲ βίαν καὶ πλεῖόν τι δυνάμενον συνεργεῖν ἢ κατὰ γυναῖκα. Ἐπειδὴ δὲ πάντας καὶ πάσας ἐξηργυρίσαντο κατὰ τὸ δυνατόν, εἰσῆγον εἰς τὸν δῆμον οὐδὲν ἧττον ἅπαντας τοὺς προγεγραμμένους. οἱ δὲ πολλοὶ τῶν ἐν τῇ Φοινίκῃ τὰ μὲν διὰ τὸν φόβον, τὰ δὲ καὶ δελεαζόμενοι διὰ τῶν περὶ τὸν Χάροπα κατέκριναν οὐ φυγῆς ἀλλὰ θανάτου πάντας τοὺς προσαγγελθέντας ὡς ἀλλότρια φρονοῦντας Ῥωμαίων. οὗτοι μὲν οὖν πάντες ἔφυγον, ὅ τε Χάροψ ὥρμησεν εἰς τὴν Ῥώμην, ἔχων χρήματα καὶ τοὺς περὶ τὸν Μύρτωνα μεθ' αὑτοῦ, βουλόμενος ἐπισφραγίσασθαι διὰ τῆς συγκλήτου τὴν αὑτοῦ παρανομίαν. ἐν ᾧ καιρῷ κάλλιστον μὲν ἐγένετο δεῖγμα τῆς Ῥωμαίων αἱρέσεως, κάλλιστον δὲ θέαμα πᾶσι τοῖς Ἕλλησι τοῖς παρεπιδήμοις, μάλιστα δὲ τοῖς ἀνακεκλημένοις· ὅ τε γὰρ Μάρκος, ἀρχιερεὺς ὢν καὶ πρῶτος τῆς συγκλήτου γραφόμενος, ὅ τε Λεύκιος ὁ τὸν Περσέα νικήσας, μεγίστην ἔχων πίστιν καὶ δύναμιν, πυνθανόμενοι τὰ πεπραγμένα τῷ Χάροπι κατὰ τὴν Ἤπειρον ἐκώλυσαν εἰς τὰς οἰκίας αὑτῶν εἰσιέναι τὸν Χάροπα. οὗ γενομένου περιβοήτου πάντες ἐγενήθησαν οἱ παρεπιδημοῦντες περιχαρεῖς, ἀποδεχόμενοι τὸ μισοπόνηρον τῶν Ῥωμαίων. μετὰ δὲ ταῦτα τοῦ Χάροπος εἰσελθόντος εἰς τὴν σύγκλητον, οὐ συγκατέθετο τοῖς ἀξιουμένοις οὐδ' ἐβουλήθη δοῦναι ῥητὴν ἀπόκρισιν, ἀλλὰ τοῖς ἀποστελλομένοις πρεσβευταῖς ἔφη δώσειν ἐντολὰς ἐπισκέψασθαι περὶ τῶν γεγονότων. ὁ δὲ Χάροψ ἀναχωρήσας ταύτην μὲν τὴν ἀπόκρισιν ἀπεσιώπησε, γράψας δὲ πρὸς τὴν ἰδίαν ὑπόθεσιν ἁρμόζουσαν ἀπήγγειλεν ὡς συνευδοκούντων Ῥωμαίων τοῖς ὑπ' αὐτοῦ πραττομένοις. 107. Ὅτι Εὐμένης ὁ βασιλεὺς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσαντεῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ' αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶλαμπρότερος· ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ' αὑτὸν
q.257
δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ' ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ. δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ' αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐεργέτησε, πλείστους δὲ κατ' ἰδίαν ἀνθρώπους ἐσωματοποίησεν. τρίτον ἀδελφοὺς ἔχων τρεῖς καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν, πάντας τούτους συνέσχε πειθαρχοῦντας αὐτῷ καὶ δορυφοροῦντας καὶ σώζοντας τὸ τῆς βασιλείας ἀξίωμα. τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός. 108. Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν. 109. Ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τ' Ασκληπιοῦ, καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων. τὸ δὲ τελευταῖον καὶ τὸ τοῦ Ἀσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸΦυλομάχου κατεσκευασμένον, ἀπήνεγκεν ὡς αὐτόν, ᾧ τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὐτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς. τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ ὁ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα καὶ λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν εἰς τὸ θεῖον ὕβριν διατίθεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι θυμοῦ λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας τῶν λογισμῶν; ὃ καὶ τότε συνέβαινε γίνεσθαι περὶ τὸν Προυσίαν. ἀνδρὸς μὲν γὰρ οὐδὲν ἐπιτελεσάμενος κατὰ τὰς προσβολάς, ἀγεννῶς δὲ καὶ γυναικοθύμως χειρίσας καὶ τὰ πρὸς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μετήγαγε τὸ στράτευμα πρὸς Ἐλάαν· καὶ καταπειράσας τῆς Ἐλάας καί τινας προσβολὰς ποιησάμενος, οὐδὲν δὲ πράττειν δυνάμενος διὰ τὸ Σώσανδρον τὸν τοῦ βασιλέως σύντροφον εἰσεληλυθότα μετὰ στρατιωτῶν εἴργειν αὐτοῦ τὰς ἐπιβολάς, ἀπῆρεν ἐπὶ Θυατείρων. κατὰ δὲ τὴν ἐπάνοδον τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς ἐν Ἱερᾷ κώμῃ μετὰ βίας ἐσύλησεν. ὁμοίως καὶ τὸ τοῦ Κυνίου Ἀπόλλωνος τέμενος τὸ περὶ Τεμνὸν οὐ μόνον ἐσύλησεν, ἀλλὰ καὶ τῷ πυρὶ διέφθειρεν. καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς. ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας. 110. Ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς ἦν μὲν κατὰτὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ καταπληκτικός. διόπερ ἐκ πάντων τούτων ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν τοῦ πολέμου. διεψεύσθησαν μέντοι γε τῶν ἐλπίδων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη. τοῦτο δ' ἐγένετο δῆλον ἐπ' αὐτῶν τῶν ἔργων. 111. Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλωδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασεν. τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνος δόξας φʹ τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν. 112. Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ. δεξάμενοι γὰρ παρ' Ὁλοφέρνους, ὅτ' ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ υʹ τάλαντα, ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπ' Ἀριαράθου, ὅτε μετέλαβε τῆς ἀρχῆς. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα
q.258
ζῶντος Ὁλοφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ· ὁ δ' Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. οὐ μὴν ἀλλ' ἕως μὲν τούτου τάχ' ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι, τῷδοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς. πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τ' ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτα ἐπὶ Ῥωμαίους κατέφυγον.*** ὁ δὲ οὐ προσεῖχε τοῖς λεγομένοις. καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρησαν· τῷ μὲν γὰρ Ὁλοφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην. 113. Πῶς οὐκ ἂν εἰκότως δόξειεν ὑπερβεβηκέναι καὶ ἀπολεληρηκέναι τὸν Βεργαῖον Ἀντιφάνην καὶ καθόλου μηδενὶ καταλιπεῖν ὑπερβολὴν ἀπονοίας τῶν ἐπιγινομένων; 114. Ὅτι Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης. οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρ' ὅλον τὸν βίον· ὅπερ ἥκιστα βούλονται περὶ τοὺςβασιλεῖς ὑπάρχειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει. παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν, καὶ συλλήβδην τοῦ καλοῦ ὅ τι ποτέ ἐστιν οὐδ' ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθ' ἡμέραν καὶ νύκτωρ. καὶ γὰρ οὖν ἅμα τῷ βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος λαβέσθαι, ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρ' αὐτοῦ λαμβάνειν. 115. Ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθ' ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος, ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ξʹ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος· θʹ γὰρ ἐτῶν ἐγεγόνει. ἐγένετο δὲ καὶ δυναμικώτατος τῶν καθ' αὑτὸν κατὰ τὴν σωματικὴν ἕξιν, ὅς, ὅτε μεταστῆναι δέοι, στὰς ἐν τοῖς αὐτοῖς ἴχνεσι δι' ἡμέρας ἔμενε, καθεζόμενος πάλιν οὐκ ἠγείρετο. καὶ τὴν ἐπὶ τῶν ἱππικῶν κακοπάθειαν ἡμέραν καὶ νύκτα συνεχῶς διακαρτερῶν οὐδὲν ἔπασχεν. σημεῖον δὲ τῆς σωματικῆς αὐτοῦ δυνάμεως· ἔχων ʹ ἔτη καθ' ὃν καιρὸν μετήλλαξε τὸν βίον, υἱὸν ἀπέλειπε τεττάρων ἐτῶν, ὄνομα Σθέμβανον, ὃν μετὰταῦτα Μικίψης υἱοποιήσατο, πρὸς δὲ τούτοις υἱοὺς δʹ. διὰ δὲ τὴν πρὸς ἀλλήλους τούτων εὔνοιαν διετήρησε τὸν ὅλον βίον πάσης ἐπιβουλῆς καὶ παντὸς οἰκείου μιάσματος ἄμοιρον αὑτοῦ γενέσθαι τὴν βασιλείαν. τὸ δὲ μέγιστον καὶ θειότατον τούτου· τῆς γὰρ Νομαδίας ἁπάσης ἀχρήστου τὸν πρὸ τοῦ χρόνον ὑπαρχούσης καὶ νομιζομένης ἀδυνάτου τῇ φύσει πρὸς ἡμέρους καρποὺς ὑπάρχειν, πρῶτος καὶ μόνος ὑπέδειξε διότι δύναται πάντας ἐκφέρειν τοὺς ἡμέρους καρποὺς οὐδ' ὁποίας ἧττον, ἑκάστῳ τῶν καρπῶν ἐν διαστάσει μυριοπληθεῖς ἀγροὺς κατασκευάσας παμφόρους. τῇ μὲν οὖν ἐκείνου μεταστάσει ταῦτ' ἄν τις εὐλόγως ἐπιφθέγξαιτο καὶ δικαίως. ὁ δὲ Σκιπίων παραγενόμενος εἰς τὴν Κίρταν ἡμέρᾳ τρίτῃ μετὰ τὸν τοῦ βασιλέως θάνατον διῴκησε καλῶς πάντα. 116. Ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν καὶ ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως. πολλὰ δέ εἰσι σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, μετὰ μαχαιροφόρων δέκα. ἔπειτα προβὰς ἀπὸ τῶν δέκα ὅσον κʹ
q.259
πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὐτόν, καθήκειν γίνεσθαι τοὐναντίον. οὐ μὴν ἀλλ' ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸςαὐτόν· καὶ προσεγγίσας εἴρετο τίνα φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε. τοῦ δ' εἰπόντος ὅτι Ῥωμαίους" Οὐκ ἂν ἄρ'" ἔφησεν ὁ Γολόσσης," ἔδωκας σαυτὸν εἰς τὴν πόλιν μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;" φησίν. ὁ δ' Ἀσδρούβας" Ἐγώ" φησὶ" πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγόν, καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης." καὶ ὁ Γολόσσης," Παιδικὴν δοκεῖς μοι" φησὶν" ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε· ὑπὲρ ὧν γὰρ ἐξ ἀκεραίου πρεσβευόμενοι ἔτι καθημένων ἐν Ἰτύκῃ Ῥωμαίων οὐκ ἐδύνασθε πείθειν, τίνι λόγῳ νῦν ἀξιοῖς ταῦτά σοι συγχωρεῖσθαι, περιτετειχισμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ σχεδὸν ἅπαξ ἀπεγνωκὼς τὰς τῆς σωτηρίας ἐλπίδας;" ὁ δ' Ἀσδρούβας ἀγνοεῖν αὐτὸν ἔφη· καὶ γὰρ ἐπὶ τοῖς ἔξωθεν συμμάχοις ἀκμὴν καλὰς ἐλπίδας ἔχειν· οὐ γάρ που τὰ περὶ τοὺς Μαύρους ἠκηκόει καὶ τὰ περὶ τῶν ὑπαίθρων δυνάμεων ὅτι σώζονται· καὶ οὐκ ἀπελπίζειν τὰ κατ' αὐτούς· μάλιστα δὲ πεποιθέναι τῇ τῶν θεῶν συμμαχίᾳ καὶ ταῖς ἐν ἐκείνοις ἐλπίσι· οὐ γὰρ περιόψεσθαι σφᾶς προφανῶς παρασπονδουμένους, ἀλλὰ πολλὰς δώσειν ἀφορμὰς πρὸς σωτηρίαν. διὸ παρακαλεῖν ἠξίου τὸν στρατηγὸν καὶ τῶν θεῶν ἕνεκεν καὶ τῆς τύχης φείσασθαι τῆς πόλεως, εἰδότα σαφῶς διότι μὴ δυνάμενοι τυχεῖν τούτου κατασφαγήσονται πρότερον ἢ παραχωρήσουσι ταύτης. τότε μὲν οὖν ταῦτα καὶ παραπλήσια διαλεχθέντες ἐχωρίσθησαν, ταξάμενοι μετὰ τρίτην ἡμέραν πάλιν συμπορεύεσθαι· τοῦ δὲ Γολόσσου μεταδόντος τῷ στρατηγῷ περὶ τῶν εἰρημένων, γελάσας ὁ Πόπλιος" Ταῦτα μέλλων ἀξιοῦν" ἔφη" τοιαύτην καὶ τηλικαύτην ἀσέβειαν εἰς τοὺς αἰχμαλώτους ἡμῶν ἐνεδείξω, καὶ νῦν ἐπὶ τοῖς θεοῖς τὰς ἐλπίδας ἔχεις, παραβεβηκὼς καὶ τοὺς τῶν ἀνθρώπων νόμους;" τοῦ δὲ βασιλέως βουλομένου τι προσυπομιμνήσκειν τὸν Σκιπίωνα, καὶμάλιστα διότι συντελεῖ ἐπιτίθεσθαι τοῖς πράγμασι· χωρὶς γὰρ τῶν ἀδήλων καὶ τὴν κατάστασιν τῶν ὑπάτων ἤδη συνεγγίζειν, ἧς δεῖν ἔφη στοχάζεσθαι, μὴ τοῦ χειμῶνος προκαταλαβόντος ἐπελθὼν ἕτερος ἀκονιτὶ λάβῃ τὴν ἐπιγραφὴν τῶν ἐκείνου πόνων· καὶ δὴ τούτων λεγομένων ἐπιστήσας ὁ στρατηγὸς ἐκέλευσεν ἀναγγέλλειν διότι δίδωσι τὴν ἀσφάλειαν αὐτῷ καὶ γυναικὶ καὶ τέκνοις καὶ δέκα τῶν συγγενῶν καὶ φίλων οἰκίαις, σὺν δὲ τούτοις ιʹ τάλαντα λαβεῖν ἐκ τῶν ἰδίων ὑπαρχόντων καὶ τῶν οἰκετῶν ἐξ ἀνάγκης οὓς ἂν αἱρῆται. ταῦτα μὲν οὖν ὁ Γολόσσης ἔχων τὰ φιλάνθρωπα συνῄει πρὸς τὸν Ἀσδρούβαν τῇ τρίτῃ τῶν ἡμερῶν· ὁ δὲ πάλιν ἐξεπορεύετο μετὰ μεγάλης ἀξίας ἐν τῇ πορφυρίδι καὶ τῇ πανοπλίᾳ βάδην, ὥστε τοὺς ἐν ταῖς τραγῳδίαις τυράννους πολύ τι προσοφείλειν. ἦν μὲν οὖν καὶ φύσει σάρκινος, τότε δὲ καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι παρὰ φύσιν ἐπικεκαυμένος ἦν, ὥστε δοκεῖν ἐν πανηγύρει που διαιτᾶσθαι παραπλησίως τοῖς σιτευτοῖς βουσίν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προστατεῖν, ὧν οὐδ' ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείς. οὐ μὴν ἀλλ' ἐπεὶ συνῆλθε τῷ βασιλεῖ καὶ διήκουσε τῶν ὑπὸ τοῦ στρατηγοῦ προτεινομένων, πολλάκις τὸν μηρὸν πατάξας, τοὺς θεοὺς καὶ τὴν τύχην ἐπικαλεσάμενος, οὐδέποτε ταύτην ἔσεσθαι τὴν ἡμέραν ἔφασκεν ἐν ᾗ συμβήσεται τὸν ἥλιον Ἀσδρούβαν βλέπειν ἅμα καὶ τὴν πατρίδα πυρπολουμένην· καλὸν γὰρ ἐντάφιον εἶναι τοῖς εὖ φρονοῦσι τὴν πατρίδα καὶ τὸ ταύτης πῦρ. ὥσθ' ὅτε μὲν εἰς τὰς ἀποφάσεις αὐτοῦ τις βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δ' εἰς τὸν χειρισμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεσθαι καὶ τὴν ἀνανδρίαν· ὃς πρῶτον μέν, τῶν ἄλλων πολιτῶν διαφθειρομένων ὁλοσχερῶς ὑπὸ τοῦ λιμοῦ, πότους αὐτὸς συνῆγε καὶ δευτέρας τραπέζας παρετίθετο πολυτελεῖς καὶ διὰ τῆς ἰδίας εὐεξίας παρεδειγμάτιζε τὴν ἐκείνων ἀτυχίαν· ἄπιστονμὲν γὰρ ἦν τὸ τῶν ἀποθνησκόντων πλῆθος, ἄπιστον
q.260
δὲ τὸ τῶν αὐτομολούντων καθ' ἡμέραν διὰ τὸν λιμόν· ἔπειτα τοὺς μὲν διαχλευάζων, οἷς δ' ἐνυβρίζων καὶ φονεύων κατεπλήττετο τοὺς πολλοὺς καὶ τούτῳ τῷ τρόπῳ συνεῖχε τὴν ἐξουσίαν, ᾗ μόλις ἂν χρήσαιτο τύραννος ἐν εὐτυχούσῃ πόλει, πάντα δὲ μᾶλλον ἢ στρατηγὸς ἐν ἀτυχούσῃ πόλει καὶ δεδυστυχηκυίᾳ πατρίδι. διὸ καὶ λίαν δοκῶ καλῶς ἡμῖν εἰρῆσθαι διότι προστάτας πραγμάτων ὁμοιοτέρους τῶν παρὰ τοῖς Ἕλλησι τότε καὶ παρὰ τοῖς Καρχηδονίοις ὑπαρξάντων οὐκ ἂν εὕροι τις ῥᾳδίως. τοῦτο δ' ἔσται δῆλον, ὅταν ἐκ παραθέσεως τὸν ὑπὲρ ἐκείνων ποιησώμεθα λόγον. 117. Ὅτι Πυθέας ἦν μὲν ἀδελφὸς Ἀκατίδους τοῦ σταδιέως, υἱὸς δὲ Κλεομένους, κακῶς δὲ βεβιωκὼς καὶ δοκῶν ἑαυτῷ παρακεχρῆσθαι τὴν πρώτην ἡλικίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν πολιτείαν θρασὺς καὶ πλεονέκτης καὶ δι' Εὐμένους καὶ Φιλεταίρου σωματοποιησάμενος τὰς προειρημένας αἰτίας. 118. Ὅτι τοῦ Κριτολάου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν μετηλλαχότος, καὶ τοῦ νόμου κελεύοντος, ἐπὰν συμβῇ τι περὶ τὸν ἐνεστῶτα στρατηγόν, τὸν προγεγονότα διαδέχεσθαι τὴν ἀρχήν, ἕως ἂν καθήκουσα σύνοδος γένηται τῶν Ἀχαιῶν, ἐπέβαλε τῷ Διαίῳ χειρίζειν καὶ προεστάναι τῶν κοινῶν πραγμάτων. διόπερ ἐκπέμψας εἰς τὰ Μέγαρα καὶ παραγενόμενος εἰς Ἄργος ἔγραψε ταῖς πόλεσι πάσαις τῶν οἰκογενῶν καὶ παρατρόφων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις εἰς μυρίους καὶ δισχιλίους ἐλευθεροῦν καὶ καθοπλίσαντας πέμπειν εἰς τὴν Κόρινθον. ἐμέρισε δὲ ταῖς πόλεσι τὴν ἐπιβολὴν τῶν σωμάτων εἰκῇ καὶ ἀνίσως, καθάπερ καὶ περὶ τῶν ἄλλων ἔπραττεν. οἷς δ' ἂν ἐλλείπῃ τὸ τῶν παρατρόφων πλῆθος, ἀναπληροῦν ἔδει τὴν ἑκάστοις καθήκουσαν μοῖραν ἐκ τῶν ἄλλωνοἰκετῶν. θεωρῶν δὲ τὴν ἀπορίαν τὴν ἐν τοῖς κοινοῖς ἰσχυρὰν οὖσαν διὰ τὸν πρὸς Λακεδαιμονίους γεγονότα πόλεμον, ἐπαγγελίας ποιεῖσθαι συνηνάγκαζε καὶ κατ' ἰδίαν εἰσφέρειν τοὺς εὐπόρους, οὐ μόνον τοὺς ἄνδρας, ἀλλὰ καὶ τὰς γυναῖκας. ἅμα δὲ τούτοις παρήγγειλεν πανδημεὶ τοὺς ἐν ταῖς ἡλικίαις ἁθροίζεσθαι μετὰ τῶν ὅπλων εἰς τὴν Κόρινθον. ἐξ ὧν συνέβαινε γίνεσθαι τὰς πόλεις πλήρεις ἀκρισίας, ταραχῆς, δυσθυμίας. καὶ τοὺς μὲν ἀπολωλότας ἐπῄνουν, τοὺς δ' ἐκπορευομένους ἠλέουν, καὶ προσκατεκλαίοντο πάντες ὡσανεὶ προορώμενοι τὸ μέλλον· τὴν δὲ τῶν οἰκετῶν ἀνάστασιν καὶ τὸν ἐπισυρμὸν βαρέως ἔφερον, ὡς ἂν τῶν μὲν ἠλευθερωμένων ἄρτι, τῶν δὲ λοιπῶν πρὸς τὴν ἐλπίδα ταύτην μεμετεωρισμένων. ἅμα δὲ τούτοις οἱ μὲν ἄνδρες εἰσφέρειν ἠναγκάζοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ὅ τι τις ἔχειν δόξειεν, αἱ δὲ γυναῖκες ἀφαιρούμεναι σφῶν αὐτῶν καὶ τῶν ἰδίων τέκνων τὸν κόσμον ὥσπερ ἐπίτηδες εἰς αὐτὸν τὸν ὄλεθρον εἰσέφερον. ἁπάντων τούτων ἐν ἑνὶ καιρῷ συμβαινόντων, ἡ τῶν κατὰ μέρος ἀεὶ προσπιπτόντων κατάπληξις ἀφῃρεῖτο τῶν ἀνθρώπων τὴν ὑπὲρ τῶν ὅλων ἐπίστασιν καὶ διάληψιν, δι' ἧς ἔμελλον προνοεῖσθαι ὅτι πάντες εἰς πρόδηλον ὄλεθρον ἄγονται μετὰ τέκνων καὶ γυναικῶν. λοιπόν, οἷον ὑπὸ χειμάρρου τινὸς λάβρου προωθούμενοι καὶ φερόμενοι μετὰ βίας, ἐπηκολούθουν τῇ τοῦ προεστῶτος ἀγνοίᾳ καὶ παρακοπῇ. Ἠλεῖοι μὲν γὰρ καὶ Μεσσήνιοι κατὰ χώραν ἔμειναν, προσδοκῶντες τὸν ἀπὸ τοῦ στόλου κίνδυνον· οὓς οὐδὲν ἂν τῶν παρόντων ὤνησεν, εἴπερ ἐφάνη τὸ νέφος ἐκεῖνο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. Πατρεῖς δὲ καὶ τὸ μετὰ τούτων συντελικὸν βραχεῖ χρόνῳ πρότερον ἐπταίκει κατὰ τὴν Φωκίδα, καὶ ἦν τὸ συμβαῖνον πολλῷ τῶν κατὰ Πελοπόννησον ἐλεεινότερον. οἱ μὲν γὰρ ἐκ τοῦ ζῆν παραλόγως αὑτοὺς ἐξῆγον, οἱ δὲ ἔφευγον ἐκ τῶν πόλεων ἀνοδίαις, πρὸς οὐδὲν ὡρισμένον ποιούμενοι τὴν ἀναχώρησιν διὰ τὴν ἔκπληξιν τῶν γινομένων ἐν ταῖς πόλεσιν. καὶ οἱ μὲν ἦγον ἐκδώσοντες ἀλλήλους τοῖς πολεμίοις ὡς ἀλλοτρίους γεγονότας Ῥωμαίων, οἱ δὲ ἐμήνυον καὶ κατηγόρουν τῶν πέλας, οὐδενὸς ἐπιζητοῦντος κατὰ τὸ παρὸν τὴν τοιαύτην χρείαν· οἱ δὲ μεθ' ἱκετηρίας ἀπήντων, ὁμολογοῦντες παρεσπονδηκέναι καὶ πυνθανόμενοι τί δεῖ πάσχειν, μηδέπω μηδενὸς ἐπιζητοῦντος λόγον ὑπὲρ τούτων. πάντα δ' ἦν πλήρη ἀρχομένης φαρμακείας τῶν
q.261
ῥιπτούντων ἑαυτοὺς εἰς τὰ φρέατα καὶ κατὰ κρημνῶν, ὥστε κατὰ τὴν παροιμίαν κἂν ἐχθρὸν ἐλεῆσαι θεασάμενον τὴν τότε περιπέτειαν τῆς Ἑλλάδος. τὸν μὲν γὰρ πρὸ τοῦ χρόνον ἐσφάλλοντο καὶ τοῖς ὅλοις ἔπταιον ἐνίοτε, ποτὲ μὲν ὑπὲρ πραγμάτων διαφερόμενοι, ποτὲ δὲ παρασπονδούμενοι διὰ τῶν μονάρχων· κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἠτύχησαν ἀτυχίαν ὁμολογουμένην διὰ τὴν τῶν προεστώτων ἀβουλίαν καὶ διὰ τὴν ἰδίαν ἄγνοιαν. οἱ δὲ Θηβαῖοι ἐκλιπόντες πανδημεὶ τὴν πόλιν ἔρημον τελέως κατέλειπον· ἐν οἷς καὶ Πυθέας εἰς Πελοπόννησον ἀποχωρήσας μετὰ γυναικὸς καὶ τῶν τέκνων ἠλᾶτο κατὰ τῆς χώρας. 119. Ὅτι ἄρτι τοῦ Διαίου παρόντος εἰς τὴν Κόρινθον, καθεσταμένου στρατηγοῦ διὰ τῶν πολλῶν, ἧκον οἱ περὶ τὸν Ἀνδρωνίδαν παρὰ τοῦ Καικιλίου· καθ' ὧν προδιαδοὺς φήμην ὡς συμφρονούντων τοῖς ἐχθροῖς, παρέβαλε τοὺς ἀνθρώπους τοῖς ὄχλοις, ὥστε μετὰ πάσης ὕβρεως συλληφθέντας ἀναχθῆναι δεδεμένους. ἧκε δὲ καὶ Φίλων ὁ Θετταλὸς πολλὰ φιλάνθρωπα τοῖς Ἀχαιοῖς προτείνων· ὧν ἀκούοντες συνέπ̣ ρ̣ α̣ ξ̣ α´̣ ν̣ τ̣ ι̣ ν̣ ε̣ ς̣ τ̣ ω῀̣ ν̣ ε᾿̣ κ̣ τ̣ η῀̣ ς̣ χ̣ ω´̣ ρ̣ α̣ ς̣, ἐν οἷς ἦν καὶ Στράττιος ἤδ̣ η̣ γ̣ η̣ ρ̣ α̣ ι̣ ο`̣ ς̣ ὠ´̣ ν̣, ὁ`̣ ς̣ ε᾿̣ μ̣ π̣ λ̣ ε̣ κ̣ ο´̣ μ̣ ε̣ ν̣ ο̣ ς̣ καὶ λιπαρῶν ἐδεῖτο τοῦ Διαίου πεισθῆναι τοῖς ὑπὸ τοῦ Καικιλίου προτεινομένοις. οἱ δὲ συνεδρεύσαντες τοῖς μὲν ὑπὸ τοῦ Φίλωνος λεγομένοις οὐ προσεῖχον· οὐκ ἐνόμισαν γὰρ κοινὴν εἶναι τὴν σωτηρίαν, ἀλλὰδιὰ τὸ σφέτερον συμφέρον καὶ τὴν αὑτῶν ἀσφάλειαν ἐν πλείστῳ τιθεμένους ταῦτα λέγειν. πρὸς τοῦτον τὸν σκοπὸν ἐβουλεύσαντο περὶ τῶν ἐνεστώτων, εἰ καὶ πάντων ἅμα διήμαρτον. σαφῶς γὰρ σφίσι τὰ πεπραγμένα συνειδότες οὐδαμῶς ἐδύναντο πιστεῦσαι διότι τύχοιεν ἄν τινος ἐλέου παρὰ Ῥωμαίων. τὸ δ' ὑπὲρ τῶν πραγμάτων καὶ τῆς τῶν πολλῶν σωτηρίας παθεῖν ὅ τι δέοι γενναίως οὐδ' ἐν νῷ καθάπαξ ἐλάμβανον· ὅπερ ἦν ἀνδρῶν φιλοδόξων καὶ προστατεῖν φασκόντων τῆς Ἑλλάδος. ἅμα γὰρ πῶς ἔμελλε καὶ πόθεν παραστήσεσθαι τοῦτο τὸ φρόνημα τοῖς προειρημένοις; ἦσαν γὰρ οἱ βουλευόμενοι Δίαιος καὶ Δαμόκριτος, ἄρτι τῆς καθόδου τετευχότες διὰ τὴν ἐνεστῶσαν ἀκρισίαν, σὺν δὲ τούτοις Ἀλκαμένης, Θεοδέκτης, Ἀρχικράτης. ὑπὲρ ὧν, τίνες ἦσαν καὶ τίνα φύσιν ἕκαστος εἶχε καὶ τίνα προαίρεσιν καὶ βίον, εἴρηται διὰ πλειόνων. Ὅθεν ἐν τοιούτοις ὄντος τοῦ διαβουλίου, καὶ τὸ τέλος ἀκόλουθον ἐξέβη τῶν δοξάντων. παραυτίκα μὲν οὖν συνέκλεισαν οὐ μόνον τοὺς περὶ τὸν Ἀνδρωνίδαν καὶ Λάγιον, ἀλλὰ καὶ τὸν ὑποστράτηγον Σωσικράτην, ἐπενέγκαντες αἰτίαν ὅτι προστατήσαι τοῦ διαβουλίου καὶ συναποφήναιτο πέμπειν πρὸς τὸν Καικίλιον καὶ συλλήβδην πάντων εἴη τῶν κακῶν αἴτιος· εἰς δὲ τὴν ἐπαύριον καθίσαντες δικαστὰς τοῦ μὲν Σωσικράτους κατεδίκασαν θάνατον καὶ δήσαντες καὶ στρεβλοῦντες προσεκαρτέρουν, ἕως διέφθειραν τὸν ἄνθρωπον, οὐδὲν εἰπόντα τῶν ἐκείνοις προσδοκωμένων. τὸν δὲ Λάγιον καὶ τὸν Ἀνδρωνίδαν καὶ τὸν Ἄρχιππον ἀφῆκαν, ἅμα μὲν τοῦ πλήθους εἰς ἐπίστασιν παραγενομένου διὰ τὴν [ὑπὲρ τῆς] εἰς τὸν Σωσικράτη παρανομίαν, ἅμα δὲ τοῦ Διαίου λαβόντος παρὰ μὲν Ἀνδρωνίδου τάλαντον, παρὰ δ' Ἀρχίππου μʹ μνᾶς. οὐδὲγὰρ ἐπὶ τοῦ σκάμματος ὤν, τὸ δὴ λεγόμενον, ἐδύνατο λῆξα̣ ι̣ τ̣ η῀̣ ς̣ π̣ ε̣ ρ̣ ι`̣ τ̣ ο̣ υ῀̣ τ̣ ο̣ τ̣ ο`̣ μ̣ ε´̣ ρ̣ ο̣ ς̣ ἀναισχυντίας καὶ παρανομίας ὁ προειρημένος. παραπλήσια δὲ τούτοις ἔπραξε καὶ βραχεῖ χρόνῳ πρότερον εἰς Φιλῖνον τὸν Κορίνθιον· προθεὶς γὰρ αἰτίαν ὅτι διαπέμπεται πρὸς μὲν Χαλκίδα καὶ τὰ Ῥωμαίων φρονεῖ, τόν τε Φιλῖνον καὶ τοὺς υἱοὺς αὐτοῦ μαστιγῶν καὶ στρεβλῶν ἐν συνόψει πάντας ἀλλήλων οὐ πρότερον ἔληξε πρὶν ἢ διέφθειρε τὰ μειράκια καὶ τὸν Φιλῖνον. τοιαύτης δὲ τῆς ἀνοίας καὶ τῆς ἀκρισίας συμβαινούσης περὶ πάντας οἵαν οὐδ' ἂν ἐν βαρβάροις εὕροι τις ῥᾳδίως, δῆλον ὡς εἰκότως ἄν τις ἐπιζητήσειε πῶς οὐκ ἄρδην ἀπώλοντο πάντες. ἐγὼ γὰρ ἂν εἴποιμι διότι δοκεῖ μοι καθαπερανεὶ τύχη τις ἀντερεῖσαι πανοῦργος καὶ τεχνικὴ πρὸς τὴν ἄνοιαν καὶ μανίαν τῶν ἡγουμένων, ἥτις ἐξωθουμένη πάντῃ καὶ πάντως ὑπὸ τῆς ἀγνοίας τῶν προεστώτων, βουλομένη δὲ κατὰ πάντα τρόπον σώζειν τοὺς Ἀχαιούς, ἐπὶ τὸ καταλειπόμενον ἦλθεν ὥσπερ
q.262
ἀγαθὸς παλαιστής. τοῦτο δ' ἦν τὸ ταχέως σφῆλαι καὶ ῥᾳδίως ἡττῆσαι τοὺς Ἕλληνας· ὅπερ ἐποίησε. διὰ γὰρ τοῦτο συνέβη μήτε τὴν τῶν Ῥωμαίων ὀργὴν καὶ θυμὸν ἐκκαυθῆναι πορρωτέρω, μηδ' ἐλθεῖν τὰς ἐκ τῆς Λιβύης δυνάμεις, μήτε τοὺς προεστῶτας, ὄντας οἵους εἶπον, ἐπιλαβομένους δὲ προτερήματος, ἀποδείξασθαι τὴν αὑτῶν ἀσέβειαν εἰς τοὺς ὁμοφύλους. τί γὰρ εἰκὸς ἦν πρᾶξαι τούτους κατὰ τῶν ἰδίων ἐπιλαβομένους ἀφορμῆς τινος ἢ προτερήματος δῆλόν ἐστιν ἐκ τῶν προειρημένων διὰ τὸ κατὰ λόγον. ἅπαντες δὲ τότε τὴν παροιμίαν ταύτην διὰ στόματος ἔσχον, ὡς" Εἰ μὴ ταχέως ἀπωλόμεθα, οὐκ ἂν ἐσώθημεν". 120. Ὅτι Αὖλος Ποστόμιος ἄξιος γέγονεν ἐπισημασίας ἀπεντεῦθεν. οἰκίας μὲν γὰρ ἦν καὶ γένους πρώτου, κατὰ δὲ τὴν ἰδίανφύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως. ἐπιθυμήσας δ' εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι' ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων, τέλος δὲ καὶ ποίημα γράφειν καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν, ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, ἐὰν Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ τὸν χειρισμὸν οἰκονομίας. πρὸς ὃν οἰκείως ἀπηντηκέναι δοκεῖ Μάρκος Πόρκιος Κάτων· θαυμάζειν γὰρ ἔφη πρὸς τίνα λόγον ποιεῖται τοιαύτην παραίτησιν. εἰ μὲν γὰρ αὐτῷ τὸ τῶν Ἀμφικτυόνων συνέδριον συνέταττε γράφειν ἱστορίαν, ἴσως ἔδει προφέρεσθαι ταῦτα καὶ παραιτεῖσθαι· μηδεμιᾶς δ' ἀνάγκης οὔσης ἐθελοντὴν ἀπογράψασθαι κἄπειτα παραιτεῖσθαι συγγνώμην ἔχειν, ἐὰν βαρβαρίζῃ, τῆς ἁπάσης ἀτοπίας εἶναι σημεῖον, καὶ παραπλήσιον ὡς ἄχρηστον ὡς ἂν εἴ τις εἰς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν εἰς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται μήτε τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος. παραπλησίως δὲ καὶ κατὰ τὸν λοιπὸν βίον ἐζηλώκει τὰ χείριστα τῶν Ἑλληνικῶν. καὶ γὰρ φιλήδονος ἦν καὶ φυγόπονος. τοῦτο δ' ἔσται δῆλον ἐξ αὐτῶν τῶν ἐνεστώτων· ὃς πρῶτος παρὼν ἐν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις, καθ' ὃν καιρὸν συνέβαινε γίνεσθαι τὴν ἐν Φωκίδι μάχην, σκηψάμενος ἀσθένειαν εἰς Θήβας ἀνεχώρησεν χάριν τοῦ μὴ μετασχεῖν τοῦ κινδύνου· συντελεσθείσης δὲ τῆς μάχης πρῶτος ἔγραψε τῇ συγκλήτῳ περὶ τοῦ κατορθώματος, προσδιασαφῶν τὰ κατὰ μέρος, ὡς μετεσχηκὼς αὐτὸς τῶν ἀγώνων. 121.*** ἐπεβάλετο διδάσκειν διὰ πλειόνων ἀκολούθως τοῖς ἐν ἀρχαῖς ἡμῖν εἰρημένοις περὶ τἀνδρός. ταῦτα δ' ἦν ὅτι διαφέροιτο μὲν πρὸς Ῥωμαίους πολλάκις ὑπὲρ τῶν ἐπιταττομένων, διαφέροιτο δὲ ἐπὶ τοσοῦτον ἐφ' ὅσον διδάσκειν καὶ πείθειν ὑπὲρ τῶν ἀμφισβητουμένων, οὐδὲ τοῦτο ποιεῖν εἰκῇ. πεῖραν δὲ [τοῦτο ποιεῖν] τῆς προαιρέσεως αὐτὸν ἀληθινὴν ἔφη καὶ τὸ δὴ λεγόμενον ἐκ πυρὸς παρεσχῆσθαι χάριν κατὰ τοὺς Φιλιππικοὺς καὶ κατὰ τοὺς Ἀντιοχικοὺς καιρούς· πλείστην γὰρ ἔχοντα ῥοπὴν τότε τῶν Ἑλλήνων καὶ διὰ τὴν αὑτοῦ δύναμιν καὶ τὴν τῶν Ἀχαιῶν, ἀληθινώτατα διατετηρηκέναι τὴν πρὸς Ῥωμαίους φιλίαν, μετασχόντα τοῦ δόγματος τοῖς Ἀχαιοῖς, ἐν ᾧ τετραμήνῳ πρότερον τῆς Ῥωμαίων διαβάσεως Ἀντιόχῳ καὶ τοῖς Αἰτωλοῖς τὸν ἀπὸ τῆς χώρας πόλεμον ἐξήνεγκαν, τῶν ἄλλων Ἑλλήνων σχεδὸν ἁπάντων ἀπηλλοτριωμένων τῆς Ῥωμαίων φιλίας. ὧν οἱ δέκα διακούσαντες, καὶ τὴν προαίρεσιν ἀποδεξάμενοι τοῦ λέγοντος, συνεχώρησαν καταμόνους αὐτῷ τὰς τιμὰς ὑπάρχειν ἐν πάσαις ταῖς πόλεσι. λαβόμενος δὲ τῆς ἀφορμῆς ταύτης Πολύβιος τὰς εἰκόνας ᾐτήσατο τὸν στρατηγόν, καίπερ ἤδη μετακεκομισμένας εἰς Ἀκαρνανίαν ἐκ Πελοποννήσου, λέγω δὲ τὴν Ἀχαιοῦ καὶ τὴν Ἀράτου καὶ Φιλοποίμενος. ἐν οἷς ἀγασθὲν τὸ πλῆθος αὐτοῦ τὴν προαίρεσιν ἔστησεν αὐτοῦ λιθίνην εἰκόνα. 122. Ὅτι μετὰ τὴν κατάστασιν τῶν δέκα, ἣν ἐποιήσαντο
q.263
ἐν τῇ Ἀχαΐᾳ, οὗτοι οἱ ιʹ τῷ ταμίᾳ τῷ μέλλοντι πωλεῖν τὴν οὐσίαν τοῦ Διαίου συνέταξαν, ὅ τι ποτ' ἂν ἐκλέξασθαι βουληθῇ τῶν ὑπαρχόντων ὁ Πολύβιος, ὑφελόντα καὶ δόντα δωρεάν, τἆλλα πωλεῖν τοῖς ὠνουμένοις. ὁ δὲ προειρημένος τοσοῦτον ἀπέσχε τοῦ προσδέξασθαί τι τῶν τοιούτων ὡς καὶ τοὺς φίλους παρεκάλεσε καθόλου μηθενὸς ἐπιθυμῆσαι τῶν ὑπὸ τοῦ ταμίου πωλουμένων. συνέβαινε γὰρ τοῦτον ἐπιπορευόμενον τὰς πόλεις πάντων τῶν τῷ Διαίῳ κοινωνησάντων πωλεῖν τὰς οὐσίας, τῶν καὶ κατακριθέντων, ὅσοι μὴ παῖδας ἢ γονέας εἶχον. ὧν τινὲς μὲν οὐ προσέσχον, οἱ δὲ κατακολουθήσαντες τῇ συμβουλίᾳ καλλίστην δόξαν ἐξηνέγκαντο παρὰ τοῖς πολίταις. Ταῦτα δὲ διοικήσαντες ἐν ἓξ μησὶν οἱ δέκα καὶ τῆς ἐαρινῆς ὥρας ἐνισταμένης ἀπέπλευσαν εἰς τὴν Ἰταλίαν, καλὸν δεῖγμα τῆς Ῥωμαίων προαιρέσεως ἀπολελοιπότες πᾶσι τοῖς Ἕλλησιν. ἐνετείλαντο δὲ τῷ Πολυβίῳ χωριζόμενοι τὰς πόλεις ἐπιπορευθῆναι, καὶ περὶ ὧν οἱ ἄνθρωποι ἀμφιβάλλουσι διευκρινῆσαι, μέχρι τοῦ συνήθειαν ἔχωσι τῇ πολιτείᾳ καὶ τοῖς νόμοις, ὃ δὴ καὶ μετά τινα χρόνον ἐποίησε πρὸς τὸ τοὺς ἀνθρώπους στέρξαι τὴν δεδομένην πολιτείαν καὶ μηδὲν ἀπόρημα μήτε κατ' ἰδίαν μήτε κατὰ κοινὸν ἐκ τῶν νόμων γενέσθαι περὶ μηδενός. διὸ καὶ καθόλου μὲν ἐξ ἀρχῆς ἀποδεχόμενοι καὶ τιμῶντες τὸν ἄνδρα, περὶ τοὺς ἐσχάτους καιροὺς καὶ τὰς προειρημένας πράξεις εὐδοκούμενοι κατὰ πάντα τρόπον ταῖς μεγίσταις τιμαῖς ἐτίμησαν αὐτὸν κατὰ πόλεις καὶ ζῶντα καὶ μεταλλάξαντα. πάντες δ' ἔκριναν κατὰ λόγον τοῦτο ποιεῖν· μὴ γὰρ ἐξεργασαμένου τούτου καὶ γράψαντος τοὺς περὶ τῆς κοινῆς δικαιοδοσίας νόμους ἄκριτα πάντα ἦν καὶ πολλῆςγέμοντα ταραχῆς. διὸ καὶ τοῦτο κάλλιστον Πολυβίῳ πεπρᾶχθαι νομιστέον πάντων τῶν προειρημένων. 123. Ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεών, ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος. εἰκότως δὲ καὶ συνέβαινεν αὐτὸν καὶ κοινῇ καὶ κατ' ἰδίαν· καὶ γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ μεγάλην ἐξουσίαν. καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρακέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο δι' ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακειμένους φίλους· τοῦτο δ' ἦν ἐκφανέστατον ἐν τοῖς [κατὰ] τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν. 124. Ὅτι Πτολεμαῖος ὁ τῆς Συρίας βασιλεὺς κατὰ τὸν πόλεμον πληγεὶς ἐτελεύτησε τὸν βίον, κατὰ μέν τινας μεγάλων ἐπαίνων καὶ μνήμης ὢν ἄξιος, κατὰ δέ τινας τοὐναντίον. πρᾷος μὲν γὰρ ἦν καὶ χρηστός, εἰ καί τις ἄλλος τῶν προγεγονότων βασιλέων. σημεῖον δὲ τούτου μέγιστον· ὃς πρῶτον μὲν οὐδένα τῶν ἑαυτοῦ φίλων ἐπ' οὐδενὶ τῶν ἐγκλημάτων ἐπανείλετο· δοκῶ δὲ μηδὲ τῶν ἄλλων Ἀλεξανδρέων μηδένα δι' ἐκεῖνον ἀποθανεῖν· ἔπειτα δόξας ἐκπεσεῖν ἀπὸ τῆς ἀρχῆς ὑπὸ τἀδελφοῦ, τὸ μὲν πρῶτον ἐν Ἀλεξανδρείᾳ λαβὼν κατ' αὐτοῦ καιρὸν ὁμολογούμενον ἀμνησικάκητον ἐποιήσατο τὴν ἁμαρτίαν· μετὰ δὲ ταῦτα πάλιν ἐπιβουλεύσαντος τῇ Κύπρῳ κύριος γενόμενος ἐν Λαπήθῳ τοῦ σώματος ἅμα καὶτῆς ψυχῆς αὐτοῦ, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν ὡς ἐχθρὸν ὥστε καὶ δωρεὰς προσέθηκε παρὰ τὰς πρότερον ὑπαρχούσας αὐτῷ κατὰ συνθήκας καὶ τὴν θυγατέρα δώσειν ὑπέσχετο. κατὰ μέντοι γε τὰς ἐπιτυχίας καὶ κατορθώσεις ἐξελύετο τῇ ψυχῇ, καί τις οἷον ἀσωτία καὶ ῥᾳθυμία περὶ αὐτὸν Αἰγυπτιακὴ συνέβαινεν· κατὰ τὰς τοιαύτας διαθέσεις εἰς περιπετείας ἐνέπιπτεν. τέλος ἱστορίας Πολυβίου Μεγαλοπολίτου. Ἐκ τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης βασιλικῆς. ιγʹ Περὶ ἀρετῆς καὶ κακίας. 1. Ὅτι Ταρκύνιος Σαβίνους κατὰ Ῥωμαίων ἠρέθιζε. Κλαύδιος δέ, ἀνὴρ Σαβῖνος ἐκ Ῥηγίλλου πόλεως δυνατός, οὐκ εἴα τοὺς Σαβίνους παρασπονδεῖν, ἕως κρινόμενος ἐπὶ τῷδε ἔφυγεν ἐς Ῥώμην μετὰ συγγενῶν καὶ φίλων καὶ δούλων πεντακισχιλίων. οἷς πᾶσι Ῥωμαῖοι χώραν ἐς οἰκίας ἔδοσαν καὶ γῆν ἐς γεωργίαν, καὶ πολίτας ἔθεντο. τὸν δὲ Κλαύδιον καὶ ἐς τὸ βουλευτήριον
q.264
κατέλεξαν, ἀποδεικνύμενον ἔργα λαμπρὰ κατὰ τῶν Σαβίνων· καὶ φυλὴν ἐπώνυμον αὐτοῦ κατέστησαν. 2. Ὅτι σημείων γενομένων ἐκ Διὸς ἀηδῶν μετὰ τὴν Βιεντίας ἅλωσιν, οἱ μάντεις ἔλεγον ἐκλειφθῆναί τινα πρὸς εὐσέβειαν, καὶ ὁ Κάμιλλος ἀνήνεγκεν ὅτι τὴν δεκάτην τῆς λείας ἐκλάθοιτο τῷ θεῷ τῷ χρήσαντι περὶ τῆς λίμνης ἐξελέσθαι. ἡ μὲν οὖν βουλὴ τοὺς λαβόντας ὁτιοῦν ἐκ τῆς Βιέντης ἐκέλευσεν ἀποτιμήσασθαι καθ' αὑτοὺς καὶ σὺν ὅρκῳ τὸ δέκατον ἐσενεγκεῖν, ὑπὸ δὲ εὐσεβείας οὐκ ὤκνησεν καὶ τῆς γῆς ἤδη πεπραμένης, ὡς λαφύρου, τὸ δέκατον ἀναθεῖναι. κρατήρ τε ἀπὸ τῶνδε τῶν χρημάτων ἐν Δελφοῖς ἔκειτο χρύσεος ἐπὶ χαλκῆς βάσεως ἐν τῷ Ῥωμαίων καὶ Μασσαλιητῶν θησαυρῷ, μέχρι τὸν μὲν χρυσὸν Ὀνόμαρχος ἐν τῷΦωκικῷ πολέμῳ κατεχώνευσε, κεῖται δ' ἡ βάσις. αὐτὸν δὲ Κάμιλλον ἐν τῷ δήμῳ τις ἐδίωκεν ὡς αἴτιον γεγονότα τῇ πόλει φασμάτων καὶ τεράτων χαλεπῶν, καὶ ὁ δῆμος ἐκ πολλοῦ τὸν ἄνδρα ἀποστρεφόμενος ἐζημίωσε πεντήκοντα μυριάσιν, οὐκ ἐπικλασθεὶς οὐδ' ὅτι πρὸ τῆς δίκης αὐτῷ παῖς ἐτεθνήκει. τὰ μὲν οὖν χρήματα οἱ φίλοι συνήνεγκαν, ἵνα μὴ ὑβρισθείη τὸ σῶμα τοῦ Καμίλλου· αὐτὸς δὲ βαρυθυμῶν ἐς τὴν Ἀρδεατῶν πόλιν μετῴκησεν, εὐξάμενος τὴν Ἀχίλλειον εὐχήν, ἐπιποθῆσαι Ῥωμαίους Κάμιλλον ἐν καιρῷ. καὶ ἀπήντησεν αὐτῷ καὶ τόδε οὐ πολὺ ὕστερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμος ἐπὶ Κάμιλλον κατέφυγεν, καὶ δικτάτορα αὖθις εἵλετο, ὡς ἐν ταῖς Κελτικαῖς πράξεσιν συγγέγραπται. 3. Ὅτι Μάρκος Μάλλιος εὐπατρίδης, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, ταύτην περιέσωσε καὶ τιμῶν μεγίστων ἠξιώθη. ὕστερον δὲ πρεσβύτην πολλάκις ἐστρατευμένον ἀγόμενον ἐς δουλείαν ὑπὸ τοῦ δανειστοῦ γνωρίσας ἀπέδωκε τὸ χρέος ὑπὲρ αὐτοῦ καὶ ἐπὶ τῷδε εὐφημούμενος πᾶσιν ἠφίει τοῖς ἑαυτοῦ χρήσταις τὰ ὀφλήματα. προϊὼν δὲ τῇ δόξῃ καὶ ὑπὲρ ἄλλων ἀπεδίδου. καὶ ταῖς δημοκοπίαις ἐπαιρόμενος ἐβούλευσεν ἤδη χρεῶν ἀποκοπὰς κοινάς, ἢ τὸν δῆμον ἠξίου τοῖς δανείσασι ἀποδοῦναι, τὴν γῆν ἐς τοῦτο ἀποδόμενον ἔτι οὖσαν ἀνέμητον. Λόγος γʹ. 4. Ὅτι οἱ Ῥωμαίων στρατηγοὶ Κορνήλιος καὶ Κορβῖνος καὶ Δέκιος δημότης Σαυνίτας νικήσαντες ὑπέλιπον Καμπανοῖς φύλακας πρὸς τὰς Σαυνιτῶν ἐπιδρομάς. οἱ δὲ φύλακες οἵδε Καμπανοῖς ἁβροδιαίτοις καὶ πολυτελέσιν οὖσι κοινωνοῦντες ἐφθείροντοτὰς γνώμας καὶ ἐφθόνουν ὧν ἔχουσι ἀγαθῶν, αὐτοὶ πενόμενοι καὶ τὰ χρέα δεδίοτες τὰ ἐν Ῥώμῃ. τέλος δὲ ἐπεβούλευον τοὺς ξένους ἑαυτῶν ἀνελόντες ἕκαστοι τὴν περιουσίαν κατασχεῖν καὶ τὰς γυναῖκας ἐς γάμον προσαγαγέσθαι. καὶ τάχα ἂν ἔπραξαν αἰσχρὸν οὕτω μῦσος, εἰ μὴ Μάμερκος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπὶ Σαυνίτας ὁδεύων ἔμαθε τὸ βούλευμα τῶν φυλάκων, καὶ ἐπικρύψας τοὺς μὲν αὐτῶν ἐξώπλισε καὶ τοὺς στρατιώτας ἀφῆκεν οἷα κεκμηκότας, τοὺς δὲ πονηροτέρους ἐκέλευσεν ἐς Ῥώμην ἐπί τινα χρείαν ἐπείγεσθαι, χιλίαρχόν τε αὐτοῖς συνέπεμψεν, ᾧ εἴρητο ἀφανῶς αὐτοὺς φυλάσσειν. ἑκάτεροι δ' ὑπώπτευον μεμηνῦσθαι, καὶ περὶ Ταρρακίνην ἀφίστανταί τε τοῦ χιλιάρχου, καὶ τοὺς ἐπὶ τῶν ἔργων ἐν τοῖς ἀγροῖς δεδεμένους ἐκλύσαντες, καὶ ὁπλίσαντες ὡς ἐδύναντο, ἤλαυνον ἐς Ῥώμην, ὁμοῦ δισμύριοι γεγονότες. ἔτι δ' αὐτῶν ὁδὸν ἡμέρας μιᾶς ἀπεχόντων ὑπήντα Κορβῖνος, καὶ παραστρατοπεδεύσας ἐν τοῖς ὄρεσι τοῖς Ἀλβανῶν ἠρέμει, περισκοπῶν τε τὸ ἔργον ἔτι, καὶ μέγα ἡγούμενος ἀπεγνωκόσι μάχεσθαι. οἱ δὲ ἐπεμίγνυντο ἀλλήλοις κρύφα, καὶ ὀδυρμοὶ καὶ δάκρυα τῶν φυλάκων ἦν ὡς ἐν οἰκείοις καὶ φίλοις ἁμαρτεῖν μὲν ὁμολογούντων, τὴν δὲ αἰτίαν ἐς τὰ χρέα φερόντων τὰ ἐν Ῥώμῃ. ὧν ὁ Κορβῖνος αἰσθανόμενος, καὶ ὀκνῶν ἅψασθαι πολιτικοῦ καὶ τοσούτου φόνου, συνεβούλευσε τῇ βουλῇ τὰ χρέα τοῖς ἀνδράσι μεθεῖναι, τόν τε πόλεμον ἐξαίρων ἐπὶ μέγα, εἰ τοσῶνδε ἀνδρῶν δύναιτο κρατῆσαι μαχομένων ἐξ ἀπογνώσεως, καὶ τὰς συνόδους αὐτῶν καὶ ἐπιμιξίας ἐν ὑπονοίᾳ τιθέμενος, μὴ οὐδ' ὁ ἴδιος αὐτῷ στρατὸς ἐς πάντα ᾖ πιστός, ἅτε συγγενεῖς ὄντες ἐκείνων, καὶ οὐχ ἧσσον αὐτῶν αἰτιώμενοι τὰ χρέα. σφαλέντα δὲ κινδυνεύσειν ἔφη περὶ μειζόνων· καὶ τὴν νίκην, εἰ κρατήσειεν, ἀτυχεστάτην ἔσεσθαι τῇ πόλει κατ'
q.265
οἰκείων τοσῶνδε. οἷς ἡ βουλὴ πεισθεῖσα τὰς μὲν τῶν χρεῶν ἀποκοπὰς ἐψηφίσατο πᾶσι Ῥωμαίοις, τοῖς δὲ τότε ἐχθροῖς καὶ ἄδειαν. οἱ μὲν δὴ τὰ ὅπλα ἀποθέμενοι κατῄεσαν ἐς τὴν πόλιν. 5. Ὅτι Μάλλιος Τορκουᾶτος ὁ ὕπατος τοιοῦτος ἦν τὴν ἀρετήν. τούτῳ πατὴρ γεγένητο μικρολόγος καὶ ἀμελὴς ἐς αὐτόν. καὶ ἐν ἀγροῖς αὐτὸν εἶχε μετὰ τῶν θεραπόντων ἐργαζόμενόν τε καὶ τρεφόμενον. γραψαμένου δὲ αὐτὸν ἐπὶ πολλοῖς ἀδικήμασι Πομπωνίου δημάρχου, καὶ μέλλοντος ἐρεῖν τι καὶ περὶ τῆς ἐς τὸν παῖδα κακώσεως, ὁ παῖς ὅδε Μάλλιος ἧκεν, ἐπικρύπτων ξιφίδιον, ἐς τὴν οἰκίαν τοῦ δημάρχου, καὶ τυχεῖν ἠξίωσεν αὐτοῦ μόνου, ὡς δή τι λέξων χρήσιμον ἐς τὴν δίκην. ὑποδεχθεὶς δὲ καὶ λέγειν ἀρχόμενος ἐπέκλεισε τὰς θύρας καὶ τὸ ξίφος ἐπισπάσας ἠπείλει τῷ δημάρχῳ κτενεῖν αὐτόν, εἰ μὴ ὀμόσειεν ὅτι λύσει τῷ πατρὶ τὴν δίκην. καὶ ὁ μὲν ὤμοσε καὶ διέλυσεν, ἐκθέμενος τῷ δήμῳ τὸ συμβάν. ὁ δὲ Μάλλιος ἐξ ἐκείνου λαμπρὸς ἦν, ἐπαινούμενος ὅτι τοιόσδε ἐς τοιόνδε πατέρα ἐγεγένητο. 6. Ὅτι μετὰ τὸ ναυάγιον ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου ἐς τὸν Τάραντα κατήγετο. καὶ οἱ Ταραντῖνοι τότε μάλιστα τοὺς βασιλικοὺς ἐβαρύνοντο, ἐσοικιζομένους τε παρὰ σφᾶς βίᾳ καὶ φανερῶς ἐνυβρίζοντας αὐτῶν γυναιξὶ καὶ παισίν. ὡς δὲ καὶ τὰ συσσίτια σφῶν ὁ Πύρρος καὶ τὰς ἄλλας συνόδους καὶ διατριβὰς ὡς οὐ πρεπούσας πολέμῳ διέλυε, γυμνάσιά τε ἔνοπλα ἔτασσεν αὐτοῖς, καὶ θάνατον τοῖς ἀμελοῦσιν ὥριζε, τότε δὴ καὶ πάμπαν ἀήθεσιν ἔργοις καὶ ἐπιτάγμασι κάμνοντες οἱ Ταραντῖνοι τῆς πόλεως ὡς ἀλλοτρίας ἐς τοὺς ἀγροὺς ἀπεδίδρασκον. καὶ ὁ βασιλεὺς τὰς θύρας ἀπέκλειε, καὶ φρουρὰς ἐφίστη. καὶ οἱ Ταραντῖνοι τῆς ἀβουλίας σφῶν ᾐσθάνοντο σαφῶς. 7. Ὅτι ἐν Ῥηγίῳ Ῥωμαίων ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῆςπόλεως, μή τι πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, παρέμενον, αὐτοί τε καὶ Δέκιος ὁ ἡγεμὼν αὐτῶν τοῖς ἀγαθοῖς τοῖς Ῥηγίνων φθονήσαντες, καὶ φυλάξαντες αὐτοὺς εὐωχουμένους ἐν ἑορτῇ διέφθειραν, καὶ ταῖς γυναιξὶν ἀκουσίαις συνῆσαν. πρόφασιν δὲ τῆς παρανομίας ἔφερον ὅτι Ῥηγῖνοι τὴν φρουρὰν προεδίδοσαν Πύρρῳ. καὶ Δέκιοςμὲν ἀντὶ φρουράρχου τύραννος ἦν, καὶ φιλίαν ἔθετο Μαμερτίνοις τοῖς ἐπὶ τοῦ πορθμοῦ τοῦ Σικελικοῦ κατῳκημένοις, οὐ πρὸ πολλοῦ κἀκείνοις ἐς ἰδίους ξένους ὅμοια δεδρακόσιν. ἀλγήσαντα δ' αὐτὸν τοὺς ὀφθαλμοὺς καὶ τοῖς ἐν Ῥηγίῳ ἰατροῖς ἀπιστοῦντα, μετάπεμπτος ἀπὸ Μεσσήνης ἐθεράπευε Ῥηγῖνος ἀνήρ, μετῳκηκὼς ἐς Μεσσήνην πρὸ πολλοῦ, ὅτι Ῥηγ̣ ι῀̣ ν̣ ο̣ ς̣ ἠ῀̣ ν̣ ἀγνοούμενος. οὗτος αὐτὸν ἔπεισεν, ἐπὶ ἀπαλλαγῇ συντόμῳ, φαρμάκων ἀνασχέσθαι θερμῶν. καὶ χρίσας τοῖς κατακαίουσι καὶ δαπανῶσιν ἐκέλευσεν ἀνασχέσθαι τοῦ πόνου μέχρι αὐτὸς ἐπανέλθοι· καὶ λαθὼν ἔλευσεν ἐς Μεσσήνην. ὁ δ' ἐς πολὺ τῆς ὀδύνης ἀνασχόμενος ἀπενίψατο, καὶ εὗρε τοὺς ὀφθαλμοὺς δεδαπανημένους. Φαβρίκιος δὲ ὑπὸ Ῥωμαίων ἐπὶ διορθώσει τῶνδε πεμφθεὶς τήν τε πόλιν τοῖς ἔτι Ῥηγίνοις λοιποῖς ἀπεδίδου, καὶ τῶν φρουρῶν τοὺς αἰτίους τῆς ἀποστάσεως ἐς Ῥώμην ἔπεμψεν· οἳ μαστιγωθέντες ἐν ἀγορᾷ μέσῃ τὰς κεφαλὰς ἀπεκόπησαν καὶ ἐξερρίφησαν ἄταφοι. Δέκιος δὲ φυλασσόμενος ἐπιμελῶς, οἷα πηρός, ἑαυτὸν διεχρήσατο. 8. Ὅτι Πύρρος μετὰ τὴν μάχην καὶ τὰς πρὸς Ῥωμαίους συνθήκας ἐς Σικελίαν διέπλει, ὑποσχόμενος τοῖς συμμάχοις ἐκ Σικελίας ἐπανήξειν ἐς Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίας, ἤδη καὶ τοῖς Σικελιώταις βαρὺν ἐπί τε ξενίαις καὶ χορηγίαις καὶ φρουραῖς καὶ εἰσφοραῖς γενομένον. ὁ μὲν δὴ πλούσιος ἐκ τῶνδε γεγονὼς ἐς τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοις δέκα καὶ ρʹ, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν. οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντες αὐτῷ κατέδυσαν ναῦς οʹ καὶ τὰς λοιπὰς ἄπλους ἐποίησαν, πλὴν ιβʹ μόνων. αἷς ὁ Πύρρος διαφυγὼν ἐτίνυτο Λοκροὺς τοὺς Ἐπιζεφυρίους, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆς ὑβρίσαντες ἐς αὐτοὺςἀνῃρήκεσαν. ὠμῶς δ' αὐτοὺς καὶ πικρῶς κτείνων τε καὶ συλῶν ὁ Πύρρος οὐδὲ τῶν ἀναθημάτων τῆς Περσεφόνης ἀπέσχετο, ἐπισκώψας, τὴν ἄκαιρον εὐσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον, εὐβουλίαν.
q.266
Ἀναχθέντα δ' αὐτὸν μετὰ τῶν σύλων χειμὼν ὑπέλαβε, καὶ τῶν νεῶν τὰς μὲν κατέδυσε καὶ διέφθειρεν αὐτοῖς ἀνδράσι, τὰς δὲ ἐς τὴν γῆν ἐξέρριψε. τὰ δὲ ἱερὰ πάντα σῶα ὁ κλύδων ἐς τοὺς Λοκρῶν λιμένας ἐπανήγαγεν· ὥστε καὶ Πύρρον ὀψὲ τῆς ἀσεβείας αἰσθόμενον ἀναθεῖναί τε αὐτὰ ἐς τὸ ἱερὸν τῇ Περσεφόνῃ, καὶ θυσίαις ἱλάσκεσθαι τὴν θεὸν πολλαῖς. τῶν δὲ ἱερῶν οὐκ ἀπαντώντων, ἔτι μᾶλλον ἐξεμαίνετο· καὶ τοὺς περὶ τῆς ἱεροσυλίας αὐτῷ συμβουλεύσαντας ἢ λέγοντι συνθεμένους ἢ διακονησαμένους τὸ ἔργον ἔκτεινεν. ὁ μὲν δὴ Πύρρος οὕτως ἐπεπράχει κακῶς. 9. Ὅτι ὁ Κεδίκιος γράμμα φέρων ἀπὸ τῆς βουλῆς περὶ τῆς ὑπάτου ἀρχῆς παρεκάλει τὸν Κάμιλλον μηδὲν ἐν τῷ παρόντι μηνῖσαι τῇ πατρίδι τῆς ζημίας. ὁ δὲ ἐπισχὼν αὐτὸν ἔτι λέγοντα, εἶπεν· οὐκ ἂν εὐξάμην ἐπιποθῆσαί με Ῥωμαίους, εἰ τοιαύτην ἤλπισα τὴν ἐπιπόθησιν αὐτοῖς ἔσεσθαι. νῦν δὲ δικαιοτέραν εὐχὴν εὔχομαι, γενέσθαι τῇ πατρίδι χρήσιμος ἐς τοσοῦτον ἀγαθοῦ, ἐς ὅσον κακοῦ περιελήλυθεν. 10. Ὅτι Κελτοὶ μηδεμιᾷ μηχανῇ δυνηθέντες ἐπιβῆναι τῆς ἀκροπόλεως ἠρέμουν, ὡς λιμῷ τοὺς ἔνδον παραστησόμενοι. καί τις ἀπὸ τοῦ Καπιτωλίου κατέβαινεν ἱερεὺς, ὄνομα Δόρσων, ἐπὶ ἐτήσιον δή τινα ἱερουργίαν, ἐς τὸν τῆς Ἑστίας νεών, στέλλων τὰ ἱερὰ διὰ τῶν πολεμίων εὐσταθῶς· τὸν δὲ νεὼν ἐμπεπρησμένονἰδὼν ἔθυσεν ἐπὶ τοῦ συνήθους τόπου καὶ ἐπανῆλθεν αὖθις διὰ τῶν πολεμίων αἰδεσθέντων ἢ καταπλαγέντων αὐτοῦ τὴν τόλμαν ἢ τὴν εὐσέβειαν ἢ τὴν ὄψιν ἱερὰν οὖσαν. ὁ μὲν δὴ κινδυνεύειν ὑπὲρ τῶν ἱερῶν ἑλόμενος ὑπ' αὐτῶν ἐσώζετο τῶν ἱερῶν. καὶ τόδε φησὶν ὧδε γενέσθαι Καύσιος ὁ Ῥωμαῖος. 11. Ὅτι τοῦ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοὶ τήν τε φύσιν ὄντες ἀκρατεῖς καὶ χώραν ἔχοντες, ὅτι μὴ πρὸς δημητριακοὺς καρπούς, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε σώματα αὐτοῖς, μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστά, ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο· ὑπό τε ἱδρῶτος καὶ ἄσθματος, ὅπου τι δέοι κάμνειν, ἐξελύοντο ταχέως. 12. Ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακουσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους, διαφερομένους τοῖς Συρακουσίοις. καὶ κατηγόρουν τῆς πατρίδος, ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφ' ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακούσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν. οἱ δὲ ἠρεθίζοντο καὶ Συρακούσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδου κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν. Λεοντῖνοι δὲ αὐτὸν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο. 13. Ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφ' ᾧ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν. καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους. 14. Ὅτι διαβεβλημένῳ τῷ Μαρκέλλῳ οὐκ ἐπίστευον χωρὶς ὅρκων. διὸ καὶ Ταυρομενίων προσχωρούντων οἱ συνέθετο καὶ ὤμοσε, μήτε φρουρήσειν τὴν πόλιν μήτε στρατολογήσειν ἀπ' αὐτῆς. 15. Ὅτι Κλώδιος ὁ πατρίκιος, ὁ Ποῦλχερ ἐπίκλην, τοῦτ' ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα. καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων. πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπ' ἄλλων ἐκ τῆς φωνῆς γενόμενον, ἐξελασθῆναι. 16. Ὅτι οἱ Καρχηδόνιοι στρατηγὸν ἀπέφηναν Ἀσρούβαν τὸν τοῦ Βάρκα κηδεστήν. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γιγνόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ, νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνεν. καὶ τῆςτε Ἰβηρίας τὰ πολλὰ προσηγάγετο, πιθανὸς ὢν ὁμιλῆσαι, ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος. 17. Ὅτι Ἀσρούβαν Ἰβηρίαν τὴν ὑπὸ
q.267
Καρχηδονίοις καθιστάμενον ἐπὶ τοῖς συμβᾶσιν ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει, λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν Ἀννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν, ἡ στρατιὰ δὲ τὸν Ἀννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δ' ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν· καὶ ἡ Καρχηδονίων βουλὴ συνέθετο. 18. Ὅτι ὅσοι Βάρκα τε καὶ Ἀσρούβα διαπολῖται τὴν Βάρκα τε καὶ Ἀσρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, Ἀννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. ὅ τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ Ἀσρούβα· καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας Ἀσρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δ' ἐπέστελλον τῷ Ἀννίβᾳ, σφίσιν ἐπικουρεῖν δεόμενοι καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι. ὁ δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφ' ἑαυτὸν οὖσαν ἐπιβολῆς· οὐδ' ἠξίου τὴν ἔχθραν, ὥσπερ ὁ πατὴρ καὶ ὁ κηδεστής, ἐς ἀεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδ' ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄπιστος ἐχθρὸς ἔσεσθαι Ῥωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτ' ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὸ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ Ἰβήρων ὅσα ὑπήκοα ἦν. εἰ δὲ πρὸς Ῥωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενέσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας (οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἔτι ἐπὶ Ῥωμαίοις), εἴτε καὶ πταίσειεν, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα δόξαν αὐτῷ οἴσειν. ἀρχὴν δ' ὑπολαμβάνων ἔσεσθαι λαμπράν, εἰ τὸν Ἴβηρα διαβαίη, Τορβολήτας, οἳ γείτονές εἰσι Ζακανθαίων, ἀνέπεισε τῶν Ζακανθαίων παρὰ οἷ καταβοᾶν ὡς τήν τε χώραν αὐτῶν ἐπιτρεχόντων καὶ πολλὰ σφᾶς ἄλλα ἀδικούντων. οἳ δ' ἐπείθοντο. καὶ πρέσβεις αὐτῶν ὁ Ἀννίβας ἐς Καρχηδόνα ἔπεμπεν, αὐτός τε ἐν ἀπορρήτοις ἔγραφεν Ῥωμαίους τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν ἀναπείθειν ἀπὸ Καρχηδονίων ἀφίστασθαι, καὶ Ζακανθαίους Ῥωμαίοις ταῦτα συμπράσσειν. ὅλως τε τῆς ἀπάτης οὐ μεθίει, πολλὰ τοιαῦτα ἐπιστέλλων, ἕως ἡ βουλὴ προσέταξεν αὐτῷ πράσσειν ἐς Ζακανθαίους ὅ τι δοκιμάσειεν. ὁ δὲ ἐπεὶ τῆς ἀφορμῆς ἐλάβετο, Τορβολήτας αὖθις ἔπραξεν ἐντυχεῖν οἱ κατὰ τῶν Ζακανθαίων, καὶ Ζακανθαίων μετεπέμπετο πρέσβεις. οἱ δ' ἀφίκοντο μέν, κελεύοντος δὲ τοῦ Ἀννίβου λέγειν ἑκατέρους ἐφ' ἑαυτοῦ περὶ ὧν διαφέρονται, Ῥωμαίοις ἔφασαν ἐπιτρέψειν τὴν δίκην. ὁ μὲν δὴ ταῦτ' εἰπόντας ἀπέπεμπεν ἀπὸ τοῦ στρατοπέδου καὶ τῆς ἐπιούσης νυκτὸς παντὶ τῷ στρατῷ τὸν Ἴβηρα διαβὰς τὴν χώραν ἐπόρθει. 19. Ὅτι ὁ Κάτων ὁ στρατηγὸς νέος μὲν ἦν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ ῬωμαῖοιΔημοσθένην, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γενέσθαι Δημοσθένην. 20. Ὅτι Λούκουλλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους, ἕτερον γένος Κελτιβήρων, ἐνέβαλεν, οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε τούτων Ῥωμαίοις πεπολεμηκότων, οὐδ' ἐς αὐτόν τι Λούκουλλον ἁμαρτόντων. 21. Ὅτι Γάλβας, Λουκούλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῷ στρατῷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων. ἀλλ' οὐδὲ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλείπειν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν
q.268
πλοῦτον. 22. Ὅτι Οὐρίατθος ἀρχικώτατος μὲν ἦν ὡς ἐν βαρβάροις γενόμενος, φιλοκινδυνότατος δ' ἐς ἅπαντα πρὸ ἁπάντων, καὶ ἰσομοιρότατος ἐν τοῖς κέρδεσιν. οὐ γάρ ποτε πλέον ὑπέστη λαβεῖν, ἀεὶ παρακαλούντων· ὃ δὲ καὶ λάβοι, τοῖς ἀριστεύσασιν ἐδίδου. ὅθεν αὐτῷ, δυσχερέστατον ἔργον καὶ οὐδενί πω στρατηγῷ εὐμαρῶς ἐγγενόμενον, ἔτεσιν ὀκτὼ τοῦδε τοῦ πολέμου παμμιγὴς στρατὸς ἀστασίαστος ἦν καὶ κατήκοος ἀεὶ καὶ ἐς τοὺς κινδύνους ὀξύτατος. 23. Ὅτι φύσει φιλοπόλεμος ἦν ὁ Ἀννίβας καὶ οὔποτε ἀργίαν ἔφερεν. 24. Ὅτι ἐν τῇ Ἀργυρίππᾳ τῇ τοῦ Διομήδους λεγομένῃ πόλει ἦν τις ἀνὴρ ἔκγονος νομιζόμενος εἶναι Διομήδους, Δάσιος, εὐμετάβολος τὸ φρόνημα καὶ οὐ Διομήδους ἄξιος. Ῥωμαίων περὶ Κάννας μεγάλην ἧτταν ἡττημένων, ἀπέστησε τὴν πατρίδα πρὸς τοὺς Λίβυας ἀπὸ τῶν Ῥωμαίων. τότε δ' αὖ δυσπραγοῦντος Ἀννίβου ἔλαθεν ἐς Ῥώμην διϊππεύσας, καὶ ἐπὶ τὴν βουλὴν ἐπαχθεὶς ἔφη δύνασθαι τὸ ἁμάρτημα ἰάσασθαι καὶ μεταβαλεῖν αὖθις ἐς Ῥωμαίους τὴν πόλιν. οἱ δὲ ὀλίγου μὲν αὐτὸν διέφθειραν, ἐξέβαλον δ' εὐθὺς ἐκ τῆς πόλεως. ὁ δὲ καὶ τούσδε καὶ τὸν Ἀννίβαν δεδιὼς ἠλᾶτο ἀνὰ τὴν χώραν, καὶ ὁ μὲν Ἀννίβας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα ζῶντας ἔκαυσε. 25. Ὅτι Ἀννίβας ἐπὶ τρυφῆς ἦν οὐ συνήθους ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ. καὶ εὐθὺς αὐτῷ κατ' ὀλίγον ἐτρέπετο πάντα. 26. Ὅτι Πλημμίνιος παραλαβὼν τὴν πόλιν παρὰ Σκιπίωνος Λοκρῶν οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Περσεφόνης ἱερόν. καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν· ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν. 27. Ὅτι ὁ Ἀννίβας Πετηλινοὺς ᾐτιᾶτο, ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην. ἀρνουμένων δὲ ἐκείνων ὑπεκρίνετο πιστεύειν." ἵνα δ'", ἔφη," μηδ' ὑπονοῆσθαι", τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας. καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει. 28. Ὅτι Θουρίων τρισχιλίους τοῖς Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν, τῆς τε πόλεως ἐγκρατῆ φρουρὰν καταλιπὼν ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ φʹ μετῴκιζε. 29. Ὅτι ὁ αὐτὸς τῶν ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν ἔγνω διαρπάσαι πάσας καὶ τὴν στρατιὰν πλουτίσας εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς παρασπονδεῖν Ἀσρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει διέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον. ὁ δὲ εἰς ἑκάστην πόλιν εἰσιὼν ἐκέλευε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζε. τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο. αὐτὸς δὲ ὁ Ἀννίβας τοὺς συστρατευομένους οἱ τῶν Ἰταλῶν εἰδὼς εὖ γεγυμνασμένους, ἔπειθε πολλαῖς ὑποσχέσεσιν ἐς τὴν Λιβύην αὐτῷ συστρατεῦσαι. καὶ τούτων οἱ μὲν τὰ ἡμαρτημένα σφίσι ἐς τὰς πατρίδας δεδιότες εἵποντο, φεύγοντες τὴν οἰκείαν ἑκόντες, οἱ δὲ οὐδὲν ἁμαρτόντες ὤκνουν. ἀθροίσας οὖν τούσδε τοὺς ὑπομένειν ἀξιοῦντας ὡς δή τι λέξων αὐτοῖς ἢ χαριούμενος τῶν γεγονότων ἢ περὶ τοῦ μέλλοντος ἐπισκήψων, περιέστησε τὴν στρατιὰν ὡπλισμένην ἄφνω, καὶ προσέταξε τοῖς ἰδίοις ἀνδράποδα ἐξ αὐτῶν ὅσα θέλουσιν ἐπιλέξασθαι. ὡς δὲ οἱ μὲν ἐπελέξαντο, οἱ δὲ ᾐδοῦντο συστρατιώτας πολλὰ συνειργασμένους σφίσιν ἀνδραποδίσασθαι, τοὺς λοιποὺς κατηκόντισεν ἅπαντας, τοῦ μὴ τοιούσδε ἄνδρας ποτὲ Ῥωμαίοις γενέσθαι χρησίμους. ἐπικατέσφαξε δ' αὐτοῖς καὶ ἵππους ἐς τετρακισχιλίους καὶ πλῆθος ὑποζυγίων, οὐ δυνάμενος ἐς Λιβύην
q.269
ἐπάγεσθαι. μετὰ δὲ ταῦτα ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβήσας τὸ πνεῦμα ἀνέμενεν, ἐς ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλινοὶ καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δ' ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγών, τοῖς τε ὑπηκόοις αὐτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις· ἅτε γὰρ αὐτοῖς καὶ τέως οὐκ ἐπ' εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι κατεφρόνησεν ὡς πολεμίων. 30. Ὅτι ὁ Μασανάσσης ὁ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προσαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρ' ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων διὰ τὸ ἀγεώργητον παφαγούντων, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δ' ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δ' αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν αὐτὴν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινε. καὶ μεγίστῳ δὴτῷδε τεκμηριώσω μάλιστα τὴν εὐρωστίαν αὐτοῦ. πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ἀπέλιπεν. ὁ μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει. 31. Ὅτι Ἀσρούβας κατὰ τὴν τοῦ πολέμου συμβολὴν χαλεπῶς ἔχων τῆς ἐπὶ τὰ Μέγαρα καλούμενα ἐπιχειρήσεως, ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα, ἐπὶ τὸ τεῖχος ἀγαγών, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλμοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δὲ ὑπέτεμνε τὰ πέλματα καὶ τοὺς δακτύλους ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα, καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχῃ, περιέστη δ' αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀσρούβαν ὡς καὶ τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθ' ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν συμφοραῖς οἰκείαις τοσαῖσδε. ὁ δὲ καὶ τῶν βουλευτῶν τινας ἔκτεινε συλλαμβάνων, καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς εἴη καὶ διὰ τοῦτο δυσεπιχείρητος. 32. Ὅτι Μέτελλος αἰτίαν ἔχων παρὰ τῷ στρατῷ ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσι ὠμότητος. σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. 33. Ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην, ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ καὶ τὸν φρούραρχον Τουρτίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπέκτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει. 34. Ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατ' ὀλίγον μετὰ τὴν φυγὴν Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγέλλειν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὔδ' εὔβουλόν οἱ ἔτι ἦν, ἀλλ' ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο δι' ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτρέπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ
q.270
σκαιὸς ἐς πάντας ἐγίγνετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης. ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς προϊούσης ἀλογωτέρους γιγνομένους ἑαυτῶν. 35. Ὅτι Γένθιος, βασιλεὺς Ἰλλυριῶν, ἑνὸς ἔθνους προσοίκου Μακεδόσι, Περσεῖ συμμαχῶν ἐπὶ τριακοσίοις ταλάντοις, ὧν τι καὶ προειλήφει, ἐσέβαλεν ἐς τὴν ὑπὸ Ῥωμαίοις Ἰλλυρίδα, καὶ πρέσβεις περὶ τούτων πρὸς αὐτὸν ἐλθόντας Περπένναν καὶ Πετήλιον ἔδησεν. ὧν ὁ Περσεὺς αἰσθόμενος οὐκέτι τὰ λοιπὰ τῶν χρημάτων ἔπεμπεν ὡς ἤδη καὶ δι' αὐτὸν Ῥωμαίοις πεπολεμωμένον. ἐς δὲ Γέτας ἔπεμπε τοὺς ὑπὲρ Ἴστρον, καὶ Εὐμενοῦς ἀπεπείρασεν ἐπὶ χρήμασιν, ἢ μεταθέσθαι πρὸς αὐτόν, ἢ διαλῦσαι τὸν πόλεμον, ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, Εὐμενεῖ δ' ὡς οὐ λησομένῳ ταῦτα Ῥωμαίους ἐλπίζων πράξειν τι αὐτῶν ἢ τῇ πείρᾳ διαβαλεῖν τὸν Εὐμενῆ. ὁ δὲ μεταθήσεσθαι μὲν οὐκ ἔφη, τάλαντα δ' ᾔτει τῆς μὲν διαλύσεως χίλια καὶ φʹ, τῆς δὲ ἡσυχίας χίλια. καὶ ὁ Περσεὺς ἤδη Γετῶν αὐτῷ προσιέναι μισθοφόρους μυρίους ἱππέας καὶ μυρίους πεζοὺς πυθόμενος, αὐτίκα τοῦ Εὐμενοῦς κατεφρόνει καὶ τῆς μὲν ἡσυχίας οὐκ ἔφη δώσειν οὐδέν· αἰσχύνην γὰρ φέρειν ἀμφοῖν. τὰ δὲ τῆς διαλύσεως οὐ προδώσειν, ἀλλ' ἐν Σαμοθρᾴκῃ καταθήσειν μέχρι γένοιτο ἡ διάλυσις, εὐμετάβολος ἤδη καὶ μικρολόγος ὑπὸ θεοβλαβείας ἐς πάντα γενόμενος. ἑνὸς δὲ ὧν ἤλπισεν ὅμως οὐκ ἀπέτυχε, Ῥωμαίοις Εὐμενοῦς ὑπόπτου γενομένου. Γετῶν δὲ τὸν Ἴστρον περασάντων ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆναι χιλίους χρυσοῦς στατῆρας, ἱππεῖ δ' ἑκάστῳ δέκα, καὶ τὰ ἡμίσεα πεζῷ. καὶ τοῦτο σύμπαν ἦν ὀλίγῳ πλέον πεντεκαίδεκα μυριάδων χρυσίου. ὁ δὲ χλαμύδας μέν τινας ἐπήγετο καὶ ψέλια χρυσᾶ καὶ ἵππους ἐς δωρεὰν τοῖς ἡγουμένοις, στατῆρας δὲ φερομένους μυρίους. καὶ πλησιάσας μετεπέμπετο Κλοίλιον. ὁ δὲ τοὺς ἐλθόντας εἰ φέρουσι τὸ χρυσίον εἴρετο· καὶ μαθὼν οὐκ ἔχοντας, ἀναστρέφειν ἐπ' αὐτὸν ἐκέλευσεν. ὧν ὁ Περσεὺς πυθόμενος, πάλιν αὐτὸν ἐλαύνοντος θεοῦ, κατηγόρει τῶν Γετῶν ἐν τοῖς φίλοις ἐκ μεταβολῆς ὡς φύσεως ἀπίστου. καὶ ὑπεκρίνετο μὴ θαρρεῖν δισμυρίους αὐτῶν ἐς τὸ στρατόπεδον ὑποδέξασθαι, μόλις δ' ἔφη μυρίους, ὧν καὶ νεωτεριζόντων κρατῆσαι δύνασθαι. ταῦτα δὲ τοῖς φίλοις εἰπὼν ἕτερα τοῖς Γέταις ἐπλάττετο καὶ τὸ ἥμισυ τῆς στρατιᾶς ᾔτει, τὸ χρυσίον τὸ γιγνόμενον ὑπισχνούμενος δώσειν. τοσαύτης ἀνωμαλίας ἔγεμε, φροντίζων χρημάτων τῶν πρὸ βραχέος ἐς θάλασσαν μεθειμένων. ὁ δὲ Κλοίλιος τοὺς ἀφικομένους ἰδὼν εἴρετο μετὰ βοῆς, εἰ τὸ χρυσίον κεκομίκασι, καὶ βουλομένους τι λέγειν ἐκέλευε πρῶτον εἰπεῖν περὶ τοῦ χρυσίου. ὡς δ' ἔμαθεν οὐκ ἔχοντας, οὐκ ἀνασχόμενος αὐτῶν οὐδ' ἀκοῦσαι τὴν στρατιὰν ἀπῆγεν ὀπίσω. καὶ Περσεὺς ἀφῄρητο καὶ τῆσδε τῆς συμμαχίας, πολλῆς τε καὶ κατὰ καιρὸν ἐλθούσης. ὑπὸ δ' ἀφροσύνης ἐν Φίλᾳ χειμάζων καὶ στρατὸν ἔχων πολὺν Θεσσαλίαν μὲν οὐκ ἐπέτρεχεν, ἣ Ῥωμαίοις ἐχορήγει τροφάς, ἐς δὲ τὴν Ἰωνίαν ἔπεμπε κωλύειν τὴν ἀγορὰν τὴν ἐκεῖθεν αὐτοῖς φερομένην. 36. Ὅτι Παύλῳ ἐπ' εὐτυχίας τοσῆσδε γενομένῳ τὸ δαιμόνιον ἐφθόνησε τῆς εὐτυχίας. καί οἱ τεσσάρων παίδων ὄντων, τοὺς μὲν πρεσβυτέρους αὐτῶν ἐς θέσιν ἄλλοις ἐδεδώκει, Μάξιμόν τε καὶ Σκιπίωνα, τοὺς δὲ νεωτέρους ἄμφω συνέβη τὸν μὲν πρὸ τριῶν ἡμερῶν τοῦ θριάμβου τὸν δὲ μετὰ εʹ, ἀποθανεῖν. καὶ τοῦτ' οὐδενὸς ἧττον ὁ Παῦλος κατελογίσατο τῷ δήμῳ. ἔθους γὰρ ὄντος τοῖς στρατηγοῖς καταλέγειν τὰ πεπραγμένα, παρελθὼν ἐς τὴν ἀγορὰν εἶπεν ἐς μὲν Κέρκυραν ἐκ Βρεντεσίου διαπλεῦσαι μιᾶς ἡμέρας, ἐκ δὲ Κερκύρας πέντε μὲν ἐς Δελφοὺς ὁδεῦσαι καὶ θῦσαι τῷ θεῷ, εʹ δὲ ἄλλαις ἐς Θεσσαλίαν παραγενέσθαι καὶ παραλαβεῖν τὸν στρατόν· ἀπὸ δὲ ταύτης πεντεκαίδεκα ἄλλαις ἑλεῖν Περσέα, καὶ Μακεδόνας παραλαβεῖν. οὕτω δὲ ὀξέως ἁπάντων ἐπιτυχὼν δεῖσαι μή τι τῷ στρατῷ συμπέσοι πρὸς ὑμᾶς ἐπανιόντι. διασωθέντος δὲ τοῦ στρατοῦ, περὶ ὑμῶν ἐδεδοίκειν, ἔφη· φθονερὸς γὰρ ὁ δαίμων. εἰς ἐμὲ δὲ ἀποσκήψαντος τοῦ κακοῦ, καὶ ἀθρόως μοι τῶν βʹ παίδων ἀποθανόντων, ἐπ' ἐμαυτῷ μέν εἰμι βαρυσυμφορώτατος, ἐπὶ δὲ ὑμῖν ἀμέριμνος. ταῦτ' εἰπὼν καὶ καταθαυμαζόμενος ἐπὶ πᾶσιν, οἰκτιζόμενος
q.271
δὲ ἐπὶ τοῖς τέκνοις, μετ' οὐ πολὺν χρόνον ἀπέθανεν. τέλος τῆς ἱστορίας Ἀππιανοῦ τῆς ἐπιγραφομένης βασιλικῆς. περὶ ἀρετῆς καὶ κακίας. ιδʹ ἐκ τῆς ἱστορίας Δίωνος Κοκκιανοῦ Ῥωμαϊκῆς. 1. Ὅτι ὁ Νουμᾶς ᾤκει ἐν κολωνῷ τῷ Κυριναλίῳ ὠνομασμένῳ ἅτε καὶ Σαβῖνος ὤν, τὰ δὲ δὴ ἀρχεῖα ἐν τῇ ἱερᾷ ὁδῷ εἶχε, καὶ τάς τε διατριβὰς πλησίον τοῦ Ἑστιαίου ἐποιεῖτο καὶ ἔστιν ὅτε καὶ κατὰ χώραν ἔμενεν. 2. Ὁ δὲ Δίων φησὶν ὅτι σπουδὴν ἔχω συγγράψαι πάνθ' ὅσα τοῖς Ῥωμαίοις καὶ εἰρηνοῦσι καὶ πολεμοῦσι ἀξίως μνήμης ἐπράχθη, ὥστε μηδὲν τῶν ἀναγκαίων μήτε ἐκείνων τινὰ μήτε τῶν ἄλλων ποθῆσαι. 3. Ἔπειτα καὶ ὅτι δι' ἑαυτῶν τότε κατέστησαν πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγένοντο. καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι ἔδοξεν. φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες, ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη γεγεννῆσθαι. οὕτω μὲν δὴ δι' ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος, τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστ' αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι. 4. Ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσει παρημέλει, μέχρις οὗ νόσου λοιμώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε. τότε γὰρ τῶν τε ἄλλων θεῶν δι' ἀκριβείας ἐπεμελήθη καὶ τοὺς Σαλίους τοὺς Κολλίνους προσκατέστησε. 5. Ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει καὶ εὐτραπελίᾳ πολλῇ πανταχοῦ κατὰ καιρὸν χρώμενος οὕτω τὸν Μάρκιον διέθηκεν ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ' αὐτοῦ καταλεχθῆναι στρατηγός τε πολλάκις ἀποδειχθῆναι καὶ τὴν ἐπιτροπείαν τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι. καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώτευσεν. αἴτιον δὲ ὅτι πάντα ἀφ' ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλ' ἐν τοῖς πρώτοις ὢν συνεστέλλετο. καὶ τὰ μὲν ἐπίπονα καὶ ἀνθ' ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν, τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει. καὶ γὰρ αὐτὸς ἢ οὐδὲν ἢ ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε, καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει, τὰ δὲ ἀτοπώτερα οὔτ' ἀνέφερεν ἔς τινα, οὔτε ἐκοινοῦτό τινι. πρὸς δὲ τούτοις ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις, καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις. τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο. φαῦλον δὲ ἐς οὐδένα οὔτε ἔλεγεν, οὔτε ἔπραττεν. οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. καὶ προσέτι ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν ἐπὶ τὸ μεῖζον διελάμβανεν, τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο, ἢ καὶ φαυλίσας παρ' ἐλάχιστον ἦγε· καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπ' αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχριπερ καὶ ἐκεῖνον ἐξενίκησεν. ἐκ μὲν οὖν τούτων σοφίας τινὸς δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο ἐκ δὲ δὴ τῶν ἔπειτα ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν ὡς ἤτοι δολεροὺς φύσει ὄντας ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας καὶ τὴν γνώμην ἀλλοιουμένους. 6. Ὅτι ὁ Ταρκύνιος ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν, ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπεκτίννυε, καί τινας ὑπερώριζεν. οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐτῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδ' ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος, τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν, ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς νεωτεροποιΐας, ὑφ' ἧς ἑαυτῷ τὴν
q.272
ἀρχὴν συγκατέπραξαν, κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι. κἀκ τούτου τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν, οὐδ' ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα. μισεῖσθαι γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθενέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. καὶ τήν γε γερουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν, πᾶν ἄθροισμα ἀνθρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι. δείσας δὲ μήπως οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπαναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. οὔτε γὰρ ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγότητος σφῶν, καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν ἐξεπίτηδες ἐποίει. τὰ δὲ δὴ πλεῖστα καθ' ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν. δυσπρόσοδός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο, ὥστε καὶ Ὑπερήφανος ἀπ' αὐτῶν ἐπικληθῆναι. τά τε γὰρ ἄλλα καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον, καί ποτε πολιτῶν τινας ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσέδησεν, καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. καὶ τοῦθ' ὑπ' ἐκείνου τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο. 7. Ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης τῶν γυναικῶν σφῶν κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν ἑκάστου προκρίνοντος, ἦλθον. καὶ ἐτύγχανον πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι, ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. ποιήσαντες δὲ τοῦτο τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρητίαν δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον. περιβόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν. τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκάλλου οὔσης, ἐπὶ πλέον δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. καί ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως. ἔτυχε. καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφ' οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐτὴν ἑκοῦσαν ὑβρισθῆναι. ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρ' οὐδὲν ἔθετο, καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταστήσεσθαι ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν. ἐπεὶ μέντοι παρακατακλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα καὶ λόγον ὡς καὶ συγκαθεύδοντας σφᾶς εὑρὼν ἀποκτείνειεν διαδώσειν ἐπηπείλησεν, οὐκέτ' ἀνεκτὸν ἐποιήσατο, ἀλλὰ φοβηθεῖσα μὴ καταπιστευθῇ οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. διὰ μὲν οὖν ταῦτ' οὐκ ἄκουσα δὴ ἐμοιχεύθη. παρασκευάσασα δὲ ἐκ τούτου ξιφείδιον ὑπὸ τὸ προσκεφάλαιον, μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα· καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε, καὶ μετὰ τοῦτ' ἀναστενάξασα, πάτερ, εἶπε, (τὸν γὰρ ἄνδρα μᾶλλον ἢ σὲ αἰσχύνομαι) οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται, ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν, ὡς καὶ μετ' αὐτοῦ καθεύδουσαν λαβών. αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρτεῖν ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθ' οὕτω γεγονέναι. καὶ ἐγὼ μέν (γυνὴ γάρ εἰμι) τὰ πρέποντα ἐμαυτῇ
q.273
ποιήσω· ὑμεῖς δ' εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώσατε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις, οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν. τοιαῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλ' εὐθέως τὸ ξιφείδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν. 8. Ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Ὀυαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος καὶ τοῦτο παρ' αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος, ἵν' ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδ' ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱδρύσεως. ἐκεῖνος γὰρ οὐκ ἠπίστησεν μὲν τῷ ῥηθέντι, καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη, οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη, ἀλλ' ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ κελεύσας τισὶν ἐᾶσαι, πάνθ' οὕτω τὰ καθήκοντα διετέλεσεν. 9. Ὅτι οἱ Φάβιοι ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖςἀρίστοις φρονοῦντες ὑπὸ Τυρσηνῶν διεφθάρησαν, ἓξ καὶ τʹ ὄντες· οὓς οἱ Ῥωμαῖοι μειζόνως ἢ κατ' ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν. ἦν μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός. πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσαν σφῶν ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον. καὶ διὰ τοῦτο τήν τε ἡμέραν, ἐν ᾗ διεφθάρησαν, ἐς τὰς μιαρὰς ἐνέγραψαν, καὶ τὰς πύλας δι' ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο, ὥστε μηδένα δι' αὐτῶν ἄρχοντα διϊέναι. καὶ Τίτου Μενηνίου τοῦ στρατηγοῦ, ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετο, κατηγορηθέντος ὕστερον ἐν τῷ δήμῳ ὅτι μήτ' ἐκείνοις ἤμυνε καὶ μάχῃ μετὰ τοῦθ' ἡττήθη, κατεψηφίσαντο. 10. Ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι τὸν Μινούκιον ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι, δικτάτορα ἐπ' αὐτοὺς Λούκιον Κοΐντιον, καίπερ πένητα ὄντα, τό τε γῄδιον, ὃ μόνον αὐτῷ ὑπῆρχεν, αὐτοχειρίᾳ τότε γεωργοῦντα, προεχειρίσαντο. ἔς τε γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν, καὶ σωφροσύνῃ διέπρεπεν, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς, ἀφ' οὗ δὴ καὶ Κινκινάτος ἐπωνομάσθη. 11. Ὅτι τὴν τῶν Φαλίσκων πόλιν πολιορκοῦντες οἱ Ῥωμαῖοι ταύτῃ προσκαθήμενοι διετρίβησαν, εἰ μὴ τοιόνδε τι ἐγένετο. γραμματιστής τις ἐν αὐτῇ παῖδας οὔτ' ὀλίγους οὔτ' ἀφανεῖς παιδεύων, ἔπειθ' ὑπ' ὀργῆς, ἢ καὶ κέρδους ἐλπίδι, πάντας σφᾶς ἔξω τε τοῦ τείχους ὡς καὶ ἐπ' ἄλλο τι ἐξήγαγεν (τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν ὥστε καὶ τότε συμφοιτᾶν), καὶ πρὸς τὸν Κάμιλλον ἐκόμισε, πᾶσάν οἱ τὴν πόλιν δι' αὐτῶν παραδιδόναι λέγων. οὐ γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον, τῶν φιλτάτων σφίσι ἐχομένων. οὐ μέντοι καὶ ἐπέρανέ τι· ὁ γὰρ Κάμιλλος τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν, ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐπίσω τοῦ προδότου δήσας, παρέδωκεναὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε. γενομένου δὲ τούτου οἱ Φαλίσκοι οὐκέτ' ἀντέσχον, ἀλλὰ καίτοι καὶ δυσάλωτοι ὄντες καὶ ἐκ περιουσίας τὸν πόλεμον διαφέροντες ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ, θαυμαστήν τινα φιλίαν παρ' αὐτοῦ προσδοκήσαντες ἕξειν, οὗγε καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο. 12. Ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων, ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Βεΐων τὸ δημόσιον ὠφελήσας, καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. 13. Ὅτι οἱ Ῥωμαῖοι οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες καὶ πολιορκούμενοι ἐλπίδα σωτηρίας πλὴν παρὰ τοῦ δαιμονίου οὐδεμίαν εἶχον. τὸ γὰρ δὴ θεῖον καίπερ ἐν παντὶ κακῷ ὄντες ἐθεράπευον οὕτως, ὥστε ἐπειδή τι τῶν ἱερῶν ἐχρῆν ὑπὸ τῶν ποντιφίκων ἄλλοθί που τῆς πόλεως γενέσθαι, Καίσων Φάβιος, οὗ ἡ ἱερουργία ἱκνεῖτο, κατέβη τε ἐπ' αὐτὴν ἐκ τοῦ Καπιτωλίου στειλάμενος ὥσπερ εἰώθει, καὶ διὰ τῶν πολεμίων διεξελθὼν τά τε νομιζόμενα ἐποίησε καὶ αὐθημερὸν ἀνεκομίσθη. θαυμάζω μὲν οὖν καὶ τῶν βαρβάρων, ὅτι αὐτοῦ εἴτ' οὖν διὰ τοὺς θεοὺς εἴτε καὶ διὰ τὴν ἀρετὴν ἐφείσαντο, πολύ γε μὴν μᾶλλον αὐτὸν ἐκεῖνον ἐν θαύματι
q.274
ποιοῦμαι καθ' ἑκάτερον, ὅτι τε ἐς τοὺς πολεμίους μόνος κατελθεῖν ἐτόλμησε, καὶ ὅτι δυνηθεὶς ἀναχωρῆσαί ποι ἀσφαλῶς οὐκ ἠθέλησεν, ἀλλ' ἐς τὸ Καπιτώλιον αὖθις ἑκὼν ἐπὶ προῦπτον κίνδυνον ἀνεχώρησεν, ἐπιστάμενος μὲν ὀκνοῦντας αὐτοὺς τὸ χωρίον, ὃ μόνον ἔτι τῆς πατρίδος εἶχον, ἐκλιπεῖν, ὁρῶν δὲ μηδ' εἰ πάνυ ἐπεθύμουν ἐκφυγεῖν δυναμένους ὑπὸ τοῦ πλήθους τῶν πολιορκούντων τοῦτο ποιῆσαι. 14. Ὅτι ὁ αὐτὸς παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι, οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐτὴν λήψεσθαι. οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο, ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα παρανομίας καταλιπεῖν. 15. Ὅτι τοῦ Καπιτωλίνου κατέγνω ὁ δῆμος, καὶ ἥ τε οἰκία αὐτοῦ κατεσκάφη καὶ τὰ χρήματα ἐδημεύθη, τό τε ὄνομα καὶ εἰ δή που εἰκὼν ἦν ἀπηλείφθη καὶ διεφθάρη. καὶ νῦν δὲ πλὴν τῆς κατασκαφῆς πάντα γίνεται ἐπὶ τοῖς τῷ κοινῷ ἐπιβουλεύουσιν. ἔκριναν δὲ καὶ μηδένα εὐπατρίδην ἐν τῇ ἄκρᾳ κατοικεῖν, ὅτι καὶ ἐκεῖνος ἐνταυθοῖ οἰκῶν ἐτύγχανεν. ἡ δὲ δὴ συγγένεια ἡ τῶν Μαλλίων ἀπεῖπε μηδένα σφῶν Μάρκον, ἐπείπερ οὗτος ὠνομάζετο, προσκαλεῖσθαι. Καπιτωλῖνος μὲν οὖν τοσοῦτον τὸ διαλλάσσον κἀν τοῖς τρόποις κἀν τῇ τύχῃ ἔσχεν. τά τε γὰρ πολέμια ἀκριβώσας εἰρηνεῖν οὐκ ἠπίστατο, καὶ τὸ Καπιτώλιον ὃ ἐσεσώκει κατέλαβεν ἐπὶ τυραννίδι, εὐπατρίδης τε ὢν οἰκέτου ἔργον ἐγένετο, καὶ πολεμικὸς νομισθεὶς ἐν ἀνδραπόδου τρόπῳ συνελήφθη κατά τε τῆς πέτρας αὐτῆς, ἀφ' ἧς τοὺς Γαλάτας ἀπέωστο, ἐρρίφη. 16. Ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος, θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. καθάπερ γὰρ οὔτ' αὐτοί τι πλημμελήσαντες, οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλ' ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων ἢ καὶ ἐφ' ἑτέρους τινὰς διὰ τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων οὔθ' ὅλως ἐταράχθησαν, ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δημιουργίαις καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες εἴσω τε τὸν στρατὸν εἰσεδέξαντο καὶ ξένια αὐτοῖς ἔδοσαν τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι οὐχ ὅτι κακὸν αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτ' ἐσεγράψαντο. 17. Ὅτι Πούπλιος τῶν πολιτῶν Ῥωμαίων στασιαζόντων πρὸςἀλλήλους ὀλίγου τούτους συνήλλαξεν. Λικίννιον γὰρ Στόλωνα προσείλετο ὄντα ἵππαρχον. ὅπερ καινοτομηθὲν τοὺς μὲν εὐπατρίδας ἐλύπησεν, τοὺς δὲ ἄλλους οὕτως ὑπηγάγετο, ὥστε μηκέτι τῆς ὑπατείας τῷ ἑτέρῳ ἔτει ἀντιποιήσασθαι, ἀλλ' ἐᾶσαι τοὺς χιλιάρχους αἱρεθῆναι. ἐκ γὰρ τούτου καὶ ἐς τἆλλα ἀνθυπείξαντές γέ τινα ἀλλήλοις ἴσως ἂν κατηλλάγησαν, εἰ μήπερ ὁ Στόλων ὁ δήμαρχος τοιοῦτόν τι εἰπών, ὡς οὐκ ἀπίοιεν εἰ μὴ φάγοιεν, ἀνέπεισεν αὐτοὺς μηδενὸς ἀφέσθαι, ἀλλ' ὡς καὶ ἀναγκαῖα πάντα ὅσα ἐνεχειρίσαντο κατεργάσασθαι. 18. Ὅτι ὁ Τορκουᾶτος οὐ τὰ πάντα τραχὺς ἦν, οὐδ' οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν, ἀλλὰ καὶ εὔβουλος καὶ εὐπόλεμος ὡμολόγητο εἶναι. ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι, ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐτοὺς νικῆσαι ἐποίησεν. 19. Ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δείσαντες μὴ ὁ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι τὰ κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐδὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο (νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαι), εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν. 20. Ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὁ ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν, καὶ τοῦτον μεταπέμψαντες εὔθυνον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης (καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετο) ἐκείνῳ μὲν οὐδεὶς λόγος ἐδόθη, ὁ δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπελογήσατο, καταριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα καὶ
q.275
προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τεὀργῆς σφᾶς παρέλυσεν, ἄλλως τε καὶ τὴν ἡλικίαν τοῦ υἱέος προβαλλόμενος, καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων συνῄρετο. οὐ μέντοι καὶ ἔνδηλος ἦν δι' ἑαυτοῦ τὰ πράγματα ποιούμενος, ἀλλ' ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζεν καὶ τὴν δόξαν τῶν ἔργων προσετίθει. 21. Ὅτι Γάϊος Φαβρίκιος ἐν μὲν τοῖς ἄλλοις ὅμοιος ἦν Ῥουφίνῳ, ἐν δὲ δὴ τῇ ἀδωροδοκίᾳ πολὺ προέχων. ἦν γὰρ ἀδωρότατος, καὶ διὰ τοῦτο καὶ ἐκείνῳ οὔτ' ἠρέσκετο καὶ ἀεί ποτε διεφέρετο· ὅμως ἐχειροτονήθη. ἐπιτηδειότατον γὰρ αὐτὸν ἐς τὴν τοῦ πολέμου χρείαν ἐνόμισεν εἶναι, καὶ παρ' ὀλίγον τὴν ἰδίαν ἔχθραν πρὸς τὰ κοινῇ συμφέροντα ἐποιήσατο. καὶ δόξαν γε καὶ ἐκ τούτου ἐκτήσατο, κρείττων καὶ τοῦ φθόνου γενόμενος, ὅσπερ που καὶ τῶν ἀρίστων ἀνδρῶν πολὺς ὑπὸ φιλοτιμίας ἐγγίνεται. φιλόπολίς τε γὰρ ἀκριβῶς ὤν, καὶ οὐκ ἐπὶ προσχήματι ἀρέσκων, ἐν τῷ ἴσῳ τό τε ὑφ' ἑαυτοῦ καὶ δι' ἑτέρου τινός, κἂν διάφορός οἱ ᾖ, εὖ τι τὴν πόλιν παθεῖν ἐτίθετο. 22. Ὅτι ὑπὸ τοῦ Κινέου ἐλέγετο Πύρρος ὁ βασιλεὺς πλείονας πόλεις ἢ ὑπὸ τοῦ αὑτοῦ ἐξελεῖν δόρατος. καὶ γὰρ ἦν δεινὸς [εἶναι], φησὶ Πλούταρχος, ἐν τῷ λέγειν, καὶ τῷ Δημοσθένει μόνος ἐν τῇ δεινότητι παρισούμενος. ἀμέλει καὶ τὸ ἄτοπον τῆς ἐκστρατείας οἷα ἔμφρων εἰδὼς ἀνήρ, ἐμποδὼν τῷ Πύρρῳ εἰς λόγους ἐλθὼν καθίστατο. ὁ μὲν γὰρ ἄρξειν διὰ τὴν ἀνδρείαν πάσης διενόει τῆς γῆς, ὁ δὲ ἀρκεῖσθαι ἱκανοῖς οὖσι τοῖς οἰκείοις πρὸς εὐδαιμονίαν ἐπέτρεπεν. ἀλλὰ τὸ φιλοπόλεμον τοῦ ἀνδρὸς καὶ φιλόπρωτον τὴν τοῦ Κινέου νικῆσαν παραίνεσιν αἰσχρῶς, ἀπαλλάξαι αὐτὸν καὶ Σικελίας καὶ Ἰταλίας πεποίηκεν, πολλὰς τῶν αὑτοῦ δυνάμεων μυριάδας ἐν ταῖς μάχαις ἁπάσαις ἀποβεβληκότα. 23. Ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς τε Ἠπείρου καλουμένης ἐβασίλευσε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον, τὸ μὲν εὐεργεσίαις, τὸ δὲ φόβῳ προσεπεποίητο, Αἰτωλοί τε πολὺ τότε δυνάμενοι καὶ Φίλιππος ὁ Μακεδὼν καὶ οἱ ἐν τῷ Ἰλλυρικῷ δυνάσται ἐθεράπευον αὐτόν. καὶ γὰρ φύσεως λαμπρότητι καὶ παιδείας ἰσχΰι καὶ ἐμπειρίᾳ πραγμάτων πολὺ πάντων προέφερεν, ὥστε καὶ ὑπὲρ τὰς δυνάμεις καὶ τὰς ἑαυτοῦ καὶ τῶν συμμάχων καίπερ μεγάλας οὔσας ἀξιοῦσθαι. 24. Ὅτι οἱ Ῥηγῖνοι φρουρὰν ᾐτήσαντο παρὰ Ῥωμαίοις· ἡγεῖτοδὲ αὐτῆς Δέκιος. τούτων οὖν οἱ πλείους ἔκ τε τῆς περιουσίας τῶν ἐπιτηδείων καὶ ἐκ τῆς ἄλλης ῥᾳστώνης, ἅτε καὶ ἀνειμένῃ παρὰ πολὺ διαίτῃ πρὸς τὰ οἴκοι χρώμενοι, ἐπεθύμησαν, ἐνάγοντος αὐτοὺς τοῦ Δεκίου, τοὺς πρώτους τῶν Ῥηγίνων ἀποκτείναντεςτὴν πόλιν κατασχεῖν. ἄδεια γὰρ αὐτοῖς πολλὴ ἐφαίνετο, τῶν Ῥωμαίων περὶ τοὺς Ταραντίνους καὶ περὶ τὸν Πύρρον ἀσχόλων ὄντων, πάνθ' ὅσα ἐβούλοντο πρᾶξαι. προσανέπειθον δὲ αὑτοὺς ὅτι καὶ τὴν Μεσσήνην ὑπὸ τῶν Μαμερτίνων ἐχομένην ἑώρων. οὗτοι γὰρ Καμπανοί τε ὄντες καὶ φρουρεῖν αὐτὴν ὑπ' Ἀγαθοκλέους τῶν ἐν Σικελίᾳ δυναστεύοντος ταχθέντες, σφαγάς τε τῶν ἐπιχωρίων ἐποιήσαντο καὶ τὴν πόλιν κατέσχον. οὐ μέντοι ἐκ τοῦ προφανοῦς τὴν ἐπιχείρησιν ἐποιήσαντο· πολὺ γὰρ ἠλαττοῦντο τῷ πλήθει· ἀλλ' ἐπιστολὰς ὁ Δέκιος ὡς καὶ τῷ Πύρρῳ ἐπὶ προδοσίαν σφῶν ὑπό τινων γεγραμμένας πλάσας ἤθροισε τοὺς στρατιώτας, καὶ ἐκείνας τε αὐτοῖς ὡς καὶ ἑαλωκυίας ἀνέγνω, καὶ προσπαρώξυνεν αὐτοὺς εἰπὼν οἷα εἰκὸς ἦν, ἄλλως τε καὶ ἐσαγγείλαντός τινος ἐκ κατασκευασμοῦ ὅτι ναυτικόν τέ τι τοῦ Πύρρου κατῆρκέ που τῆς χώρας καὶ ἐς λόγους τοῖς προδόταις ἀφικνεῖται. οἱ δὲ παρεσκευασμένοι ἐμεγάλυνον, καὶ διεβόων προκαταλαβεῖν τοὺς Ῥηγίνους πρίν τι δεινὸν παθεῖν· ἀγνοοῦντας δὲ τὸ πρασσόμενον χαλεπῶς ἀντισχεῖν. καὶ οἱ μὲν ἐς τὰς καταγωγὰς σφῶν, οἱ δὲ ἐς τὰς
q.276
οἰκίας ἐσπηδήσαντες ἐφόνευσαν πολλούς, πλὴν ὀλίγων οὓς ὁ Δέκιος καλέσας ἐπὶ δεῖπνον ἔσφαξεν. 25. Ὅτι Πύρρος τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους συχνοὺς ὄντας τὸ μὲν πρῶτον πεῖσαι ἐπεχείρησεν ἐπὶ τὴν Ῥώμην συστρατεῦσαι. ὡς δὲ οὐκ ἠθέλησαν, ἰσχυρῶς ἐθεράπευσε, μήτε δήσας τινὰ μήτ' ἄλλο τι κακὸν δράσας, ὡς καὶ προῖκα αὐτοὺς ἀποδώσων καὶ ἀμαχεὶ δι' αὐτῶν τὸ ἄστυ προσποιησόμενος. 26. Ὅτι τῷ Πύρρῳ ὡς οὐδὲν οἱ σύμμαχοι συντελέσαι ἐβούλοντο, ἐτράπετο πρὸς τοὺς θησαυροὺς τῆς Φερρεφάττης δόξαν πλούτου μεγάλην ἔχοντας, καὶ αὐτοὺς συλήσας ἐς τὸν Τάραντα τὰ σῦλα ἐπὶ νεῶν ἔπεμψε. καὶ οἵ τε ἄνθρωποι ὀλίγου πάντες ὑπὸ χειμῶνος ἐφθάρησαν, καὶ τὰ χρήματα τά τε ἀναθήματα ἐς τὴν γῆν ἐξέπεσεν. 27. Ὅτι τοιαῦτα πράττοντες οἱ Ῥωμαῖοι καὶ ἐπὶ μεῖζον διαιρούμενοι οὐδέπω ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Κορινθίων ἀποικισθεῖσιν ἐξέδωκαν, ὅτι τινὰς πρέσβεις αὐτῶν ὕβρισεν. οὐ μέντοι καὶ ἐκεῖνοι δεινόν τι ἔδρασαν αὐτόν, ἀλλὰ καὶ ἔπεμψαν οἴκαδε. 28. Ὅτι οἱ Ῥωμαῖοι ἐστράτευσαν, ἀκόλουθον τῇ διανοίᾳ σφῶν παρασκευὴν ποιησάμενοι, ἐπὶ Καρχηδόνα. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥήγουλος καὶ Λούκιος, ἀπ' ἀρετῆς προκριθέντες. ὁ γὰρ Ῥήγουλος ἐν τοσαύτῃ πενίᾳ ἦν, ὥστε μήτε τὴν ἀρχὴν ῥᾳδίως ἐθελῆσαι δι' αὐτὴν ὑποστῆναι, καὶ τῇ γυναικὶ τοῖς τε παισὶν αὐτοῦ τὴν τροφὴν ἐκ τοῦ δημοσίου δίδοσθαι ψηφισθῆναι. 29. Ὅτι οἱ Ῥωμαῖοι τὸν Κλαύδιον, ἐπειδὴ πρὸς τοὺς Λίγυας συνθήκας ἐποιήσαντο, πόλεμον ἀράμενον καὶ αὐτοὺς χειρωσάμενον τὸ μὲν πρῶτον, ὡς καὶ ἐκείνου τὸ παρασπονδηθὲν ἀλλ' οὐχ ἑαυτῶν αἰτίαμα ὄν, ἔπεμψαν ἐκδιδόντες αὐτοῖς, μὴ προσδεξαμένων δέ σφων αὐτὸν ἐξήλασαν. 30. Ὅτι Δημήτριος ἔκ τε τῆς τοῦ Πίννου ἐπιτροπεύσεως καὶ ἐκ τοῦ τὴν μητέρα αὐτοῦ Τρίτευταν τῆς Τεύτας ἀποθανούσης γῆμαι ἐπαρθεὶς τοῖς τε ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει. καὶ ἐδόκει γὰρ τῇ τῶν Ῥωμαίων φιλίᾳ ἀποχρώμενοςἀδικεῖν αὐτούς, αἰσθόμενοι τοῦτο μετεπέμψαντο αὐτόν. ὡς δὲ οὐχ ὑπήκουσεν ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ' αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. 31. Ὅτι πρὸς τῇ τῆς φύσεως ἀρετῇ καὶ παιδείᾳ πολλῇ μὲν Φοινικικῇ κατὰ τὸ πάτριον πολλῇ δὲ καὶ Ἑλληνικῇ ἤσκητο, καὶ προσέτι καὶ μαντικῆς τῆς διὰ σπλάγχνων ἠπίστατο. τοιοῦτος οὖν δή τις τὴν ψυχὴν γενόμενος ἀντίρροπον καὶ τὸ σῶμα, τὰ μὲν φύσει τὰ δὲ καὶ διαίτῃ, παρεσκεύαστο, ὥσθ' ὅσα ἐνεχειρίζετο, ῥᾳδίως κατεργάζεσθαι. κοῦφόν τε γὰρ καὶ ἐμβριθὲς ὅτι μάλιστα αὐτὸ εἶχε, καὶ διὰ τοῦτο καὶ θεῖν καὶ συνίστασθαι ἱππεύειν τε ἀνὰ κράτος ἀσφαλῶς ἐδύνατο. καὶ οὔτε πλήθει ποτὲ τροφῆς ἐβαρύνετο οὔτε ἐνδείᾳ ἔκαμνεν, ἀλλ' ἐν ἴσῳ καὶ τὸ πλέον καὶ τὸ ἔλαττον, ὡς καὶ αὔταρκες ἑκάτερον, ἐλάμβανεν. ταῖς τε ταλαιπωρίαις ἰσχυρίζετο, κἂν ταῖς ἀγρυπνίαις ἐρρώννυτο. Οὕτως οὖν δὴ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔχων τοιᾷδε τῇ τῶν πραγμάτων διαχειρίσει ἐπίπαν ἐχρῆτο. τούς τε γὰρ πολλοὺς ἐς μόνον τὸ συμφέρον σφίσι πιστοὺς ὁρῶν ὄντας, αὐτός τε τοῦτον τὸν τρόπον αὐτοῖς προσεφέρετο καὶ ἐς ἐκείνους ταὐτὸν ὑπώπτευεν, ὥστε πλεῖστα μὲν ἀπατήσας τινὰς κατορθῶσαι, ἐλάχιστα δὲ ἐπιβουλευθεὶς σφαλῆναι. καὶ πολέμιον πᾶν τὸ πλεονεκτεῖν δυνάμενον καὶ ἐν τοῖς ὀθνείοις καὶ ἐν τοῖς ὁμοφύλοις ὁμοίως ἡγούμενος, οὐκ ἀνέμενε τοῖς ἔργοις τὴν διάνοιαν αὐτῶν ἐκμανθάνειν, ἀλλ' ὡς καὶ βουλομένους σφᾶς ἀδικεῖν ὅτι ἐδύναντο τραχύτατα μετεχειρίζετο, προποιῆσαί τέ τι μᾶλλον ἢ προπαθεῖν ἄμεινον ἡγεῖτο, καὶ ἐφ' ἑαυτῷ τοὺς ἄλλους, ἀλλ' οὐκ ἐφ' ἑτέροις ἑαυτὸν εἶναι ἠξίου. τό τε σύμπαν εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων, ἀλλ' οὐ τοῖς ἐς φήμην αὐτῶν εὐδοκιμοῦσιν, ὁσάκις γε μὴ κατ' αὐτὸ καὶ ἄμφω συνέπιπτε, προσέκειτο. καὶ μέντοι καὶ ἐτίμακαθ' ὑπερβολὴν ὅτου δέοιτο δούλους τε γὰρ τοῦ τοιούτου τοὺς πλείστους ἡγεῖτο εἶναι, καὶ κινδυνεύειν ἐπ' αὐτῷ καὶ παρὰ τὸ συμφέρον σφίσιν ἐθελοντὰς ἑώρα. καὶ διὰ ταῦτα καὶ τῶν κερδῶν καὶ τῶν ἄλλων τῶν ἡδίστων αὐτὸς μὲν πολλάκις ἀπείχετο, ἐκείνοις δὲ ἀφθόνως μετεδίδου, καὶ ἀπ' αὐτοῦ κοινωνούς σφας καὶ τῶν πόνων οὐκ
q.277
ἀκουσίους ἐκτᾶτο. καὶ τούτοις μὲν οὐχ ὅπως ἰσοδίαιτος ἀλλὰ καὶ ἰσοκίνδυνος ἐγίγνετο, πάνθ' ὅσα ἀπῄτει παρ' αὐτῶν πρῶτος ἐκπονούμενος· οὕτω γὰρ καὶ ἐκείνους ἀπροφασίστως καὶ προθύμως, ἅτε μήτε τοῖς λόγοις αὐτοῦ προσέχοντας, σύμπαντά οἱ συμπράξειν ἐπίστευεν· πρὸς δὲ δὴ τοὺς ἄλλους πολλῷ τῷ φρονήματι ἀεὶ ἐχρῆτο· ὥστε τοὺς μὲν εὔνοιαν αὐτοῦ τοὺς δὲ δέος ἔκ τε τοῦ ὁμοδιαίτου καὶ ἐκ τοῦ ὑπέρφρονος παμπληθεῖς ἔχειν. ἐξ οὗπερ καὶ τὰ μάλιστα τό τε ὑπερέχον κωλύειν καὶ τὸ ταπεινούμενον ἐξαίρειν, καὶ τῷ μὲν ὄκνον τῷ δὲ θάρσος, ἐλπίδα τε καὶ ἀπόγνωσιν ὑπὲρ τῶν μεγίστων δι' ἐλαχίστου πᾶσιν οἷς ἐβούλετο ἐμποιεῖν ἐδύνατο. Καὶ ὅτι ταῦτ' οὐκ ἄλλως περὶ αὐτοῦ λέγεται ἀλλ' ἀληθῆ παραδέδοται, τεκμηριοῖ τὰ ἔργα. τῆς τε γὰρ Ἰβηρίας πολλὰ διὰ βραχέος προσεκτήσατο, καὶ τὸν πόλεμον ἐκεῖθεν διὰ τῶν Γαλατῶν, οὐχ ὅτι ἀσπόνδων ἀλλὰ καὶ ἀγνώστων οἱ τῶν πλείστων ὄντων, ἐς τὴν Ἰταλίαν ἐσήγαγε. τάς τε Ἄλπεις πρῶτος ἀνθρώπων τῶν οὐκ Εὐρωπαίων, ὅσα γε ἡμεῖς ἴσμεν, σὺν στρατῷ διέβη. καὶ ἐπ' αὐτὴν τὴν Ῥώμην ἐπεστράτευσε, τά τε συμμαχικὰ αὐτῆς ὀλίγου πάντα, τὰ μὲν βίᾳ τὰ δὲ καὶ πείθων, ἀπέρρηξεν. καὶ ταῦτα μέντοι αὐτὸς καθ' ἑαυτὸν ἄνευ τοῦ κοινοῦ τῶν Καρχηδονίων κατέπραξεν. οὔτε γὰρ τὴν ἀρχὴν ὑπὸ τῶν οἴκοι τελῶν ἐξεπέμφθη, οὐθ' ὕστερον μεγάλης τινὸς βοηθείας παρ' αὐτῶν ἔτυχε· τῆς γάρ τοι δόξης τῆς τε ὠφελείας οὐκ ἐλάχιστα ἀπολαύσειν ἀπ' αὐτοῦ μέλλοντες, μὴ ἐγκαταλιπεῖν αὐτὸν δόξαι μᾶλλον ἢ συναίρεσθαι ἔν τινι ἰσχυρῶς ἠθέλησαν. 32. Ὅτι Ἀννίβαλ ἤτοι χαριζόμενος τῷ Φαβίῳ ὡς καὶ ἐπιτηδείῳ σφίσιν ὄντι, ἢ καὶ ἐπὶ διαβολῇ αὐτοῦ, οὐδὲν τῶν προσηκόντων οἱ κατέδραμεν. καὶ διὰ τοῦτ' ἀντιδόσεως τῶν αἰχμαλώτων τοῖς Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους, ὥσθ' ὁποτέρων πλείους εὑρεθῶσιν ἀπολυτρωθῆναί σφας, γενομένης, καὶ τῶν Ῥωμαίων μὴ βουληθέντων αὐτοὺς ἐκ τοῦ δημοσίου λυτρώσασθαι, τὰ χωρία ὁ Φάβιος ἀποδόμενος τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. καὶ διὰ τοῦτο αὐτὸν οὐκ ἔπαυσαν, τῷ δὲ ἱππάρχῳ τὴν αὐτήν οἱ ἐξουσίαν ἔδωκαν, ὥστ' ἀμφοτέρους ἅμα ἀπὸ τῆς ἴσης ἄρχειν. καὶ ὁ Φάβιος οὐδεμίαν ὀργὴν οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχε· τῶν τε γὰρ ἀνθρωπίνων πραγμάτων συνεγίνωσκεν αὐτοῖς, καὶ ἀγαπητὸν ἐποιεῖτο εἰ καὶ ὁπωσοῦν περιγένοιντο. τὸ γὰρ κοινὸν σώζεσθαι καὶ κρατεῖν, ἀλλ' οὐκ αὐτὸς εὐδοξεῖν ἤθελεν, τήν τε ἀρετὴν οὐκ ἐν τοῖς ψηφίσμασιν ἀλλ' ἐν τῇ ἑκάστου ψυχῇ εἶναι, καὶ τὸ κρεῖττον τό τε χεῖρον οὐκ ἀπὸ δόγματός τινι ἀλλ' ἐκ τῆς αὐτοῦ ἐκείνου ἐπιστήμης ἢ ἀμαθίας ὑπάρχειν νομίζων. ὁ δὲ δὴ Ῥοῦφος οὐδὲ ἐν τῷ πρὶν ὀρθῶς φρονῶν τότε δὴ καὶ μᾶλλον ἐπεφύσητο, καὶ κατέχειν ἑαυτόν, ἅτε καὶ τῆς ἀπειθαρχίας ἆθλον τὴν πρὸς τὸν δικτάτορα ἰσομοιρίαν προσλαβών, οὐκ ἐδύνατο, ἀλλ' ἡμέραν ἠξίου παρ' ἡμέραν ἢ καὶ πλείους ἐναλλὰξ μόνος ἄρχειν. ὁ δὲ Φάβιος φοβηθεὶς μή τι κακόν σφας, εἰ πάσης τῆς δυνάμεως ἐγκρατὴς γένοιτο, ἐξεργάσαιτο, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ' ἐνείματο τὸ στράτευμα, ὥστε ἐν ὁμοίῳ τοῖς ὑπάτοις καὶ ἐκείνους ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ἀπεστρατοπεδεύσατο, ἵνα καὶ τῷ ἔργῳ διάδηλος, ὅτι αὐτὸς καθ' ἑαυτὸν ἀλλ' οὐχ ὑπὸ τῷ δικτάτορι ἄρχοι, γένοιτο. 33. Ὅτι ὁ Σκιπίων πυθόμενός τινας παρασκευάζεσθαι τῶν Ῥωμαίων τήν τε Ῥώμην ἐγκαταλιπεῖν καὶ τὴν Ἰταλίαν ὅλην ὡςτῶν Καρχηδονίων ἐσομένην, ἐπέσχεν αὐτοὺς ξιφήρης ἐς τὴν κατάλυσιν ἐν ᾗ ἐκοινολογοῦντο ἐξαίφνης ἐσπηδήσας, καὶ αὐτός τε ὀμόσας πάντα τὰ προσήκοντα καὶ λόγῳ καὶ ἔργῳ πράξειν, καὶἐκείνους ὁρκώσας ὡς παραχρῆμα ἀπολουμένους, ἂν μὴ τὰ πιστὰ αὐτῷ παράσχωνται. καὶ οἱ μὲν ἐκ τούτου συμφρονήσαντες πρὸς τὸν ὕπατον ἔγραψαν ὅτι σώζοιντο· ἐκεῖνος δὲ ἐς μὲν τὴν Ῥώμην οὔτ' ἔγραψε παραχρῆμα, οὔτ' ἄγγελον ἀπέστειλεν, ἐς δὲ τὸ Κανύσιον ἐλθὼν τά τε ἐνταῦθα κατεστήσατο, καὶ τοῖς πλησιοχώροις φρουρὰς ὡς ἐκ τῶν παρόντων ἔπεμψε, προσβάλλοντάς τε τῇ πόλει ἱππέας ἀπεκρούσατο. τό τε σύνολον οὔτ' ἀθυμήσας οὔτε καταπτήξας, ἀλλ' ἀπ' ὀρθῆς τῆς διανοίας, ὥσπερ μηδενός σφισι δεινοῦ
q.278
συμβεβηκότος, πάντα τὰ πρόσφορα τοῖς παροῦσι καὶ ἐβούλευσε, καὶ ἔπραξεν. 34. Ὅτι τοὺς Νουκερίνους καθ' ὁμολογίαν ὥστε μεθ' ἑνὸς ἱματίου ἕκαστον ἐκ τῆς πόλεως ἐκχωρῆσαι λαβὼν Ἀννίβαλ, ἐπειδὴ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα ἀποκλείσας ἀπέπνιξεν, τοῖς δὲ ἄλλοις ἀπελθεῖν δῆθεν ὅποι βούλοιντο δοὺς πολλοὺς καὶ ἐκείνων ἐν τῇ ὁδῷ ἐφόνευσεν. οὐ μέντοι αὐτῷ ἐλυσιτέλησε· φοβηθέντες γὰρ καὶ οἱ λοιποὶ μὴ τὰ ὅμοια πάθωσιν, οὐ συνέβαινον αὐτῷ, καὶ ἀντεῖχον ἐφ' ὅσον ἐξήρκουν. 35. Ὅτι ὁ Μάρκελλος καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ τῇ τε δικαιοσύνῃ πολλῇ ἐχρήσατο, παρὰ δὲ δὴ τῶν ἀρχομένων οὐ πάντα ἀκριβῶς οὐδὲ χαλεπῶς ἀπῄτει, οὐδὲ ἐπιμέλειαν ὅπως καὶ ἐκεῖνοι τὰ δέοντα πράττωσιν ἐποιεῖτο. τοῖς δὲ ἁμαρτάνουσί τι αὐτῶν συγγνώμην κατὰ τὸ ἀνθρώπινον ἔνεμε, καὶ οὐκ ὠργίζετο ἔτι εἰ μὴ ὅμοιοι αὐτῷ εἶεν. 36. Ὅτι ἐν τῇ Νώλῃ πολλῶν τοὺς ἁλόντας τε ἐν ταῖς Κάνναις καὶ ἀφεθέντας ὑπὸ τοῦ Ἀννίβαλ διὰ φόβον τε ἐχόντων ὡς καὶ τὰ ἐκείνου φρονοῦντας καὶ θανατῶσαι βουλομένων, ἀντέστη. καὶ μετὰ τοῦτο τὴν ὑποψίαν ἣν ἐς αὐτοὺς εἶχεν ἀποκρυψάμενος, οὕτω σφᾶς μετεχειρίσατο ὥστε τά τε ἑαυτοῦ ἀνελέσθαι καὶ χρησιμωτάτους καὶ τῇ πατρίδι καὶ τοῖς Ῥωμαίοις γενέσθαι. 37. Ὅτι ὁ αὐτὸς Μάρκελλος τῶν ἱππέων τινὰ τῶν Λευκανῶν αἰσθόμενος ἐν ἔρωτι γυναικὸς ὄντα, συνεχώρησεν αὐτῷ καὶ ἐν τῷ στρατοπέδῳ αὐτὴν ἔχειν, ὅτι κράτιστα ἐμάχετο, καίπερ ἀπαγορεύσας μηδεμίαν ἐς τὸ τάφρευμα γυναῖκα ἐσιέναι. 38. Ὅτι τὰ αὐτὰ ἐποίησε καὶ τοῖς Νουκερίνοις, πλὴν καθόσον ἐς φρέατα τοὺς βουλευτὰς καὶ οὐκ ἐς βαλανεῖα ἐνέβαλεν. 39. Ὅτι ὁ Φάβιος τοὺς πολίτας ἐν ταῖς πρὶν μάχαις ζωγρηθέντας τοὺς μὲν ἄνδρα ἀντ' ἀνδρὸς ἐκομίσατο, τοὺς δὲ καὶ χρημάτων ἀπολύσασθαι συνέθετο. μὴ δεξαμένης δὲ τῆς βουλῆς τὸ ἀνάλωμα, ὅτι μηδὲ τὴν λύσιν αὐτῶν συνεπῄνεσε, τά τε ἑαυτοῦ χωρία, ὥσπερ εἶπον, ἀπεκήρυξεν καὶ ἐκ τῆς τιμῆς σφων τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. 40. Ὅτι ὁ Σκιπίων ὁ τὸν πατέρα τρωθέντα σώσας, ὁ στρατηγός, ἦν καὶ φύσεως ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος, τό τε φρόνημα καὶ τὸ τῆς γνώμης καὶ τὸ τῶν λόγων, ὁπότε γε καὶ τούτου ἔδει, μέγιστον εἶχε, καὶ αὐτὸ καὶ ἐν τοῖς ἔργοις οὐχ ἥκιστα ἐβεβαίου, ὥστε καὶ μεγαλόφρων καὶ μεγαλοπράγμων, οὐκ ἐκ κενοῦ αὐχήματος ἀλλ' ἐξ ἐχεγγύου διανοίας, δοκεῖν εἶναι. διά τε οὖν ταῦτα, καὶ διότι καὶ τὸ θεῖον ἀκριβῶς ἤγαλλεν, ἐχειροτονήθη. οὐδὲν γὰρ οὔτ' οὖν δημόσιον οὔτ' ἴδιον πρὶν ἔς τε τὸ Καπιτώλιον ἀναβῆναι καὶ χρόνον τινὰ ἐνδιατρῖψαι ἐνεχειρίζετο. καὶ διὰ τοῦτο φήμην ἔλαβεν ἐκ τοῦ Διὸς ἐς δράκοντα ἐν τῇ πρὸς τὴν μητέρα αὐτοῦ συνουσίᾳ μεταβαλόντος γεγενῆσθαι. καί τινας καὶ ἐκ τούτου πολλοῖς ἐλπίδας ἐς αὑτὸν ἐνεποίει. 41. Ὅτι ὁ Σκιπίων καὶ μὴ ἐννόμου ἡγεμονίας λαβὼν ὄνομαἐξ ὧν ἐχειροτονήθη, τὸ στρατόπεδον προσφιλὲς ἐποιήσατο, καὶ ἤσκησεν ἐξηργηκότας ἐκ τῆς ἀναρχίας καὶ ἀνεκτήσατο κατεπτηχότας ἐκ τῶν συμφορῶν. τόν τε Μάρκιον οὐχ, οἷά που φιλοῦσιν οἱ πολλοί, ἀνεπιτήδειον εἰργάσατο ὅτι εὐδοκιμηκὼς ἦν, ἀλλὰ καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις ἀεὶ ἐσέμνυνεν· καὶ γὰρ ἦν οἷος οὐκ ἐκ τῆς τοῦ πέλας διαβολῆς καὶ καθαιρέσεως ἀλλ' ἐκ τῆς οἰκείας ἀρετῆς αὔξεσθαι θέλων. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τοὺς στρατιώτας ᾠκειώσατο. 42. Ὅτι στάσεως γενομένης τῶν στρατιωτῶν ὁ Σκιπίων συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ ἐς τὸ δημόσιον ἀπέδειξε. τῶν τε αἰχμαλώτων ἐς τὸ ναυτικὸν κατέταξεν, καὶ τοὺς ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκε. καὶ αὐτῷ διὰ τοῦτο πολλοὶ μὲν δῆμοι πολλοὶ δὲ καὶ δυνάσται, ἄλλοι τε καὶ Ἰνδίβολις καὶ Μανδόνιος Ἰαγερτανοί, προσεχώρησαν. τό τε τῶν Κελτιβήρων ἔθνος πλεῖστόν τε καὶ ἰσχυρότατον τῶν περιχώρων ὂν ὧδε προσέθετο. παρθένον ἐν τοῖς αἰχμαλώτοις ἐπιφανῆ κάλλει λαβὼν ὑπωπτεύθη μὲν ἄλλως ἔσεσθαι αὐτὸς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι Ἀλλουκίῳ τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἠγγύηται, μετεπέμψατό τε αὐτὸν αὐτεπάγγελτος, καὶ τὴν παῖδα αὐτῷ παρέδωκε μετὰ τῶν λύτρων ἅπερ οἱ προσήκοντες αὐτῆς ἐκεκομίκεσαν. κἀκ τοῦ ἔργου τούτου
q.279
καὶ ἐκείνους καὶ τοὺς ἄλλους ἀνηρτήσατο. 43. Ὅτι ὁ Σκιπίων δεινὸς μὲν ἦν ἐν ταῖς στρατηγίαις, ἐπιεικὴς δὲ ἐν ταῖς ὁμιλίαις, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους αὐτῷ φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας φιλάνθρωπος. καὶ προσέτι καὶ ἐκ τῆς τοῦ πατρὸς τοῦ τε θείου δόξης πλεῖστον ἐς πίστιν ὧν ἐποίει, τῷ δοκεῖν ἀπ' ἀρετῆς ἐκ γένους ἀλλ' οὐκ ἐκ τοῦ προστυχόντος εὐδοκιμεῖν, ἴσχυε. τότε δὲ καὶ μᾶλλον ἐπί τε τῷτάχει τῆς νίκης, καὶ ὅτι καὶ ὁ Ἀσδρούβας ἐς τὴν μεσόγειαν ἀνεχώρησεν, μάλιστα δὲ ὅτι καὶ ἐθείασεν, εἴτ' οὖν παρὰ δαιμονίου τινὸς μαθὼν εἴτε κατὰ τύχην, ὅτι ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, ὃ καὶ ἐγένετο, πάντες μὲν αὐτὸν ὡς καὶ κρείττω σφῶν ὄντα ἐτίμων, οἱ δὲ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. 44. Ὅτι ὁ Μασινίσσας ἄλλως μὲν ἐν τοῖς κρατίστοις ἀνὴρ ἦν, τά τε πολέμια καὶ τοῖς βουλεύμασι καὶ τῇ χειρὶ ἄριστα ἐξειργάζετο, καὶ ἐς πίστιν οὐχ ὅτι τῶν ὁμοφύλων (ἄπιστοι [τε] γὰρ οὗτοί γε ὡς πλήθει εἰσί) ἀλλὰ καὶ τῶν πάνυ μέγα ἐπ' αὐτῇ φρονούντων προέφερεν. 45. Ὅτι τῆς Σοφωνίδος ἰσχυρῶς ἤρα Μασινίσσας, ἣ τὸ κάλλος ἐπιφανὲς εἶχε (καὶ γὰρ τῇ συμμετρίᾳ τοῦ σώματος καὶ τῷ ἄνθει τῆς ὥρας ἤκμαζεν) καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο· ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ τὸ σύμπαν οὕτως ἐπαφρόδιτος ὥστε καὶ ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον πάντα τινά, καὶ τὸν πάνυ δυσέρωτα, κατεργάσασθαι. 46. Ὅτι Λικίννιος Κράσσος ὑπό τε ἐπιεικείας καὶ κάλλους πλούτου τε, ἀφ' οὗπερ καὶ πλούσιος ἐπωνομάσθη, ὅτι τε ἀρχιερεὺς ἦν, ἔμελλεν ἐν τῇ Ἰταλίᾳ ἀκλήρωτος μένειν. 47. Ὅτι τοῦ Πυθίου κελεύσαντος τοῖς Ῥωμαίοις τῷ ἀρίστῳ τῶν πολιτῶν ἐπιτρέψαι τὴν θεὸν τὴν ἐκ Πεσσινοῦντος κομιζομένην ἐς τὸ ἄστυ, Πούπλιον Σκιπίωνα, παῖδα τοῦ Γναίου τοῦ ἐν τῇ Ἰβηρίᾳ τελευτήσαντος ὄντα ἁπάντων προέκριναν καὶ προετίμησαν. αἴτιον δὲ ὅτι ἄλλως*** τε καὶ εὐσεβὴς καὶ δίκαιος ἐνομίζετο. ὃς ταύτην τότε ἐς τὴν πόλιν καὶ ἐς τὸ Παλάτιον μετὰ τῶν ἐπιφανεστάτων γυναικῶν ἀνήγαγεν. 48. Ὅτι πυθόμενοι τὰ τῶν Λοκρῶν οἱ Ῥωμαῖοι, καὶ νομίσαντες αὐτὰ ὀλιγωρίᾳ τοῦ Σκιπίωνος συμβεβηκέναι, χαλεπῶς τε ἔφερον, καὶ ἐβουλεύσαντο εὐθὺς ὑπὸ ὀργῆς τῆς τε ἡγεμονίας αὐτὸν παῦσαι καὶ ἐπὶ δίκην ἀνακαλέσαι, προσπαροξυνθέντες ὅτι τῇ τε Ἑλληνικῇ διαίτῃ ἐχρῆτο καὶ ὅτι ἱμάτιον ἀνεβάλλετο, ὅτι τε ἐς παλαίστραν παρέβαλλεν. ὅτι τε τοῖς στρατιώταις ἁρπάζειν τὰ τῶν συμμάχων ἐπιτρέπειν ἐλέγετο, τόν τε πλοῦν τὸν ἐπὶ Καρχηδόνα διατρίβειν ἐπίτηδες, ὅπως ἐπὶ πλεῖον ἄρξειεν, ὑπωπτεύετο, μέγιστον δέ, ἐναγόντων τῶν ἀπ' ἀρχῆς οἱ φθονούντων, μεταπέμψασθαι αὐτὸν ἤθελον. καὶ τοῦτο μὲν διὰ τὸ πλῆθος μεγάλην εὔνοιαν αὐτοῦ πρὸς τὰς ἐλπίδας ἔχον οὐκ ἐγένετο. 49. Ὅτι ὁ Σκιπίων ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκε μηδὲν ἀδικήσας, ἐπειδὴ ἐπὶ πρεσβείᾳ πρὸς αὐτὸν ἀφικνεῖσθαι ἐπλάσαντο· ᾔδει μὲν γὰρ ὅτι ἐπὶ τῇ τῶν ἑαλωκότων σωτηρίᾳ προεφασίσθη, προετίμησε δὲ τῆς καθέξεως αὐτῶν τὸ μηδ' ὁτιοῦν διαβληθῆναί πως δυνάμενον ποιῆσαι. τοῦ τε Σύφακος καὶ τότε ἔτι συναλλάττοντος αὐτοὺς ὡς τὸν Σκιπίωνα ἐκ τῆς Λιβύης καὶ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὅτι καὶ ἐπίστευέν οἱ, ἄλλ' ἵνα αὐτὸν σφήλῃ. 50. Ὅτι ἦλθον οἱ Ῥωμαῖοι πρὸς τὸν Σκιπίωνα τά τε ἄλλα πολλὰ ἄγοντες καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς τε παρ' αὐτῷ ξενίσεως μνημονεύσας, καὶ τὰ ἀνθρώπεια παθήματα ἀναλογισάμενος, ὅτι τε βασιλέα δυνάμεως οὐ σμικρᾶς καὶ ὅτι ἀξιοσπούδαστον καὶ ἑαυτῷ γενόμενον ἑώρα τότε οἰκτρῶς οὕτως ἔχοντα, ἀνεπήδησε μὲν ἐκ τοῦ δίφρου, καὶ ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε· 51. Πλεῖστοι ὅσοι ἐστρατεύσαντο, ὥς που πολλὰ ἑκουσίως πολλοὶ ὧν οὐδὲν ἀναγκαζόμενοι δράσειαν ποιοῦσι. τὸ μὲν γὰρ προσταττόμενόν σφισι ὡς καὶ βίαιον δυσχεραίνουσιν, τὸ δ' αὐθαίρετον ὡς καὶ αὐτοκράτορες ἀγαπῶσιν. 52. Ὅτι ὁ Ἀντίοχος καὶ οἱ στρατηγοὶ αὐτοῦ προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἔς τε τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ ἀπολέμους καὶ τοὺς ἄλλους ἐποίησεν. 53. Ὅτι Σέλευκος ὁ τοῦ Ἀντιόχου τὸν τοῦ Ἀφρικανοῦ υἱὸνδιαπλέοντα ἐκ
q.280
τῆς Ἑλλάδος λαβὼν ἐν θεραπείᾳ πολλῇ ἐπεποίητο. ἀπολυτρῶσαι μὲν γὰρ καίτοι τοῦ πατρὸς αὐτοῦ πολλὰ δεηθέντος οὐκ ἠθέλησεν. οὐ μέντοι καὶ κακόν τι εἰργάσατο, ἀλλὰ καὶ τοὐναντίον ἰσχυρῶς περιεῖπε. καὶ τέλος καίπερ τῶν σπονδῶν ἁμαρτὼν ἀφῆκεν ἄνευ λύτρων. 54. Ὅτι ἐφθόνουν τοῖς Σκιπίωσι πολλοί, ὅτι δύο ἀδελφοὶ γένους τε καὶ ἀρετῆς εὖ ἥκοντες τά τε ἄλλα κατέπραξαν ὥσπερ εἴρηται, καὶ ἐπικλήσεις τοιαύτας ἔλαβον, ἐπεὶ ὅτι γε οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ τοῖς εἰρημένοις, ἀπεδείχθη δὲ ἔτι μᾶλλον τῇ τε τοῦ Ἀσιατικοῦ δημεύσει τῆς οὐσίας, ἐν ᾗ μηδὲν πλέον τῶν προϋπαρχόντων οἱ εὑρέθη, καὶ τῇ γοῦν Ἀφρικανοῦ ἐς Λίτερνον ἀναχωρήσει κἀνταῦθα μέχρι τῆς τοῦ βίου τελευτῆς ἀδείᾳ. τὴν μὲν γὰρ πρώτην ἀπήντησε, νομίζων τῇ τῆς ἀρετῆς ἀληθείᾳ περιέσεσθαι. 55. Ὅτι οἱ Ῥωμαῖοι τῆς τρυφῆς τῆς Ἀσιανῆς γευσάμενοι, καὶ μετὰ τῆς τῶν λαφύρων περιουσίας τῆς τε παρὰ τῶν ὅπλων ἐξουσίας ἐν τοῖς τῶν ἡττηθέντων κτήμασιν ἐγχρονίσαντες, [καὶ] τήν τε ἀσωτίαν αὐτῶν διὰ βραχέος ἐζήλωσαν, καὶ τὰ πάτρια ἤθη οὐ διὰ μακροῦ κατεπάτησαν. οὕτω τὸ δεινὸν τοῦτ' ἐκεῖθεν ἀρξάμενον καὶ ἐς τὸ ἄστυ ἔπεσε. 56. Ὅτι ὁ Γράκχος ἄλλως μὲν ἔκ τε τοῦ πλήθους ἦν καὶ ἐδημηγόρει δεινότατα, οὐ μέντοι καὶ ὡμοιώθη Κάτωνι, ἀλλὰ καίπερ παλαιάν τινα πρὸς τοὺς Σκιπίωνας ἔχθραν ἔχων οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ' ὑπὲρ τοῦ Ἀφρικανοῦ καὶ ἀπελογήσατο ἐρήμην κατηγορηθέντος, ὅπως τε μηδεμίαν κηλῖδα λάβῃ διεσπούδαστο, τόν τε Ἀσιατικὸν ἐκώλυσεν ἐς τὸ οἴκημα ἐμβληθῆναι. καὶ διὰ ταῦτα αὐτῷ οἱ Σκιπίωνες τήν τε ἔχθραν κατέλυσαν καὶ κῆδος συνῆψαν· τὴν γὰρ θυγατέρα τὴν ἑαυτοῦ ὁ Ἀφρικανὸς συνῴκισεν. 57. Ὅτι ὁ Περσεὺς παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος ἐκβαλεῖν ἤλπισεν, τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ δι' αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ἐπειδὴ γὰρ τά τε τῶν Ῥωμαίων ὑπεδίδου καὶ τὰ ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμαχικῶν δεόμενος, ἀλλ' ἤτοι καὶ προῖκά οἱ αὐτῶν βοηθησόντων, ἢ καὶ καθ' ἑαυτὸν κρατήσων, καὶ οὔτε τῷ Εὐμενεῖ οὔτε τῷ Γεντίῳ τὰ χρήματα ἃ ὑπέσχετο ἀπέδωκε, νομίσας οἰκείαν αὐτοὺς αἰτίαν ἔχθρας πρὸς Ῥωμαίους ἔχειν. τούτων τε οὖν καὶ τῶν Θρᾳκῶν (οὐδὲ γὰρ οὐδ' ἐκεῖνοι ἐντελῆ τὸν μισθὸν ἐλάμβανον) ἀπροθύμων γενομένων ἐς τοσοῦτο αὖθις ἀπογνώσεως ἀφίκετο ὥστε καὶ σπονδῶν δεηθῆναι. 58. Ὅτι ὁ Περσεὺς ἐν Σαμοθρᾴκῃ ὢν ἐν τῷ ἱερῷ, καὶ ἐξαιτηθεὶς Εὔανδρόν τινα, γένος μὲν Κρῆτα, πιστότατον δὲ ὄντα καὶ ἄλλα τε πολλὰ ἑαυτῷ κατὰ τῶν Ῥωμαίων ὑπουργηκότα καὶ τὴν τοῦ Εὐμενοῦς ἐπιβουλὴν τὴν ἐν τοῖς ἀδελφοῖς γενομένην συνεσκευακότα, οὐκ ἐξέδωκε, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ ἀποκτείνας διέδωκε λόγον ὅτι ἑαυτὸν προαπεχρήσατο. οἱ δὲ συνόντες οἱ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ καὶ τὴν μιαιφονίαν μεθίστασθαι ἤρξαντο. 59. Ὅτι ὁ Περσεὺς ἐθελοντὴς εὑρέθη, καὶ αὐτὸν ἐς τὴν Ἀμφίπολιν ἀχθέντα ὁ Παῦλος οὐδὲν οὔτε ἔργῳ οὔτε λόγῳ δεινὸν ἔδρασεν, ἀλλὰ καὶ προσιόντι οἱ ὑπαναστὰς τά τε ἄλλα ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο, ἔν τε [ἐν] φυλακῇ ἀδέσμῳ καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε. 60. Ὅτι ὁ Παῦλος οὐ στρατηγῆσαι μόνον ἦν ἀγαθὸς ἀλλὰ καὶ χρημάτων ἀδωρότατος. τεκμήριον δέ· δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. τοιοῦτος μὲν οὖν ἦν καὶ τοιαῦτα ἔπραξεν· τοῦτο δὲ μόνον ὥσπερ τινὰ κηλῖδα ἐν τῷ τούτου βίῳ προστετρῖφθαι νομίζουσι, τὸ διαρπάσαι τοῖς στρατιώταις τὰ χρήματα***, τἆλλα οὐκ ἄμοιρον χαρίτων ἄνδρα γενόμενον, καὶ μέτριον μὲν ἐν ταῖς εὐπραγίαις, εὐτυχέστατον δὲ ἅμα καὶ εὐβουλότατον ἐν τοῖς πολεμίοις ὀφθέντα. μαρτύριον δὲ τὸ μήτε πρὸς τὸν Περσέα ὑπέρογκον καὶ ἀλαζόνα δειχθῆναι, μήτε τὸν πρὸς αὐτὸν πόλεμον κακῶς καὶ ἀπροβούλως ἀγωνίσασθαι. 61. Ὅτι οὗτος ἄριστος μὲν ἦν ἐκ πλείονος τὸ δέον ἐκφροντίσαι, ἄριστος δὲ καὶ ἐκ τοῦ παραχρῆμα τὸ κατεπεῖγον ἐρευνῆσαι, ἔν τε τῷ προσήκοντι καιρῷ ἑκατέρῳ αὐτῶν χρήσασθαι ἦν, τά τε πρακτέα
q.281
ἐν τῷ θαρσοῦντι διεσκόπει, καὶ τὴν διαχείρισιν αὐτῶν ὡς καὶ δεδιὼς ἐποιεῖτο. ὅθενπερ τῇ τοῦ λογισμοῦ ἀδεεῖ διασκέψει πάντα ἀκριβῶς τὰ καθήκοντα ἐνενόει, καὶ τῇ περὶ τοῦ ἀσταθμήτου φροντίδι ἀσφαλῶς αὐτὰ ἔπραττε. καὶ διὰ τοῦτ' εἴ ποτε καὶ ἐς ἀπροβουλίας ἀνάγκην, οἷα ἔν τε τοῖς τοῦ πολέμουπαραλόγοις καὶ ἐν ταῖς τῆς τύχης ῥοπαῖς συμβ̣ α̣ ι´̣ ν̣ ε̣ ι̣ ν̣ ε̣ ἰ´̣ ω̣ θ̣ ε̣, π̣ ρ̣ ο̣ ήχθη, οὐδὲ τότε τῶν προσηκόντων ἡμάρτανεν. ὑπὸ γὰρ τοῦ ἔθους, τοῦ τε τῇ ψυχῇ πρὸς μηδὲν ἀλογίστως χρῆσθαι, οὐδὲ ἐς τὴν τοῦ ἐξαπιναίου προσκοπὴν ἀπαράσκευος ἦν, ἀλλὰ καὶ τοῖς αἰφνιδίοις ὑπὸ τοῦ μηδέποτε ἀτρεμίζειν ὡς καὶ ἐκ πολλοῦ αὐτὰ προνενοηκὼς ἐχρῆτο. τολμητής τε ἐκ τούτων, ἐν οἷς ἐπεπιστεύκει ὀρθῶς ἔχειν, καὶ κινδυνευτὴς ἐν οἷς ἐθάρσει ἰσχυρῶς ἐγίγνετο· καὶ γὰρ τὸ σῶμα ἴσα τοῖς πάνυ τῶν στρατιωτῶν ἔρρωτο. καὶ διὰ τοῦτο καὶ τὰ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειε. προεβούλευέ τε τὰ κράτιστα ὡς καὶ ἑτέροις ἐπιτάξων, καὶ ἐν τῷ ἔργῳ αὐτὰ ὡς καὶ ἀφ' ἑτέρων κεκελευσμένα ἐχειρούργει. τῇ τε οὖν ἄλλῃ ἀρετῇ ἀσφαλὴς ἦν, καὶ τὴν πιστότητα οὐχ ὅπως πρὸς τοὺς πολίτας τούς τε χρωμένους οἱ, ἀλλὰ καὶ πρὸς τὸ ὀθνεῖον τό τε πολεμιώτατον ἀκριβῆ ἐκέκτητο. καὶ αὐτῷ κατὰ τοῦτο πολλοὶ μὲν ἰδιῶται πολλαὶ δὲ καὶ πόλεις προσεχώρησαν. ἅτε γὰρ μηδὲν ἀλογίστως μηδὲ ἐξ ὀργῆς ἢ καὶ δέους ποιῶν ἢ καὶ λέγων, ἀλλ' ἐκ τοῦ βεβαίου τῶν λογισμῶν πρὸς πάντα τὰ καίρια ἕτοιμος ὤν, καὶ τὰ ἀνθρώπινα ἱκανῶς ἐκλογιζόμενος, καὶ μήτε τι ἀνέλπιστον ποιούμενος καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων φύσιν προδιασκοπῶν, ῥᾷστά τε τὰ πρακτέα πρὶν καὶ δεηθῆναι αὐτῶν ἐπενόει, καὶ ἐς βεβαιότητα αὐτοῖς ἐχρῆτο. τοιγαροῦν μόνος ἀνθρώπων ἢ καὶ μάλιστα διά τε ταῦτα καὶ διὰ τὴν μετριότητα τήν τε ἐπιείκειαν οὔτε ὑπὸ τῶν ὁμοτίμων οὔθ' ὑπό τινος ἐφθονήθη. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ ἀμείνων δὲ τῶν ὁμοίων, ἀσθενέστερος δὲ τῶν μειζόνων ἀξιῶν εἶναι, κρείττων καὶ τοῦ φθόνου τοῦ μόνου τοὺς ἀρίστους ἄνδρας λυμαινομένου ἐγένετο. 62. Ὅτι Οὐιρίαθος ἀνὴρ Λυσιτανὸς ἀφανέστατος μὲν γένος, ὥς γέ τισι δοκεῖ, ὤν, περιβοητότατα δὲ ταῖς πράξεσι χρησάμενος, λῃστής τε γὰρ ἐκ ποιμένος, καὶ μετὰ τοῦτο καὶ στρατηγός. ἐπεφύκει γὰρ καὶ ἤσκητο τάχιστος μὲν διῶξαί τε καὶ φυγεῖν, ἰσχυρότατος δὲ ἐν σταδίᾳ μάχῃ εἶναι· καὶ τήν τε τροφὴν τὴν ἀεὶ παροῦσαν καὶ τὸ ποτὸν τὸ προστυχὸν ἥδιστα ἐλάμβανεν, ὑπαίθριός τε τὸν πλείω τοῦ βίου χρόνον διῃτᾶτο, καὶ ταῖς αὐτοφυέσι στρωμναῖς ἠρκεῖτο. καὶ διὰ ταῦτα παντὸς μὲν καύματος παντὸς δὲ ψύχους κρείσσων ἦν, καὶ οὔθ' ὑπὸ λιμοῦ ποτε ἐπόνησεν οὐθ' ὑπὸ ἄλλης τινὸς ἀκηδίας ἐταλαιπώρησεν, ἅτε καὶ πάντων τῶν ἀναγκαίων ἐκ τῶν ἀεὶ παρόντων ὡς καὶ ἀρίστων ἀπολαύων ἱκανώτατα. τοιούτου δ' αὐτῷ τοῦ σώματος καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἀσκήσεως ὄντος, πολὺ ταῖς τῆς ψυχῆς ἀρεταῖς ὑπερέφερε. ταχὺς μὲν γὰρ πᾶν τὸ δέον ἐκνοῆσαι καὶ ποιῆσαι ἦν. τό τε γὰρ πρακτέον ἅμα ἐγίγνωσκε, καὶ τὸν καιρὸν αὐτοῦ ἠπίστατο. δεινὸς γὰρ τά τε ἐμφανέστατα ἀγνοεῖν, καὶ τὰ ἀφανέστατα εἰδέναι προσποιήσασθαι. πρὸς δ' ἔτι καὶ στρατηγὸς καὶ ὑπηρέτης αὐτὸς ἑαυτοῦ ἐς πάντα ὁμοίως γιγνόμενος οὔτε ταπεινὸς οὔτε ἐπαχθὴς ἑωρᾶτο, ἀλλ' οὕτω πρός τε τὴν τοῦ γένους ἀσθένειαν καὶ πρὸς τὴν τῆς ἰσχύος ἀξίωσιν ἐκέκρατο ὥστε μήτε χείρων τινὸς μήτε κρείσσων δοκεῖν εἶναι. τό τε σύμπαν εἰπεῖν, οὔτε πλεονεξίας οὔτε δυναστείας ἢ καὶ ὀργῆς ἕνεκα τὸν πόλεμον, ἀλλὰ δι' αὐτὰ τὰ ἔργα αὐτοῦ ἐποιεῖτο, κἀκ τούτου τὰ μάλιστα καὶ φιλοπόλεμος καὶ εὐπόλεμος ἐλογίσθη. 63. Ὅτι ὁ Κλαύδιος ὁ συνάρχων Μετέλλου, πρός τε τὸ γένος ὠγκωμένος καὶ τῷ Μετέλλῳ φθονῶν, ἔτυχεν ἐν τῇ Ἰταλίᾳ λαχὼν ἄρχειν, καὶ πολέμιον οὐδὲν ἀποδεδειγμένον εἶχε, καὶ ἐπεθύμησε πάντως τινὰ ἐπινικίων πρόφασιν λαβεῖν, καὶ Συλάσσους Γαλάτας μὴ ἐγκαλουμένους τι ἐξεπολέμωσε τοῖς Ῥωμαίοις. ἐπέμφθη γὰρ ὡς συμβιβάσων αὐτοὺς τοῖς ὁμοχώροις περὶ τοῦ ὕδατος τοῦ ἐς τὰ χρυσεῖα ἀναγκαίου διαφερομένοις αὐτοῖς, καὶ τήν τε χώραναὐτῶν πᾶσαν κατέδραμεν. ἔπεμψαν δὲ αὐτῷ οἱ Ῥωμαῖοι ἐκ τῶν δέκα ἱερέων δύο. 64. Ὅτι Κλαύδιος, εἰ καὶ τὰ μάλιστα
q.282
ἀκριβῶς ἠπίστατο ὅτι οὐκ ἐνενικήκει, ἀλλ' οὖν καὶ τότε τοσαύτῃ ὑπερηφανίᾳ ἐχρήσατο ὥσθ' ὑπὲρ μὲν τῶν ἐπινικίων μηδένα λόγον μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ ποιήσασθαι, καθάπερ δὲ ὑπαρχόντων οἱ πάντως αὐτῶν κἂν μηδεὶς ψηφίσηται, τὰ ἐς αὐτὰ [αὐτὰ] ἀναλώματα αἰτῆσαι. 65. Ὅτι Κλαύδιος καὶ ὁ Ἀφρικανὸς παμπληθὲς ἀλλήλων τοῖς τρόποις ἐς πάντα διέφερον. ὁ μὲν γὰρ ἐπί τε τὸ σωφρονέστατον καὶ μετὰ ἀκριβείας, μηδενὸς μηδὲν προτιμῶν, ἦρξεν, καὶ πολλοὺς μὲν ἐκ τῆς βουλῆς πολλοὺς δὲ καὶ ἐκ τῶν ἱππέων τῶν τε ἄλλων ὡς ἑκάστους εὔθυνεν· ὁ δὲ δὴ Μόμμιος πρός τε τὸ δημοτικώτερον καὶ πρὸς τὸ ἀνθρωπινώτερον οὔτ' αὐτός τινι κηλῖδα προσέθηκε, καὶ συχνὰ τῶν ὑπ' ἐκείνου πραχθέντων, ὅσα γε καὶ ἐνεδέχετο, κατέλυσεν. ἐς τοσοῦτον γὰρ ἐπιεικείας φύσει προήκων ἦν ὥστε καὶ τῷ Λουκούλλῳ χρῆσαί τε ἀγάλματα πρὸς τὴν τοῦ Τυχαίου, ὃ ἐκ τοῦ Ἰβηρικοῦ πολέμου κατεσκεύασε, καθιέρωσιν, καὶ μὴ βουληθέντος αὐτὰ ὡς καὶ ἱερὰ ἐκ τῆς ἀναθέσεως γεγονότα ἀποδοῦναι μηδεμίαν ὀργὴν ποιήσασθαι, ἀλλ' ἐπὶ τῷ ἐκείνου ὀνόματι τὰ ἑαυτοῦ λάφυρα περιιδεῖν ἀνακείμενα. 66. Ὅτι πολλὰ καὶ ἐσφάλη καὶ αἰσχύνην δεινὴν ὦφλεν· ποταμὸν γάρ τινα διὰ τῆς τῶν Νουμαντίνων χώρας ῥέοντα βουληθεὶς ἐκ τῆς ἀρχαίας διεξόδου παρατρέψαι, ἐπὶ δὲ τοὺς ἀγροὺς αὐτῶν ἐφεῖναι, τοῦτο μὲν ἰσχυρῶς πονηθεὶς ἐξειργάσατο, πολλοὺς δὲ στρατιώτας ἀποβαλὼν οὔτε τοῖς Ῥωμαίοις ὄφελος ἐκ τῆς παρεκτροπῆς*** γενέσθαι οὔτε ἐκείνοις βλάβος. 67. Ὅτι Καπίων τοὺς μὲν πολεμίους οὐδὲν ὅ τι καὶ ἄξιον εἰπεῖν, τοὺς δὲ οἰκείους πολλὰ καὶ δεινὰ ἔδρασεν, ὥστε καὶ κινδυνεῦσαι ὑπ' αὐτῶν ἀπολέσθαι. χαλεπῶς τε γὰρ αὐτοῦ καὶ τραχέως τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἱππεῦσι χρωμένου, πολλοὶ πολλὰ καὶ ἄτοπα ταῖς νυξὶν ὅτι μάλιστα διέσκωπτον καὶ διεθρόουν, καὶ ἐφ' ὅσον γε ἐκεῖνος διὰ τοῦτ' ἠγανάκτει, ἐπὶ πλεῖον ἐτώθαζον, ὅπως ἐξοργίζοιτο. ὡς οὖν τὸ πραττόμενον ἔνδηλον ἦν, ὑπεύθυνος δὲ οὐδεὶς εὑρίσκετο, ὑποτοπήσας ὑπὸ τῶν ἱππέων αὐτὸ γίγνεσθαι, καὶ ἐς οὐδένα τρέψαι δυνηθεὶς τὴν αἰτίαν, πᾶσιν αὐτοῖς τὴν ὀργὴν ἔφερεν, καὶ ἐκέλευσεν αὐτοὺς χʹ ὄντας τὸν ποταμόν, παρ' ᾧ ἐστρατοπεδεύοντο, μετὰ μόνων ἱπποκόμων διαβῆναι, καὶ ἐκ τοῦ ὄρους ἐφ' ᾧ ὁ Οὐιρίαθος ηὐλίζετο ξυλίσασθαι. προύπτου δὲ δὴ τοῦ κινδύνου πᾶσιν ὄντος, οἱ χιλίαρχοι καὶ οἱ ὑποστράτηγοι ἐδέοντο αὐτοῦ μὴ ἀπολέσαι σφᾶς. οἱ δὲ ἱππῆς ὀλίγον ἐπισχόντες ὡς καὶ ἐκείνων αὐτοῦ ἀκούσοντος, ἐπειδὴ μηδὲν ἐνεδίδου, ἱκετεῦσαι μὲν αὐτὸν ἀπηξίωσαν, οὗπέρ που καὶ τὰ μάλιστα ἐγλίχετο, διολέσθαι δὲ μᾶλλον ἤ τι ἐπιεικὲς φθέγξασθαι πρὸς αὐτὸν ἑλόμενοι ὥρμησαν ἐπὶ τὸ τεταγμένον· καὶ αὐτοῖς τό τε τῶν συμμάχων ἱππικὸν καὶ ἄλλοι ἐθελονταὶ συνεξῆλθον. καὶ τόν τε ποταμὸν διέβησαν, καὶ τὴν ὕλην ταμόντες περὶ τὸ στρατηγεῖον αὐτοῦ παρενέβαλον ὡς καὶ καταπρήσοντες αὐτόν. κἂν κατεκαύθη, εἰ μὴ προεξέφυγεν. 68. Ὅτι ὁ Κλαύδιος πολλὰ ἂν καὶ ἄτοπα ὑπὸ τραχύτητος εἰργάσατο, εἰ μήπερ ὁ συνάρχων αὐτοῦ Κύιντος ἐκώλυσεν. ἐπιεικὴς γὰρ ὢν καὶ ἐναντιωτάτην αὐτῷ φύσιν ἔχων ὀργῇ μὲν οὐδὲν οἱ ἀντέπραξεν, ἐνδιδοὺς δέ πῃ καὶ πρᾴως πως αὐτῷ χρώμενος οὕτως αὐτὸν μετεχειρίσατο ὥστε ἐλάχιστα πικράνασθαι. 69. Ὅτι ὁ Φρούριος ἐξήγαγεν ἐν τοῖς ὑποστρατήγοις τὸν Πομπήιον καὶ τὸν Μέτελλον, καίπερ καὶ ἑαυτῷ καὶ ἀλλήλοιςἐχθροὺς ὄντας, ὅπως ὡς καὶ μέγα τι πράξων τόν τε ἔλεγχον τῶν ἔργων ἀκριβῆ δι' αὐτῶν ποιήσηται, καὶ τὴν μαρτυρίαν τῆς ἀρετῆς καὶ παρὰ ἀκόντων σφῶν λάβῃ. 70. Ὅτι ὁ Γράκχος ὁ Τιβέριος ἐτάραξε τὰ τῶν Ῥωμαίων, καίπερ καὶ γένους ἐς τὰ πρῶτα πρὸς τὸν πάππον τὸν Ἀφρικανὸν ἀνήκων, καὶ φύσει ἀξίᾳ αὐτοῦ χρώμενος, τά τε τῆς παιδείας ἔργα ἐν τοῖς μάλιστα ἀσκήσας, καὶ φρόνημα μέγα ἔχων. ὅσῳ γὰρ πλείω καὶ ἰσχυρότερα ταῦτα ἐκέκτητο, μᾶλλον ἔς τε φιλοτιμίαν ἀπ' αὐτῶν προήχθη, καὶ ἐπειδὴ ἅπαξ ἔξω τοῦ βελτίστου παρετράπη, καὶ ἄκων ἐς τὸ κάκιστον ἐξώκειλε. ἐπειδὴ γὰρ αὐτῷ τὰ τῶν Νουμαντίνων ἐπινίκια ἀπεψηφίσθη, καὶ αὐτός, τιμηθήσεσθαι πρότερον ἅτε καὶ πρυτανεύσας αὐτὰ ἐλπίσας, οὐχ ὅπως τοιούτου τινὸς
q.283
ἔτυχεν, ἀλλὰ καὶ προσεκινδύνευσεν ἐκδοθῆναι, ἔγνω καὶ τὰ πράγματα οὐκ ἀπ' ἀρετῆς οὐδὲ ἐπ' ἀληθείας, ἀλλ' ὥς που καὶ ἔτυχεν, ἐξεταζόμενα. ταύτην μὲν τὴν ὁδὸν τῆς δόξης ὡς οὐκ ἀσφαλῆ ἀφῆκε, τρόπον δέ τινα πρωτεῦσαι πάντως ἐπιθυμήσας, καὶ τοῦτο διὰ τοῦ ὁμίλου μᾶλλον ἢ τῆς βουλῆς ἐξεργάσεσθαι προσδοκήσας, ἐκείνῳ προσέθετο. 71. Ὅτι Μᾶρκος Ὀκτάουιος τῷ Γράκχῳ διὰ φιλονεικίαν συγγενικὴν ἑκὼν ἀντηγωνίζετο. καὶ ἐκ τούτου οὐδὲν μέτριον ἐπράττετο, ἀλλ' ἀντιφιλονεικοῦντες περιγενέσθαι μᾶλλον ἀλλήλων ἢ τὸ κοινὸν ὠφελῆσαι, πολλὰ μὲν καὶ βίαια, ὥσπερ ἐν δυναστείᾳ τινὶ ἀλλ' οὐ δημοκρατίᾳ, ἔπραξαν, πολλὰ δὲ καὶ ἄτοπα, ὥσπερ ἐν πολέμῳ τινὶ ἀλλ' οὐκ εἰρήνῃ, ἔπαθον. τοῦτο μὲν γὰρ εἷς πρὸς ἕνα, τοῦτο δὲ πολλοὶ κατὰ στάσεις, λοιδορίας τε ἐπαχθεῖς καὶ μάχας, οὐχ ὅτι κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ τῇτε ἐκκλησίᾳ ἐποιοῦντο. τῇ μὲν γὰρ προφάσει τῇ τοῦ νόμου χρώμενοι, τῷ δὲ ἔργῳ καὶ ἐς τὰ ἄλλα πάντα διασπευδόμενοι, ὥστε ἐν μηδενὶ ἀλλήλων ἐλαττοῦσθαι. κἀκ τούτου οὔτ' ἄλλο τι τῶν εἰθισμένων ἐν κόσμῳ συνέβαινεν οὔθ' αἱ ἀρχαὶ τὰ νενομισμένα ἔπρασσον, τὰ δὲ δικαστήρια ἐπέπαυτο καὶ συμβόλαιον οὐδὲν ἐγίγνετο, ἀλλ' ἥ τε ταραχὴ καὶ ἡ ἀκρισία πανταχοῦ πολλὴ ἦν· καὶ ὄνομα πόλεως ἔφερον, στρατοπέδου δὲ οὐδὲν ἀπεῖχον. 72. Ὅτι ὁ Γράκχος τοῖς στρατευομένοις ἐκ τοῦ ὁμίλου νόμους τινὰς ἐπικουροῦντας ἔγραφε, καὶ τὰ δικαστήρια ἀπὸ τῆς βουλῆς ἐπὶ τοὺς ἱππέας μετῆγε, φύρων καὶ ταράσσων πάντα τὰ καθεστηκότα, ὅπως ἔκ γε τούτου ἀσφαλείας τινὸς ἐπιλάβηται. καὶ ὡς οὐδὲν οὐδὲ ἐνταῦθα αὐτῷ προεχώρει, ἀλλὰ καὶ ἐπ' ἐξόδῳ τῆς ἀρχῆς ἦν καὶ ἔμελλεν ἀπαλλαγεὶς αὐτῆς αὐτίκα τοῖς ἐχθροῖς ὑποβληθήσεσθαι, ἐπεχείρησε καὶ ἐς τὸ ἐπιὸν ἔτος μετὰ τοῦ ἀδελφοῦ δημαρχῆσαι καὶ τὸν πενθερὸν ὕπατον ἀποδεῖξαι, μηδὲν μήτ' εἰπεῖν μήθ' ὑποσχέσθαι τισὶν ὀκνῶν. καὶ πενθίμην ἐσθῆτα πολλάκις ἐνεδύετο, τήν τε μητέρα καὶ τὰ παιδία ἐς τὸ πλῆθος παρῆγε συνδεόμενα. 73. Ὅτι Σκιπίων ὁ Ἀφρικανὸς φιλοτιμίᾳ πλείονι παρὰ τὸ προσῆκον τό τε ἁρμόζον τῇ ἄλλῃ αὐτοῦ ἀρετῇ ἐχρῆτο. οὐκοῦν οὐδὲ τῶν ἀντιστασιαστῶν τις αὐτῷ θανόντι ἐφήσθη, ἀλλὰ καὶ ἐκεῖνοι, καίπερ βαρύτατον αὐτόν σφισι νομίζοντες εἶναι, ἐπόθησαν. χρήσιμόν τε γὰρ πρὸς τὰ κοινὰ ἑώρων, καὶ δεινὸν οὐδὲν οὐδ' ἂν σφεῖς παθεῖν ἀπ' αὐτοῦ προσεδόκων. ὑπεξαιρεθέντος δὲ τούτου πάντα αὖθις τὰ τῶν δυνατῶν ἠλαττώθη, ὥστε ἐπ' ἀδείας τοὺς γεωνόμους πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν πορθῆσαι. καί μοι ἐς τοῦτο ὅτι μάλιστα ἀποσκῆψαι δοκεῖ τό τε πλῆθος τῶν λίθων τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχθέντων καὶ ἐς ναούς τέ τινας ἐμπεσόντων καὶ ἀνθρώπους ἀποκτεινάντων, καὶ τὰ δάκρυατοῦ Ἀπόλλωνος. ἔκλαυσεν γάρ, ἔκλαυσεν ἐπὶ γʹ ἡμέρας, ὥστε τοὺς Ῥωμαίους κατακόψαι τε τὸ βρέτας καὶ καταποντῶσαι ἐκ συμβουλῆς μάντεων ψηφίσασθαι. 74. Ὅτι ὁ Γράκχος τὴν μὲν γνώμην ὁμοίαν τῷ ἀδελφῷ εἶχεν, πλὴν καθόσον ἐκεῖνος ἀπ' ἀρετῆς ἐς φιλοτιμίαν καὶ ἐξ αὐτῆς ἐς κακίαν ἐξώκειλεν, οὗτος δὲ ταραχώδης τε φύσει ἦν καὶ ἑκὼν ἐπονηρεύετο, τῇ δὲ δὴ παρασκευῇ τῶν λόγων πολὺ αὐτοῦ προέφερε. καὶ διὰ ταῦτα ταῖς τε ἐπινοίαις κακοτροπωτέραις καὶ ταῖς τόλμαις προχειροτέραις τῇ τε αὐθαδείᾳ πλείονι πρὸς πάντα ὁμοίως ἐχρῆτο. πρῶτός τε ἐν τοῖς συλλόγοις μεταξὺ δημηγοριῶν ἐβάδιζε, καὶ τὸν βραχίονα πρῶτος ἀπεγύμνωσεν, ὥστε μηδέτερον κακὸν αὐτῶν ἐξ ἐκείνου νομισθῆναι. καὶ ἐπειδή γε πολλῇ μὲν πυκνότητι ἐνθυμημάτων πολλῇ δὲ καὶ σφοδρότητι ὀνομάτων ἐπίπαν ἐδημηγόρει, καὶ ἐκ τούτου οὔτε κατέχειν ῥᾳδίως ἑαυτὸν ἐδύνατο καὶ [ἐπειδὴ] πολλάκις ἐς ἃ οὐκ ἤθελεν εἰπεῖν ἐξεφέρετο, αὐλητὴν ἐπήγετο, καὶ παρ' ἐκείνου ὑπαυλοῦντός οἱ ἐρρυθμίζετο καὶ ἐμετρίαζεν, ἢ καὶ εἴ πῃ καὶ ὣς ἐξέπιπτεν καθίστατο. τοιοῦτος οὖν δή τις ὢν τῇ τε πολιτείᾳ ἐπέθετο, καὶ οὐδὲν ἀπώμοτον οὔτ' εἰπεῖν οὔτε πρᾶξαι ποιούμενος μέγιστος δι' ἐλαχίστου παρά τε τῷ ὁμίλῳ καὶ τοῖς ἱππεῦσιν ἐγένετο. τό τε γενναῖον καὶ τὸ βουλεῦον πᾶν, εἰ ἐπὶ πλεῖον ἐβεβιώκει,*** νῦν δ' ὑπὸ τῆς πολλῆς δυναστείας ἐπίφθονος καὶ τοῖς
q.284
στασιώταις γενόμενος ταῖς ἑαυτοῦ τέχναις ἐσφάλη. 75. Ὅτι αἱ ἱέρειαι τὸ πλεῖστον αὐταὶ τοῦ τε ὀλέθρου καὶ τῆς αἰσχύνης ὦφλον, συχνοῖς δὲ δὴ καὶ ἄλλοις μεγάλων κακῶναἴτιαι ἐγένοντο, ἥ τε πόλις ἅπασα ἀπ' αὐτῶν ἐταράχθη. ἐκλογιζόμενοι γὰρ ὅτι τὰ ὑπὸ τοῦ νόμου ἄχραντα καὶ τὰ ὑπὸ τῆς θρησκείας ἅγια ἔκ τε τοῦ φόβου τῆς τιμωρίας κόσμια ἐλυμάνθη, οὐδὲν ὅ τι οὐχ ὑπετόπουν τῶν αἰσχίστων καὶ ἀνοσιωτάτων δύνασθαι γενέσθαι. καὶ διὰ τοῦτο καὶ τὰς κολάσεις οὐ μόνων τῶν ἐλεγχθέντων ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν αἰτιαθέντων μίσει τοῦ συμβεβηκότος ἐποιήσαντο. ὅθεν οὐκ ἐκ γυναικείας αἰτίας ἀλγεῖν, ἀλλ' ἐκ δαιμονίας τινὸς ὀργῆς σύμπαντα κατ' αὐτὰς συμβῆναι ἔδοξεν. 76. Ὅτι τρεῖς ἅμα ἠνδρώθησαν, καὶ αὐτῶν Μαρκία μὲν αὐτή τε καθ' ἑαυτὴν καὶ πρὸς ἕνα τινὰ ἱππέα ᾐσχύνθη. κἂν διέλαθεν, εἰ μήπερ ἡ ζήτησις ἐπὶ τῶν ἄλλων ἐπὶ πλεῖον ἀρθεῖσα καὶ ἐκείνην προσκατέλαβεν· Αἰμιλία δὲ καὶ Λικιννία πλῆθος ἐραστῶν ἔσχον καὶ δι' ἀλλήλων ὑβρίζοντο. τὸ μὲν γὰρ πρῶτον ὀλίγοις τισὶ ἰδίᾳ καὶ δι' ἀπορρήτων ὡς καὶ μόνῳ ἑκάστῳ συνεγίγνοντο· ἔπειτα αὐταί τε πάντα τὸν καὶ ὑποπτεῦσαι μηνῦσαί τέ τι δυνάμενον ἐς σιωπὴν ἀναγκαίαν μισθῷ τῆς ὁμιλίας προκατελάμβανον, καὶ οἱ προδιειλεγμένοι σφίσι ταῦθ' ὁρῶντες ἔφερον, ἵνα μὴ κατάφωροι τῇ ἀγανακτήσει γένωνται. ὥστε καὶ καθ' ἕνα καὶ κατὰ πολλούς, τοῦτο μὲν ἰδίᾳ τοῦτο δὲ καὶ κοινῇ, τοῖς τε ἄλλοις ὁμιλεῖν, καὶ τῷ μὲν τῆς Αἰμιλίας ἀδελφῷ τὴν Λικιννίαν τῷ δὲ ταύτης τὴν Αἰμιλίαν συνεῖναι. καὶ ταῦτα μὲν οὕτω γιγνόμενα ἐπὶ πλεῖστον ἔλαθεν, καὶ πολλῶν μὲν ἀνδρῶν πολλῶν δὲ καὶ γυναικῶν, καὶ ἐλευθέρων καὶ δούλων συγγιγνωσκόντων ὅμως [ὅπως] ἐπὶ μακρότατον ἔλαθε, πρὶν δὴ Μάνιός τις, ὅσπερ που καὶ τοῦ παντὸς κακοῦ πρῶτος καὶ ὑπηρέτης καὶ συνεργὸς ἐγεγόνει, κατεμήνυσεν αὐτό, ὅτι μήτε ἐλευθερίας μήτ' ἄλλου μηδενὸς ὧν ἤλπισεν ἔτυχεν. καὶ ἦν γὰρ οὐ προσαγορεῦσαι μόνον ἀλλὰ καὶ διαβαλεῖν συγκροῦσαί τέ τινας δεινότατος. 77. Ὅτι τῷ Μάρκῳ Δρούσῳ ἦν μέν που καθ' αὑτὰ ταῦτα δόξαν αὐτῷ φέροντα, πρὸς δὲ δὴ τὴν τοῦ Κάτωνος συμφοράν, καὶ ὅτι καὶ ἐπιεικείᾳ πολλῇ πρὸς τοὺς στρατιώτας ἐχρήσατο, τήν τε κατόρθωσιν ἐπὶ πλεῖον τῆς ἀληθείας πεποιῆσθαι ἔδοξεν καὶ εὔκλειαν μείζω τῶν ἔργων ἐκτήσατο. 78. Ὅτι ὁ Μάριος ἦν μὲν γὰρ καὶ τὴν ἄλλως καὶ στασιώδης καὶ ταραχώδης, καὶ παντὸς μὲν τοῦ συρφετώδους, ἀφ' οὗπερ καὶ ἐπεφύκει, φίλος, παντὸς δὲ τοῦ γενναίου καθαιρέτης. καὶ γὰρ εἰπεῖν τι καὶ ὑποσχέσθαι καὶ ψεύσασθαι καὶ ἐπιορκῆσαι, ἐν ᾧ πλεονεκτήσειν ἤλπιζεν, ἑτοιμότατα ἐτόλμα. τό τε συκοφαντῆσαί τινα τῶν ἀρίστων καὶ τὸ ἐπαινέσαι αὖ τῶν κακίστων ἐν παιδιᾷ ἐτίθετο. καί μοι μηδεὶς θαυμάσῃ εἰ τοιοῦτός τις ὢν ἐπὶ πλεῖστον ἔλαθεν ἐφ' οἷς ἐκακούργει· ἔκ τε γὰρ τῆς περιτεχνήσεως καὶ ἐκ τῆς τύχης, ᾗ παράπαν τὰ πρῶτα ἀγαθῇ ἐχρήσατο, καὶ ἀρετῆς δόξαν ἐκτήσατο. 79. Ὅτι τὸν Μέτελλον καὶ δι' ἐκεῖνο ῥᾷον διαβαλεῖν ὁ Μάριος ἠδυνήθη, ὅτι ὁ μὲν ἔν τε τοῖς εὐπατρίδαις ἐξητάζετο καὶ τὰ τοῦ πολέμου ἄριστα διεχείριζεν, αὐτὸς δὲ ἐξ ἀφανεστάτου καὶ ἀδηλοτάτου ἐς τὸ μέσον παριέναι ἤρχετο (οἱ γὰρ πολλοὶ ἑτοίμως τὸν μὲν ὑπὸ τοῦ φθόνου καθῄρουν, τὸν δὲ πρὸς τὰς ἐπαγγελίας ηὖξον), καὶ μάλισθ' ὅτι ἐλογοποιήθη τὸν Μέτελλον παριεμένῳ τότε πρὸς τὰς ἀρχαιρεσίας τῷ Μαρίῳ εἰπεῖν ὅτι" ἀγαπᾶν ὀφείλεις ἂν μετὰ τοῦ υἱέος μου" (μειράκιον δὲ ἐκεῖνο ἦν)" ὑπατεύσῃς". 80. Ὅτι τῷ Μετέλλῳ ἤχθετο ὁ Μάριος, ὅτι μήτε τοὺς αὐτομόλους μήτε φρουρὰν στρατιωτῶν Ῥωμαίων αἰτήσας παρ' αὐτοῦ ἔλαβεν, ἢ καὶ ὅτι ἐγγὺς αὐτοῦ οὐκ ἐκαθέζετο, ὅπερ ὡς πλήθει τοῖς τε βασιλεῦσι καὶ τοῖς δυνάσταις παρὰ τῶν ὑπάτων ἐδίδοτο. 81. Ὅτι Τόλοσσαν πρότερον μὲν ἔνσπονδον οὖσαν τοῖς Ῥωμαίοις, στασιάσασαν δὲ πρὸς τὰς τῶν Κίμβρων ἐλπίδας ὡς καὶ τοὺς φρουροὺς δεθῆναι, προκατέσχον νυκτὸς ἐξαπίνης ὑπὸ τῶν ἐπιτηδείων ἐσαχθέντες, καὶ τὰ ἱερὰ διήρπασαν, καὶ ἄλλα χωρὶς χρήματα πολλὰ ἔλαβον· τὸ γὰρ χωρίον ἄλλως τε παλαιόπλουτον ἦν, καὶ τὰ ἀναθήματα ἅ ποτε οἱ Γαλάται οἱ μετὰ Βρέννου
q.285
στρατεύσαντες ἐκ τῶν Δελφῶν ἐσύλησαν εἶχεν. οὐ μέντοι καὶ ἀξιόλογόν τι ἀπ' αὐτῶν τοῖς οἴκοι Ῥωμαίοις περιεγένετο, ἀλλ' αὐτοὶ ἐκεῖνοι τὰ πλείω ἐσφετερίσαντο. καὶ ἐπὶ τούτῳ συχνοὶ εὐθύνθησαν. 82. Ὅτι ὁ Σερουίλιος ὑπὸ τοῦ πρὸς τὸν συνάρχοντα φθόνου (τὰ μὲν ἄλλα ἐξ ἴσου οἱ ἐπετέτραπτο, τῷ δὲ δὴ ἀξιώματι οἷα ὑπατεύοντος αὐτοῦ ἠλαττοῦτο) πολλῶν καὶ κακῶν αἴτιος τῷ στρατεύματι ἐγένετο. καὶ*** μετὰ θάνατον Σκαύρου τὸν Σερουίλιον μετεπέμψατο· ὁ δὲ ἀπεκρίνατο τὴν ἑαυτοῦ ἑκάτερον δεῖν φυλάττειν. εἶτα ἐλπίσας τὸν Μάλλιον καθ' ἑαυτόν τι κατορθώσειν, ἐφθόνησεν αὐτῷ μὴ μόνος εὐδοκιμήσῃ, καὶ ἦλθε μὲν πρὸς αὐτόν, οὔτε δὲ ἐν τῷ αὐτῷ χωρίῳ ηὐλίσατο οὔτε τι βούλευμα κοινὸν ἐποιήσατο, ἀλλ' ὡς καὶ πρότερος αὐτοῦ τοῖς Κίμβροις συμμίξων, τήν τε δόξαν τοῦ πολέμου πᾶσαν ἀποισόμενος, ἐν μέσῳ ἱδρύθη. καὶ τὸ πρῶτον φοβεροὶ καὶ ὣς τοῖς πολεμίοις, μέχρι οὗ ἡ διαφορὰ αὐτῶν ἐλάνθανεν, ἐγίγνοντο, ὡς καὶ ἐς ἐπιθυμίαν σπονδῶν αὐτοὺς προαγαγεῖν· ὡς δὲ πρὸς Μάλλιον ὑπατεύοντα διεκηρυκεύσαντο, ὁ Σερουίλιος ἠγανάκτησεν ὅτι μὴ πρὸς ἑαυτὸν ἐπρεσβεύσαντο, καὶ οὔτε τι συμβατικὸν ἀπεκρίνατο, ὀλίγου τε καὶ τοὺς πρεσβευτὰς διέφθειρεν. 83. Ὅτι οἱ στρατιῶται τὸν Σερουίλιον ἠνάγκασαν πρὸς Μάλλιον ἐλθεῖν καὶ μετ' αὐτοῦ βουλεύσασθαι περὶ τῶν παρόντων. τοσούτου δὲ ὁμοφρονῆσαι ἐδέησαν ὥστε καὶ ἐχθίους ἢ πρόσθεν ἦσαν ἐκ τῆς συνουσίας ἐγένοντο. ἔς τε γὰρ φιλονεικίαν καὶ λοιδορίας προαχθέντες αἰσχρῶς διελύθησαν. 84. Ὅτι Γναῖος Δομίτιος δίκην τῷ Σκαύρῳ λαχών, ἔπειτα ἐπειδὴ τῶν οἰκετῶν τις προσελθὼν αὐτῷ πολλὰ καὶ χαλεπὰ κατὰ τοῦ δεσπότου μηνύσειν ὑπέσχετο, οὐκ ἐπολυπραγμόνησεν, καὶ προσέτι συλλαβὼν αὐτὸν παρέδωκε τῷ Σκαύρῳ. 85. Ὅτι Πούπλιος Λικίννιος Νέρουας στρατηγῶν ἐν τῇ νήσῳ, καὶ μαθὼν ὅτι οὐκ ἐν δίκῃ τινὰ περὶ τοὺς δούλους γίγνοιτο, ἢ καὶ λημμάτων ἀφορμὰς ζητῶν (καὶ γὰρ ἦν οὐκ ἄδωρος), περιήγγειλεν ἀφικνεῖσθαι πρὸς ἑαυτὸν πάντας τοὺς αἰτιωμένους τι τοὺς δεσπότας σφῶν, ὡς καὶ βοηθήσων αὐτοῖς. ἐξ οὖν τούτου καὶ ἐκείνων τε πολλοὶ συνιστάμενοι οἱ μὲν ἀδικεῖσθαί τι ἔλεγον, οἱ δὲ καὶ ἄλλο τι τοῖς δεσπόταις ἐνεκάλουν, νομίζοντες*** εἰληφέναι τοῦ πάντα ὅσα ἐβούλοντο αὐτοὺς ἀναιμωτὶ διαπράξασθαι· καὶ οἱ ἐλεύθεροι συμφρονήσαντες ἀνθίσταντό σφισι καὶ οὐδαμῇ ὑφίεντο. φοβηθεὶς οὖν ὁ Λικίννιος τὴν σύστασιν αὐτῶν ἑκατέρων, μὴ καὶ μέγα τι δεινὸν ὑπὸ τῶν ἐλαττωθέντων γένηται, οὐδένα τῶν δούλων προσεδέξατο, ἀλλ' ἀπέπεμψεν αὐτοὺς ὡς μηδὲν κακὸν πεισομένους ἢ μηδέν γε ἔτι ταράξαι τῷ διασκεδασθῆναι δυνησομένους. οἱ δὲ δείσαντες τοὺς δεσπότας, ὅτι καὶ τὴν ἀρχὴν ἐπικαλέσαι τι αὐτοῖς ἐτόλμησαν, συνεστράφησαν καὶ κοινολογησάμενοι πρὸς λῃστείας ἐτράποντο. 86. Ὅτι τῶν βαρβάρων ἡττημένων, καὶ συχνῶν ἐν τῇ μάχῃπεσόντων, ὀλίγοι διεσώθησαν. ἐφ' ᾧπερ ὁ Μάριος τούτους παραμυθούμενός τε ἅμα καὶ ἀμειβόμενος, πᾶσαν αὐτοῖς τὴν λείαν ἐπευωνίσας ἀπέδοτο, ὅπως μηδὲν δόξῃ προῖκά τινι κεχαρίσθαι. καὶ ἀπ' αὐτῶν ὁ Μάριος, καίπερ ἐν τῷ πλήθει μόνῳ πρότερον, ὅτι ἐξ αὐτοῦ γεγονὼς ἦν καὶ ὅτι ὑπ' αὐτοῦ ηὔξητο, εὖ φερόμενος, τότε καὶ τοὺς εὐπατρίδας ὑφ' ὧν ἐμισεῖτο ἐξενίκησεν, ὥστε πρὸς πάντων ὁμοίως καὶ ἐπαινεῖσθαι. τήν τε ἀρχὴν καὶ ἐς τὸ ἐπιὸν ἔτος, ὅπως καὶ τὰ λοιπὰ προσκατεργάσηται, παρ' ἑκόντων καὶ ὁμογνωμονούντων αὐτῶν ἔλαβεν. 87. Ὅτι ὡς ἅπαξ ἐπέσχον, πολὺ τοῦ θυμοῦ οἱ Κίμβροι παρελύθησαν, κἀκ τούτου καὶ ἀμβλύτεροι καὶ ἀσθενέστεροι καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἐγένοντο. αἴτιον δὲ ὅτι ἔν τε οἰκίαις ἐκ τῆς πρόσθεν ὑπαιθρίου διαίτης κατέλυον, καὶ λουτροῖς θερμοῖς ἀντὶ τῆς πρόσθεν ψυχρολουσίας ἐχρῶντο, καρυκείας τε καὶ ἡδυσμάτων ἐπιχωρίων διεπίμπλαντο, κρέα πρότερον ὠμὰ σιτούμενοι, καὶ τῷ οἴνῳ τῇ τε μέθῃ κατακορεῖς παρὰ τὸ ἔθος ἐγίγνοντο. ταῦτα γὰρ τό τε θυμοειδὲς αὐτῶν πᾶν ἐξέκοψε καὶ τὰ σώματα ἐθήλυνεν, ὥστε μήτε τοὺς πόνους ἔτι μήτε τὰς ταλαιπωρίας, μὴ καῦμα μὴ ψῦχος μὴ ἀγρυπνίαν, φέρειν. 88. Ὅτι οἱ Μεσσήνιοι νομίσαντες μηδὲν δεινὸν
q.286
πείσεσθαι, πάντα τὰ πλείστου ἄξια καὶ τιμιώτατα ἐκεῖσε ὑπεξέθεντο. μαθὼν δὲ τοῦτο Ἀθηνίων, ὅσπερ που τὸ μέγιστον κράτος τῶν λῃστευόντων Κίλιξ ὢν εἶχεν, ἐπέθετο αὐτοῖς δημοτελῆ τινα ἑορτὴν ἐν τῷ προαστείῳ ἄγουσι, καὶ ἐκείνων τε πολλοὺς σκεδασθέντας ἀπέκτεινεν καὶ τὴν πόλιν ὀλίγου κατὰ κράτος εἷλεν. χωρίον δέ τι Μάκελλαν εὐερκὲς τειχισάμενος ἰσχυρῶς τὴν γῆν ἐκακούργει. 89. Ὅτι Πούπλιον Φρούριον γραφέντα ἐφ' οἷς δημαρχήσας ἐπεποιήκει, ἀπέκτειναν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ οἱ Ῥωμαῖοι, ἀξιώτατον μέν που ἀπολέσθαι ὄντα (καὶ γὰρ ταραχώδης ἦν, καὶ τῷ Σατουρνίνῳ τῷ τε Γλαυκίῳ πρῶτον συστὰς μετεβάλετο, καὶ πρὸς τοὺς ἀντιστασιώτας αὐτῶν αὐτομολήσας σφίσι συνεπέθετο), οὐ μέντοι καὶ προσήκοντα τούτῳ τῷ τρόπῳ φθαρῆναι. καὶ τοῦτο μὲν ἐν δίκῃ δή τινι γεγονέναι ἔδοξεν. 90. Ὅτι τοῦ Ῥουτιλίου ἀγαθοῦ ὄντος ἀνδρὸς ἀδικώτατα κατεψηφίσαντο· ἐσήχθη γὰρ ἐς δικαστήριον ἐκ κατασκευασμοῦ τῶν ἱππέων ὡς δωροδοκή*** Κυίντῳ Μουκίῳ, καὶ ἐζημιώθη ὑπ' αὐτῶν χρήμασι. ταῦτα ἐποίησαν θυμῷ φέροντες ὅτι πολλὰ περὶ τὰς τελωνίας πλημμελοῦντας ἐπέσχον. 91. Ὅτι ὁ Ῥουτίλιος ἀπελογήσατο μὲν γενναιότατα, καὶ οὐδὲν ὅ τι οὐκ εἶπεν ὧν ἀνὴρ ἀγαθὸς συκοφαντούμενος καὶ πολὺ πλεῖον τὰ τῶν κοινῶν ἢ τὰ ἑαυτοῦ ὀδυρόμενος φθέγξαιτο, ἑάλω δέ, καὶ τῆς γε οὐσίας εὐθὺς ἐξέστη. ἐξ οὗπερ οὐχ ἥκιστα ἐφωράθη μηδέν οἱ προσήκουσαν καταδίκην ὀφλήσας· πολλῷ τε γὰρ σμικρότερα κεκτημένος εὑρέθη ἢ οἱ κατήγοροι ἐκ τῆς Ἀσίας αὐτὸν ἐσφετερίσθαι ἐπεκάλουν, καὶ πάντα ἐκεῖνα ἐς δικαίας καὶ νομίμους ἀρχὰς τῆς κτήσεως ἀνήγαγεν. οὕτω μὲν ἐπηρεάσθη, καί τινα ὁ Μάριος αἰτίαν τῆς ἁλώσεως αὐτοῦ ἔσχεν. ἀρίστῳ γὰρ καὶ εὐδοκιμωτάτῳ αὐτῷ ὄντι ἐβαρύνετο. διόπερ καὶ ἐκεῖνος τῶν τε πραττομένων ἐν τῇ πόλει καταγνούς, καὶ ἀπαξιώσας τοιούτῳ ἔτι ἀνθρώπῳ συζῆσαι, ἐξεχώρησε μηδενὸς ἀναγκάζοντος, καὶ ἐς αὐτήν γε τὴν Ἀσίαν ἐλθὼν τέως μὲν ἐν Μιτυλήνῃ διῆγεν, ἔπειτα ἐκείνης ἐν τῷ Μιθριδατικῷ πολέμῳ κακωθείσης ἐς Σμύρναν μετῳκίσθη, κἀνταῦθα κατεβίω, οὐδὲ ἠθέλησεν ἐπανελθεῖν οἴκαδε. καὶ οὐδέν γε παρὰ τοῦτο ἧττον οὔτε ἐν εὐκλείᾳ οὔτε ἐν περιουσίᾳ ἐγένετο· πολλὰ μὲν γὰρ αὐτῷ καὶ ὁ Μούκιος, πλεῖστα δὲ καὶ δῆμοι καὶ βασιλεῖς ὅσοι ποτὲ ἐπεπείραντο αὐτοῦ ἐχαρίσαντο, ὥστε πολὺ πλείω αὐτὸν τῆς ἀρχαίας οὐσίας ἔχειν. 92. Ὅτι ὁ υἱὸς ὁ τοῦ Μετέλλου οὕτω καὶ ἰδίᾳ καὶ δημοσίᾳ πάντας ὑπὲρ τοῦ τὸν πατέρα κατελθεῖν ἱκέτευεν, ὥστε καὶ Πίος, τοῦτ' ἔστιν Εὐσεβής, ἐπονομασθῆναι. 93. 94. Ὅτι ὁ Φρούριος ἔχθραν τῷ Μετέλλῳ οὕτως ἔσχεν ὅτι τὸν ἵππον αὐτοῦ τιμητεύων ἀφείλετο. ἦσαν γὰρ καὶ ἄλλοι τινὲς στασίαρχοι, τὸ δὲ δὴ πλεῖστον κράτος τῶν μὲν Μᾶρκος, τῶν δὲ Κόιντος εἶχον, δυναστείας τε ἐπιθυμηταὶ καὶ φιλοτιμίας ἄπληστοι καὶ ἀπ' αὐτῶν καὶ ἐς τὸ φιλόνεικον προπετέστατοι ὄντες. καὶ ταῦτα μὲν ἐκ τοῦ ὁμοίου ἐκέκτηντο, προέφερον δὲ Δροῦσος μὲν τῷ γένει καὶ τῷ πλούτῳ, τῇ τε ἐς τοὺς ἀεὶ δεομένους αὐτοῦ ἀφειδῶς ἀναλώσει, ὁ δὲ τῷ τε θράσει πολλῷ καὶ τῇ τόλμῃ, ταῖς τε προεπιβουλαῖς καὶ ταῖς ὑπ' αὐτὰ τὰ πράγματα κακοηθείαις. ὅθεν οὐκ ἀπεικότως τὰ μὲν ἐκ τῶν ὁμοίων τὰ δὲ ἐκ τῶν διαφόρων ἀντίρροποι τρόπον τινὰ ἀλλήλοις ὄντες τὴν στάσιν ἐπὶ πλεῖστον ἤγειραν, ὥστε αὐτὴν καὶ ἀποθανόντων αὐτῶν μεῖναι. 95. Ὅτι ὁ Δροῦσος καὶ ὁ Καπίων ἰδίαν ἀλλήλοις ἔχθραν ἐκ φιλίας πολλῆς καὶ γάμων ἐπαλλαγῆς ποιησάμενοι καὶ ἐς τὰ πολιτικὰ αὐτὴν προήγαγον. 96. Ὅτι ὁ Λοῦππος τοὺς εὐπατρίδας τοὺς συστρατευομένους οἱ ὡς καὶ τὰ βουλεύματα αὐτοῦ τοῖς ἐναντίοις ἐξαγγέλλοντας ὑποπτεύσας, ἐπέστειλε περὶ αὐτῶν τῇ βουλῇ πρίν τι α*** κἀκ τούτου οὐδ' ἄλλως σφᾶς*** ὑπὸ τῆς στάσεως ἔχοντας ἔτι καὶ μᾶλλον συνέβαλε. κἂν ἐπὶ πλεῖον ἐταράχθησαν, εἰ μή τινες τῶν Μαρσῶν ἐφωράθησαν ἀναμιγνύμενοί τε τοῖς προνομεύουσι τῶν Ῥωμαίων, καὶ ἐς τὸ τάφρευμα ὡς καὶ σύμμαχοί σφων συνεισιόντες, καὶ πολυπραγμονοῦντες τὰ ἐν αὐτῷ καὶ λεγόμενα καὶ δρώμενα, καὶ τοῖς σφετέροις ἐξαγγέλλοντες. καὶ οὕτως ὀργιζόμενοι τοῖς εὐπατρίδαις ἐπαύσαντο.
q.287
97. Ὅτι ὁ Μάριος ὑποπτεύσας τὸν Λοῦππον καίπερ συγγενῆ ὄντα, φθόνῳ τε καὶ ἐλπίδι τοῦ καὶ ὕπατον τὸ ἕβδομον, ὡς καὶ μόνον ἂν τὰ παρόντα κατορθώσαντα, ἀποδειχθῆναι, τρίβειν ἐκέλευε. σφᾶς μὲν γὰρ καὶ*** τὰ ἐπιτήδεια ἕξειν ἔλεγεν, ἐκείνους δὲ οὐ δυνήσεσθαι ἐπὶ πλεῖον, ἅτε τοῦ πολέμου ἐν τῇ χώρᾳ αὐτῶν ὄντος, ἀνταρκέσαι. 98. Ὅτι οἱ Πικένται τοὺς μὴ συναποστάντας σφίσι ἐχειρώσαντο, καὶ τούτοις ἐν ἐπόψει τῶν φίλων ἐνύβριζον, καὶ τῶν γυναικῶν τὰς κόμας σὺν τῷ δέρματι ἐκ τῶν κεφαλῶν ἀπέσπασαν. 99. Ὅτι Κάτων ἀστικὸν καὶ ἀφηλικέστερον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἐς τὰ ἄλλα ἧττον ἔρρωτο, καί ποτε ἐπιτιμῆσαί σφισιν, ὅτι μήτε πονεῖν μήτε τὰ παραγγελλόμενα προθύμως*** ἤθελον, ἐπιτολμήσας ὀλίγου κατεχώσθη βληθεὶς ὑπ' αὐτῶν. καὶ ἐτεθνήκει γ' ἂν εἰ λίθων εὐπορήκεσαν· ἐπεὶ δὲ τὸ χωρίον ἐν ᾧσυνειλέχατο ἐγεωργεῖτο καὶ δίυγρον κατὰ τύχην ἦν, οὐδὲν ὑπὸ βώλων ἔπαθεν. συνελήφθη δὲ ὁ τῆς στάσεως ἄρξας Γάιος Τίτιος, ἀνὴρ ἀγοραῖος καὶ ἐκ δικαστηρίων τὸν βίον ποιούμενος, τῇ τε παρρησίᾳ μετὰ ἀναισχυντίας κατακορεῖ χρώμενος, καὶ ἐς τὸ ἄστυ ἐς τοὺς δημάρχους ἐπέμφθη, οὐκ ἐκολάσθη δέ. 100. Ὅτι πάντες τοὺς Ῥωμαίους ἐφόνευον κελεύσαντος Μιθριδάτου οἱ Ἀσιανοί, πλὴν καθόσον Τραλλιανοὶ οὐδένα ἀπέκτειναν, Θεόφιλον δέ τινα Παφλαγόνα ἐμισθώσαντο, ὥσπερ που ἧττόν σφων ἀπόλλυσθαι μελλόντων, ἢ καὶ διαφέρον αὐτοῖς ὑφ' ὅτου σφαγήσοιντο. 101. Ὅτι οἱ Θρᾷκες ἀναπεισθέντες ὑπὸ τοῦ Μιθριδάτου τήν τε Ἤπειρον καὶ τἆλλα τὰ μέχρι τῆς Δωδώνης κατέδραμον, ὥστε καὶ τὸ τοῦ Διὸς ἱερὸν συλῆσαι. 102. Ὅτι ὁ Κίννας ἐπειδὴ τάχιστα τὴν ἀρχὴν παρέλαβεν, οὐδὲν οὕτω τῶν πάντων ἐσπούδασεν ὡς καὶ τὸν Σύλλαν ἐκ τῆς Ἰταλίας ἐκβαλεῖν, πρόφασιν μὲν τὸν Μιθραδάτην ποιησάμενος, ἔργῳ δὲ ἐπιθυμήσας αὐτὸν ἀπαρτῆσαί οἱ, ὅπως μὴ ἐγγύθεν ἐφεδρεύων ἐμποδὼν πρὸς ἃ ἔπραττε γένηται. καίτοι τοῦ Σύλλου σπουδῇ ἀπεδέδεικτο, καὶ οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ πράξειν ὑπέσχετο. ὁ γὰρ Σύλλας τήν τε ἀνάγκην τοῦ πολέμου ὁρῶν καὶ τῆς δόξης αὐτοῦ γλιχόμενος, τά τε ἄλλα τὰ οἴκοι πρὸς τὸ ἐπιτηδειότατον ἑαυτῷ πρὶν ἐξορμηθῆναι κατεστήσατο, καὶ τὸν Κίνναν Γναῖόν τέ τινα Ὀκτάουιον διαδόχους ἀπέφηνεν, ἐλπίσας μάλιστα ἂν οὕτω καὶ ἀπὼν ἰσχῦσαι. τοῦτον μὲν γὰρ ἐπί τε ἐπιεικείᾳ ἐπαινούμενον ἠπίστατο καὶ οὐδὲν παρακινήσειν ἐνόμιζεν, ἐκεῖνον δὲ εὖ μὲν ᾔδει κακὸν ἄνδρα ὄντα, οὐκ ἠθέλησε δὲ ἐκπολεμῶσαι δυνάμενόν τέ τι καὶ αὐτὸν ἤδη, καὶ ἑτοίμως, ὥς γε καὶ ἔλεγε καὶ ὤμνυεν, ἔχοντα πᾶν ὁτιοῦν ὑπουργῆσαι. αὐτός τε οὖν, καίτοι δεινότατος ὢν τάς τε γνώμας τῶν ἀνθρώπων συνιδεῖν καὶ τὰς φύσεις τῶν πραγμάτων συλλογίσασθαι, πάνυ ἐν τούτῳ διεσφάλη, καὶ πόλεμον τῇ πόλει μέγαν κατέλιπεν. 103. Ὅτι Ὀκτάουιος φύσει βραδὺς ἦν πρὸς τὰ πολιτικά. 104. Ὅτι ἐπειδὴ ὁ Κίννας τὸν νόμον τὸν περὶ τῆς καθόδου τῶν φυγάδων ἀνενεώσατο, ὁ Μάριος οἵ τε ἄλλοι οἱ σὺν αὐτῷ ἐκπεσόντες ἐσεπήδησαν ἐς τὴν πόλιν μετὰ τοῦ λοιποῦ στρατοῦ κατὰ πάσας ἅμα τὰς πύλας, καὶ ἐκείνας τε ἔκλεισαν ὥστε μηδένα διαδρᾶναι, καὶ πάντας τοὺς ἐντυγχάνοντάς σφισι ἐξειργάσαντο, μηδένα αὐτῶν ἀποκρίνοντες, ἀλλὰ πᾶσιν αὐτοῖς ὁμοίως ὡς πολεμίοις χρώμενοι. μάλιστα δὲ τούς τι ἔχοντας ἐπιθυμίᾳ χρημάτων ἔφθειρον, καὶ τούς τε παῖδας καὶ τὰς γυναῖκάς σφων ὕβριζον, ὥσπερ τινὰ ἀλλοτρίαν πόλιν ἠνδραποδισμένοι. καὶ τὰς κεφαλὰς τῶν ἐλλογιμωτάτων ἐπὶ τὸ βῆμα ἀνετίθεσαν. καὶ ἦν τό τε θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πρᾳότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο. Τοσαύτη γὰρ ἑνὶ λόγῳ ἥ τε ἐπιθυμία καὶ ἡ ἀπληστία τῶν φόνων τὸν Μάριον κατέσχεν ὥστε, ἐπειδὴ τὸ πλεῖστον τῶν ἐχθρῶν ἀπεκτόνει καὶ οὐκέτ' οὐδεὶς ὧν ἐξολέσαι ἐγλίχετο ἐπὶ τὸν νοῦν ἅτε ἐν τοσαύτῃ ταραχῇ ἐπῄει, σύνθημα τοῖς στρατιώταις δοῦναι σφάττειν πάντας ἑξῆς οἷς ἂν τῶν προσιόντων μὴ ὀρέξῃ τὴν χεῖρα. πρὸς γὰρ τοῦτο τὰ τῶν Ῥωμαίων πράγματα ἀφίκετο ὥστε μὴ μόνον ἀκρίτως
q.288
μηδ' ἀπ' ἔχθρας, ἀλλὰ καὶ πρὸς τὴν οὐκ ἔκτασιν τῆς ἐκείνου χειρὸς ἀπόλλυσθαι. καὶ (ἦν γάρ, ὥσπερ εἰκός, ἔν τε ὄχλῳ καὶ ἐν θορύβῳ τοσούτῳ οὐδ' αὐτῷ τῷ Μαρίῳ ἐπιμελές, ἀλλ' οὐδὲ δυνατὸν οὐδ' εἰ πάνυ ἐβούλετο, κατὰ γνώμην τῇ χειρὶ χρῆσθαι) πολλοὶ κἀκ τούτου μάτην ἀπέθανον, οὓς οὐδαμῇ οὐδαμῶς ἀποκτεῖναι ἐδεῖτο. τὸ μὲν οὖν σύμπαν τῶν τε γὰρ ἀποθανόντων ἀνεξεύρετόν ἐστι. εʹ γὰρ ὅλαις ἡμέραις καὶ νυξὶν ἴσαις αἱ σφαγαὶ ἐγένοντο. 105. Ὅτι θυόντων τῶν Ῥωμαίων ἱσταμένου τοῦ ἔτους τὰ εἰσιτήρια, καὶ τῇ ἡγεμονίᾳ τὰς ἀρχὰς κατὰ τὰ πάτρια ποιουμένων, ὁ υἱὸς Μαρίου δήμαρχόν τινα αὐθεντείᾳ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ τοῖς ὑπάτοις ἔπεμψε, καὶ ἄλλον ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισεν, ὅπερ οὐδεὶς ἄλλος ἐπεπόνθει, καὶ δύο στρατηγοὺς καὶ πυρὸς καὶ ὕδατος εἶρξαν. 106. Ὅτι τοῦ Σύλλου τὸν Πειραιᾶ πολιορκοῦντος, ἐπιλειποῦς δὲ τῆς ὕλης διὰ τὸ κόπτεσθαι τὰ πολλὰ τῶν δένδρων περικλώμενα τοῖς αὐτῶν βρίθεσι καὶ πυρπολεῖσθαι βαλλόμενα συνεχῶς ὑπὸ τῶν πολεμίων, ἐπεχείρησε τοῖς ἱεροῖς ἄλσεσι. καὶ τὴν Ἀκαδημίαν ἔκειρε δενδροφορωτάτην τῶν προαστείων οὖσαν καὶ τὸ Λύκειον. 107. Ὅτι ἐπεὶ καὶ χρημάτων ἐδεῖτο πολλῶν, ἐκίνει τὰ τῆς Ἑλλάδος ἄσυλα τοῦτο μὲν ἐξ Ἐπιδαύρου, τοῦτο δὲ ἐκ τῆς Ὀλυμπίας τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν ἀναθημάτων μεταπεμπόμενος. ὅτε καὶ τοῖς Ἀμφικτύοσιν ἔγραψεν ἐς Δελφοὺς ὅτι τὰ χρήματα τοῦ θεοῦ βέλτιον εἴη κομισθῆναι πρὸς αὐτόν· ἢ γὰρ φυλάξειν ἀσφαλέστερον ἢ χρησάμενος ἀποδώσειν οὐκ ἐλάττω. 108. Ὅτι τὸν ἀργυροῦν πίθον, ὃς ἦν ὑπόλοιπος, διὰ βάροςκαὶ μέγεθος οὐ δυναμένων ἀναλαβεῖν τῶν ὑποζυγίων, ἀναγκαζόμενοι κατακόπτειν τοῦτον οἱ Ἀμφικτύονες ἐς μνήμην ἐβάλοντο, τοῦτο μὲν Τίτον Φλαμίνιον καὶ Μάνιον Ἀκύλιον τοῦτο δὲ Αἰμίλιον Παῦλον· ὧν ὁ μὲν Ἀντίοχον ἐξελάσας τῆς Ἑλλάδος οἱ δὲ τοὺς Μακεδόνων βασιλεῖς καταπολεμήσαντες οὐ μόνον ἀπέσχοντο τῶν ἱερῶν τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ δῶρα καὶ τιμὴν αὐτοῖς καὶ σεμνότητα πολλὴν προσέθεσαν. ἀλλ' ἐκεῖνοι μὲν ἀνδρῶν σωφρόνων καὶ μεμαθηκότων σιωπῇ τοῖς ἄρχουσι παρέχειν τὰς χρείας ἡγούμενοι κατὰ νόμον, αὐτοί τε ταῖς ψυχαῖς βασιλικοὶ καὶ ταῖς διαίταις εὐσταλεῖς μετρίοις ἐχρῶντο, κολακεύειν τοὺς στρατιώτας αἴσχιον ἡγούμενοι τοῦ δεδιέναι τοὺς πολεμίους. οἱ δὲ τότε στρατηγοὶ βίᾳ τὸ πρωτεῖον οὐκ ἀρετῇ κτώμενοι, καὶ μᾶλλον ἐπ' ἀλλήλους δεόμενοι τῶν ὅπλων ἢ ἐπὶ τοὺς πολεμίους, ἠναγκάζοντο δημαγωγεῖν. καὶ ἐν τῷ στρατηγεῖν τοῖς στρατευομένοις ἐς τὰς ἡδυπαθείας ἀνήλισκον, ὠνούμενοι τοὺς πόνους αὐτῶν. καὶ ἔλαθον ὤνιον τὴν πατρίδα ποιήσαντες ὅλην, ἑαυτοὺς δὲ δούλους τῶν κακίστων ἐπὶ τῷ τῶν βελτιόνων ἄρχειν. ταῦτα ἐξήλαυνε Μάριον, εἶτ' αὖθις τοὺς περὶ Σύλλαν κατήγαγεν, ταῦτα Ὀκταουίου τοὺς περὶ Κίνναν, ταῦτα Φλάκκου τοὺς περὶ Φιμβρίαν αὐτόχειρας ἐποίησεν. Ὧν οὐχ ἥκιστα Σύλλας ἔδωκεν ἀρχάς, ἐπὶ τῷ διαφθείρειν καὶ μετακαλεῖν τοὺς ὑπ' ἄλλοις ταττομένους αὐτὸς καταχορηγῶν ἐς τοὺς ὑφ' αὑτῷ καὶ δαπανώμενος· ἅμα τοὺς ἄλλους μὲν ἐς προδοσίαν, τοὺς δὲ ὑφ' αὑτῷ διαφθείρων καὶ παρασκευάζων χρημάτων δεῖσθαι πολλῶν, καὶ μάλιστα καὶ ἐς τὴν πολιορκίαν τοῦ Πειραιῶς. 109. Ὅτι ὁ Ἀριστίων, ὁ τὰς Ἀθήνας φρουρῶν, ἄνθρωπος ἦνἐξ ἀσελγείας ὁμοῦ καὶ ὠμότητος ἔχων συγκειμένην τὴν ψυχήν, καὶ τὰ χείριστα τῶν Μιθριδατικῶν συνερρυηκότα νοσημάτων καὶ παθῶν ἐς ἑαυτὸν ἀνειληφὼς καὶ πόλει, μυρίους μὲν πολέμους πολλὰς δὲ τυραννίδας καὶ στάσεις διαπεφευγυίᾳ πρότερον, ὥσπερ νόσημα θανατηφόρον ἐν τοῖς ἐσχάτοις καιροῖς ἐπιγενόμενος. ὃς χιλίων δραχμῶν ὠνίου τοῦ μεδίμνου τῶν πυρῶν ὄντος ἐν ἄστει τότε, τῶν δὲ ἀνθρώπων σιτουμένων τὸ περὶ τὴν ἀκρόπολιν παρθένιον, ὑποδήματά τε καὶ ληκύθους ἑφθὰς ἐσθιόντων, αὐτὸς ἐνδελεχῶς πότοις μεθημερινοῖς καὶ κώμοις χρώμενος καὶ πυρριχίζων καὶ γελωτοποιῶν πρὸς τοὺς πολεμίους, τὸν μὲν ἱερὸν τῆς θεοῦ λύχνον ἀπεσβηκότα διὰ σπάνιν ἐλαίου περιεῖδε, τῇ δὲ ἱεροφάντιδι πυρῶν ἡμίεκτον προσαιτούσῃ πεπέρεως ἔπεμψε· τοὺς δὲ βουλευτὰς καὶ ἱερεῖς ἱκετεύοντας οἰκτεῖραι
q.289
τὴν πόλιν καὶ διαλύσασθαι πρὸς τὸν Σύλλαν, τοξεύμασι βάλλων διεσκέδασεν. 110. Ὅτι Ὁρτήσιος στρατηγικὸς ἀνὴρ καὶ πολεμικὰ ἠσκημένος. 111. Ὅτι Κίννα καὶ Κάρβωνος ἐν Ῥώμῃ τοῖς ἐπιφανεστάτοις ἀνδράσι χρωμένων παρανόμως καὶ βιαίως, πολλοὶ τὴν τυραννίδα φεύγοντες ὥσπερ ἐπὶ λιμένα τὸ τοῦ Σύλλου στρατόπεδον κατεφέροντο, καὶ περὶ αὐτὸν ὀλίγου χρόνου σχῆμα βουλῆς ἐγένετο. 112. Ὅτι ὁ ὑποστράτηγος Φλάκκου Φιμβρίας ἐς Βυζάντιον ἐλθόντι αὐτῷ ἐστασίασεν. ἦν γὰρ ἐς πάντα δὴ τολμηρότατος καὶπροπετέστατος, δόξης τε ὁποιασοῦν ἐραστὴς καὶ παντὸς τοῦ ἀμείνονος ὀλίγωρος. ἐξ ὧν που καὶ τότε, ἀφ' οὗπερ ἀπῆρεν ἀπὸ τῆς Ῥώμης, ἀρετήν τε ἐς χρήματα καὶ σπουδὴν περὶ τοὺς στρατιώτας προσποιησάμενος ἀνηρτήσατό τε αὐτοὺς καὶ τῷ Φλάκκῳ συνέκρουσεν. ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι ἐκεῖνος χρημάτων τε ἄπληστος ἦν καὶ οὐκ ἠγάπα τὰ περιγιγνόμενα σφετεριζόμενος, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τῶν στρατιωτῶν τροφῆς, ἔκ τε τῆς λείας, ἣν ἰδίαν ἑκάστοτε ἐνόμιζεν εἶναι, ἐχρηματίζετο. 113. Ὅτι ἐπεὶ πρὸς τὸ Βυζάντιον ἀφίκοντο Φλάκκος καὶ Φιμβρίας, καὶ ὁ Φλάκκος ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι κελεύσας ἐς τὴν πόλιν ἐσῆλθε, παραλαβὼν δὲ τοῦτο ὁ Φιμβρίας χρήματά τε αὐτὸν εἰληφέναι κατῃτιᾶτο, καὶ διέβαλλε λέγων ὡς ἐκεῖνος μὲν ἔνδον τρυφῶν, σφεῖς δὲ ὑπὸ σκηναῖς ἐν χειμῶνι ταλαιπωροῖντο. οἱ δὲ στρατιῶται ἔς τε τὸ ἄστυ θυμῷ ἔπεσον, καί τινας τῶν ἐμπεσόντων σφίσιν ἀποκτείναντες ἐς τὰς οἰκίας ἐσκεδάσθησαν. 114. Ὅτι διαφορᾶς τινος τῷ Φιμβρίᾳ πρὸς τὸν ταμίαν γενομένης ἠπείλησεν αὐτῷ ὁ Φλάκκος ἄκοντα ἐς Ῥώμην ἀποπέμψειν, λοιδορησάμενόν τέ τι διὰ τοῦτο αὐτῷ τὴν ἡγεμονίαν ἀφείλετο. ὁ δὲ Φιμβρίας ἐς τὴν ἀποπορείαν δῆθεν ἐπαχθέστατα στειλάμενος πρὸς τοὺς στρατιώτας τοὺς ἐν Βυζαντίῳ ἀφίκετο, καὶ ὡς ἐπὶ τῇ ἀφόδῳ αὐτοὺς ἠσπάζετο, γράμματά τε ᾔτει, καὶ ἑαυτὸν ὡς καὶ ἀνάξια πεπονθὼς ὠδύρετο· μεμνῆσθαί τέ σφισι ὧν ὑπουργήκει, καὶ φυλακήν σφων ποιεῖσθαι, αἰνιττόμενος ἐς τὸν Φλάκκον ὡς καὶ ἐπιβουλεύσοντα αὐτοῖς, παρῄνει, καὶ μαθὼν τὰ λεγόμενα δεχομένους καὶ ἑαυτῷ εὔνοιαν ἔχοντας καὶ ἐς ἐκεῖνον ὑποπτεύοντας, ἀνέβη ἐπὶ μετέωρον καὶ προσπαρώξυνέν σφας, ἄλλα τέ τινα τοῦ Φλάκκου κατηγορήσας, καὶ ὅτι προδώσει αὐτοὺς ὑπὸ χρημάτων· ὥστε τοὺς στρατιώτας Θέρμον τὸν ἐπιτεταγμένον σφίσι ἀπελάσαι. 115. Ὅτι ὁ Φιμβρίας ἄνδρας πολλοὺς οὐ πρὸς τὸ δικαιότατον οὐδὲ πρὸς τὸ τῇ Ῥώμῃ συμφορώτατον, ἀλλ' ὀργῇ καὶ ἐπιθυμίᾳ φόνων ἀπώλλυεν. τεκμήριον δέ, σταυρούς ποτε πολλούς, οἷς προσδέων αὐτοὺς καὶ αἰκιζόμενος διεχρῆτο, γενέσθαι προστάξας, ἔπειτ' ἐπειδὴ πολὺ πλείους τῶν θανατωθησομένων εὑρέθησαν ὄντες, ἐκέλευσεν ἐκ τῶν περιεστηκότων τινὰς συλληφθῆναι καὶ πρὸς τοὺς λοιποὺς προσδεθῆναι, ἵνα μὴ μάτην δόξωσι γεγονέναι. 116. Ὅτι ὁ αὐτὸς τὸ Ἴλιον λαβὼν τοὺς ἀνθρώπους ὅσους ἠδυνήθη μηδενὸς φεισάμενος κατεχρήσατο, καὶ τὴν πόλιν πᾶσαν ὀλίγου κατέπρησεν. εἷλε δὲ αὐτοὺς οὐ κατὰ τὸ ἰσχυρόν, ἀλλ' ἀπατήσας· ἔπαινον γάρ τινα αὐτῶν ἐπὶ τῇ πρεσβείᾳ τῇ πρὸς τὸν Σύλλαν πεμφθείσῃ ποιησάμενος, καὶ διαφέρειν μηδὲν [εἰ] ὁποτέρῳ σπείσονται (ἀμφοτέρους γάρ σφας Ῥωμαίους εἶναι) εἰπών, ἔπειτα ὡς παρὰ φίλους αὐτοὺς ἐσῆλθε καὶ ἐξειργάσατο ταῦτα. 117. Ὅτι ὁ Μέτελλος ὑπὸ Κίννου ἡττηθεὶς ἐς τὸν Σύλλαν ἧκε καὶ πλεῖστα αὐτῷ συνήρατο· πρὸς γάρ τοι τὴν δόξαν τῆς τε δικαιοσύνης αὐτοῦ καὶ τῆς εὐσεβείας οὐκ ὀλίγοι καὶ τῶν τἀναντία τῷ Σύλλᾳ πραττόντων, νομίσαντες αὐτὸν οὐκ ἀκρίτως οἱ συνεῖναι ἀλλὰ τά τε δικαιότερα καὶ τὰ τῇ πατρίδι συμφορώτερα ὄντως αἱρεῖσθαι, προσεχώρησαν σφίσι. 118. Ὅτι ὁ Πομπήιος υἱὸς ἦν τοῦ Στράβωνος, συνεκρίθη δὲ ὑπὸ Πλουτάρχου Ἀγησιλάῳ τῷ Λακεδαιμονίῳ. ἀχθόμενος δὲ τοῖς τὴν πόλιν ἔχουσι ἐξωρμήθη ἐς τὸ Πικηνὸν αὐτὸς ἐφ' ἑαυτοῦ, οὐδὲ ἐς ἄνδρας πω πάνυ τελῶν, καὶ παρ' ἐκείνων χεῖρά τινα παρὰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ἀθροίσας δυναστείαν ἰδίαν συνίστη, καὶ ᾠήθη ἐλλόγιμόν τι πρᾶξαι καθ' ἑαυτόν· καὶ τῷ Σύλλᾳ προσεχώρησε. καὶ ὁ μὲν τούτων ἀρξάμενος οὐδὲν μείων ἐκείνου ἐγένετο, ἀλλ' ὥσπερ που καὶ
q.290
ἡ ἐπίκλησις αὐτῷ προσετέθη, μέγας ηὐξήθη. 119. Ὅτι ὁ Σύλλας τὸ στράτευμα παρέδωκεν ἀνδρὶ μήτ' ἄλλως ἐπαινουμένῳ, καίπερ πολλοὺς ἐκ τῶν ἀπ' ἀρχῆς συγγενομένων οἱ ἔχων καὶ ἐμπειρίᾳ καὶ πράξει προφέροντας, οἷς που καὶ ἐς ἐκεῖνο τοῦ χρόνου πρὸς πάντα τὰ ἀναγκαῖα ὡς καὶ πιστοτάτοις ἐκέχρητο. καὶ πρὶν μὲν νικῆσαι ἐδεῖτό τε αὐτῶν καὶ ταῖς ἀπ' αὐτῶν ὠφελίαις ἀπεχρῆτο· ἐπεὶ δὲ ἐγγυτέρω τῆς ἐλπίδος τοῦ παντελῶς κρατήσειν ἐγένετο, οὐδένα αὐτῶν ἔτι λόγον ἐποιεῖτο, τοῖς δὲ κακίστοις καὶ μήτε ἐν περιφανείᾳ γένους μήτε ἐν δόξῃ ἀρετῆς οὖσι μᾶλλον ἐπίστευσεν. αἴτιον δὲ ὅτι τοὺς μὲν τοιούτους πρὸς πάντα αὐτῷ καὶ τὰ χείριστα ἑτοίμους ὄντας ὑπουργεῖν ἑώρα, καὶ χάριν τε ἑαυτῷ πλείστην κἂν ἐλαχίστου τινὸς τύχωσιν ὀφειλήσειν, καὶ μήθ' ὑπερφρονήσειν ποτὲ μήτε τῶν ἔργων ἢ τῶν βουλευμάτων ἀντιποιήσεσθαι ἐνόμιζεν, τὸ δ' ἀρετὴν ἔχον οὔτε συγκακουργεῖν οἱ ἐθελήσειν, ἀλλὰ καὶ ἑαυτῷ ἐπιτιμήσειν, καὶ τὰ γέρα τῶν εὐεργετημάτων κατ' ἀξίαν ἀπαιτήσειν, καὶ μηδεμίαν χάριν ἐπ' αὐτοῖς ἅτε καὶ ὀφειλόμενά σφισι ἀπολαμβάνοντας ἕξειν, τάς τε πράξεις καὶ τὰς συμβουλίας ὡς καὶ ἑαυτῶν οὔσας προσποιήσεσθαι. 120. Ὅτι ὁ Σύλλας νικήσας τοὺς Σαυνίτας μέχρι μὲν δὴ οὖν τῆς ἡμέρας ἐκείνης διαπρεπὴς ἦν, καὶ ὄνομα ἀπό τε τῶν στρατηγημάτων καὶ ἀπὸ τῶν βουλευμάτων μέγιστον ἔσχε, φιλανθρωπίᾳ τε καὶ εὐσεβείᾳ πολὺ προέχειν ἐνομίζετο, ὥστε καὶ τὴν τύχην σύμμαχον ἀπὸ τῆς ἀρετῆς πάντας ἔχειν αὐτὸν ἡγεῖσθαι· μετὰ δὲ δὴ τοῦτο τοσαύτην μεταβολὴν ἐποιήσατο ὥστε μηδὲ τοῦ αὐτοῦ τινα φάναι ταῦτά τε καὶ τὰ ἔπειτα εἶναι. οὕτως, ὡς ἔοικεν, οὐκ ἤνεγκεν εὐτυχήσας. καὶ γὰρ ἐκεῖνα ἃ ἕως ἀσθενὴς ἦν ἄλλοις ἐπεκάλει, καὶ ἕτερα πλείω καὶ ἀτοπώτερα ἔπραξε, βουλόμενος μέν που καὶ ἀεὶαὐτά, ἐλεγχθεὶς δὲ ἐν τῇ ἐξουσίᾳ. ἀφ' οὗπερ καὶ τὰ μάλιστα ἔδοξέ τισιν ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν. ὁ γὰρ Σύλλας τάχιστα ὡς τῶν Σαυνιτῶν ἐκράτησε καὶ τέλος τῷ πολέμῳ ἐπιτεθεικέναι ἐνόμισε (τὰ γὰρ δὴ λοιπὰ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο), μετεβάλετο, καὶ ἑαυτὸν μὲν ἔξω τε τῶν τειχῶν τρόπον τινὰ καὶ ἐν τῇ μάχῃ κατέλιπεν, τὸν δὲ δὴ Κίνναν καὶ τὸν Μάριον τούς τε ἄλλους τοὺς μετ' αὐτὸν γενομένους πάντας ἅμα ὑπερέβαλεν. ὅσα γὰρ μηδένα τῶν δήμων τῶν ὀθνείων ἀντιπολεμησάντων οἱ ἔδρασε, ταῦτα τότε τὴν πατρίδα καθάπερ καὶ ἐκείνην νικήσας ἐξειργάσατο. τοῦτο μὲν γὰρ αὐθημερὸν τὰς κεφαλὰς τοῦ τε Δαμασίππου καὶ τῶν συνεξετασθέντων αὐτῷ πρὸς τὸ Πραινέστε πέμψας ἀνεσκολόπισε, καὶ τῶν παραδόντων σφᾶς ἐθελοντὰς συχνοὺς ὡς καὶ ἄκοντας ἑλὼν ἀπέκτεινεν. καὶ τῇ ὑστεραίᾳ τοῖς τε βουλευταῖς ἐς τὸ Ἐνυεῖον, ὡς καὶ ἀπολογούμενός τι αὐτοῖς, καὶ τοῖς ζωγρηθεῖσι ἐς τὸν ἀγρὸν τὸν δημόσιον καλούμενον ὡς καὶ ἐς τὸν κατάλογον αὐτοὺς ἐσγράψων συνελθεῖν κελεύσας, τούτους ἅμα δι' ἑτέρων ἐφόνευσε (καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως ἀνθρώπων ἀναμιχθέντες σφίσι παραπώλοντο), καὶ ἐκείνοις αὐτὸς πικρότατα διελέξατο. 121. Ὅτι ὁ φόνος τῶν ἑαλωκότων καὶ τότε οὐδὲν ἧττον ὑπὸ τοῦ Σύλλου ἐγίγνετο, καὶ αὐτῶν ἅτε ἐγγὺς τοῦ ναοῦ θνησκόντων πολὺς μὲν θόρυβος πολὺς δὲ καὶ θρῆνος οἰμωγαί τε καὶ ὀδυρμοὶ ἐς τὸ συνέδριον ἐσέπιπτον, ὥστε τὴν γερουσίαν ἀμφοτέρωθεν ἐκταράττεσθαι. καὶ γὰρ οὐδὲ πόρρω ἔτι τοῦ τι καὶ αὐτοὶ δεινὸν πείσεσθαι προσδοκᾶν ἦσαν, οὕτως ἀνόσια αὐτοῦ καὶ λέγοντος ἅμα καὶ πράττοντος· καὶ διὰ τοῦτο πολλοί, ἅτε ἐπ' ἀμφοτέροις ἐν ταὐτῷ περιαλγοῦντες, ἐπεθύμουν τῶν ἔξω καὶ αὐτοὶ τῶν ἤδη ἀπολλυμένων εἶναι, ἵνα παύσωνταί ποτε φοβούμενοι. ἀλλ' αὐτοὶ μὲν ἀνεβέβληντο, οἱ δ' ἄλλοι κατεσφάγησαν καὶ ἐς τὸν ποταμὸν ἐρρίφησαν, ὥστε τὸ τοῦ Μιθριδάτου πολὺ δεινὸν νομισθέν, ὅτιποτὲ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ Ῥωμαίους ἐν μιᾷ ἡμέρᾳ ἀπέκτεινεν, ἐν βραχεῖ πρός τε τὸ πλῆθος καὶ πρὸς τὸν τρόπον τῶν τότε φονευθέντων νομισθῆναι. οὐδὲ ἐνταῦθα τὸ δεινὸν ἔστη, ἀλλ' ὥσπερ ἀπὸ φρυκτωρίας τινὸς ἐκεῖθεν αἱ σφαγαὶ ἀρξάμεναι καὶ ἐν τῷ ἄστει καὶ ἐν τῇ χώρᾳ ταῖς τε πόλεσι ταῖς ἐν τῇ Ἰταλίᾳ πάσαις ἐγένοντο. πολλοὺς μὲν γὰρ αὐτὸς ὁ Σύλλας πολλοὺς δὲ καὶ οἱ ἑταῖροι αὐτοῦ, οἱ μὲν ἐπ' ἀληθείας οἱ δὲ
q.291
καὶ προσποιούμενοι, ἐμίσουν, ὅπως ἐκ τῆς τῶν ἔργων ὁμοιότητος τό τε ὁμόηθές οἱ ἐνδεικνύοντες καὶ τὴν φιλίαν βεβαιοῦντες, μὴ ἐκ τοῦ διαφόρου αὐτῶν ὑποπτευθῶσί τε καὶ καταγινώσκειν τι αὐτοῦ καὶ διὰ τοῦτο κινδυνεύσωσιν. ἔσφαζον δὲ καὶ ὅσους πλουτοῦντας ἢ καὶ ἄλλως πως ὑπερέχοντάς σφων ἑώρων, τοὺς μὲν φθόνῳ τοὺς δὲ διὰ τὰ χρήματα· πλεῖστοι γὰρ ἐν τῷ τοιούτῳ καὶ τῶν μέσων, κἂν μηδὲ ἑτέρας† εἰ συναίροντες, ἴδιόν τι ἔγκλημα τὸ κατ' ἀρετὴν ἢ καὶ γένει πλούτῳ τέ τινος προέχειν λαμβάνοντες· καὶ ἀσφάλεια οὐδεμία οὐδενὶ πρὸς τοὺς ἐν κράτει τινὶ ἀδικεῖν βουλομένους εὑρίσκετο. 122. Ὅτι τοιαῦται συμφοραὶ τὴν Ῥώμην περιέσχον. τί γὰρ ἄν τις τὰς τῶν ζώντων ὕβρεις λέγοι, αἱ πολλαὶ μὲν περὶ τὰς γυναῖκας, πολλαὶ δὲ περὶ τοὺς παῖδας τοὺς εὐγενεστάτους καὶ ἐλλογιμωτάτους καθάπερ αἰχμαλώτους ἐγίγνοντο; οὐ μὴν ἀλλὰ ἐκεῖνα, καίπερ χαλεπώτατα ὄντα, τῷ γοῦν ὁμοιοτρόπῳ τῶν ἤδη σφίσι συμβεβηκότων οἰστὰ τοῖς γε ἐκτὸς τούτων οὖσιν ἐδόκει εἶναι. ὡς δὲ οὐκ ἐξήρκει τῷ Σύλλᾳ, οὐδ' ἠγάπα τὰ αὐτὰ ἑτέροις δρῶν, ἀλλά τις αὐτῷ πόθος εἰσῄει καὶ ἐν τῇ πολυτροπίᾳ τῶν φόνων πολὺ πάντων περιεῖναι, ὥσπερ τινὰ ἀρετὴν οὖσαν τὸ μηδὲ ἐν ταῖς μιαιφονίαις τινὸς ἡττᾶσθαι, τινὰ καινότητα ἐξέθηκε λελευκωμένον πίνακα, ἐς ὃν ἐνέγραφε τὰ ὀνόματα. οὐ μέντοι γε ἧττον πάνταὅσα καὶ πρὶν γίγνεται, οὐδὲ ἐν τῷ ἀσφαλεῖ οἱ μὴ ἐς τὰ λευκώματα ἐγγεγραμμένοι ἦσαν. πολλοὶ μὲν γὰρ οἱ μὲν ζῶντες οἱ δὲ καὶ τεθνηκότες ἐπ' ἀδείᾳ τῶν ἀποκτεινάντων σφᾶς προσενεγράφοντο, ὥστε ἐν τούτῳ μηδὲν διενεγκεῖν τὸ πρᾶγμα, τῇ τε δεινότητι τῇ τε ἀτοπίᾳ αὐτοῦ πάνυ πάντας χαλεπανθῆναι. τά τε γὰρ πινάκια ὥσπερ τις ἀναγραφὴ βουλευτῶν ἢ κατάλογος στρατιωτῶν νομιζομένων ἐξετίθετο, καὶ συνέθεον ἐπ' αὐτὰ πάντες οἱ ἀεὶ παρόντες σπουδῇ, καθάπερ τινὰ χρηστὴν ἐπαγγελίαν ἔχοντα· καὶ πολλοὶ μὲν συγγενεῖς, ἤδη δέ τινες καὶ ἑαυτοὺς εὕρισκον ἐγγεγραμμένους κτείνεσθαι, κἀκ τούτου τὸ πάθος οἷα ἐξαπιναίῳ κακῷ φοβερόν σφας κατελάμβανεν· καὶ συχνοὶ καὶ ἀπ' αὐτοῦ τούτου γνωριζόμενοι διώλλυντο. καὶ ἦν οὐδενὶ ἔξω τῶν ἐκ τῆς ἑταιρείας ἀσφαλὲς οὐδέν. εἴτε γὰρ προσίοι τις τοῖς λευκώμασιν, αἰτίαν ὡς καὶ πολυπραγμονῶν τι εἶχεν, εἴτε μὴ προσίοι, δυσχεραίνειν ἐδόκει. καὶ ὅ τε ἀναλεγόμενος ἢ καὶ ἐπερωτῶν τινα τὰ ἐγγεγραμμένα ὕποπτος, ὡς καὶ περὶ ἑαυτοῦ τι τῶν τε ἑταίρων ζητῶν, ἐγίγνετο, καὶ ὁ μὴ ἀναγινώσκων μηδὲ πυνθανόμενος ἄχθεσθαί τε αὐτοῖς ὑπωπτεύετο καὶ διὰ τοῦτο καὶ ἐμισεῖτο. τό τε δακρῦσαι ἢ καὶ γελάσαι θανάσιμον τὸ παραχρῆμα ἐγίγνετο· καὶ διὰ τοῦτο καὶ πολλοί, οὐχ ὅτι καὶ εἶπόν τι ἢ καὶ ἔπραξαν ὧν ἀπείρητο, ἀλλ' ὅτι καὶ ἐσκυθρώπασαν ἢ καὶ ἐμειδίασαν, ἐφθείροντο. οὕτω καὶ τὰ σχήματα αὐτῶν ἀκριβῶς ἐτηρεῖτο, καὶ οὐκ ἐξῆν οὐδενὶ οὔτε ἐπὶ φίλων ὀδύρασθαι οὔτε ἐπ' ἐχθρῷ ἐφησθῆναι, ἀλλὰ καὶ ἐκεῖνοι ὡς καὶ χλευάζοντές τινα ἐσφάζοντο. καὶ προσέτι καὶ αἱ ἐπικλήσεις συχνοῖς πράγματα παρεῖχον· ἀγνοοῦντες γάρ τινες τοὺς ἐπικεκηρυγμένους ἐπὶ πάντας οὓς ἐβούλοντο τὰς ἐπωνυμίας αὐτῶν ἦγον, καὶ πολλοὶ διὰ τοῦτ' ἀνθ' ἑτέρων ἀπέθανον. ὥστε καὶ ἐν τούτῳ ταραχήν, τῶν μὲν ὅπως ποτὲ ἐβούλοντο τὸν προστυχόντα ὀνομαζόντων, τῶν δὲ ἀρνουμένων μὴ οὕτω καλεῖσθαι, γίγνεσθαι. ἐφονεύοντο δὲ οἱ μὲν ἀγνοοῦντες ὅτι τελευτήσουσιν, οἱ δὲ καὶ προειδότες, πανταχοῦ ὅπουπερ ἐτύγχανον ὄντες· καὶ οὐδὲν ἦν αὐτοῖς χωρίον, οὐχ ὅσιον, οὐχ ἱερόν, οὔτ' ἀσφαλὲς οὔτ' ἄσυλον. οὐ μὴν ἀλλ' οἱ μὲν ἐξαίφνης, πρὶν μαθεῖν τὴν ἐπικρεμαμένην συμφοράν, ἢ καὶ ἅμα τῇ πύστει αὐτῆς, διαφθειρόμενοι τῇ γοῦν εὐτυχίᾳ τῆς μὴ προεκφοβήσεως ἐπεκουφίζοντο· οἱ δὲ δὴ προαισθόμενοι τοῦ δεινοῦ καὶ κατακρυπτόμενοι χαλεπώτατα ἀπήλλασσον· οὐ γὰρ ἀποχωρῆσαι μὴ φωραθεῖεν ἐτόλμων, οὔτ' αὖ κατὰ χώραν μένειν μὴ καὶ προδοθεῖεν ὑπέμενον. πλεῖστοι δὲ καὶ ὑπὸ τῶν συνόντων καὶ φιλτάτων σφίσι προεδόθησαν καὶ ἀπώλοντο. κἀκ τούτου τῇ προσδοκίᾳ τὸ ἀεὶ τὸν θάνατον προσδέχεσθαι οὐχ ὅτι οἱ ἐς τὰ πινάκια ἐγγεγραμμένοι μόνον, ἀλλὰ καὶ οἱ λοιποὶ ὁμοίως ἔπασχον. 123. Ὅτι πάντων τῶν σφαζομένων ὁπουδὰν αἱ κεφαλαὶ ἐς τὴν τῶν
q.292
Ῥωμαίων ἀγορὰν ἐκομίζοντο καὶ ἐπὶ τοῦ βήματος ἐξετίθεντο, ὥσθ' ὅσα περὶ τὰς προγραφὰς συνέβαινεν, ταυτὰ καὶ περὶ ἐκείνας γίγνεσθαι. δεεστ υνυς θυατερνιο. 124. Ὅτι ὁ Καῖσαρ τὴν Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρετο, πολίτην τε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθ' ὅσα ποτὲ ἀλλήλοις ἀνθυπουργήκεσαν ἀναριθμούμενος. τοῖς τε ἀποκτείνασιν αὐτὸν οὐχ ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ ἐκείνην κοσμῆσαί τε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶν ἐκέλευσεν. ἐπὶ τούτῳ δὲ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε· τῆς γὰρ δυναστείας δεινῶς ἀπ' ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τά τε ἄλλα ἐπ' αὐτῷ πάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπ' ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότε τε ἐς Αἴγυπτον οὐ δι' ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν ἐπὶ τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο. 125. Ὅτι ἡ Κλεοπάτρα τέως μὲν δι' ἑτέρων παρὰ τῷ Καίσαρι διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, ἐγίγνετο), πέμπει πρὸς αὐτόν, καὶ προδίδοσθαί τε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ δι' ἑαυτῆς ἀγωνίσασθαι. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. ᾐτήσατό τε οὖν ἐς ὄψιν ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησεν ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἐς τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦν) καὶ ἐς τὰ βασίλεια λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν. ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπὸ τὴν ἕω τὸν Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει. ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψεν. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιον ἐταράττετο· καὶ αὐτοβοεὶ τὰ βασίλεια εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων δοκούντων εἶναι, παρῆν), εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσι, ὅσα ἂν ἐθελήσωσι, πράξειν ὑπέσχετο. 126. Ὅτι Πούπλιός τις Σίττιος ἐξέπεσε μὲν ἐκ τῆς Ἰταλίας, παραλαβὼν δὲ συμφυγάδας τινὰς καὶ περαιωθεὶς ἐς Μαυριτανίαν χεῖρά τε ᾔτησε, καὶ παρὰ τῷ Βόκχῳ στρατηγήσας ἐπεχείρησε τῷ Καίσαρι, μήτε τινὰ εὐεργεσίαν αὐτοῦ προέχων μήτ' ἄλλως ἐν γνώσει οἱ ὤν, τοῦ τε πολέμου συνάρασθαι καὶ τὰ παρόντα συγκατεργάσασθαι. 127. Ὅτι ὁ Καῖσαρ τῷ Σαλουστίῳ λόγῳ μὲν ἄρχειν ἔργῳ δὲ ἄγειν καὶ φέρειν ἐπέτρεψεν. ἀμέλει καὶ ἐδωροδόκησε πολλὰ καὶ ἥρπασεν, ὥστε καὶ κατηγορηθῆναι αἰσχύνην αἰσχίστην ὀφλῆσαι, ὅτι τοιαῦτα συγγράμματα συγγράψας καὶ πολλὰ καὶ πικρὰ περὶ τῶν ἐκκαρπουμένων τινὰς εἰπὼν οὐκ ἐμιμήσατο τῷ ἔργῳ τοὺς λόγους. ὅθεν εἰ καὶ τὰ μάλιστα ἀφείθη ὑπὸ τοῦ Καίσαρος, ἀλλ' αὐτός γε ἑαυτὸν καὶ πάνυ τῇ συγγραφῇ ἐστηλοκόπησεν. 128. Ὅτι ἐθαύμαζον τὸν Καίσαρα, ὅτι τὴν παρρησίαν τοῦ στρατοῦ πρᾳότατα ἤνεγκεν. τούς τε γὰρ ἐς τὸ συνέδριον σφῶν ὑπ' αὐτοῦ καταλεχθέντας ἐτώθασαν, καὶ τἆλλα ὅσα ποτ' ἐντίζετο, καὶ τοῖς μάλιστα τὸν τῆς Κλεοπάτρας ἔρωτα αὐτοῦ καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύοντι διατριβήν, ὅτι μειράκιόν ποτε παρ' αὐτῷ ἐγεγόνει. καὶ κατώμνυεν, κἀκ τούτου καὶ γέλωτα
q.293
προσωφλίσκανεν. 129. Ὅτι οὐκ ἤχθετο ὁ Καῖσάρ τινα λεγόντων πρὸς αὐτόν, ἀλλὰ καὶ πάνυ ἔχαιρεν ὅτι τοσαύτῃ πρὸς αὐτὸν παρρησίᾳ, πίστει τοῦ μὴ ἂν ὀργισθῆναί ποτε ἐπ' αὐτῇ, ἐχρῶντο. 130. Ὅτι ἐπὶ Καίσαρος δύο ἄνδρες ἐν τρόπῳ τινὶ ἱερουργίας ἐσφάγησαν. 131. Ὅτι ὁ Καῖσαρ πλείστην ὅσην αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ (ἔτι γὰρ ἐκεῖνος ἠκούετο) ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ γε τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ ἐκεῖνον ἐπ' ἀμφοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μέντοι ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψεν. 132. Ὅτι ὁ Καῖσαρ Γάιος Ἰούλιος οὐκ ἐπ' ἀνδρείᾳ μόνον ἀλλὰ καὶ ἐπὶ χρηστότητι ἰσχυρῶς εὐδοκίμησεν. 133. Ὅτι τὴν εἰκόνα ποτὲ Καίσαρος Ἰουλίου καθελόντων τινῶν ἰσχυρῶς ἐχαλέπηνεν· καίτοι μήτε τι ὑβριστικὸν αὐτῶν εἰπόντων, καὶ προσέτι καὶ ἐπαινεσάντων αὐτὸν ἐν τῷ πλήθει ὡς μηδενὸς τοιούτου δεόμενον. καὶ τότε μὲν καίπερ ἀσχάλλων ἡσύχασεν. 134. Ὅτι οἱ δήμαρχοι δίκην τῷ πρώτῳ αὐτὸν εἰπόντι βασιλέα ἔλαχον, ὁ δὲ Καῖσαρ οὐκέτι τὴν ὀργὴν κατέσχεν, ἀλλ' ὡς καὶ ἀπ' αὐτῶν ἐκείνων προστασιαζόμενος, ὑπερηγανάκτησεν. ἐν δὲ τῷ παρόντι οὐδὲν δεινὸν αὐτοὺς ἔδρασεν, ὕστερον δὲ σφῶν προσγραφὴν ἐκθέντων ὡς οὔτε ἐλευθέραν οὔτ' ἀσφαλῆ τὴν ὑπὲρ τοῦκοινοῦ παρρησίαν ἐχόντων περιοργὴς ἐγένετο, καὶ παραγαγών σφας ἐς τὸ βουλευτήριον κατηγορίαν τε αὐτῶν ἐποιήσατο καὶ ψῆφον ἐπήγαγεν. καὶ οὐκ ἀπέκτεινεν μὲν αὐτούς, καίτοι καὶ τούτου τινῶν τιμησάντων σφίσι, προαπαλλάξας δὲ ἐκ τῆς δημαρχίας ἀπήλειψεν ἐκ τοῦ συνεδρίου. 135. Ὅτι ὁ Καῖσαρ οὗτος ἦν τό τε σῶμα ἱκανώτατος καὶ τὴν ψυχὴν εὐκολώτατος. τῇ τε γὰρ τῆς φύσεως ἰσχύι θαυμαστῇ ἐκέχρητο, καὶ παιδείᾳ παντοδαπῇ ἀκριβῶς ἤσκητο, καὶ διὰ τοῦτ' οὐκ ἀπεικότως καὶ γνῶναι πᾶν τὸ δέον ὀξύτατα καὶ ἑρμηνεῦσαι πιθανώτατα διαθέσθαι τε καὶ διοικῆσαι φρονιμώτατα ἀεὶ ἠδυνήθη, καὶ οὔτε τις αὐτὸν καιροῦ ῥοπὴ αἰφνιδίως οἱ προσπεσοῦσα προκατέλαβεν, οὔτ' ἀπόρρητος μέλλησις χρονίσασα διελάθετο. πάντα γὰρ ἀεὶ πρὶν ἀπαρτηθῆναι καὶ προδιεγίνωσκε, καὶ πρὸς πάντα τὰ συμβῆναί τι δυνάμενα προπαρεσκεύαστο· τό τε κρυπτόμενον ἰσχυρῶς ἀνευρεῖν καὶ τὸ φαινόμενον πιθανῶς ψευδαγνοεῖν, τό τε λανθάνειν εἰδέναι προσποιήσασθαι καὶ τὸ γινωσκόμενον ἐγκρύψασθαι, τούς τε καιρούς σφισιν ἐφαρμόσαι καὶ τοὺς λογισμοὺς ὑπὲρ αὐτῶν ἀποδοῦναι, καὶ προσέτι καὶ ἐπιτελέσαι καὶ ἐπεξελθεῖν πάνθ' ὅσα ἕκαστα καλῶς ἠπίστατο. τεκμήριον δέ, τά τε ἴδια εὐοικότατός τε ἅμα καὶ εὐδαπανώτατος ἐγένετο, ἀκριβὴς μὲν ὢν ἐς τὸ τὰ ὑπάρχοντα διαρκῶς φυλάξαι, δαψιλὴς δὲ ἐς τὸ τὰ προσήκοντα ἀφειδῶς ἀναλῶσαι, καὶ τοὺς συγγενεῖς πάντας πλὴν τῶν ἀνοσιωτάτων ἰσχυρῶς ἠγάπησεν· οὔτε γὰρ δυστυχήσαντά τινα αὐτῶν ὑπερεῖδεν οὔτε εὐτυχήσαντί τινι ἐφθόνησεν, ἀλλὰ καὶ τούτοις τὰ προϋπάρχοντα συνεπηύξησε καὶ ἐκείνοις τὰ ἐλλείποντα ἀνεπλήρωσε, τοῖς μὲν χρήματα τοῖς δὲ χωρία τοῖς δὲ ἀρχὰς τοῖς δὲ ἱερωσύνας δούς. καὶ μέντοι καὶ πρὸς τοὺς φίλους τούς τε ἄλλους τοὺς προσομιλοῦντάς οἱ θαυμαστῶς προσεφέρετο. οὔτε γὰρ ὑπερεφρόνει τινὰ αὐτῶν οὔθ' ὕβριζεν, ἀλλ' εὐπροσήγορος πᾶσινὁμοίως ὢν τούς τε ὑπουργοῦντάς τι πολλαπλασίως ἠμείβετο καὶ τοὺς λοιποὺς εὐεργεσίαις ἀνηρτᾶτο, καὶ οὔτε λαμπρυνόμενόν τινα ἐβάσκηνέν ποτε οὔτ' αὐξανόμενον ἐταπείνωσεν, ἀλλ' ὡς καὶ αὐτὸς διὰ πάντων σφῶν καὶ μεγαλυνόμενος καὶ ἰσχὺν καὶ κόσμον προσκτώμενος, ἔχαιρεν πλείστους ἑαυτῷ παρισούμενος. τοιοῦτος μέντοι περὶ τοὺς φίλους καὶ περὶ τοὺς γνωρίμους ὢν οὐδὲ ἐς τοὺς ἐχθροὺς ὠμὸς οὐδ' ἀπαραίτητος ἐγένετο, ἀλλὰ πολλοὺς μὲν καὶ τῶν ἰδίᾳ τι προσκρουσάντων οἱ ἀθώους ἀφῆκεν, πολλοὺς δὲ καὶ τῶν προσπολεμησάντων ἀπέλυσε, καί τισιν αὐτῶν καὶ τιμὰς καὶ ἀρχὰς ἔδωκεν. οὕτω που πᾶς πρὸς ἀρετὴν ἐπεφύκει, καὶ κακίαν οὐ μόνον αὐτὸς οὐκ εἶχεν ἀλλ' οὐδὲ ἐν ἄλλῳ τινὶ ἐνεῖναι ἐπίστευεν. Ἐπεὶ δὲ ἐς τούτους τοὺς λόγους ἀφίκομαι, ἄρξομαι περὶ τῶν κοινῶν αὐτοῦ πολιτευμάτων
q.294
λέγειν. καὶ γὰρ εἰ μὲν ἐν ἡσυχίᾳ βεβιώκει, τάχα ἀνέλεγκτον τὴν ἀρετὴν ἔσχεν· νῦν δὲ ἐπὶ πλεῖστον αὐξηθείς, καὶ μέγιστος οὐχ ὅτι τῶν καθ' ἑαυτὸν ἀνθρώπων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τῶν τι δυνηθέντων γενόμενος, ἐκπρεπέστερον αὐτὴν ἀπεδείξατο. ἐκείνους μὲν γὰρ σχεδόν τι πάντας αὐτὴ ἡ ἐξουσία διήλεγξεν, τοῦτον δὲ ἐπὶ μᾶλλον ἐξέφηνεν· τῷ γὰρ μεγέθει τῆς ἀρετῆς ἀντιπάλους πράξεις λαβὼν ἰσοστάσιος αὐταῖς εὑρέθη, καὶ μόνος ἀνθρώπων τηλικαύτην αὐτῷ τύχην ἐξ ἀνδραγαθίας κτησάμενος οὔτε διέβαλεν αὐτὴν οὔθ' ὕβρισεν. ὅσα μὲν οὖν ἄλλως στρατευόμενος ἐλαμπρύνετο, ἢ ὅσα ἐν ταῖς ἐγκυκλίοις λειτουργίαις ἐμεγαλοφρονήσατο, παραλείψω, καίπερ τοσαῦτα ὄντα ὥστ' ἄλλῳ τινὶ καὶ πάνυ ἂν ἐς ἔπαινον ἐξαρκέσαι· πρὸς γάρ τοι τὴν ἐπιφάνειαν τῶν μετὰ ταῦτα αὐτοῦ ἔργων σμικρολογεῖσθαι δόξω, ἂν καὶ ἐκεῖνα ἀκριβῶς ἐπεξίω· ὅσα δὲ δὴ ὁ ἄρχων ὑμῶν ἔπραξεν, ταῦτ' ἐρῶ μόνα. καὶ οὐδὲ ταῦτα μέντοι πάντα καθ' ἕκαστον ἀκριβῶς διηγήσομαι· οὔτε γὰρ ἐξικέσθαι ποτ' ἂν αὐτῶν δυνηθείην, καὶ πάμπολυν ἂν ὑμῖν ὄχλον ἄλλως τε καὶ εἰδόσι παράσχοιμι. Ὁ γὰρ ἀνὴρ οὗτος πρῶτον μὲν πάντων στρατηγήσας ἐν Ἰβηρίᾳ, καὶ ὕπουλον αὐτὴν εὑρών, οὐ περιεῖδέ σφας ὑπὸ τῷ τῆς εἰρήνηςὀνόματι ἀνανταγωνίστους γινομένους, οὐδ' εἵλετο αὐτὸ ἐν ἡσυχίᾳ τὸν τῆς ἀρχῆς χρόνον διαγενέσθαι μᾶλλον ἢ τὰ κοινῇ συμφέροντα πρᾶξαι, ἀλλ' ἐπειδήπερ ἑκόντες οὐ μετεμέλοντο, καὶ ἄκοντάς σφας ἐσωφρόνισεν, ὥστε καὶ τοὺς πρότερόν ποτε εὐδοκιμήσαντας κατ' αὐτῶν τοσοῦτον ὑπερβαλέσθαι ὅσον τὸ φυλάξαι τι τοῦ κτήσασθαι χαλεπώτερόν ἐστιν, καὶ τὸ μηδ' αὖθίς ποτε νεωτερίσαι τινὰς δυνηθῆναι ἐξεργάσασθαι τοῦ τὴν ἀρχὴν ὑπηκόους αὐτούς, ἀκεραίου τῆς δυνάμεώς σφισιν οὔσης, ποιήσασθαι λυσιτελέστερον. τοιγάρτοι καὶ τὰ ἐπινίκια αὐτῷ διὰ τοῦτ' ἐψηφίσασθε καὶ τὴν ἀρχὴν τὴν ὕπατον ἐδώκατε. ἐξ οὗ δὴ καὶ τὰ μάλιστα διεφάνη τοῦθ', ὅτι οὔτε ἐπιθυμίας οὔτε εὐκλείας οἰκείας ἕνεκα τόν τε πόλεμον ἐκεῖνον ἐποιήσατο καὶ πρὸς τὰ λοιπὰ παρεσκευάζετο. παριδὼν οὖν τὴν μέμψιν τῶν νικητηρίων διὰ τὸ τὰ πράγματα κατεπείγειν, καὶ χάριν μὲν ὑμῖν τῆς τιμῆς γνούς, ἀρκεσθεὶς δ' αὐτῇ ἐκείνῃ πρὸς τὴν δόξαν, ὑπάτευσε. καὶ ὅσα μὲν παρὰ τὴν ἀρχὴν ἐν τῇ πόλει διῴκησεν, ἦ μυρία ἂν εἴη λέγειν· ἀλλ' ἐπειδὴ τάχιστα ἔκ τε ἐκείνης ἐξῆλθε καὶ πρὸς τὸν Γαλατικὸν πόλεμον ἐστάλη, θεωρήσατε ὅσα αὖ καὶ ἡλίκα ἐνταῦθα κατειργάσατο. τοῖς μὲν γὰρ συμμάχοις οὐχ ὅπως βαρὺς ἐγένετο, ἀλλὰ καὶ προσεπεβοήθησεν, ἐπειδὴ μήτε τι αὐτοὺς ὑπώπτευσε καὶ προσέτι καὶ ἀδικουμένους εἶδε· τοὺς δὲ δὴ πολεμίους, οὐχ ὅτι τοὺς προσοικοῦντας αὐτοῖς ἀλλὰ καὶ τοὺς ἄλλους πάντας τοὺς τὴν Γαλατίαν νέμοντας, κατεστρέψατο, καὶ τοῦτο μὲν χώραν παμπληθῆ τοῦτο δὲ καὶ πόλεις ἀναριθμήτους, ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ᾔδειμεν, προσεκτήσατο. καὶ ταῦτα μέντοι πάντα, μήτε δύναμιν ἀξιόχρεων μηδὲ χρήματα αὐτάρκη παρ' ὑμῶν λαβών, οὕτω μὲν ταχέως κατέπραξεν ὥστε καὶ πρὶν αἰσθέσθαι τινὰ ὑμῶν ὅτι πολεμεῖ νενικηκέναι, οὕτω δ' ἀσφαλῶς κατεστήσατο ὥστε καὶ ἐπιβατὴν ἀπ' αὐτῶν καὶ τὴν Κελτικὴν καὶ τὴν Βρεττανίαν ποιῆσαι. καὶ νῦν δεδούλωται μὲν Γαλατία ἡ τούς τε Ἄμβρωνας καὶ τοὺς Κίμβρους ἐφ' ἡμᾶς ἀποστείλασα, καὶ γεωργεῖται πᾶσα ὥσπερ αὐτὴ ἡ Ἰταλία, πλεῖται δὲ οὐ Ῥοδανὸς ἔτι μόνος οὐδ' Ἄραρις, ἀλλὰ καὶ Μόσας καὶ Λῆγρος καὶ Ῥῆνος αὐτὸςκαὶ ὠκεανὸς αὐτός. ὧν γὰρ οὐδὲ τὰς ἐπικλήσεις ἀκούοντες ἐπιστεύομεν αὐτὰ εἶναι, ταῦθ' ἡμῖν προσκατείργασται, ἐμβατὰ μὲν τὰ πρὶν ἄγνωστα, πλωτὰ δὲ τὰ πρὶν ἀδιερεύνητα ἀπό τε τῆς μεγαλοπρεπείας καὶ ἀπὸ τῆς μεγαλογνωμοσύνης ποιήσας. καὶ εἴγε μὴ φθονήσαντες αὐτῷ τινες, μᾶλλον δὲ ὑμῖν, ἐστασιάκεσαν, καὶ δεῦρο αὐτὸν πρὸ τοῦ προσήκοντος καιροῦ ἐπανελθεῖν ἠνάγκασαν, πάντως ἂν καὶ τὴν Βρεττανίαν ὅλην μετὰ τῶν ἄλλων νήσων τῶν περικειμένων αὐτῇ καὶ τὴν Κελτικὴν πᾶσαν μέχρι τοῦ ἀρκτικοῦ ὠκεανοῦ ἐκεχείρωτο, ὥσθ' ἡμᾶς ὅρους μὴ γῆν μηδ' ἀνθρώπους τὸ λοιπόν, ἀλλ' ἀέρα καὶ τὴν ἔξω θάλασσαν ἔχειν. διὰ γὰρ ταῦτα καὶ ὑμεῖς, ὁρῶντες τό τε
q.295
μέγεθος τῆς διανοίας αὐτοῦ καὶ τὰ ἔργα καὶ τὴν τύχην, ἐπὶ πλεῖστον ἄρξαι αὐτῷ προσετάξατε· ὅπερ, ἀφ' οὗ ἐδημοκρατήθημεν, οὐδενὶ ἄλλῳ ὑπῆρξεν, λέγω δὲ τὸ ὀκτὼ ἔτεσιν ὅλοις ἐφεξῆς ἡγεμονεῦσαι. οὕτως αὐτὸν πάντα ἐκεῖνα ὑμῖν ὄντως προσκτᾶσθαι ἐνομίσατε, καὶ οὐδεπώποτε ἐφ' ὑμᾶς αὐξηθήσεσθαι ὑπωπτεύσατε. Ἀλλὰ ὑμεῖς μὲν ἐπὶ μακρότατον αὐτὸν ἐγχρονίσαι τοῖς χωρίοις ἐκείνοις ἐπεθυμήσατε· οὐ μέντοι ἐπέτρεψαν οἱ τὴν πολιτείαν μηκέτι κοινὴν ἀλλ' ἰδίαν αὐτὴν νομίζοντες εἶναι οὔτε τούτῳ τὰ λοιπὰ προσκαταστρέψασθαι οὔθ' ὑμῖν πάντων αὐτῶν κυριεῦσαι, ἀλλὰ τῇ ἀσχολίᾳ αὐτοῦ ἀποχρησάμενοι καὶ πολλὰ ἀνόσια ἐτόλμησαν ὥσθ' ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας δεηθῆναι. καὶ διὰ τοῦτο καταλιπὼν τὰ προκείμενα ταχέως ὑμῖν ἐπεκούρησεν, καὶ πᾶσαν τὴν Ἰταλίαν ἐκ τῶν ἐπαρτηθέντων αὐτῇ κινδύνων ἠλευθέρωσεν, καὶ τὴν Ἰβηρίαν ἀλλοτριουμένην ἐκομίσατο, καὶ τὸν Πομπήιον τήν τε πατρίδα καταλιπόντα καὶ βασιλείαν ἰδίαν ἐν Μακεδονίᾳ κατασκευάζοντα, καὶ ἐκεῖσε πάντα τὰ ὑμέτερα ἀγαθὰ μεταφέροντα, τούς τε ὑπηκόους ὑμῶν ἐφ' ὑμᾶς συσκευαζόμενον καὶ τοῖς χρήμασιν ὑμῶν ἐφ' ὑμᾶς χρώμενον ἰδὼν τὸ μὲν πρῶτον πεῖσαί πως ἠθέλησεν, καὶ κοινῇ καὶ ἰδίᾳ προσπέμπων, παύσασθαι καὶ μεταθέσθαι, πίστεις λαβὼν μεγίστας ἦ μὴν ἐν τοῖς ἴσοις ὁμοίωςαὖθις αὐτὸν γενήσεσθαι· ἐπεὶ δ' οὐδένα τρόπον ἠδυνήθη τοῦτο ποιῆσαι, ἀλλ' ἐκεῖνος τά τε ἄλλα καὶ τὴν συγγένειαν τὴν πρὸς τὸν Καίσαρα αὐτῷ ὑπάρξασαν ὑπερβὰς ἀντιπολεμεῖν ὑμῖν εἵλετο, οὕτω δὴ καταναγκασθεὶς τοῦ ἐμφυλίου πολέμου προσάψασθαι τί μὲν δεῖ λέγειν ὡς εὐτόλμως ἐπ' αὐτόν, καίπερ χειμῶνος ὄντος, ἔπλευσεν, τί δ' ὡς εὐθαρσῶς αὐτῷ, καίτοι πάντα τὰ ἐπιχώρια ἔχοντι, συνέμιξεν, τί δ' ὡς ἀνδρικῶς αὐτοῦ, καίπερ πολὺ τῷ πλήθει τῶν στρατιωτῶν ἐλασσούμενος, ἐκράτησεν; ἂν γάρ τις καθ' ἕκαστον αὐτῶν ἐπεξελθεῖν ἐθελήσῃ, παῖδα ἂν ἀποδείξειεν τὸν θαυμαστὸν ἐκεῖνον Πομπήιον· οὕτως ἐν πᾶσιν αὐτοῖς κατεστρατηγήθη. Ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ οὐδ' αὐτὸς ὁ Καῖσαρ ἐσεμνύνατό ποτε ἐπ' αὐτοῖς, μισῶν αὐτὰ τῆς ἀνάγκης· ἐπεὶ δὲ τὸ δαιμόνιον δικαιότατα τὴν μάχην ἔκρινεν, τίνα μὲν τῶν τότε πρῶτον ἁλόντων ἀπέκτεινεν, τίνα δ' οὐκ ἐτίμησεν, οὐχ ὅτι τῶν βουλευτῶν ἢ τῶν ἱππέων ἢ καὶ ὅλως τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν συμμάχων τῶν τε ὑπηκόων; οὐδὲ γὰρ οὐδὲ ἐκείνων τις οὔτ' ἀπέθανεν βιαίως οὔτ' αἰτίαν ἔλαβεν, οὐκ ἰδιώτης, οὐ βασιλεύς, οὐκ ἔθνος, οὐ πόλις· ἀλλ' οἱ μὲν καὶ συνεξητάσθησαν αὐτῷ, οἱ δὲ τὴν γοῦν ἄδειαν ἐντίμως ἔσχον, ὥστε τότε δὴ καὶ πάντας ὀδύρεσθαι τῶν ἀπολωλότων. τοσαύτῃ γὰρ περιουσίᾳ φιλανθρωπίας ἐχρήσατο ὥστε τοὺς μὲν συναραμένους τῷ Πομπηίῳ ἐπαινέσαι καὶ πάντα σφίσι τὰ δοθέντα ὑπ' αὐτοῦ φυλάξαι, τὸν δὲ δὴ Φαρνάκην καὶ τὸν Ὀρώδην μισῆσαι ὅτι οὐκ ἐπεκούρησαν φίλοι αὐτοῦ ὄντες. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τῷ μὲν οὐκ ἐς μακρὰν ἐπολέμησεν, τῷ δὲ ἐπιστρατεύειν ἔμελλεν. πάντως δ' ἂν καὶ ζῶντα εἰλήφει. τεκμήριον δέ, ὅτι μήτε εὐθὺς αὐτὸν ἐπεδίωξεν ἀλλὰ κατὰ σχολὴν εἴασε φυγεῖν, καὶ τὸν θάνατον αὐτοῦ ἀηδῶς ἤκουσεν, τούς τε φονεύσαντας αὐτὸν οὐκ ἐπῄνεσεν ἀλλὰ καὶ ἀνταπέκτεινεν οὐ πολλῷ ὕστερον, καὶ τὸν Πτολεμαῖον, ὅτι καίτοι παῖς ὢν τὸν εὐεργέτην ἀπολόμενον περιεῖδε, προσδιέφθειρεν. Μετὰ ταῦτα τοίνυν ὅπως μὲν τὴν Αἴγυπτον κατεστήσατο, καὶ ὅσα χρήματα ὑμῖν ἐκεῖθεν ἐκόμισεν, περιττὸν ἂν εἴη λέγειν· στρατεύσας δὲ ἐπὶ τὸν Φαρνάκην οὐκ ὀλίγα ἤδη τοῦ τε Πόντου καὶ τῆς Ἀρμενίας ἔχοντα, προσηγγέλθη τε ἅμα αὐτῷ προσιὼν καὶ ὤφθη παρὼν καὶ συνέβαλεν αὐθημερὸν καὶ ἐνίκησεν. ἀφ' ὧνπερ οὐχ ἥκιστα διέδειξεν ὅτι οὐδὲν χείρων ἐν τῇ Ἀλεξανδρείᾳ ἐγένετο, οὐδ' ὑπὸ τρυφῆς ἐν αὐτῇ ἐνεχρόνισεν· πῶς γὰρ ἂν ῥᾳδίως ἐκεῖνα ἔπραξεν μὴ πολλῇ μὲν παρασκευῇ διανοίας πολλῇ δὲ καὶ ῥώμῃ χρώμενος; ὡς δ' οὖν καὶ ὁ Φαρνάκης ἔφυγεν, παρεσκευάζετο ἐπὶ τὸν Πάρθον στρατεῦσαι, στασιασάντων δ' αὖθις ἐνταῦθά τινων ἀνεκομίσθη τε ἄκων, καὶ οὕτως αὖ καὶ ταῦτα διέθετο ὥστε μηδ' ὅτι ἀρχὴν ἐταράχθη πιστευθῆναι. οὔτε γὰρ ἀπέθανεν
q.296
οὔτε ἔφυγεν, ἀλλ' οὐδ' ἠτιμώθη τὸ παράπαν ἐξ ἐκείνων τῶν πραγμάτων οὐδείς, οὐχ ὅτι οὐ δικαιότατα ἂν πολλοὶ ἐκολάσθησαν, ἀλλ' ὅτι τοὺς μὲν πολεμίους ἀφειδῶς ἀπολλύναι τοὺς δὲ δὴ πολίτας σώζειν, κἂν φαῦλοί τινες ὦσιν, ἡγεῖτο δεῖν, καὶ διὰ τοῦτο τῇ μὲν ἀνδρείᾳ τοὺς ἀλλοφύλους κατηγωνίζετο, τῇ δὲ φιλανθρωπίᾳ καὶ τοὺς στασιάζοντας τῶν πολιτῶν, καίτοι καὶ ἀναξίους πολλάκις τούτου γεγονότας ἀφ' ὧν ἔπραττον, διετήρει. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ Ἀφρικῇ τῇ τε Ἰβηρίᾳ αὖθις ἔπραξεν, πάντας ὅσοι μὴ καὶ πρότερόν ποτε ἁλόντες ἐπ' αὐτοῦ ἠλέηντο ἀφείς. πολλοὺς δὲ καὶ τῶν ἐπιβουλευόντων ἔσωσεν, δοὺς τοῖς τε ἑταίροις ἅπασιν καὶ τοῖς συννικήσασιν αὐτῷ ἕνα ἑκάστῳ τῶν ἁλόντων περιποιήσασθαι. Καὶ μέντοι ὅτι πάντα ταῦτα ἀπ' ἐμφύτου χρηστότητος, καὶ οὔτε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇ πλεονεξίας τινός, ὥσπερ ἕτεροι συχνοὶ ἐφιλανθρωπεύσαντό τινα, ἔπραξεν, μέγιστον μὲν καὶ ἐκεῖνο μαρτύριόν ἐστιν, ὅτι πανταχοῦ καὶ διὰ πάντων ὅμοιος ἐγένετο καὶ οὔτ' ὀργή τις αὐτὸν ἠγρίανεν οὔτ' εὐπραγία διέφθειρεν, οὐ τὸ κράτος ἠλλοίωσεν, οὐχ ἡ ἐξουσία μετέβαλεν. ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστότητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· οὕτως γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνο, ὅτι τοῖς τε ἑαυτῷ πολεμήσασι τὸ μηδ' ὑπ' ἄλλου τινὸς κολασθῆναι παρεσκεύασεν, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικότας ἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰτοῦ Λεπίδου καὶ τοῦ Σερτωρίου γενομένοις ἄδειαν δοθῆναι ἐποίησεν, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυχθέντων ὑπὸ τοῦ Σύλλου περιλειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρεσκεύασεν, καὶ αὐτοὺς μετὰ τοῦτο κατήγαγεν, τούς τε παῖδας ἁπάντων τῶν ὑπ' ἐκείνου θανατωθέντων καὶ τιμῶν καὶ ἀρχῶν ἠξίωσεν. καίτοι τὸ μέγιστον, πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ παρὰ τῷ Πομπηίῳ ἢ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε, μήτ' ἀναγνούς τι αὐτῶν μήτε τηρήσας, ἵνα μήτ' ἄλλῳ τινὶ πονηρευθῆναί τι δι' αὐτὰ ἐγγένηται· οὐδεὶς γοῦν ἐκ τῶν γραμμάτων ἐκείνων οὐχ ὅσον οὐκ ἔπαθέν τι δεινόν, ἀλλ' οὔτε ἐφοβήθη. οὔκουν οὔτ' οἶδεν οὐδεὶς τοὺς ἐξ αὐτῶν περὶ γένους πλὴν αὐτῶν ἐκείνων. τοῦτο γάρ ἐστι παραδοξότατον καὶ μηδεμίαν ὑπερβολὴν ἔχον, ὅτι τε ἀφείθησαν πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν πρὶν κινδυνεῦσαι, καὶ οὐδ' αὐτὸς ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς ἠλέησεν. Καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τὰ ἄλλα, ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ καθ' αὑτὰ ὄντα, παρὰ μικρὸν δ' ἂν πρὸς ἐκεῖνα νομισθέντα, οὐ χρὴ ἀκριβῶς ἐπεξιέναι. 136. Ὅτι ὁ Ἀντώνιος μετὰ τὴν σφαγὴν Καίσαρος ἐπειδὴ ἐξετάσαι τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος αὐτῷ ἐπετράπη, οὐκέτ' ἐσωφρόνησεν, ἀλλ' ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων αὐτοῦ ἐγένετο, πολλὰ μὲν ἀπήλειψεν πολλὰ δὲ καὶ ἀντέγραψεν, ἄλλα τε καὶ νόμους. καὶ προσέτι καὶ χρήματα καὶ ἀρχὰς τὰς μὲν ἀφείλετο τὰς δὲ ἔδωκεν ἄλλοις, ὡς καὶ ἐκ τῶν ἐκείνου διαγραμμάτων αὐτὰ ποιῶν. κἀκ τούτου συχνὰ μὲν αὐτόθεν ἥρπασεν, συχνὰ δὲ καὶ παρ' ἰδιωτῶν τῶν τε δήμων καὶ τῶν βασιλέων ἠργυρολόγησεν, τοῖς μὲν χώραν τοῖς δὲ ἐλευθερίαν, ἄλλοις πολιτείαν, ἄλλοις ἀτέλειαν πωλῶν. 137. Ὅτι τὴν ἀρχὴν οἱ στρατιῶται τὸν Ἀντώνιον φιλοφρόνως ἐδέξαντο, προσδοκήσαντες πλείω παρὰ τῶν προτεινομένων σφίσι παρὰ τοῦ Καίσαρος λήψεσθαι. ὡς μέντοι ρʹ ἑκάστῳ δώσειν δραχμὰς ὑπέσχετο, καὶ ἐπὶ τούτῳ θορυβησάντων σφαγῆναι ἄλλους τέ τινας καὶ ἑκατοντάρχους ἐν τοῖς αὑτοῦ καὶ ἐν τοῖς τῆς γυναικὸς ὀφθαλμοῖς ἐκέλευσεν, ἐνεωτέρισαν καὶ πρὸς τὸν Καίσαρα μετέστησαν· ὁ δὲ τούτους παρέλαβεν καὶ κατὰ φʹ δραχμὰς ἔδωκεν. 138. Ὅτι τούς τε ἄλλους ἑτοιμότερον ἔσφαζον οἱ περὶ Ἀντώνιον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἤχθοντο· παμπόλλων τε χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν πλουσίων ἔχθραν προσέθεντο. καὶ ἄλλα τε διὰ τοῦτο παρενομήθη, καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵν' ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ. Ταῦτα δὲ ἐπράττοντο ὑπό τε Λεπίδου καὶ Ἀντωνίου, ἐδόκει δὲ
q.297
καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη· τῇ τε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δ' ἔτι νέος τε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτ' ἄλλως ἂν ἀνάγκην πολλοὺς σφοδρῶς μισεῖν εἶχεν καὶ φιλεῖσθαι ἤθελε. σημεῖον δὲ ὅτι, ἀφ' οὗ τῆς τε πρὸς ἐκείνους συναρχίαςἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖς τε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις τισὶν ἐπιεικέστατα ἐχρήσατο. τεκμήριον δέ, Τανουσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Βίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν· μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλεν, τηρήσασα, τόν τε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον μόνον τῶν τριῶν ἐσελθεῖν διετάξατο, κἀνταῦθα ἐσπηδήσασα τό τε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσεν, καὶ τὴν κιβωτὸν ἐσκομίσασα τὸν ἄνδρα ἐκεῖθεν ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητο), τὸν δὲ δὴ Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι. 139. Ὅτι καὶ Λέπιδος τῷ ἀδελφῷ τῷ Παύλῳ ἐς Μίλητον ἐκδρᾶναι ἐπέτρεψεν καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν. 140. Ὅτι ὁ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικουρῆσαί τινι αὐτῶν ἐπιχειρήσαντας ἔκτεινεν. τάς τε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆς τε ἀνοσιωτάτης καὶ τῆς οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. 141. Ὅτι καὶ ἡ Φουλβία πολλοὺς καὶ αὐτὴ κατ' ἔχθραν, καὶ διὰ χρήματα καὶ ἔστιν οὓς οὐδὲ γινωσκομένους ὑπὸ τἀνδρός, ἐθανάτωσεν· ἑνὸς γοῦν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι" τοῦτον οὐκ ἠπιστάμην" 2. ὡς δ' οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη σφίσι (φεύγων γὰρ καὶ καταληφθεὶς ἐσφάγη), ὁ Ἀντώνιος πολλὰ αὐτῷ καὶ δυσχερῆ ἐξονειδίσας ἔπειτα ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶνἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν' ὅθεν κατ' αὐτοῦ δημηγορῶν ἠκούετο, ἐνταῦθα μετὰ τῆς χειρὸς τῆς δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο· ἡ δὲ δὴ Φουλβία ἔς τε τὰς χεῖρας αὐτὴν ἐδέξατο πρὶν ἀποκομισθῆναι, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπί τε τὰ γόνατα ἐπέθηκεν, καὶ τὸ στόμα αὐτῆς διοίξασα τήν τε γλῶσσαν ἐξείλκυσεν καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα καὶ μιαρὰ προσεπισκώπτουσα. καὶ οὗτοι δ' οὖν ὅμως ἔσωσάν τινας, παρ' ὧν γε καὶ πλείω χρήματα ἔλαβον ἢ τελευτησάντων εὑρήσειν ἤλπισαν· καὶ ἵνα γε μὴ κεναὶ αἱ ἐν τοῖς λευκώμασι χῶραι τῶν ὀνομάτων ὦσιν, ἑτέρους ἀντενέγραψαν. πλήν γε ὅτι τὸν θεῖον ὁ Ἀντώνιος, πολλὰ τῆς μητρὸς τῆς ἑαυτοῦ τῆς Ἰουλίας ἱκετευσάσης, ἀφῆκεν, οὐδὲν ἄλλο χρηστὸν εἰργάσατο. 142. Ὅτι τὰ ἀξιομνημόνευτα διηγεῖται ὁ Δίων τῶν ἐπὶ τοῦ Καίσαρος καὶ Ἀντωνίου συμβάντων· τοῦτο μὲν γὰρ ἐς σπήλαιόν τις τὸν δεσπότην κατακρύψας, εἶτ' ἐπειδὴ καὶ ὣς καθ' ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήν τε ἐσθῆτα πρὸς αὐτὸν ἠλλάξατο, καὶ μετ' αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος ὢν προαπήντησε καὶ ἐσφάγη· καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νομίσαντες ὃν ἐβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντων αὐτῶν ἑτέρωσε διέφυγε. τοῦτο δὲ ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτός τε ἐς φορεῖον κατάστεγον ἐσῆλθεν καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησεν· κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐδ' ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τις σκευοφόρος διεσώθη. καὶ ταῦτα μὲν ἴσως ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν· στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν στίξαντα, ἀλλὰ καὶ πάνυ προθύμως ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέν τέ τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν, αὐτὸς δὲ τήν τε ἐσθῆτα καὶ τὸνδακτύλιον τοῦ δεσπότου λαβὼν
q.298
ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκ τε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόν τε ἅμα ἔσωσεν καὶ αὐτὸς ἐτιμήθη. ταῦτα μὲν οὖν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνήκει· Ὁσίλιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσεν. 143. Ὅτι καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψεν καὶ ὅσον ἐφ' ἑαυτῷ ἔσωσεν. αὐτὸς μὲν γὰρ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησεν· μαθὼν δὲ ἐκεῖνος τὸ γιγνόμενον, καὶ θαυμάσας τε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκεν. Ἀρετῆς μὲν δὴ καὶ εὐσεβείας τοσαῦτα ἐπιφανῆ ἔργα ἐγένετο. 144. Ὅτι Πόπλιος τὸν Κικέρωνα τὸν Μᾶρκον ἀπέκτεινεν καίπερ εὐεργέτην αὐτοῦ ἐκ συνηγορήματος ὄντα, καὶ ἵνα γε μὴ ἀκουόμενος μόνον ἀλλὰ καὶ ὁρώμενος πίστιν τοῦ πεφονευκέναι αὐτὸν λάβῃ, εἰκόνα ἑαυτοῦ πλησίον τῆς ἐκείνου κεφαλῆς ἐστεφανωμένην ἔθηκεν, καὶ τὸ ὄνομα καὶ τὸ ἔργον αὐτοῦ ἐπιγεγραμμένον ἔχουσαν. καὶ οὕτω γε καὶ τῷ Ἀντωνίῳ διὰ ταῦτα ἤρεσεν ὥστε καὶ χρήματα πλείω τῶν ἐπηγγελμένων λαβεῖν. 145. Ὅτι ἐπὶ Ἀντωνίου καὶ Ὀκταβίου καὶ σφαγαὶ καὶ πολλὰκαὶ ἄτοπα περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινεν. καίτοι ταῖς γυναιξὶ ταῖς τῶν φονευομένων τὰς προῖκας καὶ τοῖς τέκνοις τοῖς μὲν ἄρρεσι τὸ δέκατον ταῖς δὲ θηλείαις τὸ εἰκοστὸν τῆς ἑκάστου σφῶν οὐσίας δώσειν, ὡς καὶ δίκαιοι καὶ φιλάνθρωποι ὄντες, ἐπηγγείλαντο. ἀλλ' οὔτε ταῦτα πλὴν ὀλίγων ἐδόθη, τά τε τῶν λοιπῶν καὶ πάντα πάνυ ἀδεῶς ἐπορθεῖτο. τοῦτο μὲν γὰρ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν τε ἐν τῷ ἄστει καὶ τῇ Ἰταλίᾳ οἰκιῶν, ὧνμὲν ἐμεμισθώκεσάν τινες, ὅλον, ὧν δ' αὐτοὶ ᾤκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν ἐσέπραξαν· τοῦτο δὲ τοὺς τὰ χωρία ἔχοντας τὸ ἥμισυ τῶν προσόδων αὐτῶν ἀφείλοντο. καὶ τοὺς στρατιώτας τὴν τροφὴν παρὰ τῶν πόλεων, ἐν αἷς ἐχείμαζον, προῖκα λαμβάνειν ἐποίησαν, καὶ κατὰ τὴν χώραν, ὡς ἐπὶ τὰ δεδημευμένα τά τε τῶν ἀνθισταμένων ἔτι, διαπέμποντες (καὶ γὰρ ἐκείνους, ὅτι μὴ ἐντὸς τῆς προρρηθείσης σφίσιν ἡμέρας μετεστήσαντο, πολεμίους ἐποιήσαντο) καὶ πάντα προσδιήρπαζον. 146. Ὅτι Κάσσιος καὶ Βροῦτος στρατηγοῦντες, ἐπεὶ Ὀκταβιανὸς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι ἤρξατο, τῆς δημοκρατίας ἀπογνόντες καὶ ἐκεῖνον φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς οἱ Ἀθηναῖοι λαμπρῶς ὑπεδέξαντο· ἐτιμῶντο μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων σχεδόν τι πάντων ἐφ' οἷς ἐποίησαν, ἐκεῖνοι δὲ καὶ εἰκόνας σφίσι χαλκᾶς παρά τε τὴν τοῦ Ἁρμοδίου καὶ τοῦ Ἀριστογείτονος, ὡς καὶ ζηλωταῖς αὐτῶν γενομένοις, ἐψηφίσαντο. 147. Ὅτι ἡ Φουλβία, ἡ πενθερὰ τοῦ Ὀκταβίου Καίσαρος γυνὴ δὲ Ἀντωνίου, καὶ Λούκιος καὶ οἱ συγγενεῖς αὐτῆς διηνέχθησαν πρὸς Καίσαρα, οἱ μὲν ὅτι τοῦ μέρους τῆς τῶν ἀγρῶν νομῆς τοῦ τῷ Ἀντωνίῳ προσήκοντος οὐ μετέσχον, ὁ δ' ὅτι τὰ στρατεύματα παρ' αὐτῶν οὐκ ἀνέλαβε. κἀκ τούτων ἥ τε συγγένεια αὐτῶν ἡ ἐκ τῆς ἐπιγαμίας διελύθη, καὶ πρὸς πόλεμον ἐμφανῆ προήχθησαν. ὁ γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων (ἐκείνῃ γὰρ μᾶλλον ἢ τῷ Ἀντωνίῳ διαφέρεσθαι δοκεῖν ἐβούλετο) τὴν θυγατέρα αὐτῆς ὡς καὶ παρθένον ἔτι οὖσαν, ὃ καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο, οὐκ ὀκνήσας οὔτε εἰ τοσοῦτον ἄλλως ἡ γυνὴ πεπαρθενεῦσθαι παρ' αὐτῷ χρόνον νομισθείη, οὔτε πρὸς τὴν παρασκευὴν τῶν ἐσομένων εἰ ἐκ πολλοῦ δόξειεν αὐτὸ προβεβουλευκέναι. γενομένου δὲ τούτου οὐδὲν ἔτι φίλιον ἐποίουν. 148. Ὅτι πᾶσαν κατ' ἀρχὰς τὴν Ἰταλίαν, πλὴν εἴ τις τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν ἢ καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετά τε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατασκευῆς τούς τε δεσπότας. ὁ Καῖσαρ ἀφῃρεῖτο καὶ τοῖς συστρατεύσασιν ἐδίδου, οἱ δὲ τῶν κτημάτων ἀποστερούμενοι δεινῶς ἠγανάκτουν. 149. Ὅτι ἡ Φουλβία καὶ ὁ Λούκιος ὁ ὕπατος πλείω δύναμιν ἐν τοῖς ἀδικουμένοις σχήσειν ἐλπίσαντες, τῶν μὲν ληψομένων τοὺς ἀγροὺς ἠμέλησαν, πρὸς δὲ ἐκείνους, ἅτε καὶ
q.299
πλείονας ὄντας καὶ ὀργὴν δικαίαν ὑπὲρ ὧν ἀπεστεροῦντο ποιουμένους, ἐτράποντο. κἀκ τούτου ὑπολαμβάνοντες αὐτοὺς ὡς ἑκάστους καὶ συνῄροντο καὶ συνίστων, ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους τότε προστατῶν ἐπιλαβομένους ἀναθαρσῆσαι καὶ μηδενὸς ἔτι τῶν οἰκείων ἀφεῖσθαι. τούτους τε οὖν ὁ Λούκιος καὶ ἡ Φουλβία προσεποιοῦντο, καὶ τοῖς ἀμφὶ τὸν Καίσαρα οὐδὲν προσέκρουον. οὐ γὰρ ὡς δέον αὐτοὺς κληρουχῆσαί τινα προεβάλλοντο, ἀλλ' ἀρκοῦντα αὐτοῖς τὰ τῶν ἀντιπολεμησάντων σφίσιν ἀπέφαινον. 150. Ὅτι τῆς Κλεοπάτρας ἐν Κιλικίᾳ τῷ Ἀντωνίῳ ὀφθείσης ἐρασθεὶς οὐκέτ' οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο, ἀλλὰ τῇ τε Αἰγυπτίᾳ ἐδούλευε καὶ τῷ ἐκείνης ἔρωτι ἐσχόλαζεν. καὶ ἄλλα τε ὑπὲρ τοῦτο πολλὰ καὶ ἄτοπα ἔπραξεν, καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τοῦ ἐν Ἐφέσῳ Ἀρτεμισίου ἀποσπάσας ἀπέκτεινεν, καὶ τέλοςἐς τὴν Αἴγυπτον ἀπῆρε τὴν Συρίαν καταλιπών. ὅθενπερ καὶ τὰ μάλιστα ἄλλα τε ταραχώδη πολλὰ ἐγένετο, καὶ οἱ Πάρθοι καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο. 151. Ὅτι ὁ Λαβιῆνος ἐτύγχανε μὲν τῷ Κίσσῳ τῷ Βρούτῳ συμμαχῶν, πεμφθεὶς δὲ πρὸς τὸν Ὀρώδην πρὸ τῆς μάχης ὅπως τινὰ βοήθειαν λάβῃ, συχνὸν ὑπ' αὐτοῦ χρόνον διέτριβεν περιορώμενος καὶ ὀκνοῦντος μὲν συνθέσθαι οἱ, δεδιότος δὲ ἀπαρνήσασθαι. καὶ μετὰ τοῦτο ὡς ἡ ἀγγελία τῆς ἥττης ἀφίκετο καὶ οἱ κρατήσαντες ἐδόκουν μηδὲν τῶν ἀντιπολεμησάντων σφίσι φείσασθαι, κατέμεινε παρὰ τοῖς βαρβάροις, τὸν μετ' αὐτῶν βίον πρό [τι] τοῦ οἴκοι ὀλέθρου προτιμήσας. οὗτος οὖν ἐπειδὴ τάχιστα τήν τε ἔκλυσιν τοῦ Ἀντωνίου καὶ τὸν ἔρωτα τήν τε ἐς Αἴγυπτον ὁδὸν ᾔσθετο, ἔπεισε τὸν Πάρθον τοῖς Ῥωμαίοις ἐπιχειρῆσαι. τά τε γὰρ στρατεύματα αὐτῶν τὰ μὲν παντελῶς ἐφθάρησαν, τὰ δὲ κεκακῶσθαι, καὶ τοὺς λοιποὺς ἐν στάσει εἶναι, καὶ παρῄνεσεν αὐτῷ τήν τε Συρίαν καὶ τὰ ὅμορα αὐτῇ καταστρέψασθαι, ἐν ᾧ Καῖσαρ μὲν ἐν τῇ Ἰταλίᾳ καὶ περὶ τὸν Σέξτον ἀσχολίαν ἦγεν, Ἀντώνιος δὲ ἐν Αἰγύπτῳ ἤρα. ἡγεμὼν δὲ ὑπέσχετο τοῦ πολέμου γενήσεσθαι. 152. Ὅτι ὁ Ἀντώνιος πυθόμενος τὰ δρώμενα ὑπὸ Πάρθων κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλ' ὑπό τε τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολιτῶν ἐφρόντισε. τέως μὲν γὰρ κάτω ἐτέτακτο καὶ τῶν πρωτείων ἐφίετο, εὐτόνως τοῖςπράγμασι προσεῖχεν· ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτι ἀκριβῶς οὐδενὸς αὐτῶν ἐπεμελεῖτο, ἀλλὰ τῇ τε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα, μέχρι οὗ παντελῶς κατελύθη. ὀψὲ δ' οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ τἆλλα προκατειλημμένα, ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος· καίτοι τῆς πρὸς ἐκείνους βραδυτῆτος τὰ τῶν Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ δι' ἐκείνους ἐπεκούρησε. 153. Ὅτι Καῖσαρ καὶ Ἀντώνιος συνθέμενοι ἀλλήλοις εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶς τε καὶ ῥωμαϊκῶς, Ἀντώνιος δὲ Ἀσιανῶς τε καὶ Αἰγυπτίως. καταλλαγέντων δ' αὐτῶν, ὥσγε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τῷ Καίσαρι συνόντες ἀπῄτουν παρ' αὐτοῦ τὰ χρήματα ἃ ὑπέσχοντό σφισι ἀπὸ τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις, δι' ἃ καὶ ἐς τὴν Ἀσίαν, ὅπως ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο. καὶ ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας ὁ Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. 154. Ὅτι ὁ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς Ἀντώνιον οἱ γενομένας ὡς καὶ τῷ Καίσαρι μετ' αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ ἐξελευθέρῳ οἱ, ᾧ πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ περιπλέοντι κακουργεῖν τὰ τῶν ἐναντίων. καὶ Μᾶρκόν τινα ναυλοχοῦντα ἐζώγρησε· καὶὃς ἔπαθε κακὸν οὐδέν (διά τε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου τὸ ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθη), οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὡς καὶ τοῦτο ἐν τοῖς μάλιστα τῶν ὁμοίων μνημονευθῆναι. 155. Ὅτι ὁ Καῖσαρ
q.300
ἐλειοῦτο τὸ γένειον· ἤδη γὰρ τῆς Λιβίας ἐρᾶν ἤρξατο, καὶ διὰ τοῦτο καὶ τὴν Σκριβωνίαν τεκοῦσαν θυγατρίδιον ἀπεπέμψατο αὐθημερόν. 156. Ὅτι ὁ Ἀντώνιος ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐλθώνἐπὶ πλεῖστον ἐνεχρόνισε, τὰς ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ἵν' ὅτι ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσιν. ἀλλὰ καὶ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτός τε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου· ἐπειδὴ δὲ οἱ Ἀθηναῖοι πρός τε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρ' αὐτῶν ἐξέπραξε. 157. Ὅτι βουλευομένου τινὸς Μάρκου ἀγορανομίας τὸ πλῆθος ἔς τε τὰ ἄλλα τὰ πρὸς τὸν βίον ἀναγκαῖα καὶ ἐς τὸ τῆς ἀρχῆς ἀνάλωμα ἀργύριον συνεσήνεγκε. καὶ λόγος τε ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινομένους τι, ἐσελθόντας συγκαταβάλλειν τὰ χρήματα. καὶ ὁ μὲν οὕτω ζῶν ὑπὸ τοῦ ὀμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἐς τὸ Ἄρειον πεδίον ἐκομίσθη καὶ ἐκεῖ ἐκαύθη καὶ ἐτάφη· ἡ δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸνσπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα ἀνείλετο, πεισθεῖσα τοῖς ποντίφιξιν. 158. Ὅτι ὁ Μηνᾶς ἄπιστός τε φύσει ὢν καὶ τὰ τοῦ κρείττονος ἀεὶ θεραπεύων, καὶ προσέτι καὶ ἀγανακτήσας ὅτι μηδεμίαν ἀρχὴν εἶχεν ἀλλὰ τῷ Σαβίνῳ ὑπετέτακτο, πρὸς τὸν Σέξτον αὖθις ηὐτομόλησεν. 159. Ὅτι ὁ Κορνουφίκιος τοσοῦτον ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἐπὶ ἐλέφαντος ἀνακομίζεσθαι. 160. Ὅτι ὁ τῶν Πάρθων ἡγούμενος ὁ Πάκορος ἐν τοῖς μάλιστα τῶν πώποτε βασιλευσάντων ἐπὶ δικαιοσύνῃ καὶ πρᾳότητι διαλάμπων ἠγαπᾶτο. 161. Ὅτι ὁ Ἀντώνιος ἐπὶ τῇ Κλεοπάτρᾳ μεγάλως διεβλήθη, ὅτι τε παῖδας ἐξ αὐτῆς, πρεσβυτάτους μὲν Ἀλέξανδρον καὶ Κλεοπάτραν (δίδυμοι γὰρ ἐτέχθησαν) νεώτατον δὲ Πτολεμαῖον τὸν Φιλάδελφον ἐπικληθέντα, ἀνείλετο, καὶ ὅτι πολλὰ μὲν τῆς Ἀραβίας τῆς τε Μάλχου καὶ τῆς τῶν Ἰτυραίων (τὸν γὰρ Σαλανίαν, ὃν αὐτὸς βασιλέα σφῶν ἐπεποιήκει, ἀπέκτεινεν ὡς τὰ τοῦ Πακόρου πράξαντα), πολλὰ δὲ τῆς Φοινίκης τῆς τε Παλαιστίνης, Κρήτης τέ τινα καὶ Κυρήνην τήν τε Κύπρον αὐτοῖς ἐχαρίσατο. 162. Ὅτι ὁ Ἀντώνιος ἔτι καὶ μᾶλλον τῷ ἔρωτι καὶ τῇ γοητείᾳ τῆς Κλεοπάτρας ἐδούλευεν. 163. Ὅτι ἡ Κλεοπάτρα οὕτω τὸν Ἀντώνιον ἐδεδούλωτο, ὥστε καὶ γυμνασιαρχῆσαι τοῖς Ἀλεξανδρεῦσι πεῖσαι, βασιλίς τε αὐτὴ καὶ δέσποινα ὑπ' ἐκείνου καλεῖσθαι, στρατιώτας τε Ῥωμαίους ἐντῷ δορυφορικῷ ἔχειν, καὶ τὸ ὄνομα αὐτῆς πάντας σφᾶς ταῖς ἀσπίσιν ἐπιγράφειν. ἔς τε τὴν ἀγορὰν μετ' αὐτοῦ ἐσεφοίτα, καὶ τὰς πανηγύρεις οἱ συνδιετίθει, τάς τε δίκας συνεξήταζεν, καὶ συνίππευε καὶ ἐν ταῖς πόλεσιν, ἢ καὶ ἐκείνη μὲν ἐν δίφρῳ τινὶ ἐφέρετο, ὁ δὲ Ἀντώνιος αὐτοποδὶ μετὰ τῶν εὐνούχων ἠκολούθει. καὶ τό τε στρατήγιον βασίλειον ὠνόμαζεν, καὶ ἀκινάκην ἔστιν ὅτε παρεζώννυτο, ἐσθῆτί τε ἔξω τῶν πατρίων ἐχρῆτο, καὶ ἐπὶ κλίνης ἐπιχρύσου δίφρου τε ὁμοίου καὶ ἐν τῷ κοινῷ ἑωρᾶτο. συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς μὲν Ὄσιρις καὶ Διόνυσος ἐκείνη δὲ Σελήνη καὶ Ἶσις λέγοντες εἶναι. ἐξ οὗπερ καὶ τὰ μάλιστα ἔκφρων ὑπ' αὐτῆς ἐκ μαγγανείας τινὸς γεγονέναι ἔδοξεν. οὐ γὰρ ὅτι ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἄλλους τούς τι παρ' αὐτῷ δυναμένους οὕτω καὶ ἐγοήτευσε καὶ κατέδησεν ὥστ' αὐτὴν καὶ τὴν Ῥώμην ἄρξειν ἐλπίσαι, τήν τε εὐχὴν τὴν μεγίστην, ὁπότε ὀμνύοι, ποιεῖσθαι τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. τῇ μὲν οὖν Κλεοπάτρᾳ διὰ ταῦτα τὸν πόλεμον ἐψηφίσαντο· 164. Ὅτι τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ ναυπηγηθείσας ναῦς οἱ Ἀράβιοι κατέπρησαν, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρὰ Ἀντωνίῳ καὶ Κλεοπάτρᾳ εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμοτάτοις τρεφόμενοι προθυμίᾳ τε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ
q.301
τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, ἐπεὶ τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν ἐπὶ τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ δράσαντες ἐς Αἴγυπτον οὐκ ἠδυνήθησαν διαπεσεῖν. ἐπειδὴ δὲ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδ' ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπεμψάμενοι καὶ ἀγγελίαν μὴ δεξάμενοι καὶ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέπω μονομαχῆσαι. 165. Ὅτι Ἀντώνιος καὶ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος διὰ τῶν πρεσβέων ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος καὶ Πούπλιον Τουρβάλιον βουλευτὴν τότε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα, τότε φιλικῶς οἱ συνόντα, ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθ' ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι ἐπηγγείλατο. Καῖσαρ δὲ τὸν μὲν Τουρβάλιον ἀπέκτεινεν, ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξεν. 166. Ὅτι οὗτοι ἔσχον τήν τε φύσιν τῆς ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε. ὁ μὲν συνεῖναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀνδρείᾳ τε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλλότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως καὶ ἐκόλαζεν ἀδίκως πλείονας· κἀκ τούτου ἰσχυρότατός τε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατοςἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνατο, ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος ἕξειν ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινεν. Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρωμένη, τήν τε βασιλείαν τῶν Αἰγυπτίων ὑπ' ἔρωτος ἐκτήσατο, καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι δι' αὐτοῦ ἐλπίσασα ταύτης τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν Ῥωμαίων τῶν καθ' ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο. 167. Ὅτι ὁ Ἀγρίππας τὰ Ἰούλια κατασκευάσας οὐχ ὅπωςφθόνον τινὰ ἐπ' αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς τοῦ Αὐγούστου καὶ πρὸς τῶν ἄλλων ἁπάντων ἐτιμᾶτο. αἴτιον δέ, τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τά τε συμφορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐδὲ ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖς τε παρ' αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ' ἔς τε τὸ αὐτῷ ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον. 168. Ὅτι ὁ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε· καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ τῇ Αἰγύπτῳ ἔστησε, καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραφε. κατηγορήθη τε οὖν ἐπ' αὐτοῖς ὑπὸ Λάργου, ἑταίρου τέ οἱ καὶ συμβίου ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ ἄλλοι συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατ' αὐτοῦ πολλὰς ἀπήνεγκαν, καὶ ἡ γερουσία ἅπασα ἁλῶναί τε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτην τῷ Αὐγούστῳ δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο. καὶ ὁ μὲν περιαλγήσας ἐπὶ τούτοις ἑαυτὸν ἀπεχρήσατο, τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόν τε, ὃν τέως ἐκολάκευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκάσαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ συμβῇ, ψηφιεῖσθαι. 169. Ὅτι Μᾶρκος Αἰγνάτιος ἀγορανομήσας, καὶ ἄλλα τε πολλὰ καλῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ ἔτει ἐκείνῳ ἐμπρησθείσαις ἐπικουρίαν μετὰ τῶν ἑαυτοῦ δούλων καὶ μεθ' ἑτέρων τινῶν μισθωτῶν ποιησάμενος, καὶ τὰ ἀναλώματα
q.302
τὰ τῇ ἀρχῇ αὐτοῦ προσήκοντα παρὰ τοῦ δήμου λαβὼν καὶ στρατηγὸς παρανόμως ἀποδειχθείς, ἐπήρθη τε ὑπ' αὐτῶν τούτων καὶ τὸν Αὔγουστον ὑπερεφρόνησεν, ὥστε καὶ προγράψαι ὅτι ἄθραυστον καὶ ὁλόκληρον τῷ διαδόχῳ τὴν πόλιν παρέδωκεν. ἐπ' οὖν τούτῳ οἵ τε ἄλλοι πάντες οἱ πρῶτοι καὶ αὐτὸς ὁ Αὔγουστος ὀργὴν ἔσχε, καὶ ἐκείνους μὲν ἐκδιδάξειν οὐκ ἐς μακρὰν ἔμελλε τὸ μὴ ὑπὲρ τοὺς πολλοὺς φρονεῖν, τοῖς δὲ ἀγορανόμοις παραχρῆμα ἐπιμε̣ λεῖσθαί τε ὅπως μηδὲν ἐμπίπρηται, κἄν τι τοιοῦτον συμβῇ, σβεννύναι τὸ πῦρ προσέταξεν. 170. Ὅτι Γάιός τις Θράνιος αἰτίαν ἀγαθὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, καίπερ ἐξελεύθερόν τινος ὄντα, ἔς τε τὸ θέατρον ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάθρῳ παρεκαθίσατο. 171. Ὅτι τὸν Καίσαρα Αὔγουστον ἀρρωστήσαντα, ὡς μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν, Ἀντώνιός τις Μούσας καὶ ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέσωσε· καὶ διὰ τοῦτο καὶ χρήματα παρά τε τοῦ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς πολλὰ καὶ τὸ χρυσοῖς δακτυλίοις (ἀπελεύθερος γὰρ ἦν) χρῆσθαι τήν τε ἀτέλειαν καὶ ἑαυτῷ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ καὶ τοῖς ἔπειτα ἐσομένοις, ἔλαβεν. ἀλλ' ἔδει γὰρ αὐτὸν τά τε τῆς τύχης καὶ τὰ τῆς πεπρωμένης ἔργα προσποιούμενον παρὰ πόδας ἁλῶναι, νοσήσας γὰρ ὁ Μάρκελλος οὐ πολλῷ ὕστερον καὶ τὸν αὐτὸν ἐκεῖνον ὑπ' αὐτοῦ τοῦ Μούσα τρόπον θεραπευόμενος ἀπέθανεν. 172. Ὅτι οὕτως πάνυ ὁ Αὔγουστος τῆς Τερεντίας τῆς γυναικὸς τοῦ Μαικήνου ἤρα, ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ κάλλους πρὸς τὴν Λιβίαν ποιῆσαι. καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθ' ὁμοίως ἔχαιρεν. 173. Ὅτι Λικίννιός τις τὸ μὲν ἀρχαῖον Γαλάτης ἦν, ἁλοὺς δὲ ἐς τοὺς Ῥωμαίους καὶ δουλεύσας τῷ Καίσαρι ὑπὸ μὲν ἐκείνου ἠλευθερώθη, ὑπὸ δὲ τοῦ Αὐγούστου ἐπίτροπος τῆς Γαλατίας κατέστη. οὗτος οὖν πλεονεξίᾳ μὲν βαρβαρικῇ ἀξιώσει δὲ Ῥωμαϊκῇ χρώμενος, πᾶν μὲν τὸ κρεῖττόν ποτε αὐτοῦ νομισθὲν καθῄρει πᾶν δὲ τὸ ἐν τῷ παρόντι ἰσχυρὸν ἠφάνιζε, καὶ συχνὰ μὲν καὶ πρὸς τὰ ἀναγκαῖα τῆς προστεταγμένης οἱ διακονίας ἐξεπορίζετο, συχνὰ δὲ καὶ ἑαυτῷ τοῖς τε οἰκείοις παρεξέλεγε. καὶ ἐς τοσοῦτόν γε κακοπραγίας ἐχώρησεν ὥστε, ἐπειδή τινες εἰσφοραὶ κατὰ μῆνα παρ' αὐτοῖς ἐγίγνοντο, τεσσαρεσκαίδεκα αὐτὰς ποιῆσαι, λέγων τὸν μῆνα τοῦτον τὸν Δεκέμβριον καλούμενον δέκατον ὄντως εἶναι, καὶ δεῖν διὰ τοῦτο αὐτοὺς δύο τοὺς Αὐγούστους, ὥστε τὸν μὲν ἑνδέκατον τὸν δὲ δωδέκατον ὠνόμαζε, νομίζειν, καὶ τὰ χρήματα τὰ ἐπιβάλλοντα αὐτοῖς εἰσφέρειν. διὰ μὲν οὖν τὰ σοφίσματα ταῦτα ἐκινδύνευσεν. οἱ γὰρ Γαλάται τοῦ Αὐγούστου λαβόμενοι δεινὰ ἐποίησαν, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συχνὰ ἄχθεσθαι σφίσι τὰ δὲκαὶ παραιτεῖσθαι· ἀγνοεῖν τέ τινα ἔλεγε, καὶ προσεποιεῖτο ἕτερα μὴ πιστεύειν, καὶ ἔστιν ἃ καὶ συνέκρυπτεν, αἰσχυνόμενος ὅτι τοιούτῳ ἐπιτρόπῳ ἐκέχρητο· ἄλλο δὲ τοιόνδε τι τεχνασάμενος καὶ πάνυ πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἱ τὸν Αὔγουστον ἔχοντα ᾔσθετο καὶ κολασθήσεσθαι ἔμελλεν, ἔς τε τὴν οἰκίαν αὐτὸν ἐσήγαγεν, καὶ πολλοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου θησαυροὺς πολλὰ δὲ καὶ τἆλλα σωρηδὸν συννενεμημένα αὐτῷ δείξας" ἐξεπίτηδες" 2 ἔφη" ταῦτα, ὦ δέσποτα, καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ἤθροισα, ἵνα μὴ τοσούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπιχώριοι ὄντες ἀποστῶσι. ἀμέλει καὶ ἐτήρησά σοι πάντα καὶ δίδωμι." 2 καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου τὴν τῶν βαρβάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώθη. 174. Ὅτι οὗτος ὁ Βήδιος ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος (καὶ γὰρ ἐξ ἀπελευθέρων ἐγεγόνει καὶ τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατο), ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστὸς γενόμενος, ὥστε καὶ ἐς ἱστορίας λόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι' ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτ' ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς, ἐμβληθῆναι προσέταξεν. ὁ οὖν
q.303
Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ' οὐχ ὑπήκουσεν αὐτῷ," φέρε" 2 ἔφη" πάντα τἆλλα ἐκπώματα, ὅσα ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι." 2 καὶ αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτο ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν ἀπολωλότων ὀργὴν ἔχων, οὔτ' αὖ τὸν διάκονον ὧν γε καὶ ὁ Αὔγουστος ἐπεποιήκει τιμωρήσασθαι δυνάμενος, ἡσυχίαν καὶ ἄκων ἤγαγεν. 175. Ὅτι ὁ Ἀγρίππας μετήλλαξε, τά τε ἄλλα ἄριστος τῶν καθ' ἑαυτὸν ἀνθρώπων διαφανῶς γενόμενος, καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρός τε τὸ αὐτῷ ἐκείνῳ καὶ πρὸς τὸ τῷ κοινῷ συμφορώτατον χρησάμενος. ὅσον τε γὰρ τοὺς ἄλλους ἀρετῇ κατεκράτει, τοσοῦτον ἐκείνου ἐθελοντὴς ἡττᾶτο, καὶ πᾶσαν αὐτῷ τὴν ἑαυτοῦ καὶ σοφίαν καὶ ἀνδρίαν ἐς τὰ λυσιτελέστατα παρέχων πᾶσαν τὴν παρ' ἐκείνου καὶ τιμὴν καὶ δύναμιν ἐς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκε. ἀφ' οὗ δὴ καὶ τὰ μάλιστα οὔτ' αὐτῷ ποτε τῷ Αὐγούστῳ ἐπαχθὴς οὔτε ἄλλοις ἐπίφθονος ἐγένετο, ἀλλ' ἐκείνῳ τε τὴν μοναρχίαν ὡς καὶ δυναστείας ὄντως ἐπιθυμητῇ συνέστησε, καὶ τὸν δῆμον εὐεργεσίαις ὡς καὶ δημοτικώτατος προσεποιήσατο. καὶ ἀποθανὼν κήπους καὶ τὸ βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ κατέλιπεν τοῖς Ῥωμαίοις, ὥστε προῖκα αὐτοὺς λοῦσθαι, χωρία [τέ] τινα ἐς τοῦτο τῷ Αὐγούστῳ δούς. καὶ ὃς οὐ μόνον ταῦτα ἐδημοσίευσεν, ἀλλὰ καὶ καθ' ἕκαστον δραχμὰς τῷ δήμῳ ὡς καὶ ἐκείνου κελεύσαντος διένειμεν. 176. Ὅτι ὁ Αὔγουστος τοῦ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ὑπ' αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ παρέλυε καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δὲ καὶ τὸ τοῦ δικαστηρίου. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα τῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δ' οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἐνιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τε παρ' αὐτῷ δυνηθείς, ὥστε πολλοῖςκαὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ τῷ τῶν ἱππέων τέλει κατεβίω. τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπεν, καὶ ἐπ' αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος ἐγένετο ὁ Μαικήνας, καὶ οὕτως τῷ Αὐγούστῳ ἐχρῆτο. 177. Ὅτι ὁ Τιβέριος ἐς Ῥόδον ἐστάλη παιδεύσεώς τινος δεόμενος μήτ' ἄλλους τινὰς μήτε τὴν θεραπείαν πᾶσαν ἐπαγόμενος, ἵν' ἐκποδὼν σφίσι καὶ τῇ ὄψει καὶ τοῖς ἔργοις γένηται· καὶ τήν τε ὁδὸν ἰδιωτικῶς ἐποιήσατο, πλὴν καθόσον τοὺς Παρίους τὸ τῆς Ἑστίας ἄγαλμα πωλῆσαί οἱ ἠνάγκασεν, ὅπως ἐν τῷ Ὁμονοείῳ ἱδρυθῇ· καὶ ἐς τὴν νῆσον ἐλθὼν οὐδὲν ὀγκηρὸν οὔτε ἔπραττεν οὔτε ἔλεγεν. ἡ μὲν οὖν ἀληθεστάτη αἰτία τῆς ἐκδημίας αὐτοῦ τοιαύτη ἐστίν, λόγον δέ τινα ἔχει καὶ διὰ τὴν γυναῖκα τὴν Ἰουλίαν, ὅτι μηκέτ' αὐτὴν φέρειν ἐδύνατο, τοῦτο ποιῆσαι· κατέλιπε γοῦν αὐτὴν ἐν τῇ Ῥώμῃ. οἱ δὲ ἔφασαν χαλεπῆναι αὐτὸν ὅτι μὴ καὶ Καῖσαρ ἀπεδείχθη, οἱ δὲ ὑπ' αὐτοῦ τοῦ Αὐγούστου ὡς καὶ τοῖς παισὶν αὐτοῦ ἐπιβουλεύοντα ἐκβληθῆναι. ὅτι μὲν γὰρ οὔτε παιδείας ἕνεκα οὔτ' ἀβουλήσας τὰ δεδογμένα ἀπεδήμησε, δῆλον ἔκ τε τῶν ἄλλων ὧν μετὰ ταῦτα ἔπραξεν, καὶ ἐκ τοῦ τὰς διαθήκας αὐτὸν εὐθὺς τότε καὶ λῦσαι καὶ τῇ μητρὶ τῷ τε Αὐγούστῳ ἀναγνῶναι, ἐγένετο· κατεικάζετο πάνθ' ὅσα ἐνεδέχετο. 178. Ὅτι ὁ Αὔγουστος Ἰουλίαν τὴν θυγατέρα ἀσελγαίνουσαν οὕτως ὥστε καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐπ' αὐτοῦ τοῦ βήματος καὶ κωμάζειν νύκτωρ καὶ συμπίνειν ὀψέ ποτε φωράσας ὑπερωργίσθη. κατείκαζε μὲν γὰρ καὶ πρότερον οὐκ ὀρθῶς αὐτὴν βιοῦν, οὐ μέντοι καὶ ἐπίστευε. τότε δ' οὖν
q.304
μαθὼν τὰ πραττόμενα τοσούτῳ θυμῷ ἐχρήσατο ὥστε μηδ' οἴκοι αὐτὸν κατασχεῖν ἀλλὰ καὶ τῇ γερουσίᾳ κοινῶσαι. κἀκ τούτου ἐς νῆσον Καμπανίας ὑπερωρίσθη, καὶ αὐτῇ καὶ ἡ Σκριβωνία ἡ μήτηρ ἑκοῦσα συνεξέπλευσεν· τῶν δὲ δὴ χρησαμένων αὐτῇ ὁ μὲν δὴ Ἰούλιος Ἀντώνιος, ὡς καὶ ἐπὶ τῇ μοναρχίᾳ τοῦτο πράξας, ἀπέθανεν μετ' ἄλλων τινῶν ἐπιφανῶν ἀνδρῶν, οἱ δὲ λοιποὶ ἐς νήσους ὑπερωρίσθησαν. καὶ ἐπειδὴ καὶ δήμαρχός τις ἐν αὐτοῖς ἦν, οὐ πρότερον πρὶν διάρξαι ἐκρίθη. 179. Ὅτι ὁ Αὔγουστος πολλῶν καὶ ἄλλων γυναικῶν ἐκ τούτου ἐφ' ὁμοίοις τισὶν αἰτίαν λαβουσῶν οὐ πάσας τὰς δίκας ἐδέξατο, ἀλλὰ καὶ χρόνον τινὰ ἀφώρισεν ὥστε τὰ πρὸ ἐκείνου πραχθέντα μὴ πολυπραγμονεῖσθαι. ἐπὶ γὰρ τῆς θυγατρὸς μὴ μετριάσας, ἀλλὰ καὶ φήσας ὅτι Φοίβης μᾶλλον πατὴρ ἢ ἐκείνης γεγονέναι ἤθελε, τῶν ἄλλων ἐφείδετο. ἡ δὲ δὴ Φοίβη ἐξελευθέρα τῆς Ἰουλίας καὶ συνεργὸς οὖσα προαπέθανεν ἑκουσία. διόπερ καὶ ὁ Αὔγουστος αὐτὴν ἐπῄνεσεν. 180. Ὅτι Γάιος τὰ στρατόπεδα τὰ πρὸς τῷ Ἴστρῳ εἰρηνικῶς ἐπῄει· πόλεμον γὰρ οὐδένα ἐπολέμησεν, οὐχ ὅτι οὐκ ἐγένετο, ἀλλ' ὅτι ἐκεῖνος μὲν ἔν τε ἡσυχίᾳ καὶ ἀσφαλείᾳ ἄρχειν ἐμάνθανεν, οἱ δὲ δὴ κίνδυνοι ἄλλοις προσετάσσοντο. 181. Ὅτι ὁ Τιβέριος τά τε τῶν πολέμων διῴκει, καὶ ἐς τὴν πόλιν, ὁπότε παράσχοι, συνεχῶς ἐσεφοίτα, τὸ μέν τι πραγμάτωντινῶν ἕνεκα, τὸ δὲ δὴ πλεῖστον φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ παρὰ τὴν ἀπουσίαν αὐτοῦ προτιμήσῃ. 182. Ὅτι ὁ Γερμανικὸς ἐκ πολλῶν ᾠκειοῦτο τῷ πλήθει, καὶ ὅτι ὑπερεδίκει τινῶν, οὐχ ὅπως ἐπὶ τῶν ἄλλων δικαστῶν ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ Αὐγούστου. διὸ καὶ ταμίᾳ τινὶ φόνου αἰτίαν ἔχοντι ἐδίκασε τοῦ Γερμανικοῦ συναγορεύειν οἱ μέλλοντος, ἔδεισεν ὁ κατήγορος αὐτοῦ μὴ ἐλαττωθῇ διὰ τοῦτο παρὰ τοῖς δικασταῖς ἐφ' οἷσπερ εἰώθει τὰ τοιαῦτα κρίνεσθαι, καὶ παρὰ τῷ Αὐγούστῳ δικασθῆναι μάτην ἠθέλησεν· οὐ γὰρ ἐκράτησεν. 183. Ὅτι εὐπρόσοδος πᾶσιν ὁμοίως ἦν, καὶ ἐς χρήματα πολλοῖς ἐπήρκει, τούς τε φίλους ἰσχυρῶς ἐτίμα, καὶ ταῖς παρρησίαις αὐτῶν ὑπερέχαιρεν. τεκμήριον δὲ πρὸς τοῖς προειρημένοις· τοῦ Ἀθηνοδώρου ἐν δίφρῳ ποτὲ καταστέγῳ ἐς τὸ δωμάτιον αὐτοῦ ὡς καὶ γυναικός τινος ἐσκομισθέντος, καὶ ἐξ αὐτοῦ ξιφήρους ἐκπηδήσαντος, καὶ προσεπειπόντος" οὐ φοβῇ μή τις οὕτως ἐσελθὼν ἀποκτείνῃ;" 2 οὐχ ὅπως ὠργίσθη, ἀλλὰ καὶ χάριν αὐτῷ ἔγνω. ταῦτά τε οὖν αὐτοῦ ἀπεμιμνήσκοντο, καὶ ὅτι καὶ τοῖς λυπήσασί τι αὐτὸν οὐκ ἀκρατῶς ὠργίζετο, τήν τε πίστιν καὶ πρὸς τοὺς οὐκ ἀξίους αὐτῆς ἐτήρει· Κοροκότταν γάρ τινα λῃστὴν ἐν Ἰβηρίᾳ ἀκμάσαντα τὸ μὲν πρῶτον οὕτω δι' ὀργῆς ἔσχεν ὥστε τῷ ζωγρήσαντι αὐτὸν εʹ καὶ κʹ μυριάδας ἐπικηρῦξαι, ἔπειτα ἐπειδὴ ἑκών οἱ προσῆλθεν, οὔτε τι κακὸν εἰργάσατο καὶ προσέτι καὶ τῷ ἀργυρίῳ ἐκείνῳ ἐπλούτισε. διά τε οὖν ταῦτα, καὶ ὅτι τὴν μοναρχίαν τῇ δημοκρατίᾳ μίξας τό τε ἐλεύθερόν σφισιν ἐτήρησε καὶ τὸ κόσμιον τό τε ἀσφαλὲς προσπαρεσκεύασεν, ὥστε ἔξω μὲν τοῦ δημοκρατικοῦ θράσους ἔξω δὲ καὶ τῶν τυραννικῶν ὕβρεων ὄντας ἔν τε ἐλευθερίᾳ σώφρονι καὶ ἐν μοναρχίᾳ ἀδεεῖ ζῆν, βασιλευομένους τε ἄνευδουλείας καὶ δημοκρατουμένους ἄνευ διχοστασίας, δεινῶς αὐτὸν ἐπόθουν. Εἰ γάρ τινες καὶ τῶν προτέρων τῶν ἐν τοῖς ἐμφυλίοις πολέμοις γενομένων ἐμνημόνευον, ἐκεῖνα μὲν τῇ τῶν πραγμάτων ἀνάγκῃ ἀνετίθεσαν, τὴν δὲ δὴ γνώμην αὐτοῦ ἐξ οὗ τὸ κράτος ἀναμφίλογον ἔσχεν ἐξετάζειν ἠξίουν· πλεῖστον γὰρ τὸ διάφορον ὡς ἀληθῶς παρέσχετο. καὶ τοῦτο μὲν καθ' ἕκαστον ἄν τις τῶν πραχθέντων ἐπεξιὼν ἀκριβώσει, κεφάλαιον δὲ ἐφ' ἅπασιν αὐτοῖς γράφω ὅτι τό τε στασιάζον πᾶν ἔπαυσε καὶ τὸ πολίτευμα πρός τε τὸ κράτιστον μετεκόσμησε καὶ ἰσχυρῶς ἐκράτυνεν, ὥστ' εἰ καὶ βιαιότερόν τι, οἷα ἐν τοῖς παραλόγοις φιλεῖ συμβαίνειν, ἐπράχθη, δικαιότερον ἄν τινα αὐτὰ τὰ πράγματα ἢ ἐκεῖνον αἰτιάσασθαι. οὐκ ἐλάχιστον δ' οὖν αὐτῷ πρὸς εὐδοξίαν καὶ τὸ πολυχρόνιον τῆς ἡγεμονίας συνήρατο. τῶν μὲν γὰρ ἐκ τῆς δημοκρατίας ἀνδρῶν καὶ οἱ πλείους καὶ οἱ δυνατώτεροι ἀπωλώλεσαν· οἱ δ' ὕστεροι ἐκείνης μὲν οὐδὲν εἰδότες, τοῖς δὲ παροῦσι μόνοις ἢ καὶ μάλιστα ἐντραφέντες οὐ μόνον οὐκ ἤχθοντο αὐτοῖς ἅτε καὶ
q.305
συνήθεσιν οὖσιν, ἀλλὰ καὶ ἔχαιρον, καὶ μάλιστα καὶ ἀδεέστερα αὐτὰ ὧν ἤκουον ὁρῶντες ὄντα. Ταῦτα δ' ἠπίσταντο μὲν καὶ ζῶντος αὐτοῦ πολλοί, ἐπὶ πλεῖον δὲ ὅμως μεταλλάξαντος ἔγνωσαν. 184. Ὅτι ὁ Τιβέριος εὐπατρίδης μὲν ἦν καὶ ἐπεπαίδευτο, φύσει δὲ ἰδιωτάτῃ ἐκέχρητο. οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο, ἀλλ' ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προετείνετο· ὠργίζετό τε ἐν οἷς ἥκιστα ἐθυμοῦτο, καὶ ἐπιεικὴς ἐν οἷς μάλιστα ἠγανάκτει ἐδόκει εἶναι· ἠλέει τε δῆθεν οὓς σφόδρα ἐκόλαζεν, καὶ ἐχαλέπαινεν οἷς συνεγίνωσκεν· τόν τε ἔχθιστον ὡς οἰκειότατον ἔστιν ὅτε ἑώρα, καὶ τῷ φιλτάτῳ ὡς ἀλλοτρίῳ προσεφέρετο. τό τε σύμπαν οὐκ ἠξίου τὸν αὐταρχοῦντα κατάδηλον ὧν φρονεῖ εἶναι. καὶ εἰ μὲν μόνα ταῦτ' εἶχεν, εὐφύλακτοςἂν τοῖς ἐς πεῖραν αὐτοῦ ἐλθοῦσιν ἦν· πρὸς γάρ τοι τὸ ἐναντιώτατον πάντα ἀναλαμβάνοντες ἐκ τοῦ ἴσου τό τε μὴ βούλεσθαι δή τι αὐτὸν τὸ πάνυ ποθεῖν καὶ τὸ ὀρέγεσθαί τινος τὸ μὴ ἐφίεσθαι ἐνόμιζον· νῦν δὲ ὠργίζετο εἴ τις αὐτοῦ συνεὶς φανερὸς ἐγένετο, καὶ πολλοὺς οὐδὲν ἄλλο σφίσιν ἢ ὅτι ἐνόησαν αὐτὸν ἐγκαλέσαι ἔχων ἀπέκτεινεν. ὥστε χαλεπὸν μὲν ἦν μηδεμίαν αὐτοῦ σύνεσιν ποιεῖσθαι (πολλὰ γὰρ ἅτε πρὸς τὸ λεγόμενον ἀλλὰ μὴ πρὸς τὸ βουλόμενον συναινοῦντές οἱ ἐσφάλλοντο), χαλεπώτερον δὲ συνιέναι· τήν τε γὰρ ἐπιτήδευσιν αὐτοῦ καταφωρᾶν κἀκ τούτου καὶ ἄχθεσθαι αὐτῇ ὑπωπτεύοντο. μόνον οὖν ὡς εἰπεῖν, ὅπερ που σπανιώτατόν ἐστιν, διεγένετο ὃς οὔτ' ἠγνόησεν τὴν φύσιν αὐτοῦ οὔτ' ἤλεγξεν· οὕτω γὰρ οὔτε πιστεύσαντές οἱ ἠπατήθησαν, οὔτε ἐνδειξάμενοι νοεῖν ἃ ἔπραττεν ἐμισήθησαν. πάνυ γὰρ πολὺν ὄχλον παρεῖχεν, εἴτε τις ἐναντιοῖτο οἷς ἔλεγεν εἴτε καὶ συναίρουτο· τὸ μὲν γὰρ ἀληθῶς γενέσθαι τὸ δὲ δοκεῖν βούλεσθαι θέλων, πάντως τέ τινας πρὸς ἑκάτερον ἐναντιουμένους εἶχεν, καὶ διὰ τοῦτο τοὺς μὲν τῆς ἀληθείας τοὺς δὲ τῆς δοκήσεως ἕνεκα ἤχθαιρεν. 185. Ὅτι ὁ Τιβέριος τραχύτερον τοὺς αἰτιαζομένους τι μετεχειρίζετο, τῷ δὲ δὴ Δρούσῳ τῷ υἱεῖ καὶ ἀσελγεστάτῳ καὶ ὠμοτάτῳ, ὥστε καὶ τὰ ὀξύτατα τῶν ξιφῶν Δρουσιανὰ ἀπ' αὐτοῦ κληθῆναι, ὄντι καὶ ἤχθετο καὶ ἐπετίμα καὶ ἰδίᾳ καὶ δημοσίᾳ πολλάκις. καί ποτε αὐτῷ καὶ ἄντικρυς πολλῶν παρόντων εἶπεν ὅτι" ζῶντος μέν μου οὐδὲν οὔτε βίαιον οὔθ' ὑβριστικὸν πράξεις· ἂν δέ τι καὶ τολμήσεις, οὐδὲ τελευτήσαντος." 2 σωφρονέστατα γὰρ χρόνον τινὰ διεγένετο, καὶ οὐδὲ τῶν ἄλλων οὐδενὶ ἀσελγαίνειν ἐφίει, ἀλλὰ καὶ συχνοὺς ἐπὶ τούτῳ ἐκόλαζε. 186. Ὅτι μέχρι ὁ Γερμανικὸς ἔζη, σώφρων ἦν ὁ Τιβέριος· μετὰ γὰρ τοῦτο συχνὰ αὐτῶν μετέβαλλεν, εἴτ' οὖν φρονῶν μὲν οὕτως ἀπὸ πρώτης ὡς ὕστερον διέδειξεν, πλασάμενος δὲ ἐφ' ὅσον ἐκεῖνος ἐβίω, ἐπειδήπερ ἐφεδρεύοντα αὐτὸν τῇ ἡγεμονίᾳ ἑώρα, εἴτε καὶ πεφυκὼς μὲν εὖ, ἐξοκείλας δ' ὅτε τοῦ ἀνταγωνιστοῦ ἐστερήθη. 187. Ὅτι ὁ Δροῦσος τὰ τῇ ὑπατείᾳ προσήκοντα ἐξ ἴσου τῷ συνάρχοντι ὥσπερ τις ἰδιώτης διετέλεσε, καὶ κληρονόμος γε ὑπό τινος καταλειφθεὶς τὸ σῶμα αὐτοῦ συνεξήνεγκε, τῇ μέντοι ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ὥστε καὶ πληγὰς ἱππεῖ ἐπιφανεῖ δοῦναι καὶ διὰ τοῦτο καὶ Κάστωρ παρωνύμιον λαβεῖν. τῇ τε μέθῃ κατακορὴς οὕτως ἐγίνετο ὥστε νυκτὸς ἐμπρησθεῖσί τισιν ἐπικουρῆσαι μετὰ τῶν δορυφόρων ἀναγκασθείς, ὕδωρ αὐτῶν αἰτούντων, θερμόν σφισιν ἐγχέαι κελεῦσαι. ὅτι τοῖς ὀρχησταῖς οὕτω προσέκειτο ὥστε καὶ στασιάζειν αὐτοὺς καὶ μηδ' ὑπὸ τῶν νόμων, οὓς ὁ Τιβέριος ἐπ' αὐτοῖς ἐσενηνόχει, καθίστασθαι. 188. Ὅτι ὁ Γερμανικὸς κάλλιστος μὲν τὸ σῶμα ἄριστος δὲ καὶ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα καὶ ῥώμῃ διέπρεπε, καὶ ἔς τε τὸ πολέμιον ἀνδρειότατος ὢν ἡμερώτατα τῷ οἰκείῳ προσεφέρετο, καὶ πλεῖστον ἰσχύων ἅτε Καῖσαρ ὢν ἐξ ἴσου τοῖς ἀσθενεστέροις ἐσωφρόνει, καὶ οὐδὲν οὔτε πρὸς τοὺς ἀρχομένους ἐπαχθὲς οὔτε πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐπαίτιον ἔπραττεν, ἀλλὰ συνελόντι εἰπεῖν ἐν ὀλίγοις τῶν πώποτε οὔτε ἐξήμαρτέ τι ἐς τὴν ὑπάρξασαν αὐτῷ τύχην οὔτ' αὐτὸς ὑπ' ἐκείνης διεφθάρη. δυνηθεὶς οὖν πολλάκις καὶ παρ' ἑκόντων, οὐχ ὅτι τῶν
q.306
στρατιωτῶν ἀλλὰ καὶ τοῦ δήμου τῆς τε βουλῆς, τὴν αὐτοκράτορα ἀρχὴν λαβεῖν οὐκ ἠθέλησεν. 189. Ὅτι καὶ ἀφορμάς τινας φόνων ὁ Τιβέριος ἔσχε. διὰ γὰρ τὸν τοῦ Γερμανικοῦ θάνατον πολλοὶ ὡς καὶ ἐφησθέντες αὐτῷ ἀπώλοντο. συνῄρετο δὲ καὶ συγκατειργάσατο αὐτῷ πάντα προθυμότατα Λούκιος Αἰμίλιος Σιλανός, υἱὸς μὲν τοῦ Στράβωνος, παιδικὰ Μάρκου Ἀπικίου γενόμενος, Ἀπικίου ἐκείνου ὃς πάντας ἀνθρώπους ἀσωτίᾳ ὑπερεβάλετο οὕτως ὥστε, ἐπειδὴ μαθεῖν ποτε ἐθελήσας ὅσα τε ἤδη καταναλώκει καὶ ὅσα τε ἔτι εἶχεν, ἔγνω ὅτι διακόσιαι καὶ νʹ αὐτῷ μυριάδες περιεῖεν, ἐλυπήθη τε ὡς καὶ λιμῷ τελευτήσειν μέλλων καὶ ἑαυτὸν διέφθειρεν. τοῦτον οὖν ὁ Τιβέριος ἐκ τῆς τῶν τρόπων ὁμοιότητος προσλαβὼν ταῖς στρατηγικαῖς τιμαῖς ἐκόσμησεν, ὃ μήπω πρότερον μηδενὶ τῶν ὁμοίων οἱ ἐγεγόνει, καὶ σύμβουλον καὶ ὑπηρέτην πρὸς πάντα ἐποιεῖτο. τὸ μὲν οὖν σύμπαν οὕτω μετὰ τὸν τοῦ Γερμανικοῦ θάνατον μετεβάλετο ὥστε αὐτὸν μεγάλως καὶ πρότερον ἐπαινούμενον πολλῷ δὲ τότε μᾶλλον θαυμασθῆναι. 190. Ὅτι πολλοὶ ὑπὸ τοῦ Τιβερίου ἀπώλοντο. τοιούτῳ τινί, ὡς ἔοικε, διὰ βίου δαίμονι συνεκεκλήρωτο. 191. Ὅτι ὁ Τιβέριος τῷ Γάλλῳ καιρὸν λαβὼν ἐπέθετο. ἐπειδὴ γὰρ τόν τε Σιανὸν ἤτοι καὶ ἀληθῶς ὡς αὐταρχήσαντα ἢ καὶ τῷ τοῦ Τιβερίου δέει θεραπεύων, ἢ καὶ ἐξ ἐπιβουλῆς, ἵνα καὶ αὐτῷ ἐκείνῳ διὰ κόρου γενόμενος φθαρῇ, τά τε πλείω οἱ καὶ τὰ μείζω ἐσηγήσατο καὶ ἐν τοῖς πρεσβευταῖς γενέσθαι ἐσπούδασεν, ἐπέστειλε περὶ αὐτοῦ τῇ βουλῇ τά τε ἄλλα καὶ ὅτι τῷ Σιανῷ τῆς πρὸς ἑαυτὸν φιλίας φθονοίη, καίπερ αὐτὸς Συριακῷ φίλῳ χρώμενος. καὶ ταῦτα οὐκ ἐξέφηνεν τῷ Γάλλῳ, ἀλλὰ καὶ πάνυ αὐτὸν ἐδεξιώσατο, ὥστε συμβῆναι οἱ πρᾶγμα παραδοξότατον· ἐνγὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τιβερίῳ εἱστιάθη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βουλευτηρίῳ κατεψηφίσθη, ὥστε καὶ στρατηγὸν τὸν δήσοντα αὐτὸν καὶ πρὸς τιμωρίαν ἀπάξοντα πεμφθῆναι. 192. Ὅτι ὁ Σιανὸς καὶ τὸν Δροῦσον διέβαλε διὰ τῆς γυναικὸς αὐτοῦ. πάσας γὰρ ὡς εἰπεῖν τὰς τῶν ἐπιφανῶν ἀνδρῶν γαμετὰς μοιχεύων τά τε λεγόμενα ἢ καὶ πραττόμενα ὑπ' ἐκείνων ἐμάνθανεν, καὶ προσέτι καὶ συνεργούς σφας ὡς καὶ γαμηθησομένας οἱ ἐποιεῖτο. ἐπεὶ δὲ ὁ Τιβέριος ἁπλῶς τὸν Δροῦσον ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ Σιανὸς δείσας μὴ μεταβάληται, ἔπεισε τὸν Κάσσιον χρηματίσαι τι κατ' αὐτοῦ. 193. Ὅτι ἐπὶ Τιβερίου πάντες οἱ κατηγοροῦντές τινων χρήματα καὶ πολλά γε ἔκ τε τῶν οὐσιῶν αὐτῶν καὶ ἐκ τοῦ δημοσίου, καὶ προσέτι καὶ τιμάς τινας ἐλάμβανον. ἤδη δὲ καὶ ἕτεροι προχείρως τινὰς θορυβοῦντες ἢ καὶ ἑτοίμως τινῶν καταψηφιζόμενοι, οἱ μὲν εἰκόνας οἱ δὲ καὶ τιμὰς ἐπινικίους ἐκτῶντο. ὥστε τινὰς τῶν ἄλλων ἐλλογίμων, ἀξιωθέντας τοιούτου τινός, μὴ θελῆσαι αὐτὸ προσθέσθαι, ἵνα μὴ καὶ αὐτοὶ δόξωσί ποτε ὅμοιοι ἐκείνοις γεγονέναι. 194. Ὅτι ὁ Τιβέριος ἔδοξεν ὀψέ ποτε ἀμνηστίαν τῶν ἀνακρινομένων ἐσηγήσασθαι· καὶ γὰρ πενθεῖν τοῖς βουλομένοις αὐτὸν ἐπέτρεψε, προσειπὼν μηδένι ἐφ' ἑτέρου τινὸς κωλύεσθαι τοῦτο ποιεῖν· οὐ μὴν καὶ τῷ ἔργῳ ἐβεβαίωσεν αὐτήν, ἀλλ' ὀλίγον διαλιπὼν ἔπειτα καὶ ἐπὶ τῷ Σιανῷ καὶ ἑτέροις ἀθεμίτοις ἐγκλήμασι συχνοὺς ἐκόλασεν, ᾐσχυγκέναι τε γὰρ καὶ ἀπεκτονέναι καὶ τὰς συγγενεστάτας σφίσι αἰτιαθέντας. Τοιαύτης δ' οὖν τότε τῆς καταστάσεως οὔσης, καὶ μηδ' ἀπαρνήσασθαί τινος δυναμένου τὸ μὴ οὐ καὶ τῶν σαρκῶν ἂν αὐτοῦ ἡδέως ἐμφαγεῖν, γελοιότατον πρᾶγμα ἐγένετο. νομιζομένου γὰρ τὸ μὴ κατ' ἄνδρα ὀμνύναι ἀλλ' ἑνὸς καὶ τοὺς λοιποὺς συνεπαινεῖν, αὐτεπάγγελτοι, μηδενὸς ἀναγκάσαντος, ἰδίᾳ καὶ καθ' ἑαυτοὺς ἕκαστος ἐπιστώθησαν ὥσπερ τι μᾶλλον παρὰ τοῦτο εὐορκήσοντες. πρότερον γὰρ οὐδ' ὀμνύντα τινὰ τὰ πρὸς τὴν ἀρχὴν αὐτοῦ φέροντα ἠνέσχετο· καὶ ἕτερον γελοιότερον. προχειρίσασθαί τε γὰρ αὐτὸν ὅσους ἂν ἐθελήσῃ σφῶν, καὶ ἐξ αὐτῶν εἴκοσιν, οὓς ἂν ὁ κλῆρος ἀποφήνῃ, φρουροῖς, ὁσάκις ἂν ἐς τὸ βουλευτήριον ἐσίῃ, ξιφίδια ἔχουσι χρῆσθαι ἐψηφίσαντο. τῶν τε γὰρ ἔξω πρὸς τῶν στρατιωτῶν τηρουμένων καὶ εἴσω μηδενὸς ἰδιώτου ἐσιόντος, δι' οὐδένα δῆλον ὅτι ἄλλον, ἀλλὰ δι' ἑαυτοὺς μόνους ὡς καὶ πολεμίους οἱ ὄντας τὴν φρουρὰν
q.307
αὐτῷ δοθῆναι ἔγνωσαν. ὁ δὲ ἐπῄνεσε μὲν αὐτούς, καὶ χάριν δῆθεν τῆς εὐνοίας ἔγνω σφίσι, τὸ δὲ δὴ πρᾶγμα ὡς καὶ ἄηθες διεκρούσατο· οὐ γὰρ οὕτως εὐήθης ἦν ὥστ' αὐτοῖς γε ἐκείνοις, οὕς τε ἐμίσει καὶ ὑφ' ὧν ἐμισεῖτο, ξίφη δοῦναι. ἀμέλει καὶ ἐξ αὐτῶν τούτων προσυποτοπήσας σφᾶς (πᾶν γὰρ ὅ τι ἄν τις παρὰ τὴν ἀλήθειαν ἐπὶ κολακείᾳ ποιῇ ὑποπτεύεται) τοῖς μὲν ἐκείνων ψηφίσμασι μακρὰ χαίρειν ἔφρασε, τοὺς δὲ δορυφόρους καὶ λόγοις καὶ χρήμασιν ἐτίμησεν, ἵνα αὐτοῖς προθυμοτέροις κατ' αὐτῶν χρῆσθαι ἔχῃ. καὶ τοὺς βουλευτὰς ἐπῄνεσεν, ὅτι τὸ ἀργύριον σφίσι ἐκ τοῦ δημοσίου δοθῆναι ἐψηφίσαντο. οὕτω δὲ δὴ ἀκριβῶς τοὺς μὲν τῷ λόγῳ ἀντεξηπάτα, τοὺς δὲ τῷ ἔργῳ προσηταιρίζετο, ὥστε καὶ Βίνον Γαλλίνον, θέαν τοῖς διαστρατευσαμένοις αὐτὸν ἐν τῇ τῶν ἱππέων ἕδρᾳ δίδοσθαι ἐσηγησάμενον, μὴ μόνον φυγαδεῦσαι, αὐτὸ τοῦτο ἐπικληθέντα ὅτι σφᾶς ἀναπείθειν ἐδόκει τῷ κοινῷ μᾶλλον ἢ ἑαυτῷ εὐνοεῖν, ἀλλὰ ἐς Λέσβον ἀπαίροντα τῆς ἐκεῖ ἀσφαλοῦς εὐδαιμονίας ἀφελέσθαι καὶ ἐς φυλακὴν παραδοῦναι. 195. Ὅτι ὁ Τιβέριος πολλὰ ἐν τῇ Ῥώμῃ ποιήσας ἐν τούτῳ ἐπῃνεῖτο, ἐκ δὲ δὴ τῶν ἐρώτων, οἷς ἀνέδην καὶ τῶν εὐγενεστάτων καὶ ἀρρένων καὶ θηλειῶν ὁμοίως ἐχρῆτο, διεβάλλετο. 196. Ὅτι ὁ Τιβέριος παρὰ τὸ νομιζόμενον καὶ τὴν ζωὴν τιμωρίαν τισὶ καὶ τὸν θάνατον εὐεργεσίαν ἐποίει. 197. Ὅτι καὶ τὴν ἑορτὴν [τὴν] ἅμα ἐποίουν ἐπὶ Τιβερίου καὶ ἐκολάζοντο· ἀφείθη μὲν γὰρ τῶν αἰτιαθέντων τότε οὐδείς, πάντες δὲ ἡλίσκοντο, οἱ μὲν πλείους ἔκ τε τῶν τοῦ Τιβερίου πραγμάτων καὶ ἐκ τῶν τοῦ Μάκρωνος βασάνων, οἱ δὲ δὴ λοιποὶ ἐξ ὧν βούλεσθαί σφας ὑπώπτευον. καὶ ἐθρυλεῖτό γε ὅτι δι' αὐτὸ τοῦτο οὐδ' ἀφικνοῖτο ἐς τὴν Ῥώμην, ἵνα μὴ παρὼν ταῖς καταδίκαις αἰσχύνοιτο. ἄλλοι τε οὖν ἀπέθανον καὶ Πομπώνιος Λαβεὼν μετὰ τῆς γυναικὸς ἐθελονταί. 198. Ὅτι ἥκιστα τῶν κατηγοριῶν τῷ Τιβερίῳ ἔμελε, ἀλλ' αὐτὰς καὶ λανθανούσας ἔστιν ὅτε ἐς τοὺς πολλοὺς ἑκών, ὥσπερ τινὰς ἐπαίνους, ἐξέφαινεν. 199. Ὅτι ὁ Γάιος μεγαλόνους καὶ μεγαλοπρεπὴς εἶναι ἔδοξεν, εἴπερ τὰ βασιλικὰ χρήματα δεόντως ἀναλώκει· τὸ γὰρ πλεῖστον ἀπὸ γνώμης ἐποίησεν· οὐ γὰρ ὅτι τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἰδιώταις, οὐχ ὅπως τὰ παρὰ Τιβερίου ἀλλὰ καὶ τὰ δωρηθέντα διέλυσε, καὶ ἐς ὀρχηστάς (αὐτίκα γὰρ αὐτοὺς ἐπανήγαγε) καὶ ἐς ἵππους τούς τε μονομάχους καὶ τἆλλα τὰ τοιουτότροπα ἀπλήστως δαπανήσας τούς τε θησαυροὺς μεγάλους γενομένους διὰ βραχυτάτου ἐξεκένωσε, καὶ αὑτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ τέ τινι καὶ ἀκρισίᾳ καὶ ἐκεῖνα ἐπεποιήκει τὰ ἐς τοὺς στρατιώτας δοθέντα. πέντε γοῦν μυριάδας μυριάδων καὶ πεντακοσίας καὶ ἑπτακισχιλίας, ὡς δὲ ἕτεροι, ὀκτώ τε καὶ δισχιλίας καὶ πεντακοσίας τεθησαυρισμένας εὑρὼν οὐδὲ ἐς τὸ τρίτον ἔτος μέρος ἀπ' αὐτῶν τι διέσωσεν, ἀλλ' εὐθέως τῷ ἑτέρῳ παμπόλλων προσεδεήθη. Τῷ δὲ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ ἄλλα πάντα ὡς εἰπεῖν ἐχρῆτο. δημοκρατικώτατός τε γὰρ εἶναι τὰ πρῶτα δόξας, ὥστε μήτε τῷ δήμῳ ἢ τῇ γε βουλῇ γράψαι τι μήτε τῶν ὀνομάτων τῶν ἀρχικῶν προσθέσθαι τι, μοναρχικώτατος ἐγένετο, ὥστε πάντα ὅσα ὁ Αὔγουστος ἐν τοσούτῳ τῆς ἀρχῆς χρόνῳ μόλις καὶ καθ' ἓν ἕκαστον ψηφισθέντα οἱ ἐδέξατο, ὧν ἔνια ὁ Τιβέριος οὐδ' ὅλως προσήκατο, ἐν μιᾷ ἡμέρᾳ λαβεῖν. πλὴν γὰρ τῆς τοῦ πατρὸς ἐπικλήσεως οὐδὲν ἄλλο ἀνεβάλετο· καὶ ἐκείνην δὲ οὐκ ἐς μακρὰν προσεκτήσατο. μοιχικώτατός τε ἀνδρῶν γενόμενος, καὶ γ̣ υναῖκα μὲν μίαν ἐκδιδομένην ἀνδρὶ ἁρπάσας, ἄλλας δὲ συνοικούσας ἀποσπάσας, ἔπειτα αὐτὰς πλὴν μιᾶς ἐμίσησε· πάντως δ' ἂν καὶ ἐκείνην ἤχθηρεν, εἰ ἐπὶ πλεῖον ἐβεβιώκει. ἔς τε τὴν μητέρα καὶ ἐς τοὺς ἀδελφοὺς τήν τε τήθην τὴν Ἀντωνίαν πλεῖστα ὅσα εὐσεβῶς ποιήσας· ταύτην τε γὰρ Αὔγουσταν εὐθὺς καὶ ἱέρειαν τοῦ Αὐγούστου ἀποδείξας ταῖς ἀειπαρθένοις συνέταξεν καὶ ταῖς ἀδελφαῖς ὁμοίως καὶ τὰς ἱπποδρομίας συνθέσθαι καὶ τὰς εὐχὰς τὰς κατ' ἔτος καὶ τοὺς ὅρκους τοὺς γιγνομένους ὁμοίως γίγνεσθαι ἔνειμε· τά τε ὀστᾶ τὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν τῶν ἀποθανόντων αὐτός τε πλεύσας αὐτοχειρίᾳ ἀνελόμενος ἐκόμισεν ἔς τε τὸ Αὐγούστου μνῆμα κατέθετο, τὸ ἱμάτιον τὸ περιπόρφυρον ἐνδὺς καὶ ῥαβδούχοις
q.308
τισὶν ὥσπερ ἐν ἐπινικίοις κοσμηθείς· τά τε ψηφίσματα κατ' αὐτῶν πάντα ἀπήλειψε, καὶ τοὺς ἐπιβουλεύσαντάς σφισι πάντας ἐκόλασε, τούς τε φεύγοντας δι' αὐτοὺς κατήγαγε– ταῦτ' οὖν ποιήσας ἀνοσιώτατος ἀνθρώπων καὶ περὶ τὴν τήθην καὶ περὶ τὰς ἀδελφὰς ἐγένετο· ἐκείνην τε γὰρ ἐπιτιμήσασάν τι αὐτῷ ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησε, καὶ τὰς ἀδελφὰς πάσας διαφθείρας ἐς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προαπέθανεν. τόν τε Τιβέριον αὐτόν, ὃν καὶ πάππον προσωνόμαζεν, τῶν αὐτῶν τῷ Αὐγούστῳ τιμῶν παρὰ τῆς βουλῆς τυχεῖν ἀξιώσας, ἔπειτα ἐπειδὴ μὴ παραχρῆμα ἐψηφίσθησαν (οὔτε γὰρ τιμῆσαι αὐτὸν ὑπομένοντες οὔτ' ἀτιμάσαι θαρσοῦντες, ἅτε μηδέπω τὴν τοῦ νεανίσκου γνώμην σαφῶς εἰδότες, ἐς τὴν παρουσίαν αὐτοῦ πάντα ἀνεβάλοντο), οὐδενὶ ἄλλῳ πλὴν τῇ δημοσίᾳ ταφῇ ἤγηλε, νυκτός τε ἐς τὴν πόλιν τὸ σῶμα αὐτοῦ ἐσαγαγὼν καὶ ἅμα τῇ ἕῳ προθέμενος. ἐποιήσατο μὲν γὰρ καὶ λόγους ἐπ' αὐτῷ, ἀλλ' οὔτιγε καὶ ἐκεῖνον οὕτως ἐπαινῶν ὡς τοῦ τε Αὐγούστου καὶ τοῦ Γερμανικοῦ τὸν δῆμον ἀναμιμνήσκων, καὶ ἑαυτὸν αὐτοῖς παρακατατιθέμενος. οὕτω γὰρ καὶ πρὸς τὰ πάντα ἐναντίος ἐπεφύκει ὥστε τὴν μὲν ἀσέλγειαν καὶ τὴν μιαιφονίαν αὐτοῦ, ἐφ' οἷσπερ καὶ διέβαλλεν αὐτόν, οὐ μόνον ἐζήλωσεν ἀλλὰ καὶ ὑπερέβαλεν, ὧν δὲ δὴ ἐπῄνει, οὐδὲν ἐμιμήσατο. πρῶτός τε ὑβρίσας αὐτὸν καὶ πρῶτος λοιδορήσας, ὥστε καὶ τοὺς ἄλλους ἐκ τούτου χαριεῖσθαί οἱ νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι, ἔπειτα καὶ ἐνεκωμίαζεν καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ' οἷς εἰρήκεσαν. καὶ ἐκείνους τε ἅμα ὡς ἐχθροὺς τοῦ Τιβερίου διὰ τὰς βλασφημίας, καὶ τοὺς ἐπαινοῦντάς πῃ αὐτὸν ὡς καὶ φίλους, ἐμίσει. τά τε τῆς ἀσεβείας ἐγκλήματα παύσας πλείστους ὅσους ἐπ' αὐτοῖς ἀπώλεσε. καὶ τοῖς συστᾶσιν ἐπί τε τὸν πατέρα καὶ ἐπὶ τὴν μητέρα τούς τε ἀδελφοὺς αὐτοῦ τήν τε ὀργὴν ἀφείς, ὡς ἔλεγε, καὶ τὰ γράμματα αὐτῶν καταφλέξας, παμπληθεῖς ἐξ αὐτῶν ἀπέκτεινεν· διέφθειρεν μὲν γὰρ ὡς ἀληθῶς γράμματά τινα, οὐ μέντοι κἀκεῖνα τὰ αὐτόχειρα τὸν ἀκριβῆ ἔλεγχον ἔχοντα, ἀλλὰ ἀντίγραφα αὐτῶν ποιήσας. πρὸς δὲ τούτοις εἰκόνας τε ἀπαγορεύσας κατ' ἀρχὰς μηδένα αὐτοῦ ἱστάναι, καὶ ἐς ἀγαλμάτων ποίησιν προεχώρησε, καὶ ψηφισθέν ποτε τῇ τύχῃ αὐτοῦ θύεσθαι παρέμενος, ὥστε καὶ ἐς στήλην αὐτὸ τοῦτο ἐγγραφῆναι, καὶ ναοὺς ἑαυτῷ καὶ θυσίας ὡς καὶ θεῷ γίγνεσθαι ἐκέλευσε. πλήθει τε ἀνθρώπων καὶ ἐρημίᾳ αὖ ἔχαιρεν, αἰτούμενός τέ τι καὶ μὴ αἰτούμενος αὖ ὠργίζετο. ὀξύτατά τε πρὸς πράξεις τινὰς ἐφέρετο, καὶ νωθέστατα ἔστιν ἃ αὐτὸς μετεχειρίζετο. τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε καὶ ῥυπαρώτατα ἠργυρολόγει. τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις τι καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας οὐκ ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἀδικήσαντας ἀπέσφαξεν. τῶν τε ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε τοὺς δὲ ὑπερύβριζεν. ὥστε μηδένα μήθ' ὅ τι εἰπεῖν μήθ' ὅ τι ποιῆσαι χρὴ πρὸς αὐτὸν εἰδέναι, ἀλλ' ὅσοι τι καὶ κατώρθωσαν, ἐκ συντυχίας μᾶλλον ἢ γνώμης τυχεῖν αὐτοῦ. Τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον παρὰ τὰ τοῦ Γαΐου ὅσον τὰ τοῦ Αὐγούστου παρ' ἐκεῖνα παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο, Γάιος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ τὴν σκηνὴν ἔχουσι· τὸν γοῦν Ἀπελλῆν τὸν εὐδοκιμώτατον τῶν τότε τραγῳδῶν καὶ ἐν τῷ δημοσίῳ συνόντα οἱ ἀεὶ εἶχε. κἀκ τούτου χωρὶς μὲν αὐτὸς χωρὶς δὲ ἐκεῖνοι, πάνθ' ὅσα ἄνθρωποι τοιοῦτοι δυνηθέντες τι τολμήσειαν, ἐπ' ἐξουσίας ἐποίουν. καὶ γὰρ τὰ ἄλλα τὰ ἐς τὴν ἐπιτήδευσιν αὐτῶν φέροντα αὐτός τε πολυτελέστατα ἐπὶ πάσῃ προφάσει καὶ διετίθει καὶ καθίστατο καὶ τοὺς στρατηγοὺς τούς τε ὑπάτους ποιεῖν ἠνάγκαζεν, ὥστε καθ' ἑκάστην ὀλίγου ἡμέραν πάντως τι τοιοῦτον ἄγεσθαι. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίγνετο, συνεσπούδαζε δέ τισι καὶ
q.309
ἀντεστασίαζεν ὥσπερ τις ἐκ τοῦ ὁμίλου ὤν· καί ποτε δυσκολάνας τι αὐτοῖς ἀντικαθεστῶσιν οὐκ ἀπήντησεν ἐπὶ τὴν θέαν. προϊόντος δὲ δὴ τοῦ χρόνου καὶ ἐς ζήλωμα καὶ ἐς ἀγώνισμα πολλῶν προῆλθεν· ἅρμα τε γὰρ ἤλασε καὶ ἐμονομάχησεν ὀρχήσει τε ἐχρήσατο καὶ τραγῳδίαν ὑπεκρίνατο. καὶ ταῦτα μέν που ἀεὶ ἐποίει, ἅπαξ δέ ποτε τοὺς πρώτους τῆς γερουσίας σπουδῇ νυκτὸς ὡς καὶ ἐπ' ἀναγκαῖόν τι βούλευμα μεταπεμψάμενος ὠρχήσατο. 200. Ὅτι ἐπαίτια ὁ Γάιος ταῦτα ἐποίησεν· ὁπλομαχῆσαι πλείστους ὅσους ἐποίησε. καὶ γὰρ καθ' ἕνα καὶ ἀθρόους, ὥσπερ παρατάξει τινί, ἀγωνίσασθαί σφας ἠνάγκασε. 201. Ὅτι καὶ ἀπέκτεινε τῶν τε ἄλλων πολλοὺς καὶ τῶν ἱππέων ἓξ καὶ κʹ, τοὺς μὲν τὰς οὐσίας κατεδηδοκότας, τοὺς δὲ καὶ ἄλλως ὁπλομαχίαν ἠσκηκότας. ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω τι δεινόν, καίπερ δεινὸν ὄν, ἀλλ' ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ τῆς τοῦ αἵματος θέας ἀπλήστως εἶχεν. 202. Ὅτι ὑπὸ τῆς αὐτῆς ὠμότητος, ἐπιλειπόντων ποτὲ τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦτοῖς ἰκρίοις προσεστηκότος συναρπασθῆναί τινας καὶ παραβληθῆναί σφισι. καὶ ὅπως γε μήτε ἐπιβοήσασθαι μήτε αἰτιάσασθαί τι δυνηθῶσι, τὰς γλώσσας αὐτῶν προαπέτεμε. 203. Ὅτι τῶν ἱππέων τινὰ τῶν ἐπιφανῶν μονομαχῆσαί τε ὡς καὶ ὑβρίσαντα τὴν μητέρα αὐτοῦ τὴν Ἀγριππῖναν ἠνάγκασε, καὶ νικήσαντα κατηγόροις παρέδωκε καὶ ἀπέσφαξεν. 204. Ὅτι τὸν πατέρα αὐτοῦ μηδὲν ἀδικήσαντα ἐς γαλεάγραν, ὡς καὶ ἄλλους συχνούς, καθεῖρξεν κἀνταῦθα διέφθειρεν. 205. Ὅτι καὶ τὸν πωλήσαντα θερμὸν ὕδωρ ὁ Γάιος ἀπέκτεινεν ὡς ἀσεβήσαντα. 206. Ὅτι πρὸς τοῖς ἄλλοις κακοῖς καὶ τοῖς φόνοις ὁ Γάιος τοῖόνδε χρηματισμὸν ἐπεξεῦρε. τοὺς γὰρ περιγενομένους τῶν μονομάχων τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις, οὐχ ὅτι τοῖς ἐθέλουσιν, ἀλλὰ καὶ τοὺς πάνυ ἄκοντας ἐς τοὺς ὁπλομαχικοὺς ἀγῶνας λαγχάνειν ἐκέλευσε πάντως τε ἐπιτιμῶν ἀπεδίδοτο, αὐτός τε ἐπὶ τοῦ πρατηρίου καθήμενος καὶ αὐτὸς ὑπερβάλλων. πολλοὶ δὲ καὶ ἄλλοθεν ἀφικνούμενοι ἀντωνοῦντο αὐτούς, καὶ μάλισθ' ὅτι ἐπέτρεψε τοῖς βουλομένοις καὶ ὑπὲρ τὸν νόμον τῷ ἀριθμῷ τῶν μονομαχούντων χρῆσθαι, καὶ πολλάκις καὶ αὐτὸς ἐπεφοίτα σφίσιν, ὥσθ' οἱ μὲν καὶ δεόμενοι τῶν ἀνθρώπων, οἱ δὲ καὶ χαριεῖσθαι αὐτῷ νομίζοντες, καὶ οἵ γε πλείους, ὅσοι ἐν δόξῃ περιουσίας ἦσαν, ἀναλῶσαί τι τῶν ὑπαρχόντων ἐπὶ τῇ προφάσει ταύτῃ, ὅπως πενέστεροι γενόμενοι περισωθῶσι, θέλοντες, μεγάλων αὐτοὺς χρημάτων ἠγόρασαν. καὶ τοῦτο ποιήσας τοὺς ἀρίστους σφῶν φαρμάκῳ διέφθειρεν. 207. Ὅτι ὁ αὐτὸς ἐς τοὺς πόρους τῶν χρημάτων πρότερον μὲν ἐψήφιστο ὅπως ὅσοι τινὰ τῷ Τιβερίῳ καταλιπεῖν ἐθελήσαντες περιῆσαν, τῷ Γαΐῳ αὐτὰ τελευτῶντες χαρίσονται· ἵνα γὰρ δὴ καὶ παρὰ τοὺς νόμους καὶ κληρονομεῖν καὶ δωρήματα τοιαῦτα λαμβάνειν, ὅτι μήτε γυναῖκα τότε γε μήτε παῖδας εἶχε, δύνασθαι δοκῇ, δόγμα τι προσετίθετο. ἐν δὲ τῷ παρόντι πάσας τὰς τῶν ἐν τοῖς ἑκατοντάρχοις ἐστρατευμένων οὐσίας, ὅσοι μετὰ τὰ ἐπινίκια ἃ ὁ πατὴρ αὐτοῦ ἔπεμψεν ἄλλῳ τινὶ αὐτὰς καὶ μὴ τῷ αὐτοκράτορι καταλελοίπεσαν, αὐτὸς ἑαυτῷ καὶ ἄνευ ψηφίσματος εἰσέπραξε. καὶ ἐπειδὴ μηδὲ ταῦτ' ἐξικνεῖτο, καὶ ἄλλην ἀφορμὴν ἀργυρισμοῦ ἐπενόησε. Κουρβούλων γάρ τις βουλε̣ υ̣ τ̣ η`̣ ς̣, κ̣ α̣ κ̣ ω῀̣ ς̣ ε᾿̣ π̣ ι`̣ τ̣ ο̣ υ῀̣ Τ̣ ι̣ β̣ ε̣ ρι´̣ ο̣ υ̣ τὰς ὁδοὺς ἐχούσας ὁρῶν, τοῖς ἐπιμελητ̣ α̣ ι῀̣ ς̣ α̣ υ᾿̣ τ̣ ω῀̣ ν̣ α᾿̣ ε̣ ι´̣ π̣ ο̣ τ̣ ε̣ ἐνέκειτο καὶ τῃ῀̣ γ̣ ε̣ ρουσίᾳ ὀχληρὸς ὑπὲρ αὐτῶν ἐγίν̣ ε̣ τ̣ ο̣. τ̣ ο̣ υ῀̣ τ̣ ο̣ ν̣ οὖν παραλαβὼν ε᾿̣ π̣ ε´̣ θ̣ ετ̣ ο̣ δ̣ ι̣' αὐτοῦ πᾶσιν οὐχ ὅτι τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τεθνηκ̣ ο´̣ σ̣ ι̣ ν̣, ὅσοι ποτὲ̣ ἐπιστάται τῶν ὁδῶν ἐγεγόνεσαν καὶ χρήματα ἐς τὰς ἐπισκευὰς αὐτῶν εἰλήφεσαν, καὶ ἐκείνους καὶ τοὺς ἐργολαβήσαντάς τι παρ' αὐτῶν ὡς οὐδὲν δὴ δαπανήσαντας ἐζημίου. ἐφ' οὗ ὁ Κουρβούλων ὑπάτευσεν, ὕστερον δὲ αἰτίαν τε ἔσχε καὶ εὐθύνθη· ὁ γὰρ Κλαύδιος πάντα ἀπέδωκε τοῖς ζημιωθεῖσιν. τότε οὖν ὡς ἕκαστοι καὶ οἱ ἄλλοι πάντες ὡς εἰπεῖν οἱ ἐν τῇ πόλει τρόπον τινὰ ἀπεσυλῶντο, καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδείς, οὐκ ἀνὴρ οὐ γυνή, ἦν. καὶ γὰρ εἴ τινα τῶν ἀφηλικεστέρων ζῆνεἴα, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε καὶ τήθας σφᾶς ὀνομάζων ζῶντάς τε
q.310
ἐξεκαρποῦτο καὶ τελευτῶντας τῶν οὐσιῶν ἐκληρονόμει. 208. Ὅτι ἐπεὶ ὁ Γάιος πάντα τὰ ἐν τῇ Ῥώμῃ χρήματα ἀναλώκει καὶ πόρος ἀξιόχρεως οὐκ ἦν καὶ αἱ δαπάναι ὑπερήπειγον αὐτόν, ἐς τὴν Γαλατίαν ἀφώρμησε, πρόφασιν μὲν τοὺς Κελτοὺς ὡς καὶ παρακινοῦντάς τι ποιησάμενος, ἔργῳ δὲ ὅπως καὶ τὰ ἐκείνων ἀνθοῦντα τοῖς πλούτοις καὶ τὰ τῶν Ἰβήρων ἐκχρηματίσηται. οὐ μέντοι καὶ ἄντικρυς τὴν ἔξοδον προαπήγγειλεν, ἀλλ' ἐς προάστειόν τι ἐλθὼν ἐξαίφνης ἀπῆρε, πολλοὺς μὲν ὀρχηστὰς πολλοὺς μονομάχους καὶ γυναῖκας καὶ ἄλλην τρυφὴν ἐπαγόμενος. καὶ τῶν μὲν πολεμίων οὐδένα ἐκάκωσε, τοῖς δὲ ὑποστρατήγοις τοῖς κατορθοῦσί τι πάνυ ἤχθετο, τοὺς δὲ ὑπηκόους καὶ τοὺς πολίτας καὶ τοὺς συμμάχους μέγιστα ἐκακούργησε. τούς τι γὰρ ἔχοντάς [τι] ἐπὶ πάσῃ προφάσει ἐσύλα, τοὺς δὲ καὶ ἐφόνευεν καὶ ἦν δημόσιον ἔγκλημα πᾶσι σφίσι τὸ πλουτεῖν. καὶ αὐτῶν τὰ κτήματα πιπράσκων ἠργυρολόγει. ἠναγκάζοντο γὰρ καὶ ὑπὲρ τὴν ἀξίαν ὠνεῖσθαι, ὅτι καὶ τὰ τῆς μοναρχίας κειμήλια τὰ κάλλιστα καὶ τιμιώτατα μεταπεμψάμενος ἀπεκήρυξε, τὴν δόξαν τῶν ποτε χρησαμένων αὐτοῖς συμπωλῶν σφισιν. ἐπέλεγε γοῦν ἐφ' ἑκάστῳ·" τοῦτό μου ὁ πατὴρ ἐκτήσατο, τοῦτο ἡ μήτηρ, τοῦτο ὁ πάππος Ἀντώνιος, τοῦτο Αἰγύπτιον, Αὐγούστου τοῦτο νικητήριον." κἀν τούτ̣ ῳ̣ τ̣ η´̣ ν̣ τ̣ ε̣ α᾿̣ ν̣ άγκην ἅμα τῆς πράσεως αὐτῶν ἐνεδείκνυτο, ὥστε μηδένα ὑπομένειν εὐπορεῖν δοκεῖν, καὶ τὸ ἀξίωμά σφισι συναπεδίδοτο. Οὐ μέντοι καὶ περιεποιεῖτό τι, ἀλλ' ἐς τἆλλα ἐδαπάνα, ὥσπερ εἰώθει, καὶ στρατιώτας εʹ καὶ κʹ μυριάδας ἀθροίσας ὑπ' αὐτῶν ἑπτάκις αὐτοκράτωρ μήτε μάχην τινὰ νικήσας μήτε πολέμιόν τινα ἀποκτείνας ἐπωνομάσθη. 209. Ὅτι Γάιος τὰς ἀδελφὰς ἐπὶ τῇ συνουσίᾳ αὐτοῦ ἐς τὰς Ποντίας νήσους κατέθετο, πολλὰ περὶ αὐτῶν καὶ ἀσεβῆ καὶ ἀσελγῆ τῷ συνεδρίῳ γράψας· καὶ τῇ Ἀγριππίνῃ τὰ ὀστᾶ αὐτοῦ ἐν ὑδρίᾳ ἔδωκε, κελεύσας οἱ ἐν τοῖς κόλποις αὐτὴν διὰ πάσης ὁδοῦ ἔχουσαν ἐς τὴν Ῥώμην ἀνενεγκεῖν. ἐπειδήπερ συχνὰ αὐταῖς δι' ἐκεῖνον δῆλον ὅτι προσεψηφίσατο, ἀπηγόρευσε μηδενὶ τῶν συγγενῶν αὐτοῦ μηδεμίαν τιμὴν δίδοσθαι. καὶ οἱ βουλευταὶ τοῦτό τε ἐδυσχέρανον, ὅτι μὴ κατ' ἀξίαν τετιμῆσθαι δοκεῖ. πάντα γὰρ τὰ διδόμενα αὐτῷ παρ' οὐδὲν ἐτίθετο, καὶ ἤχθετο μὲν εἰ μικρά τινα ψηφισθείη, ὡς καταφρονούμενος, ἤχθετο δὲ καὶ εἰ μείζω, ὡς καὶ τῆς τῶν λοιπῶν ἐξουσίας ἀφαιρούμενος. οὐδὲ γὰρ οὐδὲ ἐβούλετο δοκεῖν τι τῶν τιμήν τινα αὐτῷ φερόντων ἐπ' αὐτοῖς ὡς καὶ κρείττοσιν οὖσι καὶ χαρίσασθαι σφῶν οἱ ὡς καὶ ἥττονι σφῶν τι δυναμένοις, εἶναι· καὶ διὰ τοῦτο πολλάκις τινὰ οὐχ ὡς καὶ αὔξησιν τῆς λαμπρότητος ἀλλ' ὡς καθαίρεσιν τῆς ἰσχύος αὐτῷ φέροντα διέβαλλε. καὶ μέντοι καὶ ταῦθ' οὕτω φρονῶν ὠργίζετο αὐτοῖς, εἴ ποτε ἐλάττω σφᾶς τῆς ἀξίας ἐψηφίσθαι οἱ ἔδοξεν. οὕτω που ἔμπληκτος ἦν, καὶ οὐδεὶς αὐτοῦ ῥᾳδίως τυχεῖν ἐδύνατο. 210. Ὅτι ἐλύπει τοὺς βουλευτὰς τὸ ἐπὶ πλεῖον τὴν ὠμότητα τὴν τοῦ Γαΐου καὶ τὴν ἀσέλγειαν αὐξήσειν, καὶ μάλισθ' ὅτι ἐπυνθάνοντο τόν τε Ἀγρίππαν αὐτῷ καὶ τὸν Ἀντίοχον τοὺς βασιλέας ὥσπερ τινὰς τυραννοδιδασκάλους συνεῖναι. 211. Ὅτι οἱ βουλευταὶ καὶ πανηγύρεις τινὰς τῷ Γαΐῳ ἐψηφίσαντο, καὶ ὅπως βήματι ὑψηλῷ ἐν τῷ βουλευτηρίῳ, ὥστε μηδένα ἐξικνεῖσθαι, καὶ φρουρᾷ στρατιωτικῇ ἐκεῖ χρῷτο· καὶ τοὺς ἀνδριάντας αὐτοῦ φρουρεῖσθαι ἔγνωσαν. ἐπ' οὖν τούτοις ὁ Γάιος τὴν ὀργήν σφισιν ἀφῆκε καὶ χρήματά τινα προσενεανιεύσατο. Πομπώνιόν τε γὰρ ἐπιβουλεῦσαι λεχθέντα οἱ ἀπέλυσεν, ἐπειδὴ ὑπὸ φίλου προεδόθη, καὶ τὴν ἑταίραν αὐτοῦ, ὅτι βασανισθεῖσα οὐδὲν ἐξεῖπεν, οὔτε τι κακὸν ἔδρασε καὶ προσέτι καὶ χρήμασιν ἐτίμησεν. ἐπαινούμενος οὖν διὰ ταῦτα τὰ μὲν φόβῳ τὰ δὲ καὶ ἐπ' ἀληθείας, καὶ τῶν μὲν ἥρωα τῶν δὲ θεὸν αὐτὸν ἀνακαλούντων, ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, καὶ τῇ Σελήνῃ συγγίνεσθαι καὶ ὑπὸ τῆς Νίκης στεφανοῦσθαι ἔλεγε, Ζεύς τε εἶναι ἐπλάττετο, καὶ κατὰ τοῦτο καὶ γυναιξὶν ἄλλαις τε πολλαῖς καὶ ταῖς ἀδελφαῖς μάλιστα συνεῖναι προεφασίσατο, καὶ Ποσειδῶν αὖθις, ὅτι τοσοῦτον θαλάσσης μέτρον ἔζευξεν, τόν τε Ἡρακλέα τόν τε Διόνυσον τόν τε Ἀπόλλω τούς τε
q.311
ἄλλους, οὐχ ὅτι τοὺς ἄρρενας ἀλλὰ καὶ τὰς θηλείας, ὑπεκρίνετο. πρὸς γὰρ δὴ τὴν τῶν ὀνομάτων μετάθεσιν καὶ τὸ ἄλλο σχῆμα πᾶν τὸ προσῆκόν σφισι ἐλάμβανεν, ὥστε ἐοικέναι ἂν δοκεῖν. τοτὲ μὲν γὰρ θηλυδριώδης ἑωρᾶτο καὶ κρατῆρα καὶ θύρσον εἶχε, τοτὲ δὲ ἀρρενωπός, καὶ ῥόπαλον καὶ λεοντῆν ἢ καὶ κράνος ἀσπίδα τε ἐφόρει. λειογένειος αὖ καὶ μετὰ τοῦτο πωγωνίας ἐφαντάζετο, τρίαινάν τε ἔστιν ὅτε ἐκράτει, καὶ κεραυνὸν αὖθις ἀνέτεινε. παρθένῳ τε κυνηγετικῇ ἢ καὶ πολεμικῇ ὡμοίωτο, καὶ μετ' οὐ πολὺ ἐγυναίκιζεν. οὕτω που καὶ τῷ ῥυθμῷ τῆς στολῆς καὶ τοῖς προσθέτοις τοῖς τε περιθέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπος αὐτοκράτωρ τε δοκεῖν εἶναι ἤθελε. ταῦτα μὲν οὖν τὰ σχήματα, ὁπότε τις θεὸς ἐπλάττετο εἶναι, ἐλάμβανεν, καὶ αὐτῷ καὶ ἱκετεῖαι καὶ εὐχαὶ θυσίαι τε κατὰ τὸ πρόσφορον προσήγοντο· ἄλλως δὲ ἔν τε τῇ σηρικῇ καὶ ἐν τῇ νικητηρίᾳ σκευῇ ὡς πλήθει ἐδημοσίευσεν. ἐφίλει τε ὀλιγίστους· τοῖς γὰρ πλείστοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε, καίτοι τοὺς ὀρχηστὰς καθ' ἡμέραν ἐφίλει πάντων ὁρώντων. καὶ ταῦτα μέντοι, ὅσα ὡς θεῷ αὐτῷ ἐγίγνετο, οὐχ ὅτι οἱ πολλοὶ καὶ ἀεί τινα κολακεύειν εἰωθότες ἐποίουν, ἀλλὰ καὶ οἱ πάνυ δοκοῦντές τι εἶναι. 212. Ὅτι ὁ Βιτέλλιος ὁ Λούκιος οὔτ' ἀγενὴς οὔτ' ἄφρων ὤν, ἀλλὰ καὶ ἐκ τῆς ἐν τῇ Συρίᾳ ἀρχῆς ὀνομαστὸς γενόμενος, μετεπέμφθη ὑπὸ τοῦ Γαΐου ὡς καὶ ἀπολούμενος. ἐφ' οἷς γὰρ οἱ Πάρθοι τὸν βασιλέα σφῶν ἐξήλασαν, ἐπὶ τούτοις ἐκεῖνος αἰτίαν ἔσχεν, μισηθείς τε ὑπὸ τοῦ φθόνου καὶ ἐπιβουλευθεὶς ὑπὸ τοῦ φόβου. τῷ τε γὰρ κρείττονι τῷ ἑαυτοῦ ὁ Γάιος ἤχθετο, καὶ τὸ εὖ φερόμενον ὡς καὶ ἐπιθησόμενόν οἱ ὑπώπτευεν· ἐσώθη δὲ σχηματίσας πως ἑαυτὸν ὥστε ἐλάττων αὐτῷ τῆς δόξης φανῆναι, καὶ πρός τε τοὺς πόδας αὐτοῦ προσπεσὼν καὶ δάκρυσι κλαύσας, καὶ τούτῳ καὶ θειάσας αὐτὸν πολλὰ καὶ προσκυνήσας, καὶ εὐξάμενος, ἂν περισωθῇ, θύσειν αὐτῷ ἐκείνῳ. ἐκ γὰρ τούτων οὕτως αὐτὸν ἐτιθάσευσε καὶἱλεώσατο ὥστε μὴ μόνον περιγενέσθαι, ἀλλὰ καὶ ἐν τοῖς πάνυ φίλοις αὐτοῦ νομισθῆναι. 213. Ὅτι Βιτέλλιος πάντας ἐν κολακείᾳ ὑπερεβάλετο. 214. Ὅτι ὁ αὐτὸς Γάιος ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει τέμενός τι ἑαυτῷ ἐν Μιλήτῳ τεμενίσαι ἐκέλευσε· ταύτην γὰρ τὴν πόλιν ἐπελέξατο, λόγῳ μὲν εἰπὼν ὅτι τὴν μὲν Ἔφεσον ἡ Ἄρτεμις τὴν δὲ Πέργαμον ὁ Αὔγουστος τὴν δὲ Σμύρναν ὁ Τιβέριος προκατειλήφασι, τὸ δὲ ἀληθὲς ὅτι τὸν νεὼν ὃν οἱ Μιλήσιοι τῷ Ἀπόλλωνι καὶ μέγαν καὶ ὑπερκαλλῆ ἐποίουν ἰδιώσασθαι ἐπεθύμησε. τότε δὲ ἐπὶ πλέον ἐξήχθη, ὥστε καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ ναὸν ἑαυτοῦ τὸν μὲν ὑπὸ τῆς βουλῆς ψηφισθέντα τὸν δὲ ἰδίᾳ ἐν τῷ παλατίῳ, ποιήσασθαι. ἐτεκτήνατο δὲ καὶ ἐν τᾷ Καπιτωλίῳ κατάλυσίν τινα, ἵν', ὡς ἔλεγε, τῷ Διὶ συνοικοίη· ἀπαξιώσας δὲ τὰ δευτερεῖα ἐν τῇ συνοικήσει αὐτοῦ φέρεσθαι, καὶ προσεγκαλέσας οἱ ὅτι τὸ Καπιτώλιον προκατέλαβεν, οὕτω δὴ ἕτερόν γε νεὼν ἐν τῷ παλατίῳ σπουδῇ ᾠκοδόμησεν, καὶ ἄγαλμα ἐς αὐτὸν ἠθέλησε τὸ τοῦ Διὸς ἐς τὸ ἑαυτοῦ εἶδος μεταρρυθμίσαι. μὴ δυνηθεὶς δέ (τό τε γὰρ πλοῖον τὸ πρὸς τὴν κομιδὴν αὐτοῦ ναυπηγηθὲν ἐκεραυνώθη, καὶ γέλως, ὁσάκις τινὲς ὡς καὶ τοῦ ἕδους ἐφαψόμενοι προσῆλθον, πολὺς ἐξηκούετο) ἐκείνῳ μὲν ἐπηπείλει, αὐτὸς δὲ ἕτερον ἐνέστησε. τό τε Διοσκούριον διατεμὼν διὰ μέσου τῶν ἀγαλμάτων εἴσοδον δι' αὐτοῦ ἐς τὸ παλάτιον ἐποιήσατο, ὅπως γε πυλωροὺς τοὺς Διοσκούρους, ὡς ἔλεγεν, ἔχῃ. Διάλιόν τε ἑαυτὸν ὀνομάσας πλουσιωτάτους ἱερέας προσέθετο, νʹ καὶ σʹ ἐπὶ τούτῳ μυριάδας λαβών. καὶ προσέτι καὶ αὐτὸς ἑαυτῷ ἱερᾶτο, τόν τε ἵππον συνιερέα ἀπέφηνεν· καὶ ὄρνιθες αὐτῷ ἁπαλοί τέ τινες καὶ πολυτίμητοι καθ' ἑκάστην ἡμέραν ἐθύοντο. ταῖς τε βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν, ὁπότε τε κεραυνὸς καταπέσοι, λίθον ἀντηκόντιζεν, ἐπιλέγων ἐφ' ἑκάστῳ τὸ τοῦ Ὁμήρου" ἢ μ' ἀνάειρ' ἢ ἐγὼ σέ". ἐπειδή τε ἡ Καισωνία θυγάτριον μετὰ λʹ ἡμέρας τῶν γάμων ἔτεκε, τοῦτό τε αὐτὸ δαιμονίως προσεποιεῖτο, σεμνυνόμενος ὅτι ἐν τοσαύταις ἡμέραις καὶ πατὴρ καὶ ἀνὴρ ἐγεγόνει, καὶ Δρουσίλλαν αὐτὴν ὀνομάσας ἔς τε τὸ Καπιτώλιον ἀνήγαγε καὶ ἐς τὰ τοῦ Διὸς γόνατα ὡς καὶ παῖδα
q.312
αὐτοῦ οὖσαν ἐνέθηκε, καὶ τῇ Ἀθηνᾷ τιθηνεῖσθαι παρηγγύησεν. Οὗτος οὖν ὁ θεὸς καὶ οὗτος ὁ Ζεὺς (καὶ γὰρ ἐκαλεῖτο τὰ τελευταῖα οὕτως, ὥστε καὶ ἐς γράμματα φέρεσθαι) ταῦτά τε ἅμα ἔπραττε καὶ χρήματα αἴσχιστα καὶ δεινότατα συνελέγετο. ἵνα γάρ τις τά τε ὤνια καὶ τὰ καπηλεῖα τάς τε πόρνας καὶ τὰ δικαστήρια, τούς τε χειροτέχνας καὶ τὰ ἀνδράποδα τὰ μισθοφοροῦντα τά τε ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν οὐδὲν ὅ τι οὐκ ἠργυρίζετο, παραλείπῃ, ἀλλὰ τά γε οἰκήματα ἐν αὐτῷ τῷ παλατίῳ ἀποδειχθέντα, καὶ τὰς γυναῖκας τὰς τῶν πρώτων τούς τε παῖδας τοὺς τῶν σεμνοτάτων, οὓς ἐς αὐτὰ καθίζων ὕβριζεν, πάντας ἁπλῶς, τοὺς μὲν ἐθελοντὰς τοὺς δὲ καὶ ἄκοντας, ὅπως καὶ μὴ δυσχεραίνειν τι νομισθῶσιν, πῶς ἄν τις σιωπήσειεν; οὐ μὴν ἀλλὰ τούτοις μὲν οὐ σφόδρα τὸ πλῆθος ἤχθετο, ἀλλὰ καὶ ἔχαιρον ὁμοῦ οἱ τῇ τε ἀσελγείᾳ αὐτοῦ, καὶ ὅτι ἔς τε τὸ χρυσίον καὶ ἐς τὸ ἀργύριον τὸ συλλεγόμενον ἀπ' αὐτῶν ἐμβάλλων ἑκάστοτε ἑαυτὸν ἐκαλινδεῖτο. ὡς μέντοι καὶ περὶ τῶν τελῶν πικρῶς τινα διανομοθετήσας ἐς λεύκωμα αὐτὰ βραχυτάτοις γράμμασιν ἐσέγραψε καὶ ἀφ' ὑψηλοῦ τινος ἀπεκρέμασεν, ὅπως ὡς ἥκιστα ἀναγιγνώσκοιτο, κἀκ τούτου πολλοὶ τοῖς ἐπιτιμίοις ἀγνοοῦντες τὸ κεκωλυμένον ἢ κεκελευσμένον, περιπίπτωσιν, ἔς τε τὸν ἱππόδρομον εὐθὺς σπουδῇ συνέδραμον καὶ δεινὰ συνεβόησαν. 215. Ὅτι ὁ Κλαύδιος ὁ ἐξ ἰδιώτου αὐτοκράτωρ ἐγένετο τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ τὰς χεῖρας ὑποτρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φρονήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ, ὥς γε πλήθει, ἀναλέγεσθαι ἐδίδου. ὅσα δ' οὖν αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν, ἐκακύνετο. περιφανέστατα γὰρ τῶν ὁμοίων ἐδουλοκρατήθη τε καὶ ἐγυναικοκρατήθη· ἅτε γὰρ ἐκ παίδων ἔν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τῆς ἀληθείας εὐήθειαν προσποιησάμενος, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθείς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο, ἀλλὰ καίπερ καὶ τῶν Ῥωμαίων ἁπάντων καὶ τῶν ὑπηκόων αὐτῶν κρατῶν ἐδεδούλωτο. ἐπετίθεντο δ' οὖν αὐτῷ ἔν τε τοῖς πότοις μάλιστα καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις σφίσι προσέκειτο, καὶ μὴν ἐν τῷ καιρῷ τούτῳ εὐαλωτότατος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. καὶ αὐτοῦ καὶ τοῦτο προσλαμβάνοντες οὐκ ἐλάχιστα κατειργάζοντο. καὶ ἐκεῖνον γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις τοσοῦτον δέος ἐνέβαλλον ὥσθ', ἵνα συλλαβὼν εἴπω, πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρᾳ ὑπό τε Κλαυδίου καὶ ὑπ' αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ κατ' ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων. Τοιοῦτος οὖν δή τις, ὥς γε συνελόντι εἰπεῖν, ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τε τῶν προειρημένων παθῶν ἐγίγνετο καὶ ἑαυτοῦ ἐκράτει. 216. Ὅτι ὁ Κλαύδιος κοινὸς καὶ ἐπιεικὴς ἦν πρὸς τοὺς Ῥωμαίους· κάμνοντας ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συνεγίγνετο. δημάρχου τέ τινος πληγὰς δούλῳ αὐτοῦ δημοσίᾳ δόντος αὐτὸν μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ ὑπηρέτας αὐτοῦ ἀφελόμενος ἔπειτα καὶ ἐκείνους οὐ πολλῷ ὕστερον ἀπέδωκε. δοῦλόν τε ἕτερον αὐτοῦ, ὅτι τινὰ τῶν ἐπιφανῶν ὕβρισεν, ἐς τὴν ἀγορὰν πέμψας ἀπεμαστίγωσεν. καὶ τῷ συνεδρίῳ αὐτὸς μὲν ἐξανίστατο, εἴ ποτε ἐπὶ πολὺ οἱ ἄλλοι ἑστήκεσαν· καθήμενος γὰρ ὑπὸ τῆς ἀρρωστίας πολλάκις ἀνεγίνωσκέ τινα αἰτούμενος. Λουκίῳ δὲ δὴ Σύλλᾳ καὶ ἐς τὸ τῶν στρατηγῶν βάθρον, ὅτι μὴ δυνηθείς ποτε ὑπὸ γήρως ἐκ τῆς ἑαυτοῦ ἕδρας ἐπακοῦσαί τινα ἀνέστη, καθίζεσθαι ἐπέτρεψεν. 217. Ὅτι καὶ τὴν ἡμέραν, ἐν ᾗ αὐτοκράτωρ ἀπεδείχθη, οὐδὲν ἐξαίρετον ἔπραξεν. 218. Ὅτι γεννηθέντος αὐτοῦ
q.313
υἱέος, ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερμανικὸς ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, οὔτ' ἄλλο τι ἐπιφανὲς ἔπραξεν οὔτ' Αὔγουστον αὐτὸν ἢ τὴν Μεσσαλῖναν Αὔγουσταν ἐπικληθῆναι ἐφῆκεν. 219. Ὅτι ὁ Κλαύδιος ἐτίθει συνεχῶς μονομαχίας ἀγῶνας· πάνυ γάρ σφισιν ἔχαιρεν, ὥστε καὶ αἰτίαν ἐπὶ τούτῳ σχεῖν· ἀπώλλυντο δὲ θηρία μὲν ἐλάχιστα ἄνθρωποι δὲ πολλοί, οἱ μὲν ἀλλήλοις μαχόμενοι, οἱ δὲ ὑπ' ἐκείνων ἀναλούμενοι. τοὺς γὰρ δούλους τοὺς τοῖς δεσπόταις ἐπιβουλεύσαντας δεινῶς ἐμίσει τούςτε τὴν ἄλλως συκοφαντήσαντας ἢ καταψευδομαρτυρήσαντάς τινων, καὶ αὐτῶν τοὺς πλείους οὕτως ἀνήλισκεν, τοὺς δὲ ἕτερόν τινα τρόπον ἐκόλαζεν, πολλοὺς δὲ καὶ τοῖς δεσπόταις αὐτοῖς ἐπὶ τιμωρίᾳ παρεδίδου. τοσοῦτον δ' οὖν τὸ πλῆθος τῶν θνησκόντων ἐγίγνετο ὥστε καὶ τὸν τοῦ Αὐγούστου ἀνδριάντα τὸν ἐκεῖσε ἱδρυμένον ἑτέρωσέ ποι μετενεχθῆναι τοῦ δὴ μήτε ἐφορᾶν αὐτὸν τοὺς φόνους νομίζεσθαι μήτε ἀεὶ κατακαλύπτεσθαι. καὶ ἐπὶ τούτῳ γέλωτα ὠφλίσκανεν, εἰ δὴ ὅσα μηδὲ τὸν χαλκὸν τὸν ἀναίσθητον ὁρᾶν δοκεῖν ἠξίου, τοῦτ' αὐτὸς διεπίμπλατο, ὅτι διὰ μέσου τῆς θέας παρὰ τὸν τοῦ ἀρίστου καιρὸν κατακοπτομένους ἥδιστα ἐθεώρει, ὅτι καὶ λέοντα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν καὶ διὰ τοῦτο τῷ πλήθει ἀρέσκοντα ἀποκτείνας, ὅτι σφίσι κοινῶς ἐν τῇ θέᾳ συνῆν καὶ παρεῖχεν ὅσα ἐβούλοντο. Ἐθισθεὶς δ' οὖν αἵματος καὶ φόνων ἀναπίμπλασθαι προπετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιον δὲ τούτων οἱ Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγένοντο· ὁπότε γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, ὁ δὲ ἐξαπιναίως κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα ἀπολέσθαι, ἔπειτα ἀνενεγκὼν καὶ ἀναφρονήσας ἐπεζήτει αὐτόν, καὶ μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο. 220. Ὅτι Γάιος Σιλανὸν εὐγενέστατον ὄντα καὶ τῆς Ἰβηρίας ἄρχοντα μεταπεμψάμενος τὴν μητέρα οἱ τὴν τῆς Μεσσαλίνης συνοικίσας, καὶ ἐν τοῖς φιλτάτοις καὶ συγγενεστάτοις χρόνον τινὰτιμήσας, ἐξαίφνης ἔσφαξεν, ὅτι τῇ Μεσσαλίνῃ προσέκρουσεν οὐκ ἐθελήσας αὐτῇ συγγενέσθαι πορνικωτάτῃ καὶ ἀσελγεστάτῃ οὔσῃ. 221. Ὅτι ἡ Μεσσαλῖνα αὐτή τε ἠσέλγαινεν καὶ τὰς ἄλλας γυναῖκας ὁμοίως ἀκολασταίνειν ἠνάγκαζεν, καὶ πολλάς γε καὶ ἐν αὐτῷ τῷ παλατίῳ, τῶν ἀνδρῶν παρόντων καὶ ὁρώντων, μοιχεύεσθαι ἐποίει. καὶ ἐκείνους μὲν καὶ ἐφίλει καὶ ἠγάπα, τιμαῖς τε καὶ ἀρχαῖς ἤγαλλε, τοὺς δὲ μὴ συγκαθιέντας σφᾶς ἐς τοῦτο καὶ ἐμίσει καὶ ἀπώλλυε. καὶ ταῦτα μέντοι τοιαῦτά τε ὄντα καὶ ἀναφανδὸν οὕτω γιγνόμενα τὸν Κλαύδιον ἐπὶ πλεῖστον ἔλαθεν· ἐκείνῳ τε γὰρ θεραπαινίδιά τινα παρακατέκλινε, καὶ τούς τι δυναμένους οἱ μηνῦσαι τοὺς μὲν εὐεργεσίαις τοὺς δὲ καὶ τιμωρίαις προκατελάμβανεν, ὥσπερ καὶ Κατώνιον Ἰοῦστον, δορυφορικοῦ ἄρχοντα δηλῶσαί τι αὐτῷ περὶ τούτων ἐθελήσαντα, προδιέφθειρεν. τήν τε Ἰουλίαν τὴν τοῦ Δρούσου τοῦ Τιβερίου παιδὸς θυγατέρα, τοῦ δὲ δὴ Νέρωνος τοῦ Γερμανικοῦ γυναῖκα, ζηλοτυπήσασα ἀπέσφαξεν. καί τις καὶ τῶν ἱππέων, ὡς καὶ ἐπιβουλεύσας τῷ Κλαυδίῳ, κατεκρημνίσθη. 222. Ὅτι ἡ Μεσσαλῖνα ἀπὸ τοῦ χαλκοῦ τοῦ συγχωνευθέντος ἀνδριάντας τοῦ Μνηστῆρος τοῦ ὀρχηστοῦ ἐποιήσατο. ἐπεὶ γὰρ τῷ Γαΐῳ ποτὲ ἐκεῖνος ἐκέχρητο, χάριν τινὰ αὐτῷ ταύτην τῆς πρὸς ἑαυτὴν συνουσίας κατέθετο. σφόδρα γὰρ ἤρα, καὶ ἐπεί γε μηδένα τρόπον μήθ' ὑπισχνουμένη τι μήτε ἐκφοβοῦσα αὐτὸν συγγενέσθαιαὐτῇ ἀναπεῖσαι ἐδύνατο, διελέχθη τῷ ἀνδρί, ἀξιοῦσα αὐτὸν πειθαρχεῖν οἱ ἀναγκασθῆναι ὡς καὶ ἐπ' ἄλλο τι αὐτοῦ δεομένη· καὶ οὕτως εἰπόντος αὐτῷ Κλαυδίου πάνθ' ὅσα ἂν προστάττηται ὑπὸ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ ὡς καὶ τοῦτο ὑπ' ἐκείνου κεκελευσμένος. τὸ δ' αὐτὸ τοῦτο καὶ πρὸς ἄλλους συχνοὺς ἔπραττεν· ὡς γὰρ εἰδότος τε τοῦ Κλαυδίου τὰ γιγνόμενα καὶ συγχωροῦντός οἱ ἀκολασταίνειν ἐμοιχεύετο. 223. Ὅτι τοῦ Κλαυδίου καὶ τοῦτο ἐπῄνουν, ὅτι ἐντυχόντος τινὸς τοῖς δημάρχοις κατὰ τοῦ ἐξελευθερώσαντος αὐτὸν καὶ ὑπηρέτην ἐπ' αὐτὸν αἰτήσαντος καὶ λαβόντος, ἠγανάκτησε, καὶ ἐκεῖνόν τε καὶ τοὺς συνεξετασθέντας αὐτῷ ἐκόλασε, καὶ ἀπηγόρευσε μηδὲ τοῖς οὕτως κατὰ τῶν
q.314
δεσποσάντων αὐτῶν βοηθεῖν, εἰ δὲ μή, στέρεσθαι τοῦ δίκην αὐτοὺς ἑτέροις λαγχάνειν. δουλεύοντα μέντοι αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες ἤσχαλλον, ἄλλως καὶ ἐπειδὴ σπουδάσαντος Κλαυδίου Σαβῖνον τὸν τῶν Κελτῶν ἄρχοντα ἐν μονομαχίᾳ τινὶ ἀποκτεῖναι, ἡ Μεσσαλῖνα ἔσωσε· καὶ γὰρ ἐκείνῳ ἐπλησίαζεν. τοῦτό τε οὖν αὐτοὺς ἠνία, καὶ ὅτι τὸν Μνηστῆρα ἀποσπάσασα ἀπὸ τοῦ θεάτρου εἶχε, καὶ ὁπότε λόγος τις περὶ αὐτοῦ ὅτι μὴ ὀρχοῖτο γίγνοιτο, θαῦμά τε ὁ Κλαύδιος ἐποιεῖτο καὶ ἀπελογίζετο τά τε ἄλλα καὶ ὀμνὺς ὅτι μὴ συνείη αὐτῷ. πιστεύοντες γὰρ ὄντως ἀγνοεῖν αὐτὸν τὰ γιγνόμενα, ἐλυποῦντο μὲν ὅτι μόνος οὐκ ἐπίσταται τάδε ἐν τῷ βασιλείῳ δρώμενα, ὅσα τε καὶ ἐς τοὺς πολεμίους ἤδη διεπεφοιτήκει, οὐ μὴν καὶ ἐξελέγχειν αὐτὰ ἤθελον, τὸ μέν τι ταύτην αἰδούμενοι, τὸ δὲ καὶ τοῦ Μνηστῆρος φειδόμενοι· ὅσον γὰρ ἐκείνῃ διὰ τὸ κάλλος, τοσοῦτον τῷ δήμῳ διὰ τὴν τέχνην ἤρεσκεν, ὅτι οὕτω δεινὸς σοφιστὴς ἐντῇ ὀρχήσει ἦν, ὥστε ὁμίλου μεγάλῃ ποτὲ σπουδῇ δρᾶμά τι αὐτὸν ἐπιβόητον ὀρχήσασθαι δεομένου, παρακῦψαί τε ἐκ τῆς σκηνῆς καὶ εἰπεῖν ὅτι·" οὐ δύναμαι τοῦτο ποιῆσαι· τῷ γὰρ Ὀρέστῃ συγκεκοίμημαι". ὁ οὖν Κλαύδιος ταῦτα οὕτως ἔπραττε, καὶ ἐπειδὴ πλῆθος δικῶν ἀμύθητον ἦν καὶ οὐκ ἀπήντων ἐπ' αὐταῖς ἔτι προσδοκῶντες ἐλαττώσεσθαι, προεῖπε διὰ προγράμματος ὅτι καὶ κατὰ ἀπόντων αὐτῶν ἐντὸς ῥητῆς τινος ἡμέρας ἐρήμην δικάσει, καὶ ἐνεπέδωσε τοῦτο. 224. Ὅτι κατὰ τὴν ὁπλομαχίαν πολλοὶ καὶ τῶν ξένων ἀπελευθέρων καὶ οἱ αἰχμάλωτοι οἱ Βρεττανοὶ ἐμαχέσαντο· καὶ πολλοὺς ὅσους καὶ ἐν τούτῳ τῷ εἴδει τῆς θέας ἀνήλισκε καὶ ἐπ' αὐτῷ ἐσεμνύνετο. 225. Ὅτι ἡ Μεσσαλῖνα ὥσπερ οὐκ ἐξαρκοῦν οἱ ὅτι καὶ ἐμοιχεύσατο καὶ ἐπορνεύσατο (τά τε γὰρ ἄλλα ἰσχυρῶς ἔπραττε, καὶ ἐπ' οἰκήματος ἔστιν ὅτε ἐν τῷ παλατίῳ αὐτή τε ἐκαθέζετο καὶ τὰς ἄλλας τὰς πρώτας ἐκάθιζε), καὶ ἐπεθύμησε καὶ ἄνδρας, τοῦτο δὴ τὸ τοῦ λόγου, πολλοὺς ἔχειν. καὶ σύμπασιν ἂν τοῖς χρωμένοις αὐτῇ κατὰ συμβόλαια συνῴκησεν, εἰ μήπερ εὐθὺς ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. τέως μὲν γὰρ οἱ Καισάρειοι πάντες ὡμολόγουν αὐτῇ, καὶ οὐδὲν ὅ τι οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν. ἐπεὶ δὲ τὸν Πολύβιον, καίτοι καὶ ἐκείνῳ πλησιάζουσα, καὶ διέβαλε καὶ ἀπέκτεινεν, οὐκέτι αὐτῇ ἐπίστευον, κἀκ τούτου ἐρημωθεῖσα τῆς παρ' αὐτῶν εὐνοίας ἐφθάρη. τόν τε γὰρ Σίλιον τὸν Γάιον τοῦ Τιβερίου τοῦ σφαγέντος υἱὸν ἄνδρα ἐπεγράψατο, καὶ τοὺς γάμους πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν Κλαυδίου κειμηλίων συμφορήσασα ἐς αὐτήν, καὶ ὕπατον ἀπέφηνεν. ταῦτ' οὖν πρότερον μὲν καὶ ὑπὸ πάντων τῶν ἄλλων ἀκουόμενα καὶ ὁρώμενα τὸν γοῦν Κλαύδιον ἐλάνθανεν· ὡς δ' οὗτός τε ἐς τὰ Ὤστια κατέβη, καὶ ἐκείνη ἐν τῇ Ῥώμῃ, πρόφασιν ὡς καὶ νοσοῦσα, ὑπελείφθη, συμπόσιόν τέ τι περιβόητον συνεκρότησεν, ἐνταῦθα ὁ Νάρκισσος μονωθέντι τῷ Κλαυδίῳ μηνύει διὰ τῶν παλλακῶν αὐτοῦ πάντα τὰ γιγνόμενα. καὶ ἐκφοβήσας αὐτὸν ὡς καὶ τῆς Μεσσαλίνης ἐκεῖνόν τε ἀποκτενεῖν καὶ τὸν Σίλιον ἐς τὴν ἀρχὴν ἀντικαθιστάναι μελλούσης, ἀνέπεισε συλλαβεῖν τινας καὶ βασανίσαι. ἅμα τε τοῦτ' ἐγίγνετο καὶ αὐτὸς ἠπείχθη, καὶ ὥσπερ εἶχεν ἐσελθὼν ἄλλους τε πολλοὺς καὶ τὸν Μνηστῆρα ἐθανάτωσεν, αὐτήν τε τὴν Μεσσαλῖναν ἐς τοὺς τοῦ Ἀσιατικοῦ κήπους, δι' οὕσπερ οὐχ ἥκιστα ἀπολώλει, ἀναχωρήσασαν ἀπέσφαξεν. 226. Ὅτι ὁ Σιλανὸς ἀνὴρ ἀγαθὸς ἐνομίζετο, καὶ ὑπὸ τοῦ Κλαυδίου οὕτως ἐτιμᾶτο ὥστε καὶ ἐπινικίους τιμὰς ἐν παισὶ λαβεῖν, τήν τε θυγατέρα αὐτοῦ Ὀκταβίαν ἐγγυήσασθαι, καὶ πολὺ πρὸ τοῦ καθήκοντος χρόνου ἐστρατήγησε, τήν τε πανήγυριν τὴν προσήκουσαν αὐτῷ τοῖς ἐκείνου τέλεσιν ποιῆσαι, καὶ ἐν αὐτῇ τὸν Κλαύδιον καὶ αἰτῆσαί τινα παρ' αὐτοῦ ὥσπερ τινὰ στασιάρχην, καὶ ἐκβοῆσαι πάνθ' ὅσα τοὺς ἄλλους βουλομένους ἑώρα. 227. Ὅτι οὕτω ταῖς γυναιξὶν ὁ Κλαύδιος ἐδεδούλωτο ὥστ' ἀμφοτέρους τοὺς γαμβροὺς δι' αὐτὰς ἀποκτεῖναι. 228. Ὅτι ὡς ἅπαξ ἡ Ἀγριππῖνα ἐν τῷ βασιλείῳ ἐγένετο, τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη οὖσα πράγμασι χρῆσθαι, καὶ τούς
q.315
τινα αὐτοῦ εὔνοιαν ἔχοντας τὰ μὲν φόβῳ τὰ δὲεὐεργεσίαις ᾠκειώσατο. καὶ τὸν Βρεττανικὸν τὸν παῖδα αὐτοῦ ὡς καὶ τῶν τυχόντων τινὰ τρέφεσθαι ἐποίει· ὁ γὰρ ἕτερος, ὁ καὶ τὴν τοῦ Ἀσιανοῦ θυγατέρα ἐγγυησάμενος, ἐτεθνήκει. τόν τε Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ ἐσεποίησεν. ἔπραξεν δὲ ταῦτα τὸ μέν τι διὰ τῶν ἀπελευθέρων ἀναπείσασα τὸν Κλαύδιον, τὸ δὲ καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον τούς τε στρατιώτας ἐπιτήδειόν τι ἀεί ποτε ἐς αὐτὰ συμβοᾶν παρασκευάσασα. 229. Ὅτι ἡ Ἀγριππῖνα τὸν υἱὸν ἐς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευε, πλοῦτόν τε ἀμύθητον αὐτῷ συνέλεγεν, οὐδὲν οὐδὲ τῶν σμικροτάτων ἐπ' ἀργυρισμῷ παραλείπουσα, ἀλλὰ πάντα καὶ τὸν ὁπωσοῦν εὐποροῦντα θεραπεύουσα, πολλοὺς δὲ καὶ διὰ τοῦτο φονεύουσα. ἤδη δέ τινας καὶ ζηλοτυπήσασα ἔφθειρε, καὶ τήν γε Παυλῖναν τὴν Λολλίαν, ἐπειδὴ τῷ Γαΐῳ συνῳκήκει, ἀπέκτεινεν. 230. Ὅτι ὁ μὲν Νέρων ηὔξετο, Βρεττανικὸς δὲ οὔτε τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν, ἀλλ' ἡ Ἀγριππῖνα τούς τε ἄλλους τοὺς περιέποντας αὐτὸν τοὺς μὲν ἐξέβαλε τοὺς δὲ καὶ ἀπέκτεινε, καὶ τὸν Σωσίβιον, ᾧ ἥ τε τροφὴ καὶ ἡ παιδεία αὐτοῦ προσετέτακτο, κατέσφαξεν ὡς καὶ τῷ Νέρωνι ἐπιβουλεύοντα. κἀκ τούτου παραδοῦσα αὐτὸν οἷς ἤθελεν, ἐκάκου ὅσον ἐδύνατο, καὶ οὔτε τῷ πατρὶ συνεῖναι οὔτε ἐς τὸ δημόσιον προϊέναι εἴα, ἀλλ' ἐν ἀδέσμῳ τρόπον τινὰ φυλακῇ εἶχεν. 231. Ὅτι τῆς Ἀγριππίνης οὐδεὶς τὸ παράπαν ἥπτετο, ἀλλὰτά τε ἄλλα καὶ ὑπὲρ αὐτὸν τὸν Κλαύδιον ἐδύνατο, καὶ ἐν κοινῷ τοὺς βουλομένους ἠσπάζετο· καὶ τοῦτο καὶ ἐς τὰ ὑπομνήματα ἐσεγράφετο. 232. Ὅτι ὁ Νάρκισσος τῆς λίμνης τῆς Φουκιανῆς συμπεσούσης αἰτίαν ἐπ' αὐτῇ μεγάλην ἔλαβεν· ἐπεστάτει γὰρ τοῦ ἔργου, καὶ ἔδοξε πολὺ ἐλάττω ὧν ἤλπιζε δαπανήσας εἶτα ἐξεπίτηδες τὸ σύμπτωμα, ὅπως ἀνεξέλεγκτον τὸ κακούργημα αὐτοῦ γένηται, μηχανήσασθαι. 233. Ὅτι ὁ Σενέκας καὶ ὁ Βοῦρρος φρονιμώτατοί τε ἅμα καὶ δυνατώτατοι τῶν κατὰ τὸν Νέρωνα ἀνδρῶν ὄντες τὴν ἀρχὴν πᾶσαν παρέλαβον, καὶ διῴκησαν ἐφ' ὅσον ἠδυνήθησαν ἄριστα καὶ δικαιότατα, ὥσθ' ὑπὸ πάντων ἀνθρώπων ὁμοίως ἐπαινεθῆναι. ὅ τε γὰρ Νέρων οὔτ' ἄλλως φιλοπραγματίας ἦν καὶ ἔχαιρεν ἐν ῥᾳστώνῃ διάγων, καὶ διὰ ταῦτα τῇ τε μητρὶ πρότερον ὑπεπεπτώκει [καὶ πραγματίας ἦν καὶ ἔχαιρεν], καὶ τότε ἠγάπα ὅτι αὐτός τε ἐν ἡδοναῖς ἦν καὶ ἡ ἡγεμονία οὐδὲν ἧττον διήγετο· καὶ ἐκεῖνοι συμφρονήσαντες αὐτοὶ μὲν πολλὰ τὰ μὲν μετερρύθμισαν τῶν [δὲ] καθεστηκότων, τὰ δὲ καὶ παντελῶς κατέλυσαν, ἄλλα τε καινὰ προσενομοθέτησαν, τὸν δὲ δὴ Νέρωνα τρυφᾶν εἴων, ὅπως διακορής, ἄνευ μεγάλου τινὸς τῶν κοινῶν πάντων κακοῦ, ὧν ἐπεθύμει γενόμενος μεταβάληται. ἀμέλει ὁ Νέρων τὰ μὲν πρῶτα ἁπλῶς πως δεῖπνά τε ἐποίει καὶ κώμους ἐκώμαζεν καὶ ἐμέθυε καὶ ἤρα, ἔπειτα ὡς οὔτε ἐκείνῳ τις ἐπέπληττεν οὔτε τὰ κοινὰ χεῖρον παρὰ τοῦτο διεχειρίζετο, ἐπίστευεν ὅτι καὶ καλῶς αὐτὰ ποιεῖ καὶ δύναται καὶ ἐπὶ πλεῖόν σφισι χρῆσθαι, κἀκ τούτου ταῦτά τε ὡςἕκαστα ἐκφανέστερον καὶ προπετέστερον πράττειν ἤρξατο, καὶ εἰ δή τι ἢ ἐκεῖνοι παραινοῦντες ἢ ἡ μήτηρ νουθετοῦσα αὐτὸν ἔλεγεν, παρόντας μὲν σφᾶς ᾐδεῖτο καὶ ὑπισχνεῖτο μεταθήσεσθαι, ἀπελθόντων δὲ τῆς τε ἐπιθυμίας ἐγίγνετο καὶ τοῖς πρὸς τἀναντία αὐτὸν ἄγουσιν, ἅτε καὶ ἐπὶ πρανὲς ἕλκουσιν, ἐπείθετο. καὶ μετὰ τοῦτο τὰ μὲν καταφρονήσας, οἷά που συνεχῶς παρὰ τῶν συνόντων ἀκούων" σὺ δὲ τούτων ἀνέχῃ; σὺ δὲ τούτους φοβῇ; οὐκ οἶσθα ὅτι Καῖσαρ εἶ καὶ σὺ ἐκείνων ἐξουσίαν, ἀλλ' οὐκ ἐκεῖνοι σοῦ ἔχουσι;" τὰ δὲ καὶ φιλονεικῶν μήτε τῆς μητρὸς ὡς καὶ κρείττονος ἐλαττοῦσθαι μήτε τοῦ Σενέκου τοῦ τε Βούρρου ὡς καὶ φρονιμωτέρων ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγγέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν. ὡς δ' ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο, νομίζων τῆς αὐτοκράτορος καὶ τοῦτ' ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς κακίστοις μηδενὸς ὑστερίζειν. ἐπαινούμενος δὲ ἐπὶ τούτοις ὑπὸ τοῦ ὁμίλου, καὶ πολλὰ ὑπ' αὐτοῦ καὶ ἡδέα ἀκούων, οὐδ' ἑαυτοῦ ἐφείσατο, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ παρὰ
q.316
τοῖς συνοῦσίν οἱ ἐχειρούργησεν αὐτά, ἔπειτα καὶ ἐδημοσίευσεν, ὥστε πολλὴν μὲν αἰσχύνην παντὶ τῷ Ῥωμαίων γένει προσθεῖναι, πολλὰ δὲ καὶ δεινὰ αὐτοὺς ἐργάσασθαι. καὶ γὰρ βίαι καὶ ὕβρεις ἁρπαγαί τε καὶ φόνοι καὶ ὑπ' αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν ἀεί τι παρ' αὐτῷ δυναμένων ἀμύθητοι ἐγίγνοντο. καὶ ὃ δὴ πάντως ἐξ ἀνάγκης πᾶσι τοῖς τοιούτοις ἕπεται, χρήματα πολλὰ μὲν ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. ἦν μὲν γὰρ οὐδ' ἄλλως μικρόφρων τεκμήριον δὲ ὅτι ἐδιπλασίασε τὸ ἀργύριον τὰς διακοσίας νʹ μυριάδας. 234. Ὅτι ὁ αὐτὸς ἐκ τοῦ πλήθους τῶν δαπανωμένων ταχὺ μὲν τοὺς ἐν τῷ βασιλικῷ θησαυροὺς ἐξήντλησε, ταχὺ δὲ πόρωνκαινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ προσαπώλλυντο. καὶ οὕτω καὶ ἄλλους, εἰ καὶ μηδὲν μέγα ἐκέκτηντο, ἀλλ' ἀρετήν γέ τινα ἢ καὶ γένος εἶχον, ὑποπτεύων ἄχθεσθαί οἱ καὶ ἐμίσει καὶ διέφθειρε. 235. Ὅτι ἡ Ἀγριππῖνα οὕτω καὶ τὰ μέγιστα πράττειν ἐπεχείρει ὥστε Μᾶρκον Ἰούνιον Σιλανὸν ἀπέκτεινε, πέμψασα αὐτῷ τοῦ φαρμάκου ᾧ τὸν ἄνδρα ἐδεδολοφονήκει. 236. Ὅτι ἦρχε τῆς Ἀσίας Σιλανός, καὶ ἦν οὐδὲ ἓν τοῖς ἤθεσι τοῦ γένους ἐνδεέστερος. ἀφ' οὗπερ καὶ τὰ μάλιστα ἔλεγεν αὐτὸν ἐπιχθῆναι*, ἵνα μὴ καὶ τοῦ Νέρωνος οὕτω ζῶντος προκριθείη. καὶ μέντοι καὶ ἐκαπήλευσε πάντα, καὶ ἐκ τῶν βραχυτάτων τῶν τε αἰσχίστων ἠργυρολόγει. 237. Ὅτι Λαιλιανὸς ὁ ἀποσταλεὶς ἐς τὴν Ἀρμενίαν ἀντὶ τοῦ Πωλίωνος τὴν τῶν νυκτοφυλάκων ἀρχὴν προσετέτακτο, καὶ ἦν οὐδὲν τοῦ Πωλίωνος βελτίων, ἀλλὰ καὶ ὅσῳ τῇ ἀξιώσει αὐτοῦ προεῖχε, τόσῳ καὶ ἀπληστότερος ἐπὶ τοῖς κέρδεσιν ἐπεφύκει. 238. Ὅτι τοῦ Βρεττανικοῦ τελευτήσαντος οὔθ' ὁ Σενέκας καὶ ὁ Βοῦρρος ἐπιμέλειάν τινα ἀκριβῆ τῶν κοινῶν ἐποιοῦντο, ἀλλ' ἠγάπων εἰ καὶ μετρίως πως διάγοντες αὐτὰ περισωθεῖεν, καὶ ἐκ τούτου ὁ Νέρων λαμπρῶς ἤδη πάντων ὧν ἤθελεν ἐπ' ἀδείας ἐνεπίμπλατο. καὶ οὕτω γὰρ ἐκφρονεῖν ἄντικρυς ἤρξατο ὥστε καὶ Ἀντώνιόν τινα ἱππέα αὐτίκα ὡς καὶ φαρμακέα κολάσαι, καὶ προσέτι καὶ τὰ φάρμακα δημοσίᾳ καταφλέξαι· αὐτὸς μὲν γὰρ καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῷ διαθήκας τινὰς κακουργήσασί τισιν ἐπεξελθεῖν ἐσεμνύνετο, τοῖς δὲ δὴ ἄλλοις γέλωτα ἰσχυρὸν παρέσχεν, ὅτι τὰ ἑαυτοῦ ἔργα δι' ἑτέρων ἐκόλασεν. καὶ πολλὰ μὲν οἴκοι πολλὰ δὲ καὶ ἐν τῇ πόλει, νύκτωρ καὶ μεθ' ἡμέραν, ἐπικρυπτόμενός πῃ ἠσέλγαινεν, καὶ ἔς τε καπηλεῖα ἐσῄει, καὶ πανταχόσε ὡς καὶ ἰδιώτης ἐπλανᾶτο. πληγαίτε ἐκ τούτων καὶ ὕβρεις συχναὶ ἐγίγνοντο, ὥστε καὶ μέχρι τῶν θεάτρων τὸ δεινὸν προχωρῆσαι. οἱ γάρ τοι περὶ τὴν ὀρχήστραν καὶ περὶ τοὺς ἵππους ἔχοντες οὔτε τῶν στρατηγῶν οὔτε τῶν ὑπάτων ἐφρόντιζον, ἀλλ' αὐτοί τε ἐστασίαζον καὶ τοὺς ἄλλους προσεπεσπῶντο, οὐχ ὅτι κωλύοντός σφας τοῦ Νέρωνος, ὅσα ἀπὸ βοῆς, ἀλλὰ καὶ προσεκταράσσοντος· καὶ γὰρ ἔχαιρε τοῖς δρωμένοις, ἔν τε φορείῳ τινὶ λάθρᾳ ἐς τὰ θέατρα ἐσκομιζόμενος, κἀκ τοῦ ἀφανοῦς τοῖς ἄλλοις ἐφορῶν τὰ γιγνόμενα. ἀμέλει καὶ τοὺς στρατιώτας τοὺς ἀεί ποτε ταῖς τοῦ δήμου συνόδοις παρεῖναι εἰωθότας ἀπηγόρευσε μὴ φοιτᾶν ἐς αὐτάς, πρόφασιν μὲν ὡς καὶ τὰ στρατιωτικὰ αὐτοὺς μόνα διὰ χειρὸς ποιεῖσθαι δέον, τὸ δ' ἀληθὲς ἵν' ὅτι πλείστη τοῖς τι βουλομένοις ταράσσειν ἐξουσία εἴη. τῇ δὲ αὐτῇ σκήψει καὶ πρὸς τὴν μητέρα ἐχρήσατο· οὐδὲ γὰρ οὐδὲ ἐκείνῃ συνεῖναι στρατιώτην τινὰ ἐπέτρεπε, λέγων μηδένα ἄλλον ὑπ' αὐτῶν πλὴν τοῦ αὐτοκράτορος φρουρεῖσθαι χρῆναι. καὶ τοῦτό γε καὶ ἐς τοὺς πολλοὺς τὴν ἔχθραν αὐτὸς ἐξέφηνεν. 239. Ὅτι ὁ Νέρων ὁ κίναιδος καὶ κατάπτυστος κρύφα νύκτωρ ἐκώμαζεν καὶ κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων ἐς τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων. καὶ ἐδόκει μέν πως λανθάνειν (καὶ γὰρ ἐσθῆσι ποικίλαις καὶ κόμαις περιθέτοις ἄλλοτε ἄλλαις ἐχρῆτο), ἠλέγχετο δὲ ἐκ τῆς ἀκολουθίας καὶ ἐκ τῶν ἔργων· οὐδεὶς γὰρ ἂν τοσαῦτα καὶ τηλικαῦτα ἀδεῶς οὕτω ποιῆσαι ἐτόλμησεν. οὐδὲ γὰρ οὐδ' οἴκοι μένειν ἀσφαλὲς οὐδὲν ἐγίγνετο, ἀλλὰ καὶ ἐς ἐργαστήρια καὶ ἐς οἰκίας
q.317
ἐσεπήδα. Ἰούλιος οὖν τις Μοντανὸς βουλευτής, ἀγανακτήσας ὑπὲρ τῆς γυναικός, προσέπεσέ τε αὐτῷ καὶ πληγὰς πολλὰς ἐνεφόρησεν, ὥσθ' ὑπὸ τῶν ὑπωπίων συχναῖς αὐτὸνἡμέραις κρυφθῆναι. καὶ ἔπαθεν ἐπὶ τούτῳ δεινὸν οὐδέν (ἐκ γὰρ συντυχίας ἄλλως ὑβρίσθαι νομίσας οὐδεμίαν ὀργὴν ἐποιεῖτο), εἰ μὴ ἐπέστειλεν αὐτῷ συγγνώμην αἰτούμενος. [ὁρῶν δὲ ταῦτα ὁ Δορυφόρος.] 239 α. Ὅτι ὁ Σενέκας αἰτίαν ἔσχεν καὶ ἐνεκλήθη ἄλλα τε καὶ ὅτι τῇ Ἀγριππίνῃ συνεγίγνετο· οὐ γὰρ ἀπέχρησεν αὐτῷ τὴν Ἰουλίαν μοιχεῦσαι, οὐδὲ βελτίων ἐκ τῆς φυγῆς ἐγένετο, ἀλλὰ καὶ τῇ Ἀγριππίνῃ τοιαύτῃ τε οὔσῃ καὶ τοιοῦτον υἱὸν ἐχούσῃ ἐπλησίαζεν. οὐ μόνον δὲ ἐν τούτῳ ἀλλὰ καὶ ἐν ἄλλοις καὶ πάντα τὰ ἐναντιώτατα οἷς ἐφιλοσόφει ποιῶν ἠλέγχθη. καὶ γὰρ τυραννίδος κατηγορῶν τυραννοδιδάσκαλος ἐγένετο, καὶ τῶν συνόντων τοῖς δυνάσταις κατατρέχων οὐκ ἀφίστατο τοῦ παλατίου, τούς τε κολακεύοντάς τινα διαβάλλων αὐτὸς οὕτω τὴν Μεσσαλῖναν καὶ τοὺς τοῦ Κλαυδίου ἐξελευθέρους ἐθώπευσεν ὥστε καὶ βιβλίον σφίσιν ἐκ τῆς νήσου πέμψαι ἐπαίνους αὐτῶν ἔχον, ὃ μετὰ ταῦτα ὑπ' αἰσχύνης ἀπήλειψεν. τοῖς τε πλουσίοις ἐγκαλῶν οὐσίαν ἑπτακισχιλίων καὶ φʹ μυριάδων ἐκτήσατο, καὶ τὰς πολυτελείας τῶν ἄλλων αἰτιώμενος πεντακοσίους τρίποδας κεδρίου ξύλου ἐλεφαντόποδας ἴσους καὶ ὁμοίους εἶχε, καὶ ἐπ' αὐτῶν εἱστία. ταῦτα δηλοῖ τάς τε ἀσελγείας, ἃς πράττων γάμον τε ἐπιφανέστατον ἔγημε καὶ μειρακίοις ἐξώροις ἔχαιρεν, καὶ τοῦτο καὶ τὸν Νέρωνα ποιεῖν ἐδίδαξεν, καίπερ τοσαύτῃ πρόσθεν αὐστηρότητι τῶν τρόπων χρώμενος ὥστε καὶ αἰτήσασθαι παρ' αὐτοῦ μήτε φιλεῖν αὐτὸν μήτε συσσιτεῖν αὐτῷ. καὶ τούτου μὲν καὶ πρόφασίν τινα ἔσχεν, ἵνα ἤδη καὶ φιλοσοφεῖν ἐπὶ σχολῆς δύνηται, μηδὲν ὑπὸ τῶν δείπνων αὐτοῦ ἐμποδιζόμενος, τὸ δὲ δὴ τοῦ φιλήματος οὐκ ἔχω συννοῆσαι διότι ἐξέστη· ὃ γάρ τοι καὶ μόνον ἄν τις ὑποπτεύσειεν, ὅτι οὐκ ἤθελε τοιοῦτο στόμα φιλεῖν, ἐλέγχεται ἐκ τῶν παιδικῶν αὐτοῦ ψεῦδος ὄν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς μοιχείας ἐγκληθείς τινα τότε μὲν αὐτὸς μηδὲ κατηγορηθεὶς ἀφείθη καὶ τὸν Πάλλαντα τόν τε Βοῦρρον ἐξῃτήσατο, ὕστερον δὲ οὐ καλῶς ἀπήλλαξεν. 240. Ὅτι ὁ Νέρων, οἷα ἀληθὲς μὲν μηδὲν παρὰ μηδενὸς ἀκούων, πάντας δὲ ἐπαινοῦντας τὰ πεπραγμένα ὁρῶν, λανθάνειν τε ἐφ' οἷς ἐδεδράκει ἢ καὶ ὀρθῶς αὐτὰ πεποιηκέναι ἐνόμισε, κἀκ τούτου πολὺ χείρων καὶ ἐς τὰ ἄλλα ἐγένετο. πάντα τε γὰρ ὅσα ἐξῆν αὐτῷ ποιεῖν, καὶ καλὰ ἡγεῖτο εἶναι, καὶ τοῖς φόβῳ τι ἣ κολακείᾳ αὐτοῦ λέγουσιν ὡς καὶ πάνυ ἀληθεύουσι προσεῖχεν. τέως μὲν γὰρ φόβοις καὶ θορύβοις συνείχετο· ἐπεὶ δ' οἱ πρέσβεις πολλὰ καὶ κεχαρισμένα αὐτῷ εἶπον, ἀνεθάρσησε. 241. Ὅτι καὶ τὴν Δομιτίαν τὴν τηθίδα, ἣν καὶ αὐτὴν ὡς μητέρα τιμᾶν ἔλεγεν, ἐπαπέκτεινε φαρμάκῳ, οὐδ' ἀνέμεινεν ὀλί γας ἡμέρας ἵν' ἄλλως ὑπὸ τοῦ γήρως ἀποθάνῃ, ἀλλ' ἐπεθύμησε καὶ ἐκείνην ἀπολέσαι. καὶ ἔσπευσέ γε τοῦτο ποιῆσαι διὰ τὰ κτήματα αὐτῆς τὰ ἐν Βαίαις καὶ ἐν τῇ Ῥαβεννίδι ὄντα, ἐν οἷς καὶἡβητήρια μεγαλοπρεπῆ κατεσκεύασεν, τοῦτ' ἔστιν ἑστιατήρια καὶ καταλύσεις. 242. Ὅτι ὁ Νέρων βραχὺ καὶ μέλαν, ὥς γε καὶ παραδέδοται, φώνημα εἶχεν. 243. Ὅτι ὁ Νέρων τὸν στέφανον τῶν κιθαρῳδῶν ἀνικεὶ ἔλαβε, πάντων ὡς καὶ ἀναξίων τῆς νίκης ἐκβληθέντων, καὶ εὐθὺς ἐς αὐτὸ τὸ γυμνάσιον ἐν τῇ στολῇ σφων ἐσεγράφη. κἀκ τούτου καὶ οἱ ἄλλοι στέφανοι οἱ τῆς κιθαρῳδίας ἐξ ἁπάντων τῶν ἀγώνων ὡς καὶ μόνῳ ἀξιονίκῳ ἐπέμποντο. ταῦτα ἐπαίζετο ἐν Ῥώμῃ. 244. Ὅτι ὁ Τιγελλῖνος διεδέξατο τὸν Βοῦρρον, ἀσελγείᾳ καὶ μιαιφονίᾳ πάντας τοὺς καθ' αὑτὸν ἀνθρώπους ὑπεράρας. τόν τε Νέρωνα ἀπ' αὐτῶν προσεποιήσατο, καὶ τὸν συνάρχοντα Ῥοῦφον παρ' οὐδὲν ἐτίθετο. 245. Ὅτι ὁ Νέρων γέλωτα καὶ σκώμματα τὰ τῶν συγγενῶν κακὰ ἐποιεῖτο. 246. Ὅτι ἐκ τῶν συναχθέντων ἐς τὸ Ἄντιον πολλῶν ἀπολομένων ὁ Νέρων ἐν ἑορτῆς μέρει τοῦτο ἐποιεῖτο. 247. Ὅτι ὁ Κουρβούλων ὅμοια τοῖς πρώτοις Ῥωμαίων, οὐχ ὅτι τῷ γένει λαμπρὸς ἢ τῷ σώματι ἰσχυρός, ἀλλὰ καὶ τῇ ψυχῇ ἀρτίφρων ἦν, καὶ πολὺ μὲν τὸ
q.318
ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφ' οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθ' ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην οὐδενὶ ἄλλῳ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβάρους αὐτὸν κατεργάσασθαι καὶαὐτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ μὲν οὐδέτερον αὐτῶν ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους καθ' ἓν τοῦτο μόνον ὁ Κουρβούλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντ' ἐκείνου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο γενέσθαι μόνον ἠξίουν. τοιοῦτος ὁ Κουρβούλων ἦν καὶ δι' αὐτὰ ταῦτα ἀπώλετο. 248. Ὅτι ὁ Κουρβούλων, καίτοι καὶ ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα καὶ αὐτοκράτωρ (καὶ τῶν ἀνθρώπων τῷ Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων) ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι οὔτε ᾐτιάθη. τά τε γὰρ ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζε, καὶ τὸν γαμβρὸν Ἄννιον ὑποστρατηγοῦντά οἱ ἐς τὴν Ῥώμην, πρόφασιν μὲν ὡς τὸν Τιριδάτην ἀνάξοντα, τὸ δὲ ἀληθὲς ἐφ' ὁμηρείᾳ τῷ Νέρωνι ἑκὼν ἔπεμψεν. οὕτω γάρ που ἐπεπίστευτο μηδὲν νεοχμώσειν ὥστε καὶ τὸν γαμβρόν, καὶ πρὶν στρατηγῆσαι, ὕπατον λαβεῖν. 249. Ὅτι ὁ Ἰούνιος Τορκουᾶτος ἀπόγονος τοῦ Αὐγούστου ὢν θαυμαστῷ δή τινι ἐγκλήματι παρεδόθη. ἐπειδὴ γὰρ ἀσωτότερον τῇ οὐσίᾳ, εἴτε ἐκ φύσεως εἴτε καὶ ἐξ ἐπιτηδεύσεως, ὅπως μὴ πάνυ πλουτοίη, κατεχρήσατο, τῶν τε ἀλλοτρίων αὐτὸν ἐπιθυμεῖν ἅτε καὶ πολλῶν δεόμενον ὁ Νέρων ἔφη, κἀκ τούτου καὶ τῆς αὐτοκράτορος ἀρχῆς ἐφιέμενον συκοφαντηθῆναι ἐποίησεν. 250. Ὅτι τοσοῦτον ἐπόθησε τὴν Σαβῖναν, ὥστε μετὰ θάνατον αὐτῆς τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ οἱ μαθὼν οὖσαν μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, ὃνΣπόρον ὠνόμαζεν, ἐκτεμών, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρων γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔδωκε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἱ τε ἄλλοι καὶ αὐτοὶ οἱ Ῥωμαῖοι ἑώρτασαν, ὅτι τότε πολλοὶ ἐθανατώθησαν. 251. Ὅτι ὁ Νέρων ἐπὶ τοὺς Αἰθίοπας καὶ τὰς Κασπίας πύλας ἐνόει πλεῦσαι. ἀλλὰ ταῦτα μὲν καὶ χρόνου καὶ πόνου ὁρῶν δεόμενα ἤλπιζεν αὐτόματά οἱ προσχωρήσειν, ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπεραιώθη, οὔτι γε ὡς Φλαμίνιος οὐδ' ὡς Μόμμιος ἢ καὶ Ἀγρίππας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλ' ἐπί τε ἡνιοχήσει καὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδ' ὁ μέγας ἱππόδρομος, ἀλλ' ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδονίκης γένηται. καὶ τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ Κασπίους καὶ Αἰθίοπας ἐχειρώσατο. ἀλλ' ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα πρόσωπά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ Διόδωρον καὶ Παμμένην, ὡς Φίλιππον, ὡς Περσέα, ὡς Ἀντίοχον. καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίπερ γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται. Καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. πῶςγὰρ ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδὰς καὶ τέρποντα καὶ τὴν μὲν κεφαλὴν κομῶντα, τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθ' ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθ' ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα ποιοῦντα ἵνα τὸν τῶν
q.319
κιθαρῳδῶν καὶ τῶν τραγῳδῶν καὶ τῶν κηρύκων ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων. τίς γὰρ ἂν προγραφὴ ταύτης χαλεπωτέρα γένοιτο, ἐν ᾗ Σύλλας μὲν ἄλλους, Νέρων δὲ ἑαυτὸν προέγραψεν; τίς δὲ νίκη ἀτοπωτέρα, ἐν ᾗ τὸν κότινον ἢ τὴν δάφνην ἢ τὸ σέλινον ἢ τὴν πίτυν λαβὼν ἀπώλεσε τὸν πολιτικόν; καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο, ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κράτους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἐκύει ἔτικτεν ἐμαίνετο ἠλᾶτο, τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρακλέα καὶ Ἀλκμέωνα καὶ Ὀρέστην ὡς πλήθεὑποκρινόμενος. καὶ τά γε πρόσωπα τοτὲ μὲν αὐτοῖς ἐκείνοις τοτὲ δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερεν· τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν ἐσκεύαστο, ὅπως κἀκείνη καὶ τεθνηκυία πομπεύῃ. καὶ πάντα ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος καὶ ἔλεγε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθόσον χρυσαῖς ἁλύσεσιν ἐδεσμεύετο· οὐ γὰρ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς δεῖσθαι. Οἱ δὲ στρατιῶται ταῦτα ὁρῶντες ἔφερον ἐπῄνουν, Πυθιονίκηντε αὐτὸν καὶ Ὀλυμπιονίκην καὶ περιοδονίκην παντονίκην πρὸς τοῖς ἄλλοις ἀπεκάλουν, συμμιγνύντες αὐτοῖς τὰ τῆς ἀρχῆς ὀνόματα, τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον ἀκροτελεύτιον εἶναι. 252. Ὅτι ὁ Νέρων ἐς τὴν Ἑλλάδα παμπληθεῖς ἐφόνευσεν ἄνδρας γυναῖκας παῖδας. καὶ πρότερον μὲν τὴν ἡμίσειαν τῆς οὐσίας ἐκέλευσέν οἱ καὶ τὰ τέκνα καὶ τοὺς ἀπελευθέρους τῶν θανατουμένων ἀποθνήσκοντας καταλείπειν, αὐτοῖς τε ἐκείνοις διαθήκας γράφειν ἐπέτρεπεν, ὅπως μὴ τῶν χρημάτων ἕνεκα αὐτοὺς ἀποκτείνειν δοκῇ (πάντως δὲ πάντα ἢ τά γε πλείω αὐτῶν ἐλάμβανεν· εἴτ' οὖν τις ἔλαττόν τι αὐτῷ ἢ τῷ Τιγελλίνῳ ὧν ἤλπιζον κατέλειπεν, οὐδὲ τῶν διαθηκῶν ὠνίνατο)· ὕστερον δὲ καὶ ὅλας τὰς οὐσίας ἀφῃρεῖτο, τούς τε παῖδάς σφων πάντας ἅμα δι' ἑνὸς δόγματος ἐξήλασεν. οὐδὲ τοῦτο αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ συχνοὺς τῶν φευγόντων ἔφθειρεν. 253. Ὅτι τὰς οὐσίας ὅσας τῶν ζώντων ἐδήμευσε, καὶ τὰ ἀναθήματα ὅσα ἐκ τῶν ἱερῶν ἐσύλησεν, οὐδὲ ἐξαριθμήσειεν ἄν τις. διέτρεχον γὰρ γραμματοφόροι μηδὲν ἄλλο διαγγέλλοντες ἢ ὅτι τόνδε ἀπέκτεινεν, ὅδε τέθνηκεν· ἔξω γὰρ δὴ τῶν βασιλικῶν γραμμάτων οὐδὲν ἰδιωτικὸν διεπέμπετο. συχνοὺς γὰρ ἐς τὴν Ἑλλάδα τῶν πρώτων ἐξήγαγεν ὥς τι αὐτῶν δεόμενος, ἵν' ἐκεῖ ἀποθάνωσι. πάντα δὲ τῷ Ἠλίῳ ἐπετέτραπτο καὶ δημεύειν καὶ φυγαδεύειν καὶ ἀποκτιννύναι πάντας ὁμοίως ἐξεῖναι. 254. Ὅτι ὁ αὐτὸς τῇ Πυθίᾳ δέκα μυριάδας ἔδωκεν, ὅτι τινὰ κατὰ γνώμην αὐτοῦ ἐθέσπισεν· ἃς ὁ Γάλβας ἐκομίσατο. τοῦ δὲ δὴ Ἀπόλλωνος, εἴτ' οὖν ἀγανακτήσας ὅτι λυπηρά τινα αὐτῷ προεῖπεν, εἴτε καὶ ἄλλως μανείς, τήν τε χώραν τὴν Κιρραίαν ἀφείλετο καὶ στρατιώταις ἔδωκε, καὶ τὸ μαντεῖον κατέλυσεν, ἀνθρώπους ἐς τὸ στόμιον ἐξ οὗ τὸ ἱερὸν πνεῦμα ἀνῄει σφάξας. 255. Ὅτι πᾶσι παρὰ τῷ Νέρωνι δημόσιον ἔγκλημα ἦν ἀρετή τε καὶ πλοῦτος καὶ γένος, καὶ πάντες ἢ ἑαυτοὺς ἀπεκτίννυσαν ἢ ὑπ' ἄλλων ἐφονεύοντο. 256. Ὅτι Ἰούλιος Βίνδιξ ἦν ἀνὴρ ἐκ μὲν προγόνων Ἀκυτανὸς τοῦ βασιλικοῦ φύλου, κατὰ δὲ τὸν πατέρα βουλευτὴς τῶν Ῥωμαίων, τὸ σῶμα ἰσχυρὸς καὶ τὴν ψυχὴν συνετός, τῶν τε πολεμικῶν ἔμπειρος καὶ πρὸς πᾶν ἔργον μέγα εὔτολμος· τό τε φιλελεύθερον καὶ τὸ φιλότιμον πλεῖστον εἶχεν· ὃς προέστη τῶν Γαλατῶν. 257. Ὅτι ὁ Νέρων μαθὼν τὰ κατὰ τὸν Βίνδικα ἐν Νεαπόλει τὸν γυμνικὸν ἀγῶνα ἀπ' ἀρίστου θεωρῶν, οὐκ ἐλυπήθη, ἀλλὰ καταπηδήσας ἐκ τῆς ἕδρας ἀθλητῇ τινι συνεσπούδασεν· οὔτε ἐς τὴν Ῥώμην ἠπείχθη, ἀλλὰ καὶ γράμματα ἁπλῶς τῇ βουλῇ πέμψας παρῃτήσατο ὅτι οὐκ ἀφίκετο, λέγων βραγχᾶν, καθάπερ τι ᾆσαι καὶ τότε αὐτοῖς δεόμενος. καὶ τήν γε αὐτὴν φροντίδα καὶ ἐπιμέλειαν τῆς τε φωνῆς καὶ τῶν ᾀσμάτων τῶν τε κιθαρισμάτων, οὐχ ὅτι ἐν τῷ τότε παρόντι, ἀλλὰ καὶ μετὰ ταῦτα ἐποιεῖτο· καὶ οὔτε τι ἐξ ἐκείνων ἐξέκραξεν, εἴ τε καὶ ἠναγκάσθη τι οἷα ἐν τοιούτοις ὢν ἐκβοῆσαι, εὐθύς τις αὐτὸν ὡς καὶ κιθαρῳδήσειν μέλλοντα ἀνεχαίτιζεν καὶ ἀνελάμβανεν. τά τε ἄλλα ὅσα εἰώθει ὁμοίως ἐποίει, χαίρων τοῖς ἠγγελμένοις ὅτι
q.320
ἄλλως τε κατακρατήσειν τοῦΒίνδικος ἤλπιζεν καὶ ὑπόθεσιν ἀργυρισμοῦ καὶ φόνων εἰληφέναι ἐδόκει. καὶ ἐτρύφα, καὶ τὸ τῆς Σαβίνης ἡρῷον ἐκποιηθὲν καὶ κοσμηθὲν λαμπρῶς ὡσίωσεν, ἐπιγράψας αὐτῷ ὅτι Σαβίνῃ αὐτὸ θεᾷ Ἀφροδίτῃ αἱ γυναῖκες ἐποίησαν. καὶ τοῦτο μὲν ἠλήθευσεν· ἐκ γὰρ τῶν χρημάτων ἃ πολλὰ καὶ παρὰ τῶν γυναικῶν ἐσεσύλητο ἐξειργάσθη· συχνὰ δὲ δὴ καὶ ἤθυρεν, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, ἓν δὲ εἴπω. νύκτωρ ποτὲ τοὺς πρώτους τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐξαπίνης σπουδῇ, ὡς καὶ περὶ τῶν παρόντων τι κοινώσων σφίσι, μεταπέμψας" ἐξεύρηκα" ἔφη" πῶς ἡ ὕδραυλις" (αὐτὸ γὰρ τὸ ῥηθὲν γραφήσεται)" καὶ μεῖζον καὶ ἐμμελέστερον φθέγξεται". τοιαῦτα μὲν καὶ τότε ἔπαιζεν. 258. Ὅτι ἄλλων ἄλλα λεγόντων ὁ Νέρων ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, ὑπειπὼν ὅτι" ἂν καὶ ἐκ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς ἐκεῖ διαθρέψει"· ἐς γὰρ τοῦτ' ἀνοίας ἐληλύθει ὥστε πιστεῦσαι ὅτι ἄλλως τε ἰδιωτεῦσαι καὶ προσέτι καὶ κιθαρῳδεῖν δυνήσεται. 259. Ὅτι ὁ Ῥοῦφος πρὸς Γάλβαν ἦλθε καὶ παρὰ μὲν ἐκείνου οὐδὲν ὅ τι ἄξιον εἰπεῖν εὕρετο, εἰ μή τις αὐτὸ τοῦτ' ἐκλογίσαιτο ὅτι πολλάκις αὐτοκράτωρ ὀνομασθεὶς ἔζησε· παρὰ δὲ δὴ τῶν ἄλλων ἀνθρώπων ὄνομα μέγα, καὶ μεῖζον ἢ εἴπερ ὑπεδέδεκτο τὴν ἡγεμονίαν, ἐκτήσατο, ὅτι οὐκ ἠθέλησεν αὐτὴν λαβεῖν. 260. Ὅτι τὸ τὰς τῶν ἐπαιτίων εἰκόνας τὸν Ὄθωνα ἀποκαταστῆσαι, καὶ ἡ δίαιτα, τό τε τῷ Σπόρῳ συνεῖναι καὶ τοῖς λοιποῖς τοῖς Νερωνείοις χρῆσθαι πάνυ πάντας ἐξεφόβει. μάλισταδὲ αὐτοῦ ἐμίσουν ὅτι τήν τε ἀρχὴν ὤνιόν τε ἀποδεδείχει καὶ τὴν πόλιν ἐπὶ τοῖς θρασυτάτοις ἐπεποιήκει, καὶ τὴν μὲν βουλὴν καὶ τὸν δῆμον παρ' οὐδὲν ἦγεν, τοὺς δὲ δὴ στρατιώτας ἐπεπείκει καὶ τοῦθ', ὅτι καὶ ἀποκτεῖναι Καίσαρα καὶ ποιῆσαι δύνανται. 261. Ὅτι ὁ Οὐάλης οὕτω περὶ τὰ χρήματα ἐσπούδαζεν καὶ οὕτως ἐξ ἅπαντος τρόπου ἤθροιζεν ὥστε καὶ τὸν δέκαρχον τὸν κατακρύψαντά τε αὐτὸν καὶ διασώσαντα ἀποσφάξαι διὰ χιλίας δραχμάς, ἃς ἐκ τῶν σκευῶν αὐτοῦ ὑφῃρῆσθαι ἔδοξεν. 262. Ὅτι ὁ Ὄθων ἀνεχώρησεν ἐκ τῆς μάχης, λέγων μὴ δύνασθαι μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν, ὥσπερ ἐκ δικαίας τινὸς πράξεως αὐταρχήσας, ἀλλ' οὐ τούς τε ὑπάτους καὶ τὸν Καίσαρα τόν τε αὐτοκράτορα ἐν αὐτῇ τῇ Ῥώμῃ φονεύσας. 263. Ὅτι ἐφίλουν τὸν Ὄθωνα οἱ στρατιῶται, καὶ δημηγορήσαντος, ἐξ ὧν ἤκουσαν, καὶ ἐθαύμαζον ἅμα καὶ ἠλέουν εἴ τι πείσοιτο, καὶ δάκρυσί τε ἔκλαιον καὶ ἐθρήνουν, πατέρα τε ἀνεκάλουν καὶ παίδων καὶ γονέων φίλτερον ὠνόμαζον," ἐν σοί" τε" καὶ ἡμεῖς σωζόμεθα" ἔλεγον," καὶ ὑπὲρ σοῦ πάντες ἀποθανούμεθα". 264. Ὅτι ὁ Βιτέλλιος εἶδεν ἐν Λουγδούνῳ μονομάχων ἀγῶνας καὶ ἐν Κρεμῶνι, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ πλήθους τῶν ἐν ταῖς μάχαις ἀπολωλότων καὶ τότε καὶ ἔτι ἀτάφων ἐρριμμένων, ὡς καὶ αὐτὸς ἐθεάσατο. διεξῆλθε γὰρ διὰ παντὸς τοῦ χωρίου ἐν ᾧ ἔκειντο, ἐμπιπλάμενος τῆς θέας ὥσπερ τότε νικῶν, καὶ οὐκἐκέλευσέ σφας οὐδ' ὣς ταφῆναι. τῇ τε γὰρ τρυφῇ καὶ τῇ ἀσελγείᾳ προσκείμενος οὐδὲν ἔτι τῶν ἄλλων οὔτε τῶν ἀνθρωπίνων οὔτε τῶν θείων ἐφρόντιζεν. ἦν μὲν γὰρ καὶ ἀπ' ἀρχῆς τοιοῦτος οἷος περί τε τὰ καπηλεῖα καὶ περὶ τὰ κυβευτήρια τούς τε ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε, καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον, ἅτε καὶ ἐν τοσαύτῃ ἐξουσίᾳ καθεστώς, ὕβριζε, καὶ τό τε πλεῖστον καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας ὁμοίως ἐδαπάνα ἀπλήστως τε ἐμφορούμενος καὶ συνεχῶς πάντα ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ' οὗπερ καὶ ἀνταρκεῖν ἠδύνατο, ἐπεὶ οἵ γε συνδειπνοῦντες αὐτῷ κακῶς ἀπήλλασσον. πολλοὺς γὰρ ἀεὶ τοὺς πρώτους ὁμοσίτους ἐποιεῖτο, καὶ πολλάκις καὶ παρ' αὐτοῖς εἱστιᾶτο. καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς ἀρχῆς αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κώμοι· πάντα τε γὰρ τὰ τιμιώτατα καὶ ἀπ' αὐτοῦ τοῦ ὠκεανοῦ, ἵνα μηδὲν εἴπω πλεῖον, καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης συνήγετο, καὶ πολυτελῶς οὕτως ἐσκευάζετο ὥστε Βιτελλιανὰ ἐξ ἐκείνου πέμματα καὶ ἄλλα τινὰ βρώματα
q.321
ὀνομάζεσθαι. 265. Ὅτι ὁ αὐτὸς οὐδὲ τῇ οἰκίᾳ τοῦ Νέρωνος τῇ χρυσῇ ἠρκεῖτο, ἀλλὰ καίτοι σφόδρα καὶ τὸ ὄνομα καὶ τὸν βίον τά τε ἐπιτηδεύματα αὐτοῦ πάντα καὶ ἀγαπῶν καὶ ἐπαινῶν, ὅμως ᾐτιᾶτο αὐτὸν κακῶς τε ᾠκηκέναι καὶ κατασκευῇ καὶ ὀλίγῃ καὶ ταπεινῇ χρῆσθαι λέγων· νοσήσας γοῦν ποτε ἐζήτησεν οἴκημα ἐν ᾧ κατοικήσει. οὕτως αὐτὸν οὐδὲ τῶν ἐκείνου τι ἤρεσεν. 266. Ὅτι ἡ γυνὴ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα. ἀλλ' οὗτοι μὲν ἐκ τῶν ἀλλοτρίωνἀναλίσκοντες οὐδ' ἠρίθμουν τι ἐκ τῶν δαπανωμένων, οἱ δὲ δὴ δειπνίζοντές σφας ἐν μεγάλῳ κακῷ ἐγίγνοντο, πλὴν ὀλίγων οἷς τι ἀνταπεδίδου. καίπερ οὐδ' ὅλης τῆς ἡμέρας οἱ αὐτοὶ ἐσίτιζον αὐτόν, ἀλλ' ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον, οἱ δὲ ἀριστῆσαι, οἱ δὲ δεῖπνον, ἕτεροι μεταδόρπιά τινα πλησμονῆς παραμύθια· πάντες γὰρ οἱ δυνάμενοι ἑστιᾶν αὐτὸν ἐσπούδαζον, καὶ ἑκατὸν δὲ αὐτόν φασι μυριάδας ἐς δεῖπνον ἀναλῶσαι. καὶ τὰ γενέθλια αὐτοῦ ἐπὶ δύο ἡμέρας ἑωρτάζετο, καὶ θηρία καὶ ἄνδρες πολλοὶ ἀπεκτάνθησαν. 267. Ὅτι τοιούτου τοῦ Βιτελλίου ὄντος οὐδ' οἱ στρατιῶται ἐσωφρόνουν, ἀλλὰ καὶ ὕβρεις καὶ ἀσέλγειαι ὑπ' αὐτῶν πολλαὶ πανταχοῦ ὁμοίως ἐγίγνοντο. 268. Ὅτι οἱ δεδανεικότες τι τῷ Βιτελλίῳ ἐξορμῶντος αὐτοῦ ἐς τὴν Γερμανίαν ἐπελάβοντο, καὶ μόλις ποτὲ κατεγγυηθέντα αὐτὸν ἀπέλυσαν· τότε δὲ οὐχ ὅσον οὐκ ἐγέλων ἀλλὰ καὶ ἐθρήνουν καὶ κατεκρύπτοντο, καὶ αὐτοὺς ἀναζητῶν τήν τε σωτηρίαν σφίσιν ἐς τὸ ὀφειλόμενον ἀποδιδόναι ἔλεγε καὶ τὰ συμβόλαια ἀπῄτει. 269. Ὅτι ὁ Βιτέλλιος, Πρίσκου ἀντειπόντος τι αὐτῷ ἐν τῷ συνεδρίῳ καί τινα καὶ τῶν στρατιωτῶν καταδραμόντος, ἐπεκαλέσατο μὲν τοὺς δημάρχους ὡς καὶ τῆς παρ' αὐτῶν ἐπικουρίας δεόμενος, οὔτε δὲ αὐτός τι κακὸν τὸν Πρίσκον ἠργάσατο οὔθ' ὑπ' ἐκείνων παθεῖν εἴασεν, ἀλλὰ καὶ ἔφη ὅτι" μὴ ταράττεσθε, πατέρες, μηδ' ἀγανακτεῖτε, εἰ δύο ἄνδρες ἐξ ὑμῶν διηνέχθημέν τι πρὸς ἀλλήλους". καὶ τοῦτο ἐξ ἐπιεικείας πεποιηκέναι ἔδοξεν· ὅτι μέντοι τὸν Νέρωνα μιμεῖσθαι ἤθελε καὶ ἐνήγισέ τε αὐτῷ, καὶ ὅτι τοσαῦτα ἐς τὰ δεῖπνα α᾿̣ νήλισκεν, οἱ μὲν ἄλλοι καὶ κατὰ τοῦτ' ἔχαιρον, οἱ δὲ δὴ νοῦν ἔχοντες ἤχθοντο, εὖ ἐπιστάμενοι ὅτι οὐδὲ τὰ ἐξ ἁπάσης τῆς οἰκουμένης χρήματα ἀρκέσει. 270. Ὅτι ὁ Βεσπασιανὸς οὔτ' ἄλλως προπετὴς ἦν, καὶ ἐς ταραχώδη οὕτω πράγματα καὶ πάνυ ὤκνει ἑαυτὸν καθεῖναι. 271. Ὅτι ἔσκωπτον οἱ Ἀλεξανδρεῖς καὶ ἐλοιδόρουν τὸν Βεσπασιανόν· προσδοκήσαντες γὰρ μέγα τι παρ' αὐτοῦ λήψεσθαι, ὅτι πρῶτοι αὐτὸν αὐτοκράτορα ἐπεποιήκεσαν, οὐ μόνον οὐδὲν εὕροντο ἀλλὰ καὶ προσεπράσσοντο χρήματα. πολλὰ μὲν γὰρ καὶ ἄλλως παρ' αὐτῶν ἐξέλεξε, μηδὲ ἄπορον μηδὲ τὸν τυχόντα μηδ' εἰ ἐπαίτιός τις ἦν, παραλείπων, ἀλλὰ καὶ ἐκ τῶν ὁσίων πάντων καὶ ἐκ τῶν ἱερῶν ὁμοίως χρηματιζόμενος· πολλὰ δὲ καὶ τέλη τὰ μέν τινα ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε ἕτερα προσκατεστήσατο. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ ἐποίησε. διά τε οὖν ἐκεῖνα, καὶ ὅτι καὶ τῶν βασιλείων τὸ πλεῖστον ἀπέδοτο, χαλεπῶς φέροντες ἄλλα τε ἐς αὐτὸν ἀπερρίπτουν καὶ ὅτι" ἓξ ὀβολοὺς προσαιτεῖς", ὥστε τὸν Βεσπασιανὸν καὶ ἐπιεικέστατον ὄντα χαλεπῆναι, καὶ κελεῦσαι καὶ τοὺς ἓξ ὀβολοὺς κατ' ἄνδρα πραχθῆναι, βουλεύσασθαι δὲ καὶ τιμωρίαν αὐτῶν ποιήσασθαι· αὐτά τε γὰρ τὰ λεγόμενα προπηλακισμὸν εἶχε, καὶ ἐκ τοῦ κατακεκλασμένου τοῦ τε ἀναπαίστου σφῶν οὐκ ἔστιν ὅ τι οὐκ ὀργήν οἱ ἐνεποίει. τοῦ δ' οὖν Τίτου ἐξαιτησαμένου αὐτοὺς τούτων ὁ Βεσπασιανὸς ἐφείσατο. οἱ δὲ Ἀλεξανδρεῖς τοῦ Βεσπασιανοῦ οὐκ ἀπέσχοντο ἀλλὰ μέγα πάνυ ἀθρόοι ἐν συνόδῳ τινὶ κοινῇ πρὸς τὸν Τίτον ἐξεβόησαν, εἰπόντες αὐτὸ τοῦτο·" συγγινώσκομεν αὐτῷ· οὐ γὰρ οἶδε καισαρεύειν." Καὶ οἱ μὲν οὕτω τοῦτ' ἐρριψοκινδύνουν, καὶ τῆς ἀσελγείας, ὑφ' ἧς ἀεί ποτε κακῶς ἀπαλλάσσουσιν, ἄδην ἐνεφοροῦντο, τῇ τοῦ αὐτοκράτορος ἐπιεικείᾳ ἀποχρώμενοι· ὁ δὲ ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Ῥώμην ἐπέστειλε, τήν τε ἀτιμίαν τῶν καταψηφισθέντων ἐπὶ ταῖς λεγομέναις ἀσεβείαις ὑπὸ Νέρωνος καὶ τῶν μετὰ ταῦτα ἀρξάντων, τῶν τε ζώντων
q.322
καὶ τῶν τεθνεώτων ὁμοίως, ἀπαλείφων, καὶ τὰς γραφὰς τὰς ἐπὶ τοιούτοις ἐγκλήμασι καταλύων. τούς τε ἀστρολόγους ἐκ τῆς Ῥώμης ἐξώρισε, καίτοι πᾶσι τοῖς ἀρίστοις αὐτῶν χρώμενος οὕτως, ὥστε καὶ διὰ Βάρβιλλόν τινα ἄνδρα τοιουτότροπον ἀγῶνα τοῖς Ἐφεσίοις ἱερὸν ἄγειν συγχωρῆσαι· ὅπερ οὐδεμιᾷ ἄλλῃ πόλει ἔνειμεν. 272. Ὅτι ὁ Μουκιανὸς τιμᾶσθαι ὑφ' ἁπάντων ὑπὲρ πάντας ἤθελεν, καὶ ἤχθετο εἰ καὶ ὁστισοῦν οὐχ ὅτι ὑβρίσειεν αὐτόν, ἀλλ' οὐ μὴ οὐ μεγάλως ἀγήλειε. καὶ διὰ τοῦτο, ὥσπερ ἄπληστος ἐν ταῖς τιμαῖς πρὸς τοὺς ὑπουργοῦντάς τι αὐτῷ καὶ τὸ βραχύτατον ἦν, οὕτω καὶ μίσει ἀγριωτάτῳ πρὸς τοὺς μὴ τοιούτους ἐχρῆτο. 273. Ὅτι οὐχ ἥκιστα ἔνδηλον ἐγένετο ὅτι Πρίσκον τὸν Ἑλβίον οὐ μᾶλλόν τι δι' ἑαυτὸν ἢ διὰ τοὺς φίλους αὐτοῦ οὓς ὕβρισεν, ἐμίσησεν ὁ Βεσπασιανός, ἀλλ' ὅτι ταραχώδης τε ἦν καὶ τῷ ὄχλῳ προσέκειτο, βασιλείας τε ἀεὶ κατηγόρει καὶ δημοκρατίαν ἐπῄνει, καὶ ἔπραττεν ἀκόλουθα τούτοις καὶ συνίστη τινάς, ὥσπερ που φιλοσοφίας ἔργον ὂν τό τε τοὺς κρατοῦντας προπηλακίζειν καὶ τὸ τὰ πλήθη ταράττειν τό τε τὰ καθεστηκότα συγχεῖν καὶ τὸ νεώτερα αὐτοῖς πράγματα ἐπεσάγειν. ἦν γὰρ τοῦ Θρασέου γαμβρὸς καὶ ζηλοῦν αὐτὸν ἐπλάττετο, πολὺ δ' αὐτοῦ ἡμάρτανε. Θρασέας μὲν γὰρ ἐπὶ Νέρωνος ὢν οὐκ ἠρέσκετο αὐτῷ, καὶ οὐδὲν μέντοι οὐδ' ὣς ὑβριστικὸν ἔλεγεν ἐς αὐτὸν οὐδὲ ἔπραττεν, πλὴνκαθόσον προσκοινωνεῖν οἱ τῶν δρωμένων οὐκ ἠξίου· οὗτος δὲ Βεσπασιανῷ ἤχθετο, καὶ οὔτ' ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ αὐτοῦ ἀπείχετο, ἀλλ' ἐξ ὧν ἐποίει ἐθανάτα, καὶ πολλὰ πράττων ἔμελλέ ποτε δίκην αὐτῶν δώσειν. 274. Ἦν μὲν γὰρ καὶ θρασὺς καὶ ὀργίλος, ἦν δὲ καὶ ἐπίβουλος καὶ κρυψίνους, ὥστ' ἀφ' ἑκατέρων τῶν μὲν τὸ προπετὲς τῶν δὲ τὸ δόλιον ἔχων, πολλὰ μὲν ὥσπερ σκηπτὸς ὀξέως ἐμπίπτων τισὶν ἐλυμαίνετο, πολλὰ δὲ καὶ ἐκ παρασκευῆς ἐκακούργει. ἀνθρώπων ἐφίλησε μὲν οὐδένα ἀληθῶς πλὴν γυναικῶν τινων, ἐπλάττετο δὲ ἀγαπᾶν ἀεὶ ὃν ἀεὶ μάλιστα ἀποσφάξαι ἤθελεν. οὕτω γὰρ ἄπιστος καὶ πρὸς αὐτοὺς τοὺς χαριζομένους τι ἔς τε τὰ δεινότατα ὑπηρετοῦντάς οἱ ἐγένετο ὥσθ', ὁπότε τινὲς ἢ χρήματα αὐτῷ πολλὰ πορίσειαν ἢ ἀνθρώπους πολλοὺς συκοφαντήσειαν, πάντως αὐτοὺς ἔφθειρεν, καὶ μάλιστα τοὺς δούλους τοὺς κατὰ δεσποτῶν τι μηνύσαντας. καὶ οὕτω καὶ ἐκεῖνοι, καίπερ ἀργύριον καὶ τιμὰς καὶ ἀρχὰς ὁμοῦ οἱ λαμβάνοντες, οὔτ' ἐντιμότερον τῶν ἑτέρων οὔτ' ἀσφαλέστερον διῆγον, ἀλλ' ἐπ' αὐτοῖς οἷς ὑπὸ τοῦ Δομιτιανοῦ παρακαλούμενοι ἔπραττον ἀπώλλυντο, ἵνα δὴ καὶ τὰ ἀδικήματα ὑπ' αὐτῶν μόνων γεγονέναι δοκῇ. τῇ δ' αὐτῇ ταύτῃ διανοίᾳ καὶ προέγραψέ ποτε ὅτι αὐτοκράτωρ ὅταν μὴ κολάζῃ τοὺς συκοφάντας, αὐτός σφας ποιεῖ τοιούτους. 275. Ὅτι πολὺ καὶ ἑαυτὸν ὑπερεβάλετο ἐν τῇ τῶν τοῦ πατρὸς τοῦ τε ἀδελφοῦ φίλων ἀτίμῳ καὶ ὀλεθρίῳ μεταχειρίσει. καίτοι καὶ αὐτὸς γράμμα ἐξέθηκεν τηρῶν πάντα τὰ πρός τε ἐκείνων καὶ πρὸς τῶν ἄλλων αὐτοκρατόρων δοθέντα τισίν. ἀλλὰ τοῦτο μὲν καλλώπισμα ἄλλως ἦν. ἐμίσει γὰρ αὐτούς, ὅτι τε μὴ πάνθ' ὅσα ᾔτει, πολλά τε καὶ οὐ προσήκοντα ὄντα, παρέσχον αὐτῷ, καὶ ὅτι ἐν τιμῇ τινι ἐγεγένηντο· πᾶν γὰρ τὸ ὑπὲρ τοὺς πολλοὺς ἀγαπηθέν τε ὑπ' αὐτῶν καὶ δυνηθὲν ἐν ἐχθροῦ μοίρᾳ ἐτίθετο. καὶ διὰ τοῦτο, καίπερ καὶ αὐτὸς Ἐαρίνου τινὸς εὐνούχου ἐρῶν, ὅμως, ἐπειδὴ καὶ ὁ Τίτος ἰσχυρῶς περὶ τοὺς ἐκτομίας ἐσπουδάκει, ἀπηγόρευσεν ἐπὶ ἐκείνου ὕβρει μηδένα ἔτι ἐν τῇ τῶν Ῥωμαίων ἀρχῇ ἐκτέμνεσθαι. 276. Ὅτι ὁ αὐτὸς οὐκ ἐφρόντιζεν οὐδὲ τῶν τὸν Τίτον ἐπαινούντων ὅτι μηδένα βουλευτὴν ἀπέκτεινεν, οὔθ' ὅτι ἡ γερουσία πολλάκις ἠξίου ψηφισθῆναι μὴ ἐξεῖναι τῷ αὐτοκράτορι τῶν ὁμοτίμων τινὰ ἀπολέσαι· πάνυ γὰρ οὖν σφισι πολὺ διέφερεν εἴτε ἰδίᾳ τινὰ αὐτῶν εἴτε καὶ δι' ἐκείνων καταχρήσαιτο, ὥσπερ τι ἀντειπεῖν ἢ καὶ μὴ καταψηφίσασθαί τινος δυναμένοις. ἐπῄνουν δὲ τὸν Τίτον τινὲς οὐχ ὅτι καὶ ἀκούοντος τοῦ Δομιτιανοῦ (ἴσον γὰρ ἂν ἡμάρτανον ὥσπερ ἂν εἰ αὐτὸν ἐκεῖνον παρόντα καὶ ἀκούοντα ἐλοιδόρουν), ἀλλ'*** ὅτι ἠπίστατο αὐτοὺς λάθρᾳ τοῦτο ποιοῦντας. ἐπεί τοι καὶ ἕτερον σκηνοποιίᾳ τινὶ ἐοικὸς ἐγίγνετο. αὐτός τε γὰρ καὶ φιλεῖν τὸν ἀδελφὸν καὶ πενθεῖν προσεποιεῖτο, καὶ τούς τε ἐπαίνους τοὺς ἐπ'
q.323
αὐτῷ μετὰ δακρύων ἔλεξε καὶ ἐς τοὺς ἥρωας αὐτὸν σπουδῇ ἐσέγραψε, πάντα τὰ ἐναντιώτατα ὧν ἐβούλετο σκηπτόμενος· καὶ οἱ ἄλλοι οὔθ' ὅπως συνάχθοιντο οὔθ' ὅπως συνήδοιντο ἀσφαλῶς εἶχον, τὸ μὲν ὅτι τὴν γνώμην αὐτοῦ λυπεῖν, τὸ δὲ ὅτι τὴν προσποίησιν ἐλέγχειν ἔμελλον. 277. Ὅτι καὶ συχνοὺς μεθιστάς που κατεχρήσατο, καὶ οὐκ ὀλίγους γε αὐτοὺς ὑφ' ἑαυτοῦ παρεσκεύαζε τρόπον τινὰ ἀποθνήσκειν, ἵνα ἐθελοντηδὸν ἀλλ' οὐχ ὑπ' ἀνάγκης δοκῶσι τοῦτο πάσχειν. 278. Ὅτι καὶ ἐπὶ τούτῳ ἠγάλλετο, ὅτι τὰς ἀειπαρθένους ὡς ἠνδρωμένας οὐ κατώρυξεν, ὡς ἦν ἔθος, ἀλλὰ ἄλλως ἀποθνήσκειν ἐκέλευσεν. 279. Ὅτι καὶ τοῦτο τὸ δεινότατον ἔσχεν, ὅτι καὶ κολακεύεσθαι ἤθελε, καὶ ἀμφοτέροις ὁμοίως ἤχθετο καὶ τοῖς θεραπεύουσι καὶ τοῖς μή, τοῖς μὲν ὅτι θωπεύειν τοῖς δὲ ὅτι καταφρονεῖν ἐδόκουν. οὐ μὴν ἀλλὰ τῇ μὲν βουλῇ χαίρειν ἐφ' οἷς ἐψηφίζοντο προσεποιεῖτο, τὸν δὲ δὴ Οὖρσον ὀλίγου ἀπέκτεινεν, ὅτι μὴ τοῖς πρασσομένοις ὑπ' αὐτοῦ ἠρέσκετο, καὶ τῆς Ἰουλίας αἰτησαμένης ὕπατον ἀπέδειξεν. 280. Ὅτι ὁ Δομιτιανὸς τό τε σῶμα ἦν ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, καὶ ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. 281. Ὅτι ὁ αὐτὸς πταίσας τοῖς στρατιάρχαις ἐπεκάλει. τὰ μὲν γὰρ ἀμείνω πάντα, καίτοι μηδὲν αὐτῶν πράττων, προσεποιεῖτο, τῶν δὲ δὴ χειρόνων ἑτέρους, εἰ καὶ ἐκ τῆς ἐκείνου τι κελεύσεως συνεβεβήκει, ᾐτιᾶτο. καὶ ἐμίσει μὲν τοὺς κατορθώσαντάς τι, ἐμέμφετο δὲ τοὺς πταίσαντας. 282. Ὅτι τὸν Ἀντώνιον τὸν ἀποστάτην Μάξιμός τις ἀνεῖλε, καὶ ἐπὶ μὲν τῇ νίκῃ οὐδὲν μέγα ἄξιός ἐστιν ἐπαινεῖσθαι (πολλοὶ γάρ που καὶ ἄλλοι παρὰ δόξαν ἐνίκησαν, οἵ τε στρατιῶται αὐτῷ συνηγωνίσαντο)· ὅτι δὲ δὴ τὰ γράμματα ὅσα ἐν τοῖς τοῦ Ἀντωνίου κιβωτίοις εὗρε, παρὰ βραχὺ τὴν ἑαυτοῦ ἀσφάλειαν πρὸς τὸ μηδένα ἐξ αὐτῶν συκοφαντηθῆναι θέμενος ἔκαυσεν, οὐχ ὁρῶ πῶς ἀξίως ὑμνήσαιμι. 283. Ὅτι τὸ σύμπαν πλῆθος τῶν ὑπὸ Δομιτιανοῦ κολασθέντων οὐδ' ἂν εὑρεῖν τις δυνηθείη. οὕτω γὰρ δὴ καὶ αὐτὸς ἑαυτοῦἐπὶ τοῦτο κατέγνω ὥσθ', ἵνα μηδεμία μνήμη τῶν θανατουμένων ὑπολειφθῇ, ἐκώλυσέ σφας ἐς τὰ ὑπομνήματα ἐσγραφῆναι. οὐ μὴν οὐδὲ περὶ τῶν ἀναιρεθέντων τῇ βουλῇ τι ἐπέστειλε, καίπερ τὰς κεφαλὰς αὐτῶν, ὥσπερ τὴν τοῦ Ἀντωνίου, πέμψας ἐς τὴν Ῥώμην καὶ ἐς τὴν ἀγορὰν ἐκθείς. 284. Ὅτι Δούρας, οὗ ἡγεμονία ἐγίγνετο, ἑκὼν αὐτῆς παρεχώρησε τῷ Δεκεβάλῳ τῷ Δακῶν βασιλεῖ, ὅτι δεινὸς μὲν συνεῖναι τὰ πολέμια ἦν δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργάτης, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθέσθαι ἠπίστατο· ἀφ' οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις ἐγένετο. 285. Ὅτι ὁ Δομιτιανὸς ἐν πόλει τινὶ Μυσίας ὑπομείνας ὕβριζεν ὥσπερ εἰώθει· οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. 286. Ὅτι ὁ αὐτὸς Τραϊανὸς πλεῖστον ἐπί τε δικαιότητι καὶ ἐπ' ἀνδρείᾳ τῇ τε ἁπλότητι τῶν ἠθῶν διέπρεπε. τῷ τε γὰρ σώματι ἔρρωτο (δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἄγων ἔτος ἦρξεν) ὡς ἐξ ἴσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι, καὶ τῇ ψυχῇ ἤκμαζεν ὥστε μήθ' ὑπὸ νεότητος θρασύνεσθαι μήθ' ὑπὸγήρως ἀμβλύνεσθαι. καὶ οὔτ' ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνεν, καὶ διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευεν, καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ τῶν φόνων ἀπείχετο. 287. Ὅτι ὁ Τραϊανὸς τοῖς μονομάχοις ἔχαιρεν καὶ τοῖς ὀρχησταῖς καὶ ἑνὸς τούτων ἤρα τοῦ Πυλάδου. 288. Ὅτι οὗτος ὤμοσεν ὡς οὐ μιαιφονήσει, καὶ τοῦτο ἔργῳ ἐνεπέδωσε καίπερ ἐπιβουλευθείς. τῇ τε γὰρ φύσει οὐδὲν οὔτε διπλοῦν οὔτε δόλιον οὔτε τραχὺ εἶχεν, ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἐφίλει καὶ ἐδεξιοῦτο καὶ ἐτίμα, τῶν δὲ ἄλλων ἠμέλει. ὁ δὲ καὶ ὑπὸ τῆς ἡλικίας πεπαίτερος ἐγεγόνει. 289. Ὅτι ὁ Σούρας τοσαύτῃ φιλίᾳ καὶ πίστει πρὸς τὸν Τραϊανὸν ἐχρήσατο καὶ Τραϊανὸς πρὸς ἐκεῖνον ὥστε πολλάκις αὐτόν, οἷά που περὶ
q.324
πάντας τούς τι παρὰ τοῖς αὐτοκράτορσι δυναμένους γίνεσθαι πέφυκεν, διαβληθέντα οὔτε ὑπώπτευσέ ποτε οὔτε ἐμίσησεν, ἀλλὰ καὶ ἐγκειμένων οἱ ἐπὶ πολὺ τῶν φθονούντων αὐτῷ οἴκαδέ τε ἄκλητος πρὸς αὐτὸν ἐπὶ δεῖπνον ἦλθεν, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπέμψας ἐκάλεσε πρῶτον μὲν τὸν ἰατρὸν αὐτοῦ, καὶ δι' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα τὸν κουρέα, καὶ δι' ἐκείνου τὸ γένειον ἐξύρατο, καὶ μετὰ τοῦτο καὶ λουσάμενος καὶ δειπνήσας, ἔπειτα τοῖς φίλοις τοῖς εἰωθόσιν ἀεί τι περὶ αὐτοῦ φαῦλον λέγειν ἔφη τῇ ὑστεραίᾳ ὅτι" εἰ ἤθελέν με Σούρας ἀποκτεῖναι, χθὲς ἂνἀπεκτόνει." μέγα μὲν οὖν ἐποίησεν καὶ τὸ ἀποκινδυνεῦσαι πρὸς διαβεβλημένον ἄνθρωπον, πολὺ δὲ δὴ μεῖζον ὅτι ἐπίστευσε μηδὲν ἄν ποτε ὑπ' αὐτοῦ παθεῖν. 290. Ὅτι Κύντος Λούσιος Μαῦρος μὲν ἦν, καὶ αὐτὸς τῶν Μαύρων ἄρχων καὶ ἐν ἱππεῦσιν ἴλης ἐξήστατο*, καταγνωσθεὶς δὲ ἐπὶ πονηρίᾳ τότε μὲν τῆς στρατείας ἀπηλλάγη καὶ ἠτιμώθη, ὕστερον δὲ τοῦ Δακικοῦ πολέμου ἐνστάντος καὶ τοῦ στρατοῦ τῆς τῶν Μαύρων συμμαχίας δεηθέντος ἦλθέ τε πρὸς αὐτὸν αὐτεπάγγελτος καὶ μεγάλα ἔργα ἀπεδείξατο. τιμηθεὶς δὲ ἐπὶ τούτῳ πολὺ πλείω καὶ μείζω ἐν τῷ δευτέρῳ πολέμῳ ἐξειργάσατο, καὶ τέλος ἐς τοσοῦτον τῆς τε ἀνδραγαθίας ἅμα καὶ τῆς τύχης ἐν τῷδε τῷ πολέμῳ προεχώρησεν ὥστε ἐς τοὺς ἐστρατηγηκότας ἐσγραφῆναι καὶ ὑπατεῦσαι τῆς τε Παλαιστίνης ἄρξαι· ἐξ ὧν που καὶ τὰ μάλιστα ἐφθονήθη καὶ ἐμισήθη καὶ ἀπώλετο. 291. Ὅτι ὁ παῖς ὁ τοῦ Ἀγβάρου τοῦ τῆς Αἰδέσης ἄρχοντος Ἄρβανδος καλὸς καὶ ὡραῖος ὢν τῷ Τραϊανῷ ᾠκείωτο, καὶ ἀπαντήσας τῷ Τραϊανῷ ὁ Σποράκης τὴν Αἴδεσαν διερχομένῳ συγγνώμης ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν. 292. Ὅτι ὁ Σάμβηλος ὁ τῆς νήσου ἄρχων τῆς ἐν τῷ Τίγριδι οὔσης πιστὸς διέμεινεν τῷ Τραϊανῷ, καίπερ ὑποτελεῖν προσταχθείς, καὶ οἱ τὸν χάρακα τὸν Σπασίνου καλούμενον οἰκοῦντες καὶ φιλικῶς αὐτὸν ἐδέξαντο. 293. Ὅτι ὁ Ἀδριανὸς ἐν ἐπιστολῇ τινι ἔγραψε τά τε ἄλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι ἔξω τῶν τῷ δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· ἀλλ' ὅμως διεβλήθη εἰς πολλά. ἦν δὲ γένος μὲν βουλευτοῦ, πατρὸς ἐστρατηγηκότος Ἄφρου (οὕτω γὰρ ὠνομάζετο), φύσει δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα καὶ πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ κατέλιπεν. φιλοτιμίᾳ τε γὰρ ἀπλήστῳ ἐχρῆτο, καὶ κατὰ τοῦτο καὶ τἆλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευεν· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν, ὁ δὲ δὴ φθόνος αὐτοῦ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε συχνοὺς δὲ καὶ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον τὸν Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστάς σφων ἐξαίρειν, τοὺς μὲν μηδενὸς τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας. 294. Ὅτι τῇ φύσει τοιοῦτος ἦν ὁ Ἀδριανὸς ὥστε μὴ μόνοντοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τελευτήσασι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ' αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο. Ἠιτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ τὸ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὸς χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλά, καὶ δήμοις καὶ ἰδιώταις καὶ ἄλλοις τισὶ χαρίσασθαι. 295. Ὅτι ὁ Ἀδριανὸς περιεργότατος ἦν καὶ μαντείαις καὶ μαγγανείαις παντοδαπαῖς ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοός τις, καὶ οὕτω γε τοῦτον, ἤτοι διὰ τὸν ἔρωτα αὐτοῦ ἢ ὅτι ἐθελοντὴς ἐθανατώθη (ἑκουσίου γὰρ ψυχῆς πρὸς ἃ ἔπρασσεν ἐδεῖτο), ἐφίλησεν ὥστε καὶ πόλιν ἐν τῷ χωρίῳ, ἐν ᾧ ταῦτ' ἔπαθεν, καὶ συνοικίσαι καὶ ὀνομάσαι ἐπ' αὐτοῦ. καὶ ἀγάλματα δὲ αὐτοῦ ἀνέθηκεν ἐν
q.325
πάσῃ τῇ οἰκουμένῃ. καὶ τέλος ἀστέρα τέ τινα αὐτὸς ὁρᾶν ὡς καὶ τοῦ Ἀντινόου ὄντα ἔλεγε, καὶ τῶν συνόντων οἱ μυθολογούντων ἡδέως ἤκουεν ἔκ τε τῆς ψυχῆς αὐτοῦ ὄντως αὐτὸν γεγενῆσθαι καὶ τότε πρῶτον ἀναπεφηνέναι. ταῦτά τε οὖν ἐσκώπτετο, καὶ ὅτι Παυλίνῃ τῇ ἀδελφῇ ἀποθανούσῃ παραχρῆμα μὲν οὐδεμίαν τιμὴν ἔνειμεν. 296. Ὅτι ὁ Σεβῆρος μετὰ τὴν νίκην τῶν Ἰουδαίων ἐς Βιθυνίαν ἐπέμφθη ὑπὸ Ἀδριανοῦ, ὅπλων μὲν οὐδέν, ἄρχοντος δὲ καὶ ἐπιστάτου καὶ δικαίου καὶ φρονίμου καὶ ἀξίωμα ἔχοντος δεομένην· ἃ πάντα ἐν ἐκείνῳ ἦν. καὶ ὁ μὲν διήγαγε καὶ διῴκησε καὶ τὰ ἴδια καὶ τὰ κοινὰ αὐτῶν οὕτως ὥσθ' ἡμᾶς καὶ ἐς δεῦρο ἀεὶ αὐτοῦ μνημονεύειν. τῇ δὲ δὴ βουλῇ καὶ τῷ κλήρῳ ἡ Παμφυλία ἀντὶ τῆς Βιθυνίας ἐδόθη. 297. Ὅτι ὁ Τούρβων ἐπὶ τοῦ Ἀδριανοῦ ἐν τῇ τοῦ δορυφορικοῦ ἀρχῇ οὔτε ἁβρὸν οὐδὲ ὑπερήφανον ἔπραξεν, ἀλλ' ὡς εἷς τῶν πολλῶν διεβίω. τά τε γὰρ ἄλλα καὶ τὴν ἡμέραν πᾶσαν πρὸς τῷ βασιλείῳ διέτριβεν, καὶ πολλάκις πρὸ μέσων νυκτῶν πρὸς αὐτὸ ᾔει, ὅτε τινὲς τῶν ἄλλων καθεύδειν ἤρχοντο. 298. Ὅτι ὁ Σίμιλις ἡλικίᾳ μὲν καὶ τάξει προήκων αὐτοῦ, ἐν τρόποις δὲ οὐδενὸς τῶν πάνυ δεύτερος. ἔξεστι δὲ ἐξ ὀλιγίστων τεκμήρασθαι. τῷ γὰρ Τραϊανῷ πρὸ τῶν ἐπάρχων ποτὲ αὐτὸν εἴσω ἑκατονταρχοῦντα ἔτι εἰσκαλέσαντι ἔφη" αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε τῶν ἐπάρχων ἔξω ἑστηκότων διαλέγεσθαι." 299. Ὅτι ὁ αὐτὸς τὴν τῶν δορυφόρων ἀρχὴν ἄκων τε ἔλαβε καὶ λαβὼν ἐξίστατο, μόλις τε ἀφεθεὶς ἐν ἀγρῷ ἥσυχος ἑπτὰ ἔτη τὰ λοιπὰ τοῦ βίου διήγαγε, καὶ ἐπί γε τὸ μνῆμα αὐτοῦ τοῦτο ἐπέγραψεν ὅτι" Σίμιλις ἐνταῦθα κεῖται βιοὺς μὲν ἔτη τόσα, ζῆσας δὲ ἔτη ἑπτά." 300. Ὅτι ὁ Φάβιος Ἰούλιος μὴ φέρων τὴν τοῦ υἱέος μαλακίαν, ῥῖψαι ἑαυτὸν ἐς τὸν ποταμὸν ἠθέλησεν. 301. Ὅτι ὁ Ἀδριανὸς ἐμισήθη ὑπὸ τοῦ δήμου, καίτοι τἆλλα ἄριστα αὐτῶν ἄρξας, διά τε τοὺς πρώτους καὶ τοὺς τελευταίους φόνους καὶ ἀδίκως καὶ ἀνοσίως γενομένους, ἐπεὶ οὕτω γε ἥκιστα φονικὸς ἐγένετο ὥστε καὶ προσκρουσάντων αὐτῷ τινῶν ἀρκοῦν νομίζειν τὸ ταῖς πατρίσιν αὐτῶν αὐτὸ τοῦτο γράψαι, ὅτι οἱ οὐκ ἀρέσκουσιν. εἴ τέ τινα τῶν τέκνα ἐχόντων ὀφλῆσαι πάντως τι ἔδει, ἀλλ' οὖν πρός γε τὸν ἀριθμὸν τῶν παίδων καὶ τὰς τιμωρίας αὐτῶν ἐπεκούφιζεν. οὐ μέντοι ἀλλ' ἡ γερουσία ἐπὶ πολὺ ἀντέσχε, τὰς τιμὰς μὴ ψηφίσασθαι ἐθέλουσα, καὶ αἰτιωμένη τινὰς τῶν ἐπ' αὐτοῦ πλεονασάντων καὶ διὰ τοῦτο τιμηθέντων, οὓς καὶ κολασθῆναι ἔδει. 302. Ὅτι ὁ Μᾶρκος οὐδ' αὐτῷ ἐκείνῳ συνετὰ ἐφθέγγετο. ἦν γὰρ τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευτος δὲ ὑπὸ ἀγροικίας. 303. Ὅτι οὐδὲ ἑκὼν ἐστράτευτο, ἀλλ' ἀναδενδράδα εὑρεθεὶς κλῶν. ὕστερον δὲ βασιλεύσας. 304. Ὅτι τῷ Ἀριογαίσῳ ὁ Μᾶρκος οὕτω χαλεπῶς ἔσχεν ὥστε καὶ ἐπικηρῦξαι ἵνα, ἂν μέν τις ζῶντα αὐτὸν ἀγάγῃ, χιλίους, ἂν δὲ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ ἀποδείξῃ, πεντακοσίους χρυσοῦς λάβῃ, καίτοι τά τε ἄλλα ἀεί ποτε φιλανθρώπως καὶ τοῖςπολεμιωτάτοις χρώμενος, καὶ Τιριδάτην σατράπην τά τε ἐν τῇ Ἀρμενίᾳ ταράξαντα καὶ τὸν τῶν Ἡνιόχων βασιλέα ἀποσφάξαντα, τῷ τε Βήρῳ ἐπιτιμῶντί οἱ περὶ τούτων τὸ ξίφος ἐπανατεινόμενον, μὴ κτείνας ἀλλ' ἐς Βρεττανίαν πέμψας. οὕτω μὲν οὖν τότε ἐπ' αὐτὸν παρωξύνθη, οὐ μέντοι καὶ κακόν τι ἁλόντα μετὰ ταῦτα ἔδρασεν, ἀλλ' ἐς Ἀλεξάνδρειαν ἀπέστειλεν. 305. Ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος τοσοῦτον ἤχθετο τῷ τοῦ Κασσίου ὀλέθρῳ ὥστε ἀποκεφαλισθέντος οὐδὲ τὴν κεφαλὴν αὐτοῦ ἰδεῖν ὑπέμεινεν, ἀλλὰ πρὶν πλησιάσαι τοὺς αὐτόχειρας ταφῆναί που ἐκέλευσεν. 306. Ὅτι ὁ αὐτὸς τῶν βουλευτῶν τινα τῶν σὺν τῷ Κασσίῳ οὔτ' ἀπέσφαξεν οὔτε ἔδησεν οὔτε ἐν ἄλλῃ τινὶ φρουρᾷ οὐδένα ἐποιήσατο, οὐ μὴ οὐδὲ ἐς τὸ δικαστήριον αὑτοῦ ἐσήγαγεν, ἀλλ' ἁπλῶς ὡς καὶ ἄλλο τι ἐγκαλουμένους πρὸς τὴν γερουσίαν ἔπεμψεν, ἡμέραν αὐτοῖς ῥητὴν δίκης προθείς. τῶν δ' ἄλλων ὀλίγους πάνυ, ὅσοι καὶ ἔργῳ τι οὐ μόνον τῷ Κασσίῳ συνεπεπράχεσαν ἀλλὰ καὶ καθ' ἑαυτοὺς ἐκεκακουργήκεσαν, ἐδικαίωσεν. τεκμήριον δὲ ὅτι Φλάβιον Καλβίσιον τὸν τῆς Αἰγύπτου ἄρχοντα οὔτε ἐφόνευσεν οὔτε τὴν οὐσίαν ἀφείλετο, ἀλλ' ἐς νῆσον ἁπλῶς ἐνέβαλεν. τὰ δὲ ὑπομνήματα τὰ περὶ αὐτοῦ γενόμενα
q.326
κατέκαυσεν, ἵνα μηδ' ὀνείδισμά τι ἐξ αὐτῶν σχῇ, καὶ πάντας τοὺς συγγενομένους αὐτῷ ἀφῆκεν. 307. Ὅτι ὁ αὐτὸς πάντα τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις εὑρεθέντα τοῦ Πούδεντος διέφθειρεν μηδὲν ἀναγνούς, ἵνα μηδ' ὄνομά τινων τῶν ἐπιβούλων μάθῃ τῶν τι κατ' αὐτοῦ γεγραφότων, κἀκ τούτου καὶ ἄκων αὐτοὺς ἀναγκασθῇ μισῆσαι. οἱ δέ φασιν ὅτι ὁ Βῆρος προπεμφθεὶς καὶ εὑρὼν αὐτὰ ἠφάνισεν, εἰπὼν ὅτι μάλιστα καὶ τῷ Μάρκῳ ἔσται κεχαρισμένον. 308. Ὅτι καὶ τοὺς μονομάχους ὥσπερ ἀθλητὰς ἀκινδύνως ἑώρα μαχομένους· σιδήριον δὲ οὐδέποτε οὐδενὶ αὐτῶν ὀξὺ δέδωκεν, ἀλλὰ καὶ ἀμβλέσιν ὥσπερ ἐσφαιρωμένοις πάντες ἐμάχοντο. καὶ οὕτω γε πόρρω παντὸς φόνου καθειστήκει ὥστε καὶ λέοντά τινα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν ἐκέλευσε μὲν ἐσαχθῆναι αἰτησαμένου τοῦ δήμου, οὔτε δὲ ἐκεῖνον εἶδεν οὔτε τὸν διδάσκαλον αὐτοῦ ἠλευθέρωσε, καίπερ ἐπὶ πολὺ τῶν ἀνθρώπων ἐγκειμένων οἱ, ἀλλὰ καὶ κηρυχθῆναι προσέταξεν ὅτι οὐδὲν ἄξιον ἐλευθερίας πεποίηκεν. 309. Ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος οὕτω καθαρὸς διὰ πάντων καὶ χρηστὸς καὶ εὐσεβὴς ἐγένετο, καὶ οὐδὲν αὐτὸν ἐξεβιάσατο ἔξω τι τῶν ἑαυτοῦ ἠθῶν πρᾶξαι, οὐχ ἡ ἀνοσιουργία τῶν τετολμημένων, οὐχ ἡ προσδοκία τῶν ὁμοίων ἐκ τῆς πρὸς ἐκείνους συγγνώμης. τοσοῦτον γὰρ ἀπέσχε συμπλάσαι τινὰ ἐπιβουλὴν ἐψευσμένην καὶ σκευωρήσασθαί τινα τραγῳδίαν μὴ γεγενημένην, ὥστε καὶ τοὺς φανερώτατα ἐπαναστάντας αὐτῷ καὶ ὅπλα κατά τε αὐτοῦ καὶ κατὰ τοῦ υἱέος αὐτοῦ λαβόντας, καὶ στρατηγοὺς καὶ δημάρχους καὶ βασιλέας, ἀφεῖναι, καὶ μηδένα αὐτῶν μήτε δι' ἑαυτοῦ μήτε διὰ τῆς γερουσίας μήτε δι' ἄλλης προφάσεως μηδεμιᾶς ἀποκτεῖναι. ἐξ οὗπερ καὶ πάνυ τι πιστεύω ὅτι καὶ τὸν Κάσσιον αὐτόν, εἴπερ ἐζωγρήκει, πάντως ἂν ἐσεσώκει. 310. Ὅτι οὕτω θεοσεβὴς ἦν ὁ Μᾶρκος ὥστε καὶ ἐν ταῖς ἀποφράσιν οἴκοι θύειν. 311. Ὅτι εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα διὰ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξεν, πλὴν καθόσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέδειξεν. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν· ὅθεν που καὶ νεὼν αὐτῆς ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο, καὶ οὔτε ἑκὼν οὔτ' ἄκων ἐπλημμέλει. τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερεν καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν, ἀλλ' εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. τινὲς δὲ ἔφασαν ἐκ προσποιήσεως ταῦτα, ἀλλ' οὐκ ἐξ ἀρετῆς πράττειν, οὐκ ὀρθῶς φρονοῦντες· ἔτη γὰρ νʹ καὶ μῆνας ιʹ ἡμέρας τε εἴκοσι ζήσας, καὶ ιθʹ ἔτη ἡμέρας ιαʹ αὐταρχήσας, ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. οὕτως ὡς ἀληθῶς ἀγαθὸς ἀνὴρ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχεν. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἐν ῥητορικοῖς καὶ φιλοσοφίας λόγοις ἀσκηθείς· ἀφ' οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵν' ὑπ' αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη· καὶ γὰρ πρὶν φιλοσόφοις ὁμιλῆσαι, ἰσχυρῶς πρὸς ἀρετὴν ὥρμητο. τοῖς τε γὰρ συγγενέσι πᾶσι, πολλοῖς καὶ δυνατοῖς πλουσίοις τε οὖσιν, οὕτως ἔτι παῖς ὢν ἤρεσεν ὥσθ' ὑπὸ πάντων αὐτῶν ἀγαπηθῆναι, καὶ ὑπὸ τοῦ Ἀδριανοῦ ὅτι μάλιστα ἐς τὸγένος ποιηθεὶς οὐχ ὑπερεφρόνησεν, ἀλλὰ καίτοι νέος ὢν καὶ Καῖσαρ τῷ Ἀντωνίνῳ παρὰ πᾶσαν τὴν ἀρχὴν ἐμμελέστατα ἐδούλευσε καὶ τοὺς ἄλλους τοὺς πρώτους ἀνεπαχθῶς ἐτίμησεν. ἠσπάζετό τε τοὺς ἀξιωτάτους ἐν τῇ Τιβεριανῇ οἰκίᾳ ἐν ᾗ ᾤκει, πρὶν τὸν πατέρα ἰδεῖν, οὐχ ὅπως τὴν στολὴν τὴν καθήκουσαν ἐνδεδυκώς, ἀλλὰ καὶ ἰδιωτικῶς ἐσταλμένος, καὶ ἐν αὐτῷ γε τῷ δωματίῳ ἐν ᾧ ἐκάθευδε. καὶ πολλοὺς νοσοῦντας ἐπεσκέπτετο, καὶ πρὸς τοὺς διδασκάλους οὐκ ἔστιν ὅτε οὐκ ἐφοίτα. μανδύας τε φαιάς, ὁσάκις γε καὶ ἄνευ τοῦ πατρὸς προῄει, ἐνεδύετο, καὶ τῷ φωτὶ τῷ προηγουμένῳ οὐκ ἔστιν ὅτε καθ' ἑαυτὸν
q.327
ἐχρήσατο. καὶ πρόκριτος τῆς ἱππάδος ἀποδειχθεὶς ἐσῆλθεν ἐς τὴν ἀγορὰν μετὰ τῶν λοιπῶν, καίπερ Καῖσαρ ὤν. οὕτω μὲν οὖν ἄλλως τε καλῶς ἐπεφύκει καὶ ἐκ τῆς παιδείας ἐπὶ πλεῖστον ὠφελήθη, Ἑλληνικῶν καὶ Λατίνων ῥητορικῶν καὶ φιλοσόφων λόγων, καίπερ ἐς ἄνδρας ἤδη τελῶν καὶ ἐλπίδα αὐταρχήσειν ἔχων, ἀεὶ διεπίμπλατο. ἐκ δ' οὖν τῆς πολλῆς ἀσχολίας τε καὶ ἀσκήσεως ἀσθενέστατον σῶμα ἔσχε, καίτοι τοσαύτῃ εὐεξίᾳ [οἱ] ἀπ' ἀρχῆς χρησάμενος ὥστε καὶ ὁπλομαχεῖν, τάς τε ἐπιστολὰς τὰς πλείστας οὐ μόνον ἐν τῇ πρώτῃ ἡλικίᾳ ἀλλὰ καὶ μετὰ ταῦτα αὐτοχειρίᾳ τοῖς πάνυ φίλοις γράφειν. οὐ μέντοι καὶ ἀξίως ἑαυτοῦ εὐδαιμόνησεν· οὔτε γὰρ τὸ σῶμα ἔρρωτο, καὶ κακοῖς πλείστοις παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν ἡγεμονίαν περιέπεσεν. ἐξ αὐτοῦ δὲ θαυμάζεται, ὅτι ἔν τε ἀλλοκότοις καὶ ἐν ἐξαισίοις πράγμασι καὶ αὐτὸς διεγένετο καὶ τὴν ἀρχὴν διεσώσατο. 312. Ὅτι ἓν καὶ τοῦτο ἐς τὴν οὐκ εὐδαιμονίαν τοῦ Μάρκου συνηνέχθη, ὅτι τὸν υἱὸν καὶ θρέψας καὶ παιδεύσας ὡς οἷόν τε ἦν ἄριστα, πλεῖστον αὐτοῦ ὅσον διήμαρτεν πανοῦργος μὲν γὰροὐκ ἔφυ, ἀλλ' εἰ καί τις ἄλλος ἀνθρώπων ἄκακος. ὑπὸ δὲ δὴ τῆς πολλῆς ἁπλότητος καὶ προσέτι καὶ δειλίας ἐδούλευσε τοῖς συνοῦσι, καὶ ὑπ' αὐτῶν ἀγνοίᾳ τὸ πρῶτον τοῦ κρείττονος ἁμαρτὼν ἐς ἔθος κἀκ τούτου καὶ ἐς φύσιν ἀσελγῆ καὶ μιαιφόνον προήχθη. καί μοι δοκεῖ καὶ τοῦτο καὶ ὁ Μᾶρκος σαφῶς προγνῶναι. 313. Ὅτι ὁ Κόμμοδος πολλὰ μὲν καὶ ἀπρεπῆ ἔπραξε, πλείστους δὲ ἐφόνευσε. 314. Ὅτι ὁ Κόμμοδος Ἰουλιανὸν τὸν Σέλβιον καὶ Πάτερνον Ταρρουτήνιον ἐς τοὺς ὑπατευκότας κατειλεγμένον, ἄλλους τε μετ' αὐτῶν καί τινα καὶ γυναῖκα εὐπατρίδα ἀπέσφαξεν. καίτοι καὶ Ἰουλιανὸς δυνηθεὶς ἂν μετὰ τὴν Μάρκου τελευτὴν πᾶν εὐθὺ κατ' αὐτοῦ ὅ τι καὶ ἐβούλετο, ἅτε καὶ ἐλλογιμώτατος ὢν καὶ στρατιὰν μεγάλην ἐπιτετραμμένος τούς τε στρατιώτας ἀνηρτημένος, πρᾶξαι, οὐδὲν ἠθέλησε διά τε τὴν ἑαυτοῦ ἐπιείκειαν καὶ διὰ τὴν ἐκείνου καὶ τεθνηκότος εὔνοιαν νεοχμῶσαι· καὶ ὁ Πάτερνος ῥᾳδίως ἂν αὐτόν, εἴπερ ἐπιβεβουλεύκει οἱ, ὥσπερ ᾐτιάθη, φονεύσας ἕως ἔτι τῶν δορυφόρων ἦρχεν, οὐκ ἐποίησεν. 315. Ὅτι μετὰ τὸν τοῦ Κομμόδου θάνατον ἐτόλμησέ τις Σέξτος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ τοῦ ἀξιώματος αὐτοῦ ὁρμῆσαι. καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τἆλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει. 316. Ὅτι ὁ Κόμμοδος πολλὰ πλούτου ἐπιδείγματα, πολλῷ δὲ πλείω καὶ φιλοκαλίας ἐν αὐτῇ τῇ Ῥώμῃ παρέσχετο. ἔστι δέτι καὶ δημωφελὲς ὑπ' αὐτοῦ πραχθέν· Μανιλίου γὰρ τῷ Κασσίῳ συγγενομένου καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διοικήσαντος, καὶ μέγιστον παρ' αὐτῷ δυνηθέντος καὶ φυγόντος, εἶτα φωραθέντος, οὔτε τι ἀκοῦσαι καίτοι πολλὰ μηνύσειν ὑπισχνουμένου ἠθέλησε, καὶ τὰ γράμματα αὐτοῦ πάντα κατέκαυσε πρὶν ἀναγνωσθῆναι. 317. Ὅτι Μάρκελλος ὁ στρατηγὸς δωροδοκίας τοσοῦτον ἀπεῖχεν ὅσον τῆς τε φιλανθρωπίας καὶ τῆς ἡμερότητος· ὅπως γὰρ δὴ διὰ πάσης τῆς νυκτὸς ἐγρηγορέναι δοκῇ καὶ κατὰ τοῦτο μηδὲ τῶν ἄλλων τις τῶν συνόντων οἱ καθεύδῃ, ιβʹ γραμμάτια, οἷά γε ἐκ φιλύρας ποιεῖται, καθ' ἑκάστην ἑσπέραν ὡς εἰπεῖν συνέγραφεν, καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵν' ὡς καὶ ἀεὶ ἐγρηγορὼς θαυμάζηται. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλεῖον δὲ αὐτὸ καὶ ἐκ τῆς τροφῆς ἠσκήκει. τά τε γὰρ ἄλλα ἥκιστα ἄδην ἐσιτεῖτο, καὶ ὅπως μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετεπέμπετο, οὐχ ὡς οὐ δυνάμενος τῶν ἐπιχωρίων ἐσθίειν, ἀλλ' ἵν' ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ σμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶς ἔχοντα ῥᾳδίως ὑπὸ τῆς τῶν ἄρτων ξηρότητος ᾑμάσσετο. ἐπετήδευε δ' οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεσθαι, ἵν' ὡς μάλιστα διαγρυπνεῖν δοκῇ. 318. Ὅτι ὁ Κόμμοδος εὐθυμίαις τε πάνυ προσέκειτο καὶἁρματηλασίᾳ
q.328
προσεῖχε, καὶ οὔτ' ἀρχὴν τῶν τοιούτων τι αὐτῷ ἔμελεν, οὔτ' εἰ καὶ σφόδρα ἐπεφροντίκει, διαθέσθαι γε αὐτὰ ὑπὸ τῆς ἁβρότητος καὶ τῆς ἀπειρίας ἐδύνατο. καὶ οἱ Καισάρειοι συνόντες αὐτῷ οὐδὲν ὅ τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες. 319. Ὅτι τῷ Βικτωρίνῳ τῷ πολιαρχήσαντι ἀνδριὰς ἔστη. ἀπέθανε δὲ οὐκ ἐξ ἐπιβουλῆς, καὶ δή ποτε πολλῆς μὲν φήμης πολλῶν δὲ καὶ λόγων ὡς εἰπεῖν περὶ τοῦ ὀλέθρου αὐτοῦ γιγνομένων, ἀπεθρασύνετο, καὶ πρὸς τὸν Περέννιον προσελθὼν" ἀκούω" ἔφη" ὅτι με ἀποκτεῖναι ἐθέλετε· τί οὖν μέλλετε; τί δὲ ἀναβάλλεσθε, ἐξὸν ὑμῖν ἤδη καὶ τήμερον αὐτὸ δρᾶσαι;" ἀλλ' οὐδὲν οὐδὲ ἐκ τούτου δεινὸν ὑπ' ἄλλου τινὸς ἔπαθεν, ἀλλ' αὐτομάτῳ θανάτῳ ἐχρήσατο, καίπερ καὶ ὑπὸ τοῦ Μάρκου ἐν τοῖς πάνυ τιμηθείς, καὶ τῇ τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λόγων παρασκευῇ οὐδενὸς τῶν καθ' ἑαυτὸν δεύτερος γενόμενος. ἀμέλει δύο ταῦτ' εἰπὼν πάντα τὸν τρόπον αὐτοῦ δηλώσω. τῆς τε Γερμανίας ἄρχων τὸ μὲν πρῶτον οἴκοι καθ' ἑαυτὸν ἐπειράθη τὸν ὑποστράτηγον πεῖσαι μὴ δωροδοκεῖν, ἐπεὶ δ' οὐκ ἐσήκουεν αὐτοῦ, ἀνέβη τε ἐπὶ τὸ βῆμα καὶ ἑαυτὸν τῷ κήρυκι κηρῦξαι προστάξας ὤμοσε μήτ' εἰληφέναι δῶρά ποτε μήτε λήψεσθαι, ἔπειτα καὶ ἐκεῖνον κηρυχθῆναι ἐκέλευσε, καὶ ἐπεὶ οὐκ ἠθέλησεν ἐπιορκῆσαι, ἐκέλευσεν αὐτὸν πάντα ἀπαλλάξαι. καὶ μετὰ τοῦτο τῆς Ἀφρικῆς ἡγεμονεύσας ἕνα τῶν παρέδρων ὁμοιότροπόν πως ἐκείνῳ ὄντα τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπὶ πλοῖον δέ τι ἐπιθεὶς ἐς τὴν Ῥώμην ἀπέπεμψεν. 320. Ὅτι ὁ Κλέανδρος πανταχόθεν πολλὰ ἠργυρολόγει, καὶ ἐκτήσατο πλεῖστα τῶν πώποτε ὀνομασθέντων προκοίτων, καὶ ἀπ' αὐτῶν πολλὰ μὲν τῷ Κομμόδῳ ταῖς τε παλλακαῖς αὐτοῦ ἐδίδου, πολλὰ δὲ καὶ ἐς οἰκίας καὶ βαλανεῖα ἐδαπάνα. καὶ διὰ τοῦτο ἐς τοσοῦτον ὄγκον ἀρθεὶς ἔπεσε καὶ αὐτὸς ἐξαίφνης καὶ ἀπώλετο μετὰ ἀτιμίας. 321. Ὅτι ὁ Κόμμοδος πολλὰ παραλόγως ἐδαπάνα, καὶ διὰ τοῦτο οὔτε τἆλλα αὐτῷ οὔτε τὰ πρὸς τοῦ Κασάνδρου πορισθέντα, καίπερ ἀμύθητα ὄντα, ἐξήρκεσεν, ἀλλ' ἠναγκάσθη ἐγκλήματα καὶ γυναιξὶ θανάτου μὲν οὐκ ἄξια φόβου δέ τινος καὶ ἀπειλῆς γέμοντα ἐπιφέρειν. κἀκ τούτου πολλοῦ τὴν σωτηρίαν αὐτοῖς ἐπίπρασκεν καὶ ὡς παρ' ἑκόντων αὐτῶν τινα ἀνάγκῃ ἐλάμβανεν. 322. Ὅτι ἐν τοῖς γενεθλίοις αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας ἕκαστον δύο χρυσοῦς καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσι κατὰ πέντε δραχμάς, ὥσπερ τινὰ ἀπαρχήν, κατ' ἔτος ἀποφέρειν ἐκέλευσεν. καὶ οὐδὲν ἐκ τούτων περιεποιεῖτο, ἀλλὰ πάντα κακῶς ἐς τὰ θηρία καὶ τοὺς μονομάχους ἀνήλισκε. 323. Ὅτι ὁ αὐτὸς ἐν ξυρῷ, ὡς καὶ τὰς τρίχας ἀφαιρῶν, παρέτεμνε τῶν μὲν οὖς τῶν δὲ ῥῖνα τῶν δὲ ἄλλο τι. 324. Ὅτι ὁ αὐτὸς ἔπιεν ἐν μέσῃ τῇ ἀγωνίᾳ καμών, κύλικιῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβών, ἀμυστί· ἐφ' ᾧ παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβόησαν" ζήσειας". 325. Ὅτι βραδυνάντων ποτὲ περὶ τὰς σφαγὰς τῶν μονομάχων τοὺς ἀντιπάλους συνέδησεν ἀλλήλοις ὁ Κόμμοδος καὶ πάντας ἅμα μάχεσθαι ἐκέλευσε. καὶ πολλοὶ ἐσφάγησαν καὶ οἱ οὐδὲν προσήκοντες αὐτοῖς. καὶ πάντες μὲν ἐς τὴν θέαν συνεφοίτων, χωρὶς ἢ ὅτι ὁ Πομπηιανὸς ὁ Κλαύδιος ὁ γέρων οὐκ ἔστιν ὅτε ἀπήντησεν, ἀλλὰ τοὺς υἱεῖς ἔπεμπεν, αἱρούμενος ἀποσφαγῆναι ἐπὶ τούτῳ μᾶλλον ἢ τὸν αὐτοκράτορα τὸν τοῦ Μάρκου παῖδα ἐπιδεῖν τοιαῦτα ποιοῦντα. 326. Ὅτι ὁ Κόμμοδος πάντας τοὺς τῶν ποδῶν ἐν τῇ πόλει ὑπὸ νόσου ἢ καὶ ἑτέρας τινὸς συμφορᾶς ἐστερημένους ἀθροίσας δρακόντων τέ τινα αὐτοῖς εἴδη περὶ τὰ γόνατα περιέπλεξε, καὶ σπόγγους ἀντὶ λίθων βάλλειν δοὺς ἀπέκτεινέ σφας ῥοπάλῳ παίων ὡς γίγαντας. 327. Ὅτι ὁ Δίων φησὶν ὅτι ἐπὶ τοῦ Περτίνακος καὶ πρῶτον καὶ ἔσχατον ἐν τῷ βουλευτηρίῳ τὸν Πομπηιανὸν εἶδεν· ἐν γὰρ τοῖς ἀγροῖς τὰ πλεῖστα διὰ τὸν Κόμμοδον διῆγε, καὶ ἐς τὸ ἄστυ ἐλάχιστα κατέβαινεν, τό τε γῆρας καὶ τὸ τῶν ὀφθαλμῶν νόσημα προβαλλόμενος, οὐδὲ ἔστιν ὅτε πρότερον ἐμοῦ παρόντος ἐς τὴν γερουσίαν ἐσῆλθε. καὶ μέντοι μετὰ τὸν Περτίνακα πάλιν ἐνόσει· ἐπὶ γὰρ ἐκείνου καὶ ἔβλεπε καὶ ἑώρα καὶ ἐβούλευε, καὶ αὐτὸνὁ Περτίναξ τά τε ἄλλα ἰσχυρῶς ἐτίμα
q.329
καὶ ἐπὶ τοῦ βάθρου ἐν τῷ συνεδρίῳ παρεκάθιζεν. καὶ τοῦτο καὶ τὸν Γλαβρίωνα τὸν Ἀκίλιον ἐποίει· καὶ γὰρ ἐκεῖνος τότε καὶ ἤκουεν καὶ ἔβλεπε. τούτους μὲν οὖν ἐς ὑπερβολὴν ἐτίμα, ἐχρῆτο δὲ καὶ ἡμῖν δημοτικώτατα· καὶ γὰρ εὐπροσήγορος ἦν, ἤκουέ τε ἑτοίμως ὅ τι τις ἀξιοίη, καὶ ἀπεκρίνετο ἀνθρωπίνως ὅσα αὐτῷ δοκοίη. εἱστία τε ἡμᾶς σωφρόνως· καὶ ὁπότε μὴ τοῦτο ποιοίη, διέπεμπεν ἄλλοις ἄλλα καὶ τὰ εὐτελέστατα. καὶ αὐτὸν ἐπὶ τούτῳ οἱ μὲν πλούσιοι καὶ μεγάλαυχοι διεγέλων, οἱ δ' ἄλλοι, οἷς ἀρετὴ ἀσελγείας προτιμοτέρα ἦν, ἐπῃνοῦμεν. 328. Ὅτι τοσοῦτον τὸ διάφορον τῆς περὶ Περτίνακος δόξης πρὸς τὸν Κόμμοδον πάντες εἶχον, ὥστε τοὺς ἀκούοντας τὰ γεγονότα ὑποπτεύειν ὑπὸ τοῦ Κομμόδου τὸν λόγον τοῦτον ἐπὶ πείρᾳ καθεῖσθαι, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τοῖς ἔθνεσιν ἀρχόντων τοὺς ἀγγείλαντάς σφισι αὐτὰ καταδῆσαι, οὐχ ὅτι οὐκ ἤθελον ἀληθῆ εἶναι, ἀλλ' ὅτι μᾶλλον ἐφοβοῦντο δόξαι τὸν Κόμμοδον ἀπολωλέναι ἢ τῷ Περτίνακι μὴ προστίθεσθαι, διότι τὸν μὲν καὶ ἁμαρτών τι τοιοῦτο πᾶς ἐθάρσει, τὸν δὲ οὐδεὶς οὐδ' ἀναμάρτητος ὤν. 329. Ὅτι ὁ Λαῖτος ὁ ὕπατος ὅσα κακῶς ἐποίησεν ὁ Κόμμοδος ἐξήλεγχεν. βαρβάρους γοῦν τινας χρυσίον παρ' αὐτοῦ πολὺ ἐπ' εἰρήνῃ εἰληφότας μεταπεμψάμενος (ἔτι γὰρ ἐν ὁδῷ ἦσαν) ἀπῄτησεν, εἰπὼν αὐτοῖς ὅτι" λέγετε τοῖς οἴκοι Περτίνακα ἄρχειν." ᾔδεσαν γὰρ καὶ πάνυ τὸ ὄνομα αὐτοῦ ἐξ ὧν ἐπεπόνθεσαν ὅτε μετὰ τοῦ Μάρκου ἐστράτευτο. 330. Ὅτι ὁ αὐτὸς κοπρίας τινὰς καὶ γελωτοποιοὺς τῶν συγγενομένων αἴσχιστα μὲν τὰ εἴδη αἰσχίω δὲ τά τε ὀνόματα καὶ τὰ ἐπιτηδεύματα ἔχοντας καὶ διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν ὑπερπλουτοῦντας εὑρών, ἐδημοσίευσεν τάς τε προσηγορίας αὐτῶν καὶ τὸ πλῆθος ὧν ἐκέκτηντο, καὶ ἦν ἐπὶ μὲν τοῖς γέλως, ἐπὶ δὲ τοῖς ὀργή τε καὶ λύπη. τοσαῦτα γάρ τινες αὐτῶν ἔχοντες ἦσαν ἐφ' ὅσοις ἐκεῖνος πολλοὺς καὶ τῶν βουλευτῶν ἐσφάκει. 331. Ὅτι κατὰ τὴν ἐπιβουλὴν τὴν κατὰ Περτίνακος μελλόντων τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος, καὶ ἤδη γε αὐτὸν πολέμιον ὀνομαζόντων, ἀναστὰς ὁ Περτίναξ καὶ ἀνακραγών" μὴ γένοιτο" ἔφη" μηδένα ἐμοῦ ἄρχοντος βουλευτὴν μὴ δικαίως θανατωθῆναι." καὶ ὁ μὲν οὕτως ἐσώθη. 332. Ὅτι ὁ Ἰουλιανὸς ὁ Δίδιος ἦν τὸ μὲν γένος βουλευτικὸν τὸν δὲ τρόπον δεινὸν ἔχων· τά τε γὰρ ἄλλα καὶ χρημάτων ἐπιθυμητὴς ἄπληστος καὶ ἀναλωτὴς ἀσελγὴς ἐγένετο, ὅθεν που νεωτέρων πραγμάτων ἀεὶ ἐπεθύμει. 333. Ὅτι ὁ Σεβῆρος δεινότατος ἦν τό τε μέλλον ἀκριβῶς προνοῆσαι καὶ τὸ παρὸν ἀσφαλῶς διοικῆσαι, καὶ πᾶν μὲν τὸ κεκρυμμένον ὡς καὶ ἐμφανὲς ἐξευρεῖν, πᾶν δὲ τὸ δυσλόγιστον ὡς καὶ ἁπλοῦν διακρῖναι, πᾶν δὲ τὸ δυσδιάθετον ὡς καὶ ῥᾷστον ἐξεργάσασθαι. 334. Ὅτι οὗτος ἐπὶ πονηρίᾳ καὶ ἀπληστίᾳ ἀσελγείᾳ τε ὑπὸ τοῦ Περτίνακος, ὅτε τῆς Ἀφρικῆς ἦρχε, κατεδεδίκαστο, τότε δὲἐν τοῖς πρώτοις ὑπ' αὐτοῦ ἐκείνου τῇ τοῦ Σεβήρου χάριτι ἀποδέδεικτο. 335. Ὅτι ὁ Ἰουλιανὸς τοῦ Σεβήρου ἐπαναστάντος τάφρευμα ἐν τῷ προαστείῳ διετάφρευσε καὶ πύλας ἐπ' αὐτῷ ἐπέστησεν ὡς καὶ ἐνταῦθα ἐκστρατεύσων καὶ ἐκεῖθεν πολεμήσων. καὶ ἐγένετο ἡ πόλις ἐν ταῖς ἡμέραις ταύταις οὐδὲν ἄλλο ἢ στρατόπεδον, ὥσπερ ἐν πολεμίᾳ. πολλὴ μὲν γὰρ ταραχὴ καὶ αὐλιζομένων καὶ γυμναζομένων ὡς ἑκάστων, ἀνδρῶν ἵππων ἐλεφάντων, πολὺς δὲ φόβος ἐς τοὺς λοιποὺς ἐκ τῶν ὡπλισμένων, ἅτε καὶ μισούντων σφᾶς, ἐγίγνετο. ἔστιν δὲ ὅτε καὶ γέλως ἡμᾶς ἐλάμβανεν· οὔτε γὰρ οἱ δορυφόροι ἄξιόν τι τοῦ τε ὀνόματος καὶ τῆς ἐπαγγελίας σφῶν, ἅτε καὶ ἁβρῶς διαιτᾶσθαι μεμαθηκότες, ἐποίουν, καὶ οἱ ἐκ τοῦ ναυτικοῦ οὐδ' ὅπως γυμνάσωνται ᾔδεσαν, οἵ τε ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ' αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον, ἀλλὰ καὶ ἐκείνους κατέβαλον. μάλιστα δὲ ἐγελῶμεν ὅτι τὸ παλάτιον κιγκλίσι τε καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ἐπεὶ γὰρ τὸν Περτίνακα οὐκ ἄν ποτε οἱ στρατιῶται ῥᾳδίως οὕτως, εἴπερ συνεκέκλειστο, πεφονευκέναι ἔδοξαν, ἐπίστευσαν ὅτι δυνήσεται κατακλεισθεὶς ἐς αὐτό, ἂν ἡττηθῇ, περιγενέσθαι. 336. Ὅτι Βεσπρώνιος Κάνδιδος ἀξιώσει μὲν ἐς τὰ πρῶτα ἀνήκων, σκυθρωπότητι δὲ καὶ ἀγροικίᾳ πολὺ πλεῖον προφέρων,
q.330
ἐκινδύνευσεν ἀποθανεῖν ὑπὸ τῶν στρατιωτῶν. 337. Ὅτι ὁ Σεβῆρος αἰτίαν ἔσχεν ἐπὶ τῷ πλήθει στρατιωτῶν ὀχλώδη τὴν πόλιν ποιῆσαι, καὶ δαπάνῃ χρημάτων περιττῇ τὸ κοινὸν ἐβάρυνεν, καὶ τὸ μέγιστον, ὅτι μὴ ἐν τῇ τῶν συνόντων οἱ εὐνοίᾳ ἀλλ' ἐν τῇ ἐκείνων ἰσχύι τὴν ἐλπίδα τῆς σωτηρίας ἐποιεῖτο· μάλιστα δὲ ἐπεκάλουν τινὲς αὐτῷ ὅτι καθεστηκότος ἔκ τε τῆς Ἰταλίας καὶ ἐκ τῆς Μακεδονίας τοῦ τε Νωρικοῦ καὶ Ἰβηρίας μόνον [καὶ] τοὺς σωματοφύλακας εἶναι, κἀκ τούτου καὶ τοῖς εἴδεσιν αὐτῶν ἐπιεικεστέρων καὶ τοῖς ἤθεσιν ἁπλουστέρων ὄντων, τοῦτο μὲν κατέλυσεν, ἐκ δὲ δὴ τῶν στρατοπέδων ὁμοίως πάντων τὸ ἀεὶ ἐνδεὲς ὂν ἀντικαθίστασθαι τάξας, αὐτός, ὡς καὶ ἐπιστησομένοις διὰ τοῦτο τὰ στρατιωτικὰ μᾶλλον αὐτοῖς χρησόμενος καί τι καὶ ἆθλον τοῖς ἀγαθοῖς τὰ πολέμια προθήσων, ἐποίησεν αὐτό, τῷ δὲ δὴ ἔργῳ σαφέστατα τήν τε ἡλικίαν τὴν ἐκ τῆς Ἰταλίας παραπώλεσε πρὸς λῃστείας καὶ μονομαχίας ἀντὶ τῆς πρὶν στρατείας τραπομένην, καὶ τὸ ἄστυ ὄχλου στρατιωτῶν συμμίκτου καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων ὁμιλῆσαί τε ἀγροικοτάτων ἐπλήρωσε. 338. Ὅτι ὁ Περτίναξ, τὸ μὲν εὐπόλεμον ἄγροικον τὸ δὲ εἰρηναῖον δειλὸν ὡς τὸ πολὺ ἐκβαῖνον, ἀμφότερα κράτιστος ὁμοίως ἐγένετο, φοβερὸς μὲν πολεμῆσαι σοφὸς δὲ εἰρηνεῦσαι ὤν· καὶ τὸ μὲν θρασύ, οὗ τὸ ἀνδρεῖον μετέχει, πρός τε τὸ ἀλλόφυλον καὶ πρὸς τὸ στασιάζον, τὸ δὲ ἐπιεικές, οὗ τὸ δίκαιον μεταλαμβάνει, πρός τε τὸ οἰκεῖον καὶ πρὸς τὸ σῶφρον ἐνεδείκνυτο. προαχθεὶς δὲ ἐς τὴν τῆς οἰκουμένης προστασίαν οὐκ ἠλέγχθη ποτὲ ὑπὸ τῆς τοῦ μείζονος αὐξήσεως, ὥστε ἐν μὲν τοῖς ταπεινότερος ἐν δὲ τοῖς ὀγκωδέστερος τοῦ καθήκοντος γενέσθαι, ἀλλ' ὁμοίως ἀπ' ἀρχῆς διὰ πάντων μέχρι τῆς τελευτῆς διετέλεσεν σεμνὸς ἔξω τοῦ σκυθρωποῦ, πρᾷος ἔξω τοῦ ταπεινοῦ, φρόνιμος ἄνευ κακουργίας, δίκαιος ἄνευ ἀκριβολογίας, οἰκονομικὸς χωρὶς ῥυπαρίας, μεγαλόνους χωρὶς αὐχήματος. 339. Ὅτι ὁ Νίγρος Ἰταλὸς ἦν, ἐξ ἱππέων, οὔτε δὲ ἐς τὸ κρεῖττον οὔτε ἐς τὸ χεῖρον ἐπίσημος ἦν, ὥστε τινὰ ἢ πάνυ αὐτὸν ἐπαινεῖν ἢ πάνυ ψέγειν· διὸ καὶ τῇ Συρίᾳ ὑπὸ Κομμόδου προσετάχθη. 340. Ὅτι Αἰμιλιανὸς μεσεύων καὶ ἐφεδρεύων τοῖς πράγμασι πάντων τῶν τότε βουλευόντων συνέσει καὶ ἐμπειρίᾳ πραγμάτων προφέρειν ἐδόκει (ἐπὶ πολλῶν γὰρ ἐθνῶν ἐξήταστο, ὑφ' ὧνπερ καὶ ἐξώγκωτο), ὅτι τε τοῦ Ἀλβίνου προσήκων ἦν. 341. Ὅτι ὁ Νίγρος ἦν μὲν οὐδ' ἄλλως ἀρτίφρων, ἀλλὰ καὶ πάνυ πολλὰ δυνηθεὶς ἐπλημμέλησε· τότε δὲ καὶ μᾶλλον ὠγκώθη, ὥστε τοῖς μὲν τὸν Ἀλέξανδρον αὐτὸν νέον ὀνομάζουσι χαίρειν, τῷ δὲ ἐρομένῳ" τίς σοι ταῦτα ποιεῖν ἐπιτέτροφεν" τὸ ξίφος δεῖξαι, καὶ εἰπεῖν ὅτι" τοῦτο". 342. Ὅτι ὁ Σεβῆρος τὰς πόλεις τούς τε ἰδιώτας τοὺς μὲν ἐκόλαζεν τοὺς δὲ ἠμείβετο, τῶν δὲ δὴ βουλευτῶν τῶν Ῥωμαίων ἀπέκτεινε μὲν οὐδένα, τοὺς δὲ δὴ πλείους τὰς οὐσίας ἀφείλετο καὶ ἐς νήσους κατέκλεισεν. ἠργυρολόγησέ τε δεινῶς· τά τε γὰρ ἄλλα καὶ ὅσα τῷ Νίγρῳ καὶ ἰδιῶταί τινες καὶ δῆμοι, οὐχ ὅτι ἑκούσιοι ἀλλὰ ἀναγκαστοί, ἐδεδώκεσαν, τετραπλάσια ἐπεισέπραξεν. καὶ ᾐσθάνετο μέν που καὶ αὐτὸς τοῦτο, πολλῶν δὲ δὴ χρημάτων χρῄζων ἐν οὐδενὶ λόγῳ τὰ θρυλούμενα ἐποιεῖτο. 343. Ὅτι συχνοὶ ὡς καὶ τὰ τοῦ Νίγρου φρονήσαντες, καὶ τῶν οὔτ' ἰδόντων ποτὲ αὐτὸν οὔτε συναραμένων οἱ, ἐπηρεάσθησαν. 344. Ὅτι ὁ Σεβῆρος ἐπεχείρησε τοὺς τιμωρουμένους ὑπ' αὐτοῦ*** τῷ Κλάρῳ τῷ Ἐρυκίῳ μηνυτῇ κατ' αὐτῶν χρήσασθαι, ἵνα τόν τε ἄνδρα διαβάλῃ καὶ τὸν ἔλεγχον ἀξιοχρεώτερον πρός τε τὸ γένος αὐτοῦ καὶ πρὸς τὴν δόξαν ποιεῖσθαι νομισθείη· καὶ τήν γε σωτηρίαν τήν τε ἄδειαν αὐτῷ δώσειν ὑπέσχετο. ἐπεὶ δὲ ἐκεῖνος ἀποθανεῖν μᾶλλον ἢ τοιοῦτόν τι ἐνδεῖξαι εἵλετο, πρὸς τὸν Ἰουλιανὸν ἐτράπετο, καὶ τοῦτον ἀνέπεισεν. καὶ διὰ τοῦτ' αὐτὸν ἀφῆκεν, ὅσον γε μήτ' ἀποκτεῖναι μήτ' ἀτιμάσαι· ταῖς γὰρ δὴ βασάνοις ἰσχυρῶς πάντα ὑπ' αὐτοῦ ἠκρίβωσεν, ἐν οὐδενὶ λόγῳ τὸ ἀξίωμα τὸ τότε αὐτῷ ποιησάμενος. 345. Ὅτι ὁ Λαῖτος τὴν Νίσιβιν πολιορκουμένην ὑπὸ Πάρθων ἔσωσεν. καὶ ἀπ' αὐτῆς ἐπὶ πλεῖον ἐδοξάσθη, ὢν καὶ ἐς τἆλλα καὶ ἐς τὰ ἴδια καὶ ἐς τὰ δημόσια καὶ ἐν τοῖς
q.331
πολέμοις καὶ ἐν τῇ εἰρήνῃ ἄριστος. 346. Ὅτι ὁ Σεβῆρος ἐς τὴν Ἀραβίαν ἐκ τῆς Συρίας καὶ ἐς τὴν Παλαιστίνην ἦλθε καὶ τῷ Πομπηίῳ ἐνήγισε, καὶ ἐς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτ' ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν· κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. 347. Ὅτι ὁ Πλαυτιανὸς τὸν Αἰμίλιον Σατορνῖνον ἀποκτείνας τῶν ἄλλων τῶν μετ' αὐτῶν ἀρξάντων τοῦ δορυφορικοῦ πάντα τὰ ἰσχυρότατα περιέκοψεν, ὅπως μηδεὶς φρόνημα ἀπὸ τῆς προστασίας αὐτῶν σχὼν τῇ τῶν σωματοφυλάκων ἡγεμονίᾳ ἐφεδρεύσῃ· ἤδη γὰρ οὐχ ὅπως μόνος ἀλλὰ καὶ ἀθάνατος ἔπαρχος εἶναι ἤθελεν. ἐπεθύμει τε πάντων καὶ παρὰ πάντων ᾔτει καὶ πάντα ἐλάμβανεν, καὶ οὔτε ἔθνος οὐδὲν οὔτε πόλιν οὐδεμίαν ἀσύλητον εἴασεν, ἀλλὰ πάντα δὴ πανταχόθεν ἥρπαζεν καὶ συνεφόρει· πολλὰ γὰρ καὶ πολὺ πλείονα αὐτῷ ἢ τῷ Σεβήρῳ ἔπεμπον. καὶ τέλος ἓν τοῦτο εἰπὼν πᾶσαν αὐτοῦ καὶ τὴν περιεργίαν καὶ τὴν ἀπληστίαν δηλώσω. ἀνθρώπους ρʹ εὐγενεῖς Ῥωμαίους ἐξέτεμεν οἴκοι, καὶ τοῦτο οὐδεὶς ἡμῶν πρὸ τοῦ τελευτῆσαι αὐτὸν ᾔσθετο· πᾶσαν γὰρ καὶ ἐκ τούτου τήν τε παρανομίαν αὐτοῦ καὶ τὴν ἐξουσίαν ἄν τις καταμάθοι. ἐξέτεμεν δὲ οὐ παῖδας μόνον οὔτε μειράκια, ἀλλὰ καὶ ἄνδρας, καὶ ἔστιν οὓς αὐτῶν καὶ γυναῖκας ἔχοντας, ὅπως ἡ Πλαυτίλλα ἡ θυγάτηρ αὐτοῦ, ἣν ὁ Ἀντωνῖνος μετὰ ταῦτ' ἔγημε, δι' εὐνούχων τήν τε ἄλλην θεραπείαν καὶ τὰ περὶ τὴν μουσικὴν τήν τε λοιπὴν θεωρίαν ἔχῃ. καὶ εἴδομεν τοὺς αὐτοὺς ἀνθρώπους εὐνούχους τε καὶ ἄνδρας, καὶ πατέρας καὶ ἀόρχεις, ἐκτομίας τε καὶ πωγωνίας. ἀφ' οὗ δὴ οὐκ ἀπεικότως ὑπὲρ πάντας τὸν Πλαυτιανόν, καὶ ἐς αὐτοὺς τοὺς αὐτοκράτορας, ἰσχῦσαι ἄν τις εἴποι. 348. Ὅτι οὕτως ἐς πάντα ὁ Πλαυτιανὸς τοῦ Σεβήρου κατεκράτει ὥστε καὶ τὴν Ἰουλίαν τὴν Αὐγούσταν πολλὰ καὶ δεινὰ ἐργάσασθαι· πάνυ γὰρ αὐτῇ ἤχθετο, καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεβῆρον διέβαλλεν, ἐξετάσεις τε κατ' αὐτῆς καὶ βασάνους κατ' εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτα ἤρξατο καὶ σοφισταῖς συνημέρευεν. 349. Ὅτι ὁ Πλαυτιανὸς ἀσωτότατος ἀνθρώπων ἐγένετο, ὥστε καὶ εὐωχεῖσθαι ἅμα καὶ ἐμεῖν, ἐπεὶ μηδὲν ὑπὸ τοῦ πλήθους τῶν σιτίων καὶ τοῦ οἴνου πέψαι ἐδύνατο, καὶ τοῖς μειρακίοις ταῖς τε κόραις οὐκ ἄνευ διαβολῆς χρώμενος, τῇ γυναικὶ τῇ αὑτοῦ οὔθ' ὁρᾶν τινα οὔθ' ὁρᾶσθαι τὸ παράπαν, οὔθ' ὑπὸ τοῦ Σεβήρου ἢ τῆς Ἰουλίας, μήτι γε ἑτέρων τινῶν, ἐπέτρεπεν. 350. Ὅτι ὁ Πρίσκος οὐδενὸς ἀνθρώπου οὔτε πονηρίᾳ οὔτε ἀσελγείᾳ δεύτερος ἦν. 351. Ὅτι ὁ Σεβῆρος καὶ ὁ Ἀντωνῖνος μετὰ θάνατον Πλαυτιανοῦ ὡς παιδαγωγοῦ τινος ἀπηλλαγμένοι οὐδὲν ὅ τι οὐκ ἐποίουν. καὶ γὰρ καὶ γυναῖκας ᾔσχυνον καὶ παῖδας ὕβριζον χρήματά τε παρεξέλεγον, καὶ τοὺς μονομάχους τούς τε ἁρματηλάτας προσηταιρίζοντο, τῇ μὲν ὁμοιότητι τῶν ἔργων ζηλοῦντες ἀλλήλους, τῷ δὲ ἀντισπουδάζειν στασιάζοντες· εἰ γάρ τῳ ὁ ἕτερος προσέθετο, πάντως αὐτῷ τοὐναντίον ὁ ἕτερος ἀνθῃρεῖτο. καὶ τέλος συμβαλόντες ἐν γυμνασίᾳ τινὶ ἵππων σμικρῶν ζεύγεσιν ἐς μεγάλην φιλονεικίαν ἤλασαν, ὥστε τὸν Ἀντωνῖνον ἐκπεσεῖν ἐκ τοῦ δικύκλου καὶ τὸ σκέλος κατεάξαι. παθόντος δὲ αὐτοῦ τοῦτο καὶ νοσηλευομένου ὁ Σεβῆρος οὐδὲν τῶν ἀναγκαίων τὸ παράπαν ἐξέλιπεν, ἀλλὰ καὶ ἐδίκαζεν καὶ πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει. καὶ ἐπὶ τούτῳ καὶ ἐπῃνεῖτο, τὸν δὲ δὴ Κύντιλλον τὸν Πλαυτιανὸν φονεύσας αἰτίαν ἔσχεν. ἀπέκτεινε δὲ καὶ ἄλλους πολλοὺς βουλευτάς, τοὺς μὲν κατηγορηθέντας παρ' αὐτῷ καὶ ἀπολογησαμένους καὶ ἁλόντας. 352. Ὅτι ὁ Κύντιλλος εὐγενέστατός τε ὢν καὶ ἐπὶ πλεῖστον ἐν τοῖς πρώτοις τῆς βουλῆς ἀριθμηθείς, ἔν τε ταῖς τοῦ γήρως πύλαις ἑστὼς καὶ ἐν ἀγρῷ ζῶν, καὶ οὔτε
q.332
πολυπραγμονῶν τι οὔτε παραπράσσων, ἐσφάγη. μέλλων δ' οὖν τελευτήσειν ᾔτησεν τὰ ἐντάφια, ἃ πρὸ πολλοῦ παρεσκεύαστο· καὶ ἐπειδὴ διερρυηκότα αὐτὰ ὑπὸ τοῦ χρόνου εἶδεν" τί τοῦτο;" ἔφη," ἐβραδύναμεν". καὶ μετὰ τοῦτο λιβανωτοῦ θυμιάσας εἶπεν ὅτι" τὴν αὐτὴν εὐχὴν εὔχομαι ἣν καὶ Σερουιανὸς ἐπ' Ἀδριανῷ εὔξατο." 353. Ὅτι ὁ Σεβῆρος ἦν μὲν τὸ σῶμα βραχύς, ἰσχυρὸς δέ, καίπερ ἀσθενέστατος ὑπὸ τῆς ποδάγρας γενόμενος, τὴν δὲ δὴ ψυχὴν καὶ δριμύτατος καὶ ἐρρωμενέστατος· παιδείας μὲν γὰρ ἐπεθύμει μᾶλλον ἢ ἐπετύγχανεν, καὶ διὰ τοῦτο καὶ πολυγνώμων μᾶλλον ἢ πολύλογος ἦν. φίλοις οὐκ ἀμνήμων, ἐχθροῖς βαρύτατος, ἐπιμελὴς μὲν πάντων ὧν πρᾶξαι ἤθελεν, ἀμελὴς δὲ τῶν περὶ αὐτὸν λογοποιουμένων· καὶ διὰ τοῦτο καὶ χρήματα ἐξ ἅπαντος τρόπου, πλὴν καθόσον οὐδένα ἕνεκα αὐτῶν ἀπέκτεινεν, πορίζων, πάντα μὲν τὰ ἀναγκαῖα ἐδαπάνα ἀφθονώτατα, καὶ πλεῖστά γε καὶ τῶν ἀρχαίων οἰκοδομημάτων ἀνεκτήσατο, καί σφισι τὸ ἑαυτοῦ ὄνομα ὡς καὶ ἐκ καινῆς αὐτὰ καὶ ἐξ ἰδίων χρημάτων κατεσκευακὼς ἐπέγραψε, πολλὰ δὲ καὶ μάτην ἔς τε ἐπισκευὰς καὶ κατασκευὰς ἑτέρων ἀνάλωσεν. 354. Ὅτι ὁ Ἀντωνῖνος τοῖς κακίστοις τῶν καταδεδικασμένων ἄδειαν ἔδωκεν. 355. Ὅτι ὁ αὐτὸς τῶν Καισαρείων τῶν τε στρατιωτῶν τῶν μετὰ τὸν Γέταν γενομένων καὶ εἰς δύο μυριάδας παραχρῆμα ἀπέσφαξεν, ἄνδρας ἁπλῶς καὶ γυναῖκας, ὥς πού τις καὶ ἔτυχεν ἐν τῷ βασιλείῳ ὤν. 356. Ὅτι τὸν Κίλωνα τοσοῦτον ἠγάπα ὁ Ἀντωνῖνος ὥστε εἰπεῖν ὅτι" οἱ τούτῳ ἐπιβεβουλευκότες ἐμοὶ ἐπιβεβουλεύκασιν." ἐφ' ᾧ δὴ ἐπαινούμενος ὑπὸ τῶν προσεστηκότων ἔφη" ἐμὲ μήθ' Ἡρακλέα μήτ' ἄλλον θεόν τινα ἐπικαλεῖτε," οὐχ ὅτι οὐκ ἐβούλετο θεὸς ὀνομάζεσθαι, ἀλλ' ὅτι οὐδὲν ἄξιον θεοῦ πράττειν ἤθελεν. ἔμπληκτος γὰρ φύσει πρὸς πάντα τὰ πράγματα ὢν καὶ ἐτίμα τινὰς μεγάλως καὶ ἠτίμαζεν ἐξαίφνης τοὺς αὐτοὺς ἀλογώτατα, ἔσωζέ τε οὓς ἥκιστα ἐχρῆν, καὶ ἐκόλαζεν οὓς οὐκ ἄν τις προσεδόκησεν. 357. Ὅτι τὸν Ἄσπρον τὸν Ἰουλιανὸν οὐδ' ἄλλως εὐκαταφρόνητον καὶ διὰ παιδείαν καὶ διὰ φρόνημα ὄντα ἐξάρας ὁμοίως καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐν πολλαῖς τοσαύταις ῥάβδοις ὁμοῦ ἐμπομπεύσαντα, προεπηλάκισε παραχρῆμα δεινῶς καὶ ἐς τὴν πατρίδα μεθ' ὕβρεως καὶ μετὰ δέους ἰσχυροῦ ἀπέπεμψε. 358. Ὅτι καὶ τὸν Λαῖνον ἠτιμάκει ἂν ἢ καὶ ἀπεκτόνει, εἰ μὴ κακῶς ἐνόσει· καὶ τὴν ἀρρωστίαν αὐτοῦ ἀσεβῆ παρὰ τοῖς στρατιώταις ὠνόμασεν, ὅτι μὴ καὶ περὶ ἐκεῖνον ἀσεβῆσαι αὐτῷ ἐπέτρεψεν. 359. Ὅτι καὶ Θρασέαν Πρίσκον, ἄνδρα οὐδενὸς οὔτε γένει οὔτε φρονήσει δεύτερον, κατεχρήσατο. 360. Ὅτι καὶ ἄλλους πολλοὺς καὶ φίλους τὸ πρότερον ὄντας ἀπέκτεινεν. 361. Ὅτι τρισὶν ἔθνεσιν ὁ Ἀντωνῖνος προσήκων ἦν, καὶ τῶν μὲν ἀγαθῶν αὐτῶν οὐδὲν τὸ παράπαν τὰ δὲ δὴ κακὰ πάντα συλλαβὼν ἐκτήσατο, τῆς μὲν Γαλατίας τὸ κοῦφον καὶ τὸ δειλὸν καὶ τὸ θρασύ, τῆς Ἀφρικῆς τὸ τραχὺ καὶ ἄγριον, τῆς Συρίας, ὅθεν πρὸς μητρὸς ἦν, τὸ πανοῦργον. 362. Ὅτι ὁ Ἀντωνῖνος ἄλλα ἄττα ποιῶν διετέλει φιλαλέξανδρος ὢν καὶ αὐτὸν ἐκεῖνον ἑῷον Αὔγουστον ἐπεκαλεῖτο, καὶ ἔλεγεν ὅτι ἐς τὸ σῶμα αὖθις τὸ τοῦ Αὐγούστου ἐσῆλθεν, ἵν', ἐπειδὴ ὀλίγον τότε χρόνον ἐβίω, πλεῖον αὖθις δι' ἐκείνου ζήσῃ. 363. Ὅτι καὶ τοὺς φιλοσόφους τοὺς Ἀριστοτελείους δεινῶς ἐμίσει, ὥστε καὶ τὰ βιβλία αὐτῶν κατακαῦσαι ἐθελῆσαι, καὶ τὰ συσσίτια ἃ ἐν τῇ Ἀλεξανδρείᾳ εἶχον, τάς τε λοιπὰς ὠφελείας ὅσας ἐκαρποῦντο, ἀφείλετο, ἐγκαλέσας σφίσι ὅτι συναίτιος τῷ Ἀλεξάνδρῳ τοῦ θανάτου Ἀριστοτέλης γεγονέναι ἔδοξε. 364. Ὅτι ὁ αὐτὸς καὶ ἐλέφαντας πολλοὺς συμπεριήγετο, ὅπως καὶ ἐν τούτῳ τὸν Ἀλέξανδρον, μᾶλλον δὲ τὸν Διόνυσον ζηλοῦν δοκῇ. 365. Ὅτι πάνυ πολλοὺς ἀμφ' αὑτὸν εἶχε, προφάσεις ἐκ προφάσεων καὶ πολέμους ἐκ πολέμων σκηπτόμενος. 366. Ὅτι δεινότατόν που καὶ τοῦτο ἔσχεν ὅτι μὴ μόνον ἐς τοὺς στρατιώτας φιλαναλωτὴς ἀλλὰ καὶ ἐς τὰ ἄλλα πάντα καὶ ἥκιστα αὐτῷ ἦν· ἐφ' ἓν τοῦτο μόνον τὸ τοὺς ἀνθρώπους πάντας περιδύειν ἀποσυλᾶν καὶ ἐκτρύχειν. χωρὶς γὰρ τῶν στεφάνων τῶν χρυσῶν οὓς ὡς καὶ πολεμίους τινὰς ἀεὶ νικῶν πολλάκις ᾔτει (λέγω δὲ οὐκ αὐτὸ τοῦτο τὸ τῶν στεφάνων
q.333
ποίημα· πόσον γὰρ τοῦτό γέ ἐστιν; ἀλλὰ τὸ τῶν χρημάτων πλῆθος τῶν ἐπ' ὀνόματι αὐτοῦ διδομένων, οἷς στεφανοῦν αἱ πόλεις τοὺς αὐτοκράτορας εἰώθασιν), τῶν τε ἐπιτηδείων ἃ πολλὰ καὶ πανταχόθεν τὰ μὲν προῖκα τὰ δὲ καὶ προσαναλίσκοντες εἰσεπρασσόμεθα, ἃ πάντα ἐκεῖνος τοῖς στρατιώταις ἐχαρίζετο ἢ καὶ ἐκαπήλευεν, καὶ τῶν δώρων ἃ καὶ παρὰ τῶν ἰδιωτῶν τῶν πλουσίων καὶ παρὰ τῶν δήμων προσῄτει, τῶν τε τελῶν τῶν τε ἄλλων ἃ καινὰ προσκατέδειξεν, καὶ τοῦ τῆς δεκάτης ἣν ἀντὶ τῆς εἰκοστῆς ὑπέρ τε τῶν ἀπελευθερουμένων καὶ ὑπὲρ τῶν καταλειπομένων τισὶ κλήρων καὶ δωρεᾶς ἐποίησε πάσης, τάς τε διαδοχὰς καὶ τὰς ἀτελείας τὰς ἐπὶ τούτοις τὰς δεδομένας τοῖς πάνυ προσήκουσι τῶν τελευτώντων καταλύσας (οὗ ἕνεκα καὶ Ῥωμαίους πάντας τοὺς ἐν τῇ ἀρχῇ αὐτοῦ, λόγῳ μὲν τιμῶν, ἔργῳ δὲ ὅπως πλείω αὐτῷ καὶ ἐκ τοῦ τοιούτου προσίῃ διὰ τὸ τοὺς ξένους τὰ πολλὰ αὐτῶν μὴ συντελεῖν, ἀπέδειξεν)– ἔξω δὴ τούτων ἁπάντων καὶ οἰκίας αὐτῷ παντοδαπὰς καὶ καταλύσεις πολυτελεῖς ἐν μέσαις ὁδοῖς καὶ ταῖς βραχυτάταις οἰκείοις δαπανήμασιν οἰκοδομῆσαι ἠναγκάσθημεν, ἐν αἷς οὐχ ὅσον οὐκ ἐνῴκησέ ποτε, ἀλλ' οὐδὲ εἶδεν αὐτάς. καὶ θέατρα κυνηγετικὰ καὶ ἱπποδρόμους, ὅπουπερκαὶ ἐχείμασεν ἢ καὶ χειμάσειν ἤλπισεν, κατεσκευάσαμεν, μηδὲν παρ' αὐτοῦ λαβόντες. ἃ κατεσκάφη, οὕτω πως διὰ τοῦτο γενόμενα ἵν' ἡμεῖς ἐπιτριβῶμεν. 367. Ὅτι ὁ Σεβῆρος καὶ πάνυ πᾶσι τοῖς ἐς ἀρετὴν τείνουσι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἤσκησε τὸν Ἀντωνῖνον, ὥστε καὶ αὐτοκράτορα ἤδη ὄντα καὶ διδασκάλοις συνεῖναι καὶ τὸ πολὺ τῆς ἡμέρας φιλοσοφεῖν· ἐξηραλοίφει τε, καὶ ἵππευε καὶ ἐς πεντήκοντα καὶ ἑπτακοσίους σταδίους, καὶ προσέτι καὶ νήχεσθαι καὶ ἐν κλύδωνι ἠσκεῖτο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώσθη, τῆς δὲ δὴ παιδεύσεως ὡς οὐδὲ τοὔνομα αὐτῆς πώποτε ἀκηκοὼς ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακογνώμων ἦν, ἀλλὰ καὶ συνίει πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα· τῇ τε γὰρ ἐξουσίᾳ καὶ τῇ προπετείᾳ, τῷ πάνθ' ὁμοίως τὰ προσιστάμενά οἱ ἀπερισκέπτως ἐκλαλεῖν καὶ τῷ μηδὲν αὐτῶν ἐκφαίνειν αἰσχύνεσθαι, καὶ ἐπιτυχίᾳ τινὶ πολλάκις περιέπιπτεν· τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. 368. Ὅτι ὁ αὐτὸς αὐτογνωμονῶν πολλὰ ἐσφάλη· πάντα τε γὰρ οὐχ ὅτι εἰδέναι ἀλλὰ καὶ μόνος εἰδέναι ἤθελε, καὶ πάντα οὐχ ὅτι δύνασθαι ἀλλὰ καὶ μόνος δύνασθαι ἠβούλετο, καὶ διὰ τοῦτο οὔτε τινὶ συμβούλῳ ἐχρῆτο καὶ τοῖς χρηστόν τι εἰδόσιν ἐφθόνει. ἐφίλησε μὲν γὰρ οὐδένα πώποτε, ἐμίσησε δὲ πάντας τοὺς προφέροντας ἔν τινι, μάλιστα δὲ οὓς μάλιστα ἀγαπᾶν προσεποιεῖτο· καὶ αὐτῶν συχνοὺς καὶ διέφθειρεν τρόπον τινά. ἐφόνευε μὲν γὰρ καὶ ἐκ τοῦ φανεροῦ πολλούς· ἤδη δὲ καὶ πέμπων τινὰς ἐς ἔθνη μὴ ἐπιτήδεια σφίσιν, ἀλλ' ἐναντία τῇ τοῦ σώματος αὐτῶν καταστάσει τὴν τοῦ ἀέρος ἀκρασίαν ἔχοντα, οὕτως αὐτοὺς ὡς καὶ πάνυ τιμῶν ὑπεξῄρει, τοὺς μὲν καύμασι τοὺς δὲ ψύχεσιν ἀκράτοις, οἷςοὐκ ἔχαιρεν, ἐκδιδούς. εἰ δ' οὖν καὶ ἐφείδετό τινων μὴ ἀποκτεῖναί σφας, ἀλλ' ἐπίεζέ γε αὐτοὺς ὥστε καὶ κηλιδοῦσθαι. 369. Ὅτι Ἄγβαρος ὁ τῶν Ὀσροηνῶν βασιλεὺς ἐπειδὴ ἅπαξἐν κράτει τῶν ὁμοφύλων ἐγένετο, οὐδὲν ὅ τι τῶν δεινοτάτων τοὺς προέχοντας αὐτῶν οὐκ ἐξειργάσατο. λόγῳ μὲν ἐς τὰ τῶν Ῥωμαίων ἤθη μεθίστασθαι ἠνάγκαζεν, ἔργῳ δὲ τῆς κατ' αὐτῶν ἐξουσίας ἀπλήστως ἐνεφορεῖτο. 370. Ὅτι ὁ αὐτὸς μέγιστον ἐμεγαλοφρόνει ὅτι τοῦ Βολογαίσου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος οἱ παῖδες περὶ τῆς βασιλείας ἐμάχοντο, ὡς ἐξ ἰδίας παρασκευῆς τὸ κατὰ τύχην συμβὰν γεγονὸς προσποιούμενος. οὕτω που σφόδρα ἀεὶ καὶ τῷ ἔργῳ καὶ τῇ διχοστασίᾳ τῇ τῶν ἀδελφῶν καὶ τῇ τῶν ἀλλοτρίων ἀλληλοφονίᾳ ἔχαιρεν. 371. Ὅτι πολλὰ καὶ ἀργυρολογίας ἕνεκα ἐποίει. 371α. Ὅτι καὶ μῖσος πρὸς τὸν τετελευτηκότα ἀδελφὸν ἐπεδείκνυτο καταλύσας τὴν τῶν γενεσίων αὐτοῦ τιμήν, καὶ τοῖς τὰς εἰκόνας αὐτοῦ βαστάσασι λίθοις ὠργίζετο, καὶ τὸ νόμισμα τὸ προφέρον αὐτὸν συνεχώνευσεν. καὶ οὐδὲ ταῦτα ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τότε μάλιστα ἀνοσιουργεῖν ἐπετήδευσε καὶ τοὺς ἄλλους μιαιφονεῖν ἠνάγκαζεν, ὥσπερ τινὰ ἐναγισμὸν ἐτήσιον τῷ ἀδελφῷ
q.334
ποιούμενος. 372. Ὅτι τοιαῦτα ἐπὶ τῷ ἐκείνου φόνῳ φρονῶν καὶ πράττων χαίρειν τῇ τῶν βαρβάρων ἀδελφῶν διχοστασίᾳ ὡς καὶ μέγα τι κακὸν ἐκ τούτου τῶν Πάρθων πεισομένων. οὐ μέντοι καὶ τὰ Κελτικὰ ἔθνη οὔθ' ἡδονὴν οὔτε σοφίας ἢ ἀνδρείας προσποίησίν τινα ἤνεγκεν, ἀλλὰ καὶ πάνυ καὶ ἀπατεῶνα καὶ εὐήθη καὶ δειλότατον αὐτὸν ἐξήλεγξεν ὄντα. 373. Ὅτι ὁ Ἀντωνῖνος ἐς τοὺς Ἀλαμβαννοὺς στρατεύσαςδιέταττεν, εἴ πού τι χωρίον ἐπιτήδειον πρὸς ἐνοίκησιν εἶδεν," ἐνταῦθα φρούριον τειχισθήτω, ἐνταῦθα πόλις οἰκοδομηθήτω." καὶ ἐπωνυμίας γέ τινας τοῖς τόποις ἀφ' ἑαυτοῦ ἐπωνόμαζε, τῶν ἐπιχωρίων μὴ ἀλλοιουμένων· οἱ μὲν γὰρ ἠγνόουν, οἱ δὲ παίζειν αὐτὸν ἐδόκουν. ἐξ οὗ δὴ καταφρονήσας αὐτῶν οὐδὲ ἐκείνων ἀπέσχετο, ἀλλ' οἷς συμμαχήσων ἀφῖχθαι ἔλεγεν, τούτοις τὰ τῶν πολεμιωτάτων ἔδρασε· συνεκάλεσε γὰρ τὴν ἡλικίαν αὐτῶν ὡς καὶ μισθοφορήσουσαν, καὶ πᾶσαν ἀπὸ παραγγέλματος, αὐτὸς τὴν ἀσπίδα ἀναδείξας, ἐνεκυκλώσατο καὶ κατέκοψε, καὶ τοὺς λοιπούς, περιπέμψας ἱππέας, συνέλαβεν. 374. Ὅτι ὁ Ἀντωνῖνος Πανδίονα, ἄνδρα πρότερον μὲν ἡνιόχων ὑπηρέτην γενόμενον, ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Ἀλαμβαννοὺς ἁρματηλατοῦντα αὐτῷ καὶ κατὰ τοῦτο καὶ ἑταῖρον ὄντα καὶ συστρατιώτην, ἐπῄνεσεν ἐν τῇ γερουσίᾳ διὰ γραμμάτων ὡς καὶ ἐκ κινδύνου τινὸς ἐξαισίου ὑπ' αὐτοῦ σωθείς, οὐδ' ᾐσχύνθη πλείονα ἐκείνῳ χάριν ἢ τοῖς στρατιώταις, οὓς καὶ ἡμῶν ἀεὶ κρείττους εἶχεν***. 375. Ὅτι τῶν ἐλλογιμωτάτων οὓς ἔσφαξεν ὁ Ἀντωνῖνος ἀτάφους τινὰς ῥίπτεσθαι ἐκέλευεν. 376. Ὅτι τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασεν, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους συγγράψαντι κενοτάφιον ἔχωσε, τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν, ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου. 377. Ὅτι τῶν Χάττων αἱ γυναῖκες καὶ τῶν Ἀλαμβαννῶν οὐ μὴν ὅσαι γε καὶ ἑάλωσαν δουλοπρεπές τι ὑπέμειναν, ἀλλὰ πυθομένου τοῦ Ἀντωνίνου πότερόν ποτε πραθῆναι ἢ φονευθῆναι βούλονται, τοῦθ' εἵλοντο· ἔπειτα ἀπεμποληθεῖσαι πᾶσαι μὲν αὐταὶ ἑαυτάς, εἰσὶ δ' αἳ καὶ τὰ παιδία ἀπέκτειναν. 378. Ὅτι πολλοὶ καὶ τῶν παρ' αὐτῷ τῷ ὠκεανῷ περὶ τὰς τοῦ Ἄλβιδος ἐκβολὰς οἰκούντων ἐπρεσβεύσαντο πρὸς αὐτὸν φιλίαν αἰτοῦντες, ἵνα χρήματα λάβωσιν. ἐπειδὴ γὰρ οὕτως ἐπεπράγει, συχνοὶ αὐτῷ ἐπέθεντο πολεμήσειν ἀπειλοῦντες, οἷς πᾶσι συνέθετο. καὶ γὰρ εἰ καὶ παρὰ γνώμην αὐτοῖς ἐλέγετο, ἀλλ' ὁρῶντες τοὺς χρυσοῦς ἐδουλοῦντο· ἀληθεῖς γὰρ τοὺς χρυσοῦς αὐτοῖς ἐδωρεῖτο. τοῖς δὲ δὴ Ῥωμαίοις κίβδηλον καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεῖχεν· τὸ μὲν γὰρ ἐκ μολίβδου καταργυρούμενον, τὸ δὲ ἐκ χαλκοῦ καταχρυσούμενον ἐσκευάζετο. 379. Ὅτι ὁ αὐτὸς τὰ μὲν ἄντικρυς ὡς καὶ καλὰ καὶ ἐπαίνου ἄξια, καὶ τὰ αἴσχιστα, ἐφανέρου, τὰ δὲ καὶ ἄκων δι' αὐτῶν ὧν ἀντικατεσκεύαζεν ἐξέφαινεν, ὥσπερ που καὶ περὶ τῶν χρημάτων. 380. Ὅτι πᾶσαν τὴν γῆν πᾶσαν δὲ τὴν θάλασσαν ἐπόρθησεν ὁ Ἀντωνῖνος, καὶ οὐδὲν ὅ τι τῶν ἁπάντων ἀκάκωτον κατέλιπεν. 381. Ὅτι τὸν Ἀντωνῖνον ἔκφρονα καὶ παραπλῆγα αἱ τῶν πολεμίων ἐπῳδαὶ πεποιήκεσαν· ἀκούοντες γάρ τινες τῶν Ἀλαμβαννῶν ἔφασαν ὅτι μαγγανείαις τισὶν ἐπ' ἐκπλήξει τῶν φρενῶν αὐτοῦ κέχρηνται. ἐνόσει μὲν γὰρ καὶ τῷ σώματι τὰ μὲν ἐμφανέσιν, εἶτα δὲ καὶ ἀρρήτοις ἀρρωστήμασιν, ἐνόσει δὲ καὶ τῇ ψυχῇ πικροῖς τισι φαντάσμασι, καὶ πολλάκις γε καὶ ἐλαύνεσθαι ὑπό τε τοῦ πατρὸς ὑπό τε τοῦ ἀδελφοῦ ξιφηρῶν ἐδόκει. καὶ διὰ ταῦτα ἐψυχαγώγησε μέν, ὅπως τινὰ ἄκεσιν αὐτῶν λάβῃ, ἄλλας τέ τινας καὶ τὴν τοῦ πατρὸς τοῦ τε Κομμόδου ψυχήν, εἶπεν δ' οὐδεὶς οὐδὲν αὐτῷ πλὴν τοῦ Κομμόδου· τῷ γὰρ Σεβήρῳ καὶ ὁ Γέτας, ὥς φασι, καὶ ἄκλητος ἐφέσπετο. οὐ μὴν οὐδὲ ἐκεῖνος ἐξέφηνενὠφελῆσαι αὐτόν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥστε καὶ προσεκφοβῆσαι· ἔφη γὰρ ταῦτα," βαῖνε δίκης ἆσσον, θεοῦ δίκης αἰτοῦσι Σεβήρῳ", εἶθ' ἕτερόν τι, καὶ ἐπὶ τελευτῆς" κρυφίοισι τόποισιν ἔχων δυσαλθέα νοῦσον". ἐπὶ μὲν δὴ τούτοις δημοσιευθεῖσι πολλοὶ ἐπηρεάσθησαν· ἐκείνῳ δ' οὐδεὶς οὐδὲ τῶν θεῶν οὐδὲν οὔτε ἐς τὴν τοῦ σώματος οὔτε ἐς τὴν τῆς ψυχῆς ἴασιν φέρον, καίτοι πάντας
q.335
τοὺς ἐπιφανεστάτους θεραπεύσαντι, ἔχρησεν. ἀφ' οὗπερ ἐναργέστατα διεδείχθη ὅτι μήτε τοῖς ἀναθήμασι μήτε ταῖς θυσίαις ἀλλὰ τοῖς βουλήμασι καὶ ταῖς πράξεσιν αὐτοῦ προσεῖχον. οὔτε γὰρ ὁ Ἀπόλλων ὁ Γράννος οὔθ' ὁ Ἀσκληπιὸς οὔθ' ὁ Σάραπις καίπερ πολλὰ ἱκετεύσαντι αὐτῷ πολλὰ δὲ καὶ προσκαρτερήσαντι ὠφέλησεν. ἔπεμψε γὰρ αὐτοῖς καὶ ἀποδημῶν καὶ εὐχὰς καὶ θυσίας καὶ ἀναθήματα, καὶ πολλοὶ καθ' ἑκάστην οἱ τοιοῦτό τι φέροντες διέθεον. ἦλθε δὲ καὶ αὐτὸς ὡς καὶ τῇ παρουσίᾳ τι ἰσχύσων, καὶ ἔπραξεν πάνθ' ὅσα οἱ θρησκεύοντές τι ποιοῦσιν, ἔτυχε δ' οὐδενὸς τῶν ἐς ὑγείαν τεινόντων. 382. Ὅτι λέγων εὐσεβέστατος πάντων ἀνθρώπων εἶναι περιττότητι μιαιφονιῶν κατεχρήσατο, τῶν ἀειπαρθένων τέσσαρας ἀποκτείνας, ὧν μίαν αὐτός, ὅτε γε καὶ ἐδύνατο, ᾐσχύνκει· ὕστερον γὰρ ἐξησθένησεν πᾶσα αὐτῷ ἡ περὶ τὰ ἀφροδίσια ἰσχύς. ἀφ' οὗπερ καὶ ἕτερόν τινα τρόπον αἰσχρουργεῖν ἐλέγετο, καὶ ἀπ' αὐτοῦ καὶ ἕτεροι τῶν ὁμοιοτρόπων, οἳ οὐχ ὅτι ὡμολόγουν τοιοῦτό τι ποιεῖν, ἀλλὰ καὶ ὑπὲρ τῆς σωτηρίας δὴ τῆς ἐκείνου πράττειν ταῦτα ἔφασκον. 383. Ὅτι νεανίσκος τις ἱππεὺς νόμισμα τὴν εἰκόνα αὐτοῦ ἐς πορνεῖον ἐσήνεγκεν, ἔδειξαν· ἐφ' ᾧ δὴ τότε μὲν ὡς καὶ θανατωθησόμενος ἐδέθη, ὕστερον δὲ τελευτῆσαι φθάσαντος αὐτοῦ ἀπελύθη. ἡ δὲ δὴ κόρη αὕτη, περὶ ἧς λέγω, Κλωδία Λαῖτα ὠνομάζετο· καὶ ἐκείνη μέγα τε βοῶσα" οἶδεν αὐτὸς Ἀντωνῖνος ὅτι παρθένος εἰμί, οἶδεν αὐτὸς ὅτι καθαρεύω" ζῶσα κατωρύγη. καὶ συνεκοινώνησαν αὐτῇ καὶ ἕτεραι τρεῖς τῆς καταδίκης, ὧν αἱ μὲν δύο, Αὐρηλία τε Σεβῆρα καὶ Πομπωνία Ῥουφίνα, ὁμοίως ἀπέθανον, Κανουντία δὲ Κρησκεντῖνα ἑαυτὴν ἄνωθεν ἀπὸ τῆς οἰκίας ἔρριψεν. 384. Ὅτι καὶ περὶ τῶν μοιχευόντων τὸ αὐτὸ ἐποίει· μοιχικώτατος γὰρ ἀνδρῶν, ἐς ὅσον γε καὶ ἠδυνήθη, γενόμενος τοὺς ἄλλους τοιαύτην αἰτίαν ἔχοντας καὶ ἤχθαιρε καὶ ἐφόνευε παρὰ τὰ νενομισμένα. καὶ πᾶσι τοῖς ἀγαθοῖς ἀνδράσιν ἀχθόμενος τιμᾶν τινας αὐτῶν ἀποθανόντας ἐπλάττετο. 385. Ὅτι ἐς τὴν Θρᾴκην ἀφίκετο ὁ Ἀντωνῖνος μηδὲν ἔτι τῆς Δακίας φροντίσας, καὶ τὸν Ἑλλήσποντον οὐκ ἀκινδύνως διαβαλὼν τόν τε Ἀχιλλέα καὶ ἐναγίσμασι καὶ περιδρομαῖς ἐνοπλίοις καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν ἐτίμησε, καὶ ἐπὶ τούτῳ ἐκείνοις τε, ὡς καὶ μέγα τι κατωρθωκόσι καὶ τὸ Ἴλιον ὡς ἀληθῶς αὐτὸ τὸ ἀρχαῖον ᾑρηκόσι, χρήματα ἔδωκε, καὶ αὐτὸν τὸν Ἀχιλλέα χαλκοῦν ἔστησεν. 386. Ὅτι ὁ αὐτὸς ἔλεγε μηδενὸς ἔξω τῶν ἀναγκαίων προσδεῖσθαι, καὶ ἐπὶ τούτῳ καὶ ἐσεμνύνετο ὡς ὅτι εὐτελεστάτῃ διαίτῃ χρῆσθαι δυνάμενος, ἦν δὲ οὐδὲν οὐκ ἐπίγειον, οὐ θαλάττιον, οὐκ ἀέριον, ὃ μὴ οὐ καὶ ἰδίᾳ καὶ δημοσίᾳ αὐτῷ παρείχομεν. καὶ ἀπ' αὐτῶν ἐλάχιστα μὲν τοῖς φίλοις τοῖς συνοῦσίν οἱ ἀνήλισκεν (οὐδὲ γὰρ συσσιτεῖν ἔθ' ἡμῖν ἤθελεν), τὰ δὲ δὴ πλείω μετὰ τῶν ἐξελευθέρων ἐδαπάνα. 387. Ὅτι ὁ Ἀντίοχος ὁ αὐτόμολος Κίλιξ μὲν ἦν καὶ φιλοσοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο, καὶ πλεῖστά γε ἐκ τούτου τοὺς στρατιώτας ἐν τῷ πολέμῳ ὠφέλησεν· ἀπαλγοῦντας γὰρ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν, ἔς τε τὴν χιόνα ῥιπτῶν καὶ ἐν αὐτῇ καλινδούμενος, ὅθενπερ καὶ χρημάτων καὶ τιμῶν καὶ παρὰ τοῦ Σεβήρου καὶ παρὰ τοῦ Ἀντωνίνου ἔτυχεν· ἐπαρθεὶς δὲ ἐπὶ τούτοις τῷ Τιριδάτῃ συνεξητάσθη, καὶ μετ' αὐτοῦ πρὸς τὸν Πάρθον ηὐτομόλησεν. 388. Ὅτι ὁ Ἀντωνῖνος ἑαυτὸν διέβαλε, φάσκων ὅτι τῶν Κελτῶν τὴν θρασύτητα καὶ τὴν ἀπληστίαν τήν τε ἀπιστίαν, ἀνάλωτον οὖσαν βίᾳ, ἀπατήσας εἰλήφει. 389. Ὅτι ὁ αὐτὸς τὸν Λούκιον τὸν Φαβρίκιον ἐπῄνει ὅτι μὴ ἠθέλησε τὸν Πύρρον διὰ τοῦ φίλου αὐτοῦ δολοφονῆσαι, ἐμεγαλοφρονεῖτο δὲ ἐπὶ τῷ τοὺς Βανδίλους καὶ τοὺς Μαρκομμάνους φίλους ὄντας ἀλλήλοις συγκεκρουκέναι, καὶ ὅτι καὶ τὸν τῶν Κουάδων βασιλέα Γαϊοβόμαρον κατηγορηθέντα ἀπεκτόνει. καὶ ὅτι τῶν συνόντων τις καὶ συγκατηγορουμένων αὐτῷ προαπήγξατο, ἐπέτρεψε τοῖς βαρβάροις τὸν νεκρὸν αὐτοῦ κατατρῶσαι, ἵν' ὡς καὶ καταδεδικασμένος ἐσφάχθαι, ἀλλὰ μὴ ἑκουσίως, ὅπερ εὔδοξον παρ' αὐτοῖς ἐνομίζετο, τετελευτηκέναι νομισθείη. 390. Ὅτι Καικίλιον Αἰμιλιανὸν τῆς Βαιτικῆς ἄρξαντα ὡς καὶ τῷ Ἡρακλεῖ τῷ ἐν τοῖς
q.336
Γαδείροις χρησάμενον ἀπέκτεινεν. 391. Ὅτι Θεόκριτος ὁ Καισάρειος, δι' οὗ ὀρχεῖσθαι ὁ Ἀντωνῖνος μεμάθηκεν, καὶ παιδικὰ τοῦ Σαζωτέρου ἐγεγόνει καὶ κατὰ τοῦτο καὶ ἐς τὸ τῶν Ῥωμαίων θέατρον ἐσῆκτο. ἐπεὶ δὲ κακῶς ἐν αὐτῷ ἐφέρετο, ἐκ μὲν τῆς Ῥώμης ἐξέπεσεν, ἐς δὲ τὸ Λούγδουνον ἐλθὼν ἐκείνους ἅτε καὶ ἀγροικοτέρους ἔτερπε, καὶ ἐκ δούλου καὶ ἐξ ὀρχηστοῦ καὶ στρατιάρχης καὶ ἔπαρχος ἐγένετο. 392. Ὅτι τοὺς Ἀλεξανδρεῖς ἀποσφάττων ὁ Ἀντωνῖνος, καὶἐν τῷ τεμένει διαιτώμενος, ἐπέστειλε τῇ γερουσίᾳ ὅτι ἥγνευσεν ἐν αὐταῖς ἐν αἷς τά τε βοσκήματα ἅμα τῷ θεῷ καὶ τοὺς ἀνθρώπους ἑαυτῷ ἔθυεν. 393. Ὅτι καὶ τὸ ξίφος δι' οὗ τὸν ἀδελφὸν ἀπεκτόνει ἀνέθηκε τῷ θεῷ. 394. Ὅτι ὁ αὐτὸς τοῖς στρατιώταις ἆθλα τῆς στρατείας, τοῖς μὲν ἐν τῷ δορυφορικῷ τεταγμένοις ἐς χιλίας διακοσίας πεντήκοντα, τοῖς δὲ πεντακισχιλίας λαμβάνειν***. 395. Ὅτι ὁ σώφρων ἐκεῖνος, ὥς γε καὶ ἔλεγεν, ὁ τῆς τῶν ἄλλων ἀσελγείας ἐπιτιμητής, αἰσχίστου τε ἅμα καὶ δεινοτάτου τολμήματος γενομένου ἔδοξε μὲν ὀργὴν πεποιῆσθαι, τῷ δὲ δὴ μὴ ἐκείνῃ κατ' ἀξίαν ἐπελθεῖν καὶ τοῖς νεανίσκοις προσεπιτρέψαι ποιεῖν ἃ μηδεὶς μέχρι τότε τετολμήκει, πολύ σφισιν ἐλυμήνατο μιμησαμένοις τὰ τῶν ἑταιρῶν γυναικῶν καὶ τὰ τῶν ἀνδρῶν τῶν γελωτοποιῶν. 396. Ὅτι ἐπὶ τῇ θέᾳ τῇ Κουλήνῃ ἐπηγορία πολλὴ οὐχ ὅτι τοῖς ποιοῦσιν ἐκεῖ τι τῶν εἰωθότων ἀλλὰ καὶ τοῖς ὁρῶσιν ἐγίγνετο. 397. Ὅτι καὶ τῶν ἀστέρων διαγράμματα, καθ' ἃ ἐγεγένητό τις τῶν πρώτων τῶν παρ' αὐτῶν, ἐτεκμαίρετο τόν τε οἰκείως οἱ καὶ τὸν ἀλλοτρίως ἔχοντα, καὶ πολλοὺς καὶ ἐκ τούτων τοὺς μὲν ἐτίμα τοὺς δὲ ἀπώλλυεν. 398. Ὅτι ὁ Ἀντωνῖνος ἦν θρασύτατος μὲν ἀπειλῆσαί τι καὶ προπετέστατος τολμῆσαι, δειλότατος δὲ διακινδυνεῦσαί πῃ καὶ ἀσθενέστατος πονῆσαι. οὕτω γὰρ οὔτε τὸ καῦμα οὔθ' ὅπλα φέρειν ἐδύνατο ὥστε καὶ τοὺς χειριδωτοὺς χιτῶνας ἐς θώρακος τρόπον τινὰ εἶδος πεποιημένους ἐνδύνειν, ἵνα τὴν τοῦ ἁπλοῦ δόξαν χωρὶς τοῦ βάρους αὐτοῦ ἔχων μήτε ἐπιβουλεύηται καὶ θαυμάζηται. καὶ αὐτοῖς ἄνευ μάχης πολλάκις ἐχρῆτο. 399. Ὅτι οἱ τοῦ Ἀντωνίνου στρατιῶται ἐκ τῆς προτέρας τρυφῆς (τά τε γὰρ ἄλλα καὶ ἐν οἰκίαις ἐχείμαζον, πάντα τὰ τῶν ξενοδοκούντων σφᾶς ὡς καὶ ἴδια ἀναλίσκοντες) καὶ ἐκ τῶν πόνων τῆς τε ταλαιπωρίας τῆς τότε αὐτοῖς παρούσης οὕτω καὶ τὰ σώματα τετρυχωμένους καὶ τὰς ψυχὰς τεταλαιπωρημένους ὥστε μηδὲν τῶν λημμάτων ἔτι, ἃ πολλὰ παρ' αὐτοῦ ἐλάμβανον, προτιμᾶν, αἰσθόμενοι, οἱ βάρβαροι ἐπήρθησαν, ὡς καὶ συναγωνιστὰς αὐτοὺς ἀλλ' οὐ πολεμίους ἕξοντες. 400. Ὅτι ὁ Μακρῖνος ἔπαρχος ἀποδειχθεὶς διῴκησε τὰ τῆς ἡγεμονίας ἄριστα καὶ δικαιότατα, ὅσα τε καὶ αὐτογνωμονήσας ἔπραξεν. 401. Ὅτι εἴπερ ἐπὶ πλεῖον ἐβεβιώκει ὁ Μακρῖνος, διὰ μίσους ἂν αὐτὸν ἐσχήκεισαν. καὶ γὰρ τρυφερόν πως ζῆν ἤρξατο, καὶ τῶν διαμεμφομένων τι αὐτοῦ ἐπεστρέφετο. 402. Ὅτι ὁ Μακρῖνος ὑπὸ τῆς ἐμφύτου δειλίας, καὶ γὰρ Μαῦρος ὢν δεινῶς ἐδείμαινεν. 403. Ὅτι ὁ Ψευδαντωνῖνος γράμματα πέμψας τῇ βουλῇ διὰ Πολλίωνος ὑπάτου ἐνετείλατο αὐτῷ ἵνα, εἴ τις ἀνθίσταιτο, τῇ χειρὶ τῇ τῶν στρατιωτῶν χρήσηται· ἀφ' οὗ δὴ καὶ ἄκουσα πάντα ἀνέγνω. τῇ γὰρ ἐπαρτηθείσῃ ἀνάγκῃ οὐδὲν οὔτε τῶν δεόντων οὔτε τῶν συμφερόντων σφίσι πρᾶξαι ἠδυνήθησαν, ἀλλ' ὑπὸ τοῦ φόβου ἐξεπλάγησαν, καὶ ἐψηφίσαντο τὸν Μακρῖνον ἐν πολεμίου μοίρᾳ καὶ ἐλοιδόρησαν, καὶ τὸν Καράκαλλον, ὃν καὶ πολέμιον ἀποδεῖξαι πολλάκις ἠθελήκεσαν, τότε ἐσέμνυνον, καὶ τὸν υἱὸν δῆθεν εὔχοντο ὅμοιον αὐτῷ γενέσθαι. 404. Ὅτι ὁ Ψευδαντωνῖνος ἓν καὶ μόνον καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ἐποίησεν. πολλῶν γὰρ πολλὰ καὶ ἰδιωτῶν καὶ δήμων καὶ αὐτῶν Ῥωμαίων καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυτόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρισάντων, οὐδὲν τὸ παράπαν οὔτε ἐπεξήξειν ἔφη οὔτε ἐπεξῆλθεν. ἐς δὲ δὴ τὰ ἄλλα πάντα καὶ αἰσχρότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξώκειλεν. ὥστε τὰ μέν τινα τὴν ἀρχὴν ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ὀλίγῳ χρόνῳ διαρκέσαι. 405. Ὅτι ὁ Κωμάζων τὸ ὄνομα ἐκ μίμων καὶ
q.337
γελωτοποιΐας ἔσχεν. 406. Ὅτι οὗτος καὶ ἐγάμει καὶ ἐγήματο· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττε καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα. 407. Ὅτι αὐτὸν ἐκεῖνον τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσαγαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προστάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας ἀνοσιώτατος ἀνδρῶν ἐνομίσθη. ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὐδὲ αἴτιός τινος κακοῦ οὐδενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐεργέτησε. τὸ δὲ μέγιστον, ἰσχυρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίᾳ σφόδρα ἤρεσκε, τῇ μὲν ὅτι τέθραπτο ὑπ' αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ αὐτῇ. ἀλλ' οὔ τοί γε διὰ τοῦτ' αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμβόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέλησεν, ἀλλ' ὅτι σωφρόνως τε καὶ εὐφρόνως ζῆν ὑπ' αὐτοῦ ἠναγκάζετο. καὶ αὐτός τε αὐτοχειρίᾳπρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι. 408. Ὅτι τὸ αἰδοῖον περιέτεμε καὶ χοιρείων κρεῶν, ὡς καὶ καθαρώτερον ἐκ τούτων θρησκεύσων, ἀπείχετο. ἐβουλεύσατο μὲν γὰρ παντάπασιν αὐτὸ ἀποκόψαι· ἀλλ' ἐκεῖνο μὲν τῆς μαλακίας ἕνεκα ποιῆσαι ἐπεθύμησε, τοῦτο δὲ ὡς καὶ τῇ τοῦ Ἐλιογαβάλου ἱερατείᾳ προσῆκον ἔπραξεν· ἐξ οὗ δὴ καὶ ἑτέροις τῶν συνόντων συχνοῖς ὁμοίως ἐλυμήνατο. 409. Ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων. 410. Ὅτι χρήματα πολλὰ ὁ Μακρῖνος ἐν τῷ βασιλικῷ εὑρὼν διεσπάθησεν, καὶ οὐκ ἐξήρκουν αἱ πρόσοδοι πρὸς ἀναλώματα. 411. Ὅτι ὁ Ψευδαντωνῖνος καὶ ὁ Σαρδανάπαλλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. ἔγημε μὲν γὰρ πολλὰς γυναῖκας, καὶ ἔτι πλείοσιν ἄνευ τινὸς νομίμου προσρήσεως συνείργνυτο, οὐ μέντοι καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλ' ἵνα τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται καὶ κοινωνοὺς τῆς ὕβρεως, φύρδην ἀναφερόμενος αὐταῖς, λαμβάνῃ. πολλὰ μὲν γὰρ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτ' ἀκούων τις καρτερήσειε, καὶ ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδ' ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. ἐς καπηλεῖα ἐσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν καπηλίδων εἰργάζετο. ἐς τὰ πορνεῖα τὰ περιβόητα ἐσεφοίτα, καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπορνεύετο. καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τ' ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ καὶ κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. ἦσαν γὰρ οἷς ἐξεπίτηδες τοῦτο ποιεῖν προσετέτακτο. ὡς γὰρ ἐς τἆλλα, καὶ ἐς ἐκεῖνο διερευνητὰς εἶχε συχνούς, δι' ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτὸν ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. χρήματά τε παρ' αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημονοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν, καὶ πλεῖον ἀργυρίζεσθαι λέγων. ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτ' ἀποδεῖξαι ἠθέλησεν. ἤλαυνε δὲ ἅρμα τῇ πρασίᾳ σκευῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτ' εἶναι· ἐνταῦθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππεῖς καὶ Καισάρειοι, καὶ οἱ ἔπαρχοι καὶ ἡ μήτηρ καὶ ἡ τήθη καὶ αἱ γυναῖκες, καὶ ἄλλοι καὶ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν ἁρματηλατοῦντα. Ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. τά τε γὰρ ἄλλα καὶ ὠρχεῖτο, οὔτε γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. καὶ τέλος καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἐριούργει καὶ κορυφάλους ἔστιν ὅτε καὶ ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἀνηλείφετο, ψιμυθίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπ' αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτ' ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. καὶ πολλάκις καὶ κατακείμενος τοὺς βουλευτὰς
q.338
ἠσπάζετο. ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Καρικὸν ἀνδράποδον, Γορδίου ποτὲ παιδικὰ γενόμενον, παρ' οὗ καὶ ἁρματηλατεῖν ἔμαθεν. ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατ' αὐτὴν τὴν τοῦ Σαρδαναπάλλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε, καὶ ἐκφανεὶς αὐτῷ (λειογένειος δ' ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσμητο) ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις ἔτι καὶ μᾶλλον ἑλὼν αὐτὸν ὕστερον ηὐξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχύ τι νομισθῆναι τὸ τὴν μητέρα αὐτοῦ ἔτι δούλην οὖσαν ἐς τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι καὶ ταῖς τῶν ὑπατευκότων γυναιξὶ καταριθμηθῆναι. πολλάκις μὲν γὰρ καὶ ἄλλοι τινὲς ἐτιμήθησαν ὑπ' αὐτοῦ καὶ ἐδυνήθησαν, οἱ μὲν δι' ἄλλο, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπ' αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. ἐκεῖνον δ' οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπ' αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀποφῆναι θελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπειλῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα δι' αὐτὸν προσκροῦσαι. καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι. 413. Ὅτι Αὐρήλιος Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ Μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἀπεκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπ' αὐτοῦ καὶ ἐμισήθη, καὶ διὰ τοῦτο καὶ ἐσώθη. ὃς καλὸν μὲνκαὶ τὸ πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη τε ἐς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου, ὅσην οὔτε Ἄγβαρος ἐπὶ Σεβήρου οὔτε Τιριδάτης ἐπὶ Νέρωνος ἔσχε, πρόκοιτός τε καὶ πρὶν ὀφθῆναί οἱ ἀποδειχθείς, καὶ τῷ τοῦ Ἀβίτου τοῦ πάππου αὐτοῦ ὀνόματι τιμηθείς, καὶ στεφανώμασιν ὥσπερ ἐν πανηγύρει ἠσκημένος, καὶ λυχνοκαΐᾳ πολλῇ λαμπόμενος ἐσῆλθε. καὶ ὃς ἰδὼν αὐτὸν ἀνέθορέ τε ἐρρυθμισμένως, καὶ προσειπόντα, οἷα εἰκὸς ἦν" κύριε αὐτοκράτορ χαῖρε", θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ἠμείψατο, καὶ ἔφη οὐδὲν διστάσας" μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί." καὶ ὁ μὲν συλλουσάμενος αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως ἰσόρροπόν τε τῇ φήμῃ εὑρὼν ὄντα, πασχητιάσας ἔν τε τῇ κάτω αὐτοῦ ἀνέκλινε, κἀν τοῖς κόλποις ὥσπερ τις ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι διὰ τοῦτο δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίγνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. καὶ οὕτως ἐκεῖνος ἄστυτος παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη τε πάντων ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου καὶ Ῥώμης καὶ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν. 414. Ὅτι ὁ Αὐρήλιος Εὔβουλος Ἐμεσηνὸς μὲν ἦν, καὶ ἐς τοσοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος οὐδὲν ὅ τι οὐκ ἐδήμευεν. καὶ τότε καὶ ὑπ' ἐκείνου καὶ ὑπὸ τῶν στρατιωτῶν διεσπάσθη. 415. Ὅτι ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίας Ἀρταξέρξης τις Πέρσης τούς τε Πάρθους τρισὶ μάχαις νικήσας, καὶ τὸν βασιλέα αὐτῶν Ἀρτάβανον ἀποκτείνας, ἐπὶ τὰ Ἄτρα ἐπεστράτευσεν, ἐπιβασίαν ἀπ' αὐτῶν ἐπὶ τοὺς Ῥωμαίους ποιούμενος. καὶ τὸ μὲν τεῖχος διέρρηξεν, συχνοὺς δὲ δὴ τῶν στρατιωτῶν ἐξ ἐνέδρας ἀποβαλὼν ἐπὶ τὴν Μηδίαν μετέστη, καὶ ἐκείνης τε οὐκ ὀλίγα καὶ τῆς Παρθίας, τὰ μὲν βίᾳ τὰ δὲ καὶ φόβῳ παραλαβὼν ἐπὶ τὴν Ἀρμενίαν ἤλασε, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων καὶ πρὸς Μήδων τινῶν τῶν τε τοῦ Ἀρταβάνου παίδων πταίσας, ὡς μέν τινές φασιν, ἔφυγεν, ὡς δ' ἕτεροι, ἀνεχώρησε πρὸς παρασκευὴν δυνάμεως μείζονος. οὗτός τε οὖν φοβερὸς ἡμῖν ἐγένετο, στρατεύματί τε πολλῷ οὐ μόνον τῇ Μεσοποταμίᾳ ἀλλὰ καὶ τῇ Συρίᾳ ἐφεδρεύσας, καὶ ἀπειλῶν ἀνακτήσεσθαι πάντα, ὡς
q.339
καὶ προσήκοντά οἱ ἐκ προγόνων, ὅσα ποτὲ οἱ πάλαι Πέρσαι μέχρι τῆς Ἑλληνικῆς θαλάσσης ἔσχον· καὶ ὁ μὲν οὐχ ὅτι αὐτὸς λόγου τινὸς ἄξιος, ἀλλ' ὅτι οὕτω τὰ στρατιωτικὰ ἡμῖν διάκειται ὥστε τοὺς μὲν καὶ προστίθεσθαι αὐτῷ τοὺς δὲ οὐκ ἐθέλειν ἀμύνεσθαι. τοσαύτῃ γὰρ ἅμα τρυφῇ καὶ ἐξουσίᾳ ἀνεπιπληξίᾳ τε χρῶνται ὡς καὶ τὸν ἄρχοντα αὐτῶν ἀποκτεῖναι. τέλος τῆς ἱστορίας Δίωνος.