Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantinus Porphyrogenitus PG 112-113
Narratio de imagine Edessena
Edes 11.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
11.1
ἔγνω οὖν ταῦτα τῷ πνεύματι ὁ Χριστὸς καὶ τὸν Θωμᾶν μετακαλεσάμενος·" ἄπελθέ" φησι" πρὸς τόνδε τὸν τόπον καὶ τὸν ἐπὶ τῆς πέτρας καθεζόμενον ἄνθρωπον καὶ τὴν ἐμὴν μορφὴν μεταγράφοντα ἄγαγε πρός με, ἐπιφερόμενον καὶ ἣν οἴκοθεν ἦλθεν ἔχων ἐπιστολήν, ἵνα τὴν τοῦ ἀποστείλαντος αὐτὸν ἐκπληρώσῃ διαταγήν. ἀπελθὼν οὖν ὁ Θωμᾶς καὶ τὸν Ἀνανίαν ἀπὸ τοῦ ἃ ἤκουσεν εὑρεῖν διαπραττόμενον ἐπιγνοὺς ἤγαγε πρὸς τὸν Ἰησοῦν. πρὸ δὲ τοῦ λαβεῖν τὴν ἐπιστολὴν παρ' αὐτοῦ, εἶπεν αὐτῷ ὁ Χριστὸς καὶ τὴν αἰτίαν τῆς παρουσίας τῆς πρὸς αὐτὸν καὶ τὴν δύναμιν τῆς ἐπιστολῆς, εἶτα λαβὼν ταύτην καὶ διελθὼν ἑτέραν ἐπιστολὴν πρὸς Αὔγαρον ἀντεπέθηκεν ἐπὶ λέξεως οὕτως ἔχουσαν·

Intertext edge

Open linked passage

Note