Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
καὶ δὴ τὴν Ἰουδαίαν καταλαβὼν ὁ ἀποσταλεὶς εὗρε τὸν Χριστὸν ἐν ὑπαίθρῳ τῷ συρρεύσαντι δήμῳ διαλεγόμενον καὶ τερατουργοῦντα τὰ τῶν θαυμάτων ἐξαίσια. διὰ δὲ τὸ πλῆθος τῶν ἄλλου κατ' ἄλλην χρείαν ἐληλυθότων μὴ οἷός τε ὢν ὁ Ἀνανίας πλησιάσαι τῷ Ἰησοῦ, ἐπί τινα πέτραν μικρὸν ἀνεστηκυῖαν τῆς γῆς οὐ πόρρω τῆς τοῦ κυρίου διατριβῆς ἀπελθὼν ἐκαθέζετο καὶ, ὡς ἦν αὐτῷ καταφανὴς ὁ σωτὴρ τοῦ πλήθους ἀποκεκριμένος καὶ ὑπερανέχων τῶν πολλῶν, εὐθὺς ἐκείνῳ μὲν τοὺς ὀφθαλμούς, τῷ δὲ χάρτῃ τὴν χεῖρα προσήρειδε καὶ τὴν τοῦ φαινομένου μετέγραφεν ὁμοιότητα.