Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Μακάριος εἶ Αὔγαρε πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρακώς με. γέγραπται γὰρ περὶ ἐμοῦ τοὺς ἑωρακότας με μὴ πιστεύειν ἐν ἐμοὶ καὶ ἵνα οἱ μὴ ἑωρακότες με αὐτοὶ πιστεύσωσι καὶ ζήσωνται. περὶ δὲ οὗ ἔγραψάς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ ἀπεστάλην ἐνταῦθα πληρῶσαί με καὶ μετὰ τὸ πληρῶσαι ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με πατέρα. καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν μαθητῶν μου, ὅστις τὸ πάθος σου θεραπεύσει καὶ ζωὴν αἰώνιον καὶ εἰρήνην σοὶ καὶ τοῖς σὺν σοὶ παράσχοι καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανὸν πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.