Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Narratio de imagine Edessena
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
ἐπιδοὺς οὖν τῷ Ἀνανίᾳ τὴν τοιαύτην ἐπιστολὴν ὁ Χριστός, ἐπεὶ καὶ περὶ τοῦ τὴν ἑτέραν ἐντολὴν τοῦ κυρίου αὐτοῦ εἰς πέρας ἀγαγεῖν ἔγνω διαμεριμνῶντα αὐτὸν καὶ φροντίζοντα, τουτέστι τὴν τοῦ εἴδους αὐτοῦ ὁμοιότητα πρὸς ἐκεῖνον ἀπενεγκεῖν, νιψάμενος ὕδατι τὸ πρόσωπον ὁ σωτήρ, εἶτα τὴν ἀπὸ τούτου ἰκμάδα ἐν τῷ ἐπιδοθέντι αὐτῷ χειρομάκτρῳ ἀπομαξάμενος ἐντυπωθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐν αὐτῷ ᾠκονόμησε θείως καὶ ὑπὲρ λόγον, καὶ τοῦτο τῷ Ἀνανίᾳ ἐπιδοὺς τῷ Αὐγάρῳ ἐπιδοῦναι προσέταξεν, ὡς ἂν τοῦ τε πόθου παραμύθιον καὶ τῆς νόσου αὐτὸ σχῇ. 14 ὡς οὖν ὑποστρέφων μετὰ τούτων ὁ Ἀνανίας εἰς τὸ κάστρον Ἱεραπόλεως ἔφθασεν, ὃ τῇ μὲν τῶν Σαρακηνῶν φωνῇ Μεμβὶχ λέγεται, τῇ δὲ τῶν Σύρων Μαβούκ, ἔξωθεν τοῦ τοιούτου καταλύσας πολίσματος σωρείας κεράμων νεωστὶ κατασκευασθέντων ἐκεῖσε κειμένης, ἐνταῦθα τὸ ἱερὸν ἐκεῖνο ῥάκος ὁ Ἀνανίας ἀπέκρυψε. καὶ περὶ μέσας νύκτας πῦρ ἐφάνη πολὺ τὸ τοιοῦτον χωρίον κυκλοῦν ὡς ἐντὸς τοῦ ἄστεος δοκεῖν πάντα τὰ πέριξ πυρὶ καταφλέγεσθαι καὶ περὶ ἑαυτῶν ἤδη δείσαντας ὑπεξελθεῖν καὶ διερευνᾶσθαι περὶ τῆς ὁρωμένης πυρκαϊᾶς. ἐκεῖσε δὲ τὸν Ἀνανίαν εὑρεθέντα συνεῖχον ὡς αὐτουργὸν τοῦ τολμήματος καὶ διερευνῶντο περὶ τοῦ πράγματος, καὶ τίς τε εἴη αὐτὸς καὶ ποῖ βαδίζει καὶ ὅθεν, διεπυνθάνοντο. ὡς δὲ τῷ ἀλλοκότῳ τῆς αἰτιάσεως ὁ Ἀνανίας διηπορεῖτο, τέως τε ὅθεν εἴη καὶ πόθεν ἔρχεται καὶ τί ἐπιφέρεται διεσάφησε, καὶ ἀποθέσθαι ἐν τοῖς κεράμοις ἐδήλωσε τὸ ἐπιφερόμενον, ὅθεν ἐδόκει ἀνάπτεσθαι καὶ ἡ φλόξ, εὐθὺς δὲ ἐκεῖνοι τὴν τῶν λεγομένων διαγνῶναι βουληθέντες ἀλήθειαν καὶ τὸν τόπον διερευνησάμενοι εὗρον οὐ μόνον τὸ ὑπὸ τοῦ Ἀνανίου ἐκεῖσε ἀποτεθέν, ἀλλὰ καὶ ἐν τῷ πλησιάζοντι τῶν κεράμων ἑνὶ ἕτερον ἐκτύπωμα τοῦ θείου ἀπεικονίσματος παραδόξως καὶ ὑπὲρ νοῦν ἐπὶ τὸ ὄστρακον ἀπὸ τοῦ ὑφάσματος τῆς ἀγράφου μεταγραφείσης μορφῆς, ὃ καὶ θεασάμενοι καὶ θάμβους ὁμοῦ καὶ ἐκπλήξεως γενόμενοι ἔμπλεω διά τε τοῦτο καὶ διὰ τὸ μηδαμοῦ πῦρ εὑρεθῆναι καιόμενον, ἀλλ' ἀπὸ τῆς ἐν τῇ μορφῇ λαμπηδόνος δόξαι τὴν φλόγα ἐκπέμπεσθαι τὸν μὲν κέραμον τὸν ἀπομαξάμενον ἐν ἑαυτῷ τὸ θεῖον ἐκτύπωμα κατέσχον παρ' ἑαυτοῖς ὥσπερ τι κειμήλιον ἱερὸν καὶ πολύτιμον θησαυρὸν ἀπὸ τοῦ ὁραθέντος τὴν περὶ αὐτὸ στοχασάμενοι θείαν ἐνέργειαν, τὸ πρωτότυπον δὲ καὶ τὸν τούτου διάκονον δείσαντες κατασχεῖν ἀπέστειλαν πρὸς τὸν Αὔγαρον. καὶ νῦν ἐστι σωζομένη καὶ τιμωμένη παρὰ τοῖς τῆς τοιαύτης πολίχνης οἰκήτορσιν ἡ ἐν τῷ κεράμῳ μορφή, τῆς μορφῆς τῆς ἀγράφου ἡ ἄγραφος καὶ τῆς ἀχειροτεύκτου ἡ ἀχειρότευκτος. 15 ὁ δὲ Ἀνανίας τὴν προκειμένην αὐτῷ πορείαν διηνυκὼς τῷ κυρίῳ αὐτοῦ τὰ μεταξὺ διετράνωσεν, ἀποδοὺς καὶ ἃ ἐπεφέρετο σωτήρια σύμβολα. 16 καὶ οὗτος μὲν ὁ παρὰ τῶν πλειόνων λεγόμενος λόγος περὶ τῆς ἐν τῷ ὑφάσματι ταύτης ἀγράφου μορφῆς τοῦ σωτῆρος ἡμῶν. λέγεται δέ τις καὶ ἕτερος περὶ τούτου λόγος οὔτε τὸ πιθανὸν ἐκφεύγων οὔτε μαρτύρων χρηστῶν ἀπορῶν. διὸ καὶ τοῦτον ἐκθήσομαι, ἵνα μή τις ὑποτοπάσῃ ἐν τῷ ἀγνοεῖν με τοῦτον κρατύνειν τὸν ἕτερον. καὶ πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦσιν ἀπὸ τοῦ κυριακοῦ προσώπου τὴν ἐν τῷ ὑφάσματι ἐκτυπωθῆναι παραδόξως μορφήν. περί τι δὲ τῶν τοῦ πράγματος ἤτοι τὸν καιρὸν διαφέρονται, ὃ οὐδὲν τῇ ἀληθείᾳ λυμαίνεται εἴτε πρότερον εἴτε ὕστερον γέγονεν. ἔχει δὲ οὕτως καὶ τῶν λόγων ὁ ἕτερος. 17 ἐν τῷ μέλλειν, φασί, τὸν Χριστὸν ἐπὶ τὸ ἑκούσιον πάθος ἐλθεῖν, ἡνίκα τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεικνύμενος ἀγωνιῶν ὡρᾶτο καὶ προσευχόμενος, ὅτε καὶ τοὺς ἱδρῶτας αὐτοῦ ὡσεὶ θρόμβους σταλάσσειν αἵματος ὁ τοῦ εὐαγγελίου λόγος ὑποσημαίνεται, τηνικαῦτα, φησίν, ἀπό τινος τῶν μαθητῶν λαβόντα τὸ νῦν βλεπόμενον τοῦτο τεμάχιον τοῦ ὑφάσματος τὰς τῶν ἱδρώτων λιβάδας ἐν αὐτῷ ἀπομάξασθαι καὶ εὐθέως ἐντυπωθῆναι τὴν ὁρωμένην ταύτην τοῦ θεοειδοῦς ἐκείνου εἴδους ἐκτύπωσιν· ὃ τῷ Θωμᾷ παραθέμενος μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον διὰ Θαδδαίου τῷ Αὐγάρῳ ἀποστεῖλαι προσέταξε τὴν διὰ τῶν γραμμάτων ὑπόσχεσιν ἐκπληρῶν. 18 μετὰ οὖν τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανοὺς δοὺς ὁ Θωμᾶς τῷ Θαδδαίῳ τὴν ἀχειρόγραφον τοῦ κυριακοῦ προσώπου ἐκμόρφωσιν πρὸς τὸν Αὔγαρον ἐξαπέστειλε. καταλαβὼν τοίνυν ὁ Θαδδαῖος τὴν Ἔδεσαν, ἔμεινε πρῶτον παρά τινι τῶν αὐτόθι Ἰουδαίων, Τωβίας οὗτος ὠνόμαστο. καὶ δὴ πρὸ τῶν λόγων ἀπὸ τῶν ἔργων θέλων ἑαυτὸν γνωρίσαι τῷ Αὐγάρῳ ὁ τοῦ Χριστοῦ μαθητὴς τοὺς ἀσθενοῦντας τῆς πόλεως ἐπικλήσει μόνῃ Χριστοῦ ἐθεράπευσεν. ὅθεν ταχὺ τῆς φήμης διαδοθείσης, ὅπερ ἐπὶ τῶν τοιούτων συμβαίνειν φιλεῖτὰ γὰρ παράδοξα τῶν πραγμάτων πολλοὺς ἔχει τοὺς περὶ αὐτῶν ἀπαγγέλλονταςἔφθασε καὶ πρὸς τὸν Αὔγαρον διά τινος τῶν αὐτοῦ δυναστῶν Ἄβδου καλουμένου ἡ περὶ τῆς ἐνδημίας τοῦ ἀποστόλου Χριστοῦ ἀκοή. λογισάμενος οὖν εὐθέως ἐκ τῆς ὑποικουρούσης ἐν αὐτῷ ἐλπίδος, τοῦτον ἐκεῖνον εἶναι, ὃν ἀποστεῖλαι πρὸς αὐτὸν ὁ Ἰησοῦς διὰ τῆς γραφῆς ἐπηγγείλατο, καὶ παρ' αὐτοῦ τελεώτερον τὰ περὶ τοῦ Θαδδαίου μαθὼν ἀγαγεῖν αὐτὸν πρὸς αὐτὸν διωρίσατο. 19 ὁ οὖν Τωβίας ἐλθὼν ἐγνώρισε ταῦτα τῷ ἀποστόλῳ κἀκεῖνος ἐν δυνάμει πρὸς αὐτὸν ἀπεστάλθαι εἰπὼν τὸ ἑξῆς πρὸς τὸν Αὔγαρον παρεγένετο. ἐν δὲ τῷ μέλλειν κατὰ πρόσωπον αὐτῷ ἐμφανίζεσθαι, ἐπὶ τοῦ ἰδίου μετώπου οἷον ἀναστηλώσας τὴν τοιαύτην ἐμφέρειαν, οὕτως εἰσῄει πρὸς Αὔγαρον. ὁ δὲ πόρρωθεν αὐτὸν προσιόντα ἰδὼν κρεῖττον ὄψεως φῶς ἀκτινοβολοῦν ἀπὸ τῆς ὄψεως αὐτοῦ ἐξαλλόμενον ἐδόκει ὁρᾶν, ὃ τὸ ἐπικείμενον ἠφίει ὁμοίωμα. ὅθεν τῷ ὑπερβάλλοντι τῆς ἀστραπτούσης λαμπηδόνος καταπλαγεὶς καὶ ὥσπερ ἐν λήθῃ τῶν περὶ αὐτὸν συμπτωμάτων γενόμενος καὶ τῆς πολυχρονίου παρέσεως τῶν μελῶν τῆς κλίνης ἀθρόως ἀνέθορε καὶ πρὸς ὑπαντὴν τὰ παρειμένα μέλη τρέχειν ἐξεβιάζετο, ταὐτὸ πάθος παθὼν τρόπον ἕτερον τοῖς ἐν τῷ ὄρει Θαβὼρ τὴν ἀστράψασαν μορφὴν θεασαμένοις. 20 λαβὼν τοίνυν ἀπὸ τοῦ ἀποστόλου τὸ τοιοῦτον ὁμοίωμα καὶ σεβασμίως αὐτὸ τῇ τε κεφαλῇ περιθεὶς καὶ τοῖς ὄμμασι καὶ τοῖς χείλεσι καὶ οὐδὲ τἄλλα τῶν τοῦ σώματος μερῶν στερήσας τῆς τοιαύτης προσψαύσεως, ἔγνω παρευθὺ τὰ μέλη πάντα θαυμασίως ἀναρρωννύμενα καὶ τὴν εἰς τὸ κρεῖττον μεταβολὴν εἰσδεχόμενα καὶ τὴν λέπραν ἐκκαθαιρομένην καὶ ὑποφεύγουσαν, εἰ καὶ ἔτι ἐν τῷ μετώπῳ λείψανόν τι ταύτης μικρὸν ὑπελείπετο. 21 διδαχθεὶς οὖν τὸν τῆς ἀληθείας λόγον τότε πρὸς τοῦ ἀποστόλου τρανότερον καὶ περὶ τῶν παραδόξων τοῦ Χριστοῦ θαυμάτων, τῶν τε θείων παθῶν καὶ ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως καὶ ὁμολογήσας ἀληθῆ θεὸν τὸν Χριστόν, περὶ τῆς ἐν τῇ ὀθόνῃ ἐκτυπώσεως τῆς μορφῆς ἐπυνθάνετο, ἐπείπερ αὐτὴν ἀκριβέστερον ἐφιστὰς ἐπεγίνωσκεν διὰ χρωμάτων ὑλικῶν τὴν σύστασιν ἔχουσαν καὶ τὴν ἐν αὐτῇ κατεπλήττετο δύναμιν, ὑφ' ἧς παραδόξως ἐξανέστη τῆς κλίνης καὶ συνηριθμεῖτο τοῖς ὑγιαίνουσι. πρὸς ταῦτα ὁ Θαδδαῖος τὸν καιρὸν τῆς ἀγωνίας ἐδήλου καὶ τὴν ἐκ τῶν ἱδρώτων ἀχρωμάτιστον μόρφωσιν καὶ τὴν τῆς ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐπιθέσεως τῶν χειρῶν τοῦ Θαδδαίου τὰ λυποῦντά τε ὑπεξίστατο καὶ τὰ παρειμένα οἱονεὶ συνεσφίγγετο, καὶ ἡ ἀμορφία διεσκεδάννυτο, καὶ πάντα πρὸς ὑγείαν ἔτρεχε, τῷ πανταχόθεν θάμβει ὁ Αὔγαρος συνεχόμενος·" ἐπ' ἀληθείας", ἔφη," γνήσιος εἶ μαθητὴς Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ δίχα φαρμάκων καὶ βοτανῶν θεραπεύοντος. καὶ ἐγὼ τοσοῦτον τῇ περὶ αὐτὸν στοργῇ καὶ πίστει συνδέδεμαι, ὥστε εἰ μὴ ἐδεδίειν τὸ ὑπερέχον τῆς τῶν Ῥωμαίων δυνάμεως, οἳ τοῖς ὑπὸ σφὰς οὐκ ἀνέχονται κατ' ἀλλήλων ὁπλίζεσθαι, τάχα ἂν κατὰ τῶν σταυρωσάντων τὸν κύριον Ἰουδαίων ὅπλα ἐκίνησα καὶ παρεστησάμην καὶ ἠνδραποδισάμην αὐτούς. νῦν δὲ ἐπεὶ καὶ τὸ πάθος αὐτοῦ ἐδιδάχθην ἑκούσιον καὶ πέπεισμαι, ὡς οὐκ ἂν μὴ βουληθέντος αὐτοῦ κατίσχυσαν οἱ ἀγνώμονες κατ' αὐτοῦ, οὐδὲν προσπεριεργάζομαι. δέομαι δὲ καὶ τοῦ θείου βαπτίσματος ἀξιωθῆναι καὶ πανοικὶ προσοικειωθῆναι καὶ ἀνατεθῆναι τῷ δεσπότῃ Χριστῷ". 23 πολλὰ τοίνυν ἐπιτελέσας πρότερον θαύματα ὁ τοῦ κυρίου ἀπόστολος καὶ πάντας ἀπὸ τῶν νόσων αὐτῶν ἰασάμενος, ἐν οἷς ἦν καὶ ὁ πρῶτος τὴν περὶ αὐτοῦ φήμην τῷ Αὐγάρῳ ἀνενεγκών, ὃν ποδαλγικοῦ παθήματος ἠλευθέρωσε, προσήγαγε τῇ θείᾳ κολυμβήθρᾳ τὸν Αὔγαρον καὶ τὰ νενομισμένα ἐπ' αὐτῷ τελέσας, ἐβάπτισεν αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἐξῆλθεν ἀπὸ τοῦ θείου τούτου τῆς καθάρσεως ὕδατος καθαρὸς ὅλος καὶ ὑγιής, ἀφανισθέντος ἀθρόως καὶ τοῦ ὑπολειφθέντος μικροῦ λειψάνου τῆς λέπρας ἐν τῷ μετώπῳ αὐτοῦ. 24 ἐντεῦθεν παντοίως τιμῶν καὶ σεβόμενος τὸ τοιοῦτον ὁμοίωμα τῆς τοῦ κυρίου μορφῆς καὶ τοῦτο τοῖς ἄλλοις ὁ τοπάρχης προσέθηκεν· ἐκ τῶν παλαιῶν τῆς Ἐδέσης πολιστῶν τε καὶ οἰκιστῶν τῶν ἐπισήμων τινὸς ἑλληνικῶν θεῶν ἄγαλμα πρὸ τῆς δημοσίας πύλης τῆς πόλεως ἀνεστήλωτο, ᾧ πάντα τὸν ἐντὸς τοῦ ἄστεος γενέσθαι βουλόμενον ἀναγκαῖον ἦν προσκυνῆσαι καὶ νενομισμένας εὐχάς τινας ἀποδοῦναι καὶ οὕτως ἔχεσθαι τῶν ἐν τῇ πόλει ὁδῶν τε καὶ ἀγυῶν. 25 τοῦτο οὖν τότε ὁ Αὔγαρος καθελὼν καὶ ἀφανισμῷ παραδοὺς εἰς τὸν τῆς ἐκείνου στάσεως τόπον τὴν ἀχειροποίητον ταύτην εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ σανίδος κολλήσας καὶ διὰ τοῦ νῦν φαινομένου χρυσοῦ καλλωπίσας ἀνέστησεν ἐπιγράψας ἐν τῷ χρυσῷ ταῦτα τὰ ῥήματα·" Χριστὲ ὁ θεός, ὁ εἰς σὲ ἐλπίζων οὐκ ἀποτυγχάνει." ἐθέσπισέ τε πάντα τὸν διὰ τῆς πύλης ἐκείνης διέρχεσθαι μέλλοντα, ἀντὶ τῆς παλαιᾶς ἐκείνης στήλης τῆς ἀχρήστου καὶ ἀνωφελοῦς τὸ προσῆκον σέβας καὶ τὴν ὀφειλομένην προσκύνησιν καὶ τιμὴν ἀπονέμειν τῇ πολυθαυμάστῳ θαυματουργῷ τοῦ Χριστοῦ εἰκόνι καὶ οὕτως εἰς τὴν πόλιν Ἐδέσης εἰσέρχεσθαι. 26 καὶ διετηρήθη τὸ τοιοῦτον τῆς τοῦ ἀνδρὸς εὐσεβείας οἷον προχάραγμα καὶ ἀνάθημα μέχρι τῆς ἐν τῷ βίῳ παροικίας αὐτοῦ τε τοῦ Αὐγάρου καὶ τοῦ τούτου υἱοῦ, ὃς τῆς βασιλείας καὶ τῆς εὐσεβείας τῆς πατρικῆς κατέστη διάδοχος. 27 ἀλλ' ὁ τούτων υἱός τε καὶ υἱωνὸς τῆς μὲν πατρῴας καὶ παππῴας ἀρχῆς διάδοχος γέγονεν, οὐ μὴν καὶ τῆς εὐσεβείας κληρονόμος ἐγένετο. ἀλλ' ἀπελάκτισεν ὡς εἰπεῖν τὴν εὐσέβειαν καὶ πρὸς τοὺς δαίμονας καὶ τὰ εἴδωλα ηὐτομόλησε. διὸ καὶ οἱονεὶ τὸ ἀνταπόδομα τοῖς δαίμοσιν ἀνταποδιδοὺς ἐβουλήθη, ἐπεὶ ὁ πάππος αὐτοῦ τὴν εἰδωλικὴν ἐκείνην στήλην ἀφανισμῷ παραδέδωκε, τὴν αὐτὴν καταδίκην καὶ τῇ τοῦ κυρίου εἰκόνι προσαγαγεῖν. ἀλλ' οὐκ ἐπέτυχε τῆς θήρας ὁ δόλιος. 28 ὁ γὰρ ἐπίσκοπος τοῦ τόπου τοῦτο προγνοὺς τὴν ἐνδεχομένην ἔθετο πρόνοιαν. καὶ ἐπεὶ ὁ τόπος, καθ' ὃν ἀνέκειτο ἡ εἰκών, κυλινδροειδοῦς ἡμισφαιρίου σχῆμα διέσωζεν, θρυαλίδα πρὸ τῆς εἰκόνος ἅψας καὶ κέραμον ἐπιθεὶς εἶτα ἔξωθεν τιτάνῳ καὶ πλίνθοις ὀπταῖς ἀποφράξας τὸ ἐμβαδὸν εἰς ὁμαλὴν ἐπιφάνειαν τὸ τεῖχος ἀπηύθυνε· καὶ ἐν τῷ μὴ ὁρᾶσθαι τὴν φθονουμένην μορφὴν ἀπέστη τῆς ἐγχειρήσεως ἐκεῖνος ὁ δυσσεβής. ὁ δὲ κέραμος διὰ τοῦτο οἶμαι πρὸ τῆς εἰκόνος τεθῆναι πρὸς τοῦ ἱερέως διώριστο, ὡς ἂν μή τινα σῆψιν ἐκ τοῦ ἀπὸ τῆς οἰκοδομῆς εὐρῶτος καὶ τῆς ἐκ τοῦ τιτάνου νοτίδος ἐγγενέσθαι ἐν τῷ ὑποδοχεῖ τῆς εἰκόνος ὑφάσματι καὶ τὴν ἐκ τοῦ χρόνου βλάβην προσδέξηται. 29 ἔρρει τοίνυν ὁ χρόνος διὰ μέσου πολὺς καὶ τῆς ἐξ ἀνθρώπων μνήμης ἀπερρύη καὶ ἡ ἀναστήλωσις τῆς ἱερᾶς ταύτης εἰκόνος καὶ ἡ ἀπόκρυψις. ὡς οὖν ἐν τοῖς οἰκείοις καιροῖς Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς τὰς τῆς Ἀσίας πόλεις πορθῶν καὶ πρὸς τὴν Ἔδεσαν ἔφθασε καὶ πρὸ ταύτης πηξάμενος χάρακα πᾶσαν μηχανὴν ἐκίνει καὶ πᾶν τὸ πρὸς ἅλωσιν πόλεως ἐπιτήδειον ὄργανον ἐξηρτύετο, ἐτεκταίνετο δὲ πάντα τὰ πρὸς ἀφέσεις βελῶν, κατασείσεις τειχῶν, διαθραύσεις πυλῶν· ἐν τοσούτῳ κινδύνῳ οἱ Ἐδεσηνοὶ γεγονότες ἐπενόουν μὲν τὰ δυνατὰ καὶ αὐτοὶ πρὸς ἀντιπαράταξιν, διεπρεσβεύοντο δὲ περὶ βοηθείας καὶ πρὸς τοὺς Ῥωμαίων στρατηγούς. Ἰλίων δὲ ὁ τότε τῶν Ῥωμαϊκῶν στρατευμάτων ἡγούμενος, καὶ καθ' ἑαυτὸν ὑπὸ τῶν πολεμίων πονούμενος, τοῖς ἐν Ἐδέσῃ συμμαχίαν πέμψαι οὐχ οἷός τε ἦν, διὰ γραμμάτων δὲ παρεθάρρυνε τῆς τοῦ κυρίου ἀναμιμνήσκων ἐπιστολῆς καὶ τῆς ἀψευδοῦς ἐν αὐτῇ ἀποφάσεως, δι' ἧς ἀπόρθητον τηρεῖσθαι τὴν πόλιν καὶ λέγεται καὶ πιστεύεται. 30 οἱ δὲ Πέρσαι μετὰ τῆς ἐμφανοῦς ἐπιθέσεως καὶ τὰ ἀφανῶς ἐπενόουν ἐπιβουλεύοντα καὶ πόρρωθεν ὀρύττειν ἀρξάμενοι δι' ὑπονόμων ἔνδον γενέσθαι τῆς πόλεως ἐτεχνάζοντο. ὡς δὲ ἦσαν οἷον ὕφυδροι κολυμβηταὶ τοῦ τείχους ἐντὸς ὑπὸ γῆν ἐκ τοιαύτης αἰτίας καταφανὴς τοῖς ἔνδον γέγονεν ἡ ἐπιβουλή· συνέβη κατ' ἐκεῖνο τὸ μέρος ἔνδον τοῦ τείχους χαλκέα οἰκεῖν, οὗ τὰ κατὰ τὴν οἰκίαν αἰωρούμενα σκεύη χαλκᾶ ἦχον ἀπετέλει, τῶν Περσῶν ὑπὸ γῆν κοπτόντων καὶ ἐκφορούντων τὸν χοῦν. ἐν ἀμηχανίᾳ οὖν καὶ τῇ ἐσχάτῃ ἀπογνώσει οἱ τῆς πόλεως καταστάντες πρὸς τὸν θεὸν καταφεύγουσι καὶ μετ' ὀδύνης καρδίας καὶ δακρύων ἐξεζήτουν αὐτόν. 31 φαίνεται τοίνυν διὰ νυκτὸς τῷ ἐπισκόπῳ, Εὐλάλιος δὲ οὗτος ἦν, γυνή τις εὐσταλὴς καὶ κοσμία κρεῖττον ἢ κατὰ ἄνθρωπον ὑποτιθεμένη αὐτῷ τὴν ἀχειροποίητον εἰκόνα λαβεῖν τοῦ Χριστοῦ καὶ λιτανείαν μετ' αὐτῆς ποιήσασθαι· καὶ πάντως δεῖξαι τὸν κύριον τὰ θαυμάσια αὐτοῦ. ὁ δὲ ἐπίσκοπος παντελῶς ἀγνοεῖν ἔλεγεν, εἰ ἔστιν ὅλως εἴτε παρ' αὐτοῖς εἴτε παρ' ἄλλοις τισὶν ἡ τοιαύτη εἰκών. τότε λέγει πρὸς αὐτὸν ἡ ἐν γυναικείῳ φαινομένη τῷ σχήματι, ὅτι ἐπάνω τῆς πύλης τῆς πόλεως ἐν τῷδε τῷ τόπῳ διὰ τόνδε τὸν τρόπον ἡ τοιαύτη εἰκὼν ἀποκέκρυπται. 32 ἕωθεν οὖν ὁ ἐπίσκοπος τῷ ἐναργεῖ τῆς ὄψεως πεποιθὼς μετὰ λιτῆς πρὸς τὸν τόπον ἐλθὼν καὶ διερευνησάμενος εὗρε τὴν θείαν ταύτην εἰκόνα ἀδιαλώβητον καὶ τὴν θρυαλίδα ἐν τοῖς τοσούτοις μὴ ἀποσβεσθεῖσαν ἔτεσιν καὶ ἐν τῷ πρὸς φυλακὴν ἐπιτεθέντι πρὸ τοῦ λύχνου κεράμῳ ἐπεκτυπωθὲν ἕτερον ὁμοίωμα τοῦ ὁμοιώματος, ὃ καὶ μέχρι τοῦ νῦν ἐν Ἐδέσῃ τυγχάνει σωζόμενον. 33 λαβὼν οὖν μετὰ χεῖρας τὸ θεῖον τοῦτο τοῦ θεανθρώπου Χριστοῦ ἀπεικόνισμα καὶ ἐπὶ κρείττονος ἐλπίδος γενόμενος ἔρχεται κατ' ἐκεῖνον τὸν τόπον, καθ' ὃν οἱ Πέρσαι διορύττοντες ἀπὸ τοῦ τῶν χαλκωμάτων ἤχου κατάφωροι καθεστήκεσαν. καὶ ἀρξαμένων ἔνδοθεν ὀρύττειν τῶν τῆς πόλεως, ὡς ἐγγὺς ἀλλήλων ἐγένοντο ἀπὸ τῆς λυχνίας ἐκείνης ἔλαιον ἐπιστάξαντες εἰς τὸ κατὰ τῶν πολεμίων αὐτοῖς εὐτρεπισμένον πῦρ καὶ κατὰ τῶν ἐν τῷ ὑπονόμῳ Περσῶν ἀφέντες πάντας ἀπώλεσαν καὶ τῆς ἐντεῦθεν ῥυσθέντες ἐπιβουλῆς πρὸς τὰς ἐκτὸς τοῦ τείχους μηχανὰς τὴν ὁμοίαν πεῖραν προήνεγκαν καὶ ταύτας ἀθρόως κατέφλεξαν καὶ πολλοὺς τῶν ἐν αὐταῖς πολεμίων ἀνάλωσαν. ἤδη δὲ ἀνατεθαρρηκότες καὶ λίθων ἀφέσεις συχνῶν ἀπὸ τῶν τειχῶν ἐπεποίηντο, ὑφ' ὧν καὶ τὸν στρατοπεδάρχην τοῦ πολεμίου στρατεύματος συνέβη πεσεῖν καὶ ἄλλους πολλοὺς σὺν αὐτῷ· 34 οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἔξωθεν ὑπὸ τῶν Περσῶν ἀναφθεῖσαν κατὰ τῶν ἔνδον πυράν, ἣν ἄπειρος ὕλη ἐλαιῶν τε καὶ ἄλλων συχνῶν κατακοπέντων δένδρων ὑπέτρεφε, κατ' αὐτῶν γενέσθαι ἡ τῆς συμμάχου θείας εἰκόνος πεποίηκε δύναμις· ὡς γὰρ ἄνωθεν ὁ Εὐλάλιος ταῖς οἰκείαις τοῦ τείχους ἐφαπλώσας ταύτην παλάμαις τὴν πόλιν διώδευεν, ἐξαίφνης ὡς κατὰ τὸν τόπον τοῦτον ἐγένετο, βίαιος ἄνεμος ἐγερθεὶς κατὰ τῶν ἀναφλεγόντων τὴν τοιαύτην πυρκαϊὰν τὴν φλόγα ἐπέστρεψε καὶ ἐδίωκε τούτους καὶ ἐνεπύριζεν ὡς τοὺς Χαλδαίους τὸ πρίν. 35 ταῦτα οὐκ ἀμάρτυρός ἐστι λόγος εἰς ἡδονὴν ἀκοῆς ἢ ἀπάτην παρ' ἡμῶν συμπλασθείς, ἀλλὰ τρεῖς ὁμοῦ πατριάρχαι, Ἰὼβ Ἀλεξανδρείας, Χριστοφόρος Ἀντιοχείας καὶ Βασίλειος Ἱεροσολύμων ἀνέγραψαν καὶ οὕτως ἔχειν ταῦτα ἐγνώρισαν Θεοφίλῳ γράφοντες τῷ βασιλεῖ τὰς ἱερὰς εἰκόνας ἐξυβρικότι, ὅτε διὰ πολλῶν ἀποδεικνύντες τὸ τῶν θείων εἰκόνων ἱερὸν καὶ σεβάσμιον καὶ περὶ τούτου διέλαβον, καὶ ἔξεστι τῷ βουλομένῳ τὴν πολύστιχον ἐκείνην ἐπιστολὴν ἀναλέξασθαι καὶ περὶ τούτου μαθεῖν. 36 ἀλλὰ καὶ τῇ Εὐαγρίου ἐκκλησιαστικῇ ἱστορίᾳ εἴ τις φιλοπόνως ἐνέτυχεν, ἔγνω πάντως οἷα περὶ τῆς ἱερᾶς ταύτης εἰκόνος κατὰ τὸν τέταρτον λόγον φησίν. ἀναγράφει γὰρ ὡς μετὰ τῶν ἄλλων ὁ Χοσρόης καὶ τοῦτο πεποίηκε θέλων περιφανῶς ἐλέγξαι ψευδῆ τὸν παρὰ Χριστιανοῖς θρυλούμενον περὶ τῆς τοιαύτης πόλεως λόγον, ὡς εἴη ἀπόρθητος. ξύλων γάρ τι μέγα χρῆμα καὶ πλῆθος ἄπειρον ἐν βραχεῖ τῇ τοῦ στρατεύματος πολυχειρίᾳ συναθροίσας ἐξ ἐπιτάγματος καὶ ταῦτα κατὰ δύο τοίχους πηξάμενος κύκλῳ τῆς πόλεως, εἶτα χοῦν κατὰ τὸ μέσον ἐπεμβαλὼν καὶ ἀντιμέτωπον ἄλλο τεῖχος οἰκοδομῶν ὑψηλότερος ἐγίνετο τῶν τῆς Ἐδέσης τειχῶν καὶ ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν ὑπὲρ τῆς πόλεως προκινδυνευόντων ὅσον οὔπω ἀφίεσθαι ἔμελλεν. 37 ὅπερ οἱ Ἐδεσηνοὶ ὥσπερ ὄρος ἀντικρὺ τῶν τειχῶν ὁρῶντες ἐξεγειρόμενον δι' οὗ ὡς ἐκ τοῦ ἰσοπέδου τοὺς πολεμίους ἐπιβῆναι τοῦ ἄστεος ἤλπιζον ἐν ἀμηχανίᾳ καίπερ ὄντες, ἀντιμηχανώμενοι δὲ ὅμως τὰ δυνατὰ καὶ αὐτοὶ διώρυγα ἐπεχείρουν πρὸ τοῦ νεοσυστάτου ἐκείνου τείχους ὀρύξασθαι, ὡς ἂν εἰ δυνηθεῖεν τὰ πρὸ τοῦ χώματος ὑφάψαι σταυρώματα πρὸς τὴν διώρυγα τὸν χοῦν ὑποσπάσωνται καὶ οὕτως τὸ μέγα τεῖχος ἐκεῖνο οἷον ἐξ ὀνείρου ἀναπλασθὲν θᾶττον κατενεχθῇ καὶ διαρρυῇ. 38 ἐπεὶ δὲ τὸ μὲν ὄρυγμα διήνυστο, πῦρ δὲ τοῖς ξύλοις ἐνιέντες τοῦ σκοποῦ διημάρτανον μὴ δυναμένου τοῦ πυρὸς διὰ τὸ συμπεπιλημένον ἔνδον εἶναι τὸν χοῦν καὶ τὰ ξύλα ἔτι χλωρὰ κενοῦ τινος δίχα τῆς ὕλης ἐμπεριδράξασθαι, τὴν ἱερὰν ταύτην εἰκόνα εἰς τὴν νεότευκτον ἐκείνην τάφρον εἰσαγαγόντες καὶ ὕδωρ ἐκ ταύτης καθαγιάσαντες καὶ τοῦτο τῇ πυρᾷ καὶ τοῖς ξύλοις προσεπιρράναντες ἐνεργὸν γενέσθαι τὸ πῦρ κατεπράξαντο· καὶ τῇ πίστει τῶν δεδρακότων τῆς θείας συνεπιλαβομένης δυνάμεως, ὡς ἔλαιον τὸ ὕδωρ ἐγένετο τῷ πυρὶ καὶ ἐξῆψε τὴν φλόγα καὶ κατανάλωσεν ἅπαν τὸ προστυχόν. τότε οὖν ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἅλωσιν τῆς πόλεως ἀπογνοὺς καὶ τὴν βοήθειαν ὅθεν ἔσχον μαθὼν πρὸς συμβιβάσεις ἐχώρησε καὶ σπονδὰς εἰρηνικὰς ποιησάμενος πρὸς τὰ οἰκεῖα ἀνθυπενόστησεν. 39 ἔμελλε δὲ ἄρα καὶ οὗτος οὐκ εἰς μακρὰν εὐεργεσίας τυχεῖν ἀπὸ τῆς ἱερᾶς ταύτης εἰκόνος, τῆς τῶν πολεμίων αὐτοῦ εὐεργέτιδος καὶ τῶν ἑαυτοῦ ἀναιρέτιδος. τὸ γὰρ τούτου θυγάτριον ὑπὸ δαιμονίου πνεύματος συσχεθὲν καὶ τῆς κατὰ φύσιν ἐκστὰν καταστάσεως ἐβόα συνεχῶς δι' αὐτοῦ ἐνεργούμενον· εἰ μὴ ἐξ Ἐδέσης ἡ ἀχειροποίητος ἔλθῃ εἰκών, ἐντεῦθεν τὸν ἔνοικον τούτου μὴ ἐξελεύσεσθαι. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ τὰ ἐπὶ τῆς πολιορκίας ἀναλογισάμενοςοὐδὲ γὰρ οὐδ' αὐτὸν ἡ παράδοξος ἐξαίφνης ἰσχὺς καὶ τὸ θάρσος διέλαθε τῶν Ἐδεσηνῶν γράφει παραχρῆμα πρός τε τὸν τῆς πόλεως προεξάρχοντα καὶ πρὸς τὸν μητροπολίτην Εὐλάλιον καὶ πρὸς τὸ κοινὸν τῆς πόλεως ἀποσταλῆναι θᾶττον αὐτῷ τὸ θεῖον καὶ πανσθενὲς ἀπεικόνισμα, προσθεὶς καὶ τὴν αἰτίαν τὴν τῆς θυγατρὸς συμφορὰν καὶ παντοίως ἀξιῶν τε καὶ βιαζόμενος μὴ ἀποτυχεῖν τῆς αἰτήσεως. 40 οἱ δὲ τό τε τοῦ Περσικοῦ ἤθους ἄπιστον ὑπονοοῦντες καὶ ὑποπτεύοντες δόλῳ βούλεσθαι τὸν Πέρσην τὴν αὐτῶν ὑφελέσθαι ἰσχὺν καὶ μὴ προέσθαι τὴν προστάτιν καὶ εὐεργέτιδα προνοούμενοι, ἀλλὰ μηδὲ τὴν εἰρήνην λῦσαι τῆς τοιαύτης προφάσεως ἕνεκα βουλὴν βουλεύονται συνετὴν καὶ λυσιτελοῦσαν αὐτοῖς. μεταγράψαντες γὰρ ἴσην κατὰ πάντα καὶ ὁμοίαν ὡς ἐνῆν εἰκόνα τῆς ἀγράφου γραπτὴν καὶ πρὸς τὸ ἐμφερὲς κατὰ τὸ δυνατὸν ἀπεικάσαντες πρὸς τὸν αἰτησάμενον ἀποστέλλουσιν. 41 ὡς δὲ ἐντὸς τῶν τῆς Περσίδος ὁρίων ἐγένοντο οἱ τὴν εἰκόνα διακομίζοντες, εὐθέως διὰ τῆς τοῦ βασιλέως θυγατρὸς ὁ δαίμων ἀνέκραξε θᾶττον ἐξέρχεσθαι καὶ διαμείβειν τὴν οἴκησιν τῆς τοῦ ἐρχομένου δυνάμεως ἕνεκα, μόνον εἰ τὸ μετακληθὲν ἀποστραφείη ὁμοίωμα καὶ μὴ τοῖς βασιλείοις μηδὲ τῇ πόλει Περσῶν προσπελάσῃ, καὶ πρὸς τοῦτο πολλὰ τοῦ βασιλέως ἐδεῖτο καὶ καθικέτευεν. ὑποσχομένου δὲ τοῦ βασιλέως ἐξελθόντος ἀπὸ τῆς κόρης τοῦ δαίμονος καὶ ἐν ὑγιεῖ καταστάσει γεγονυίας τῆς βασιλείου παιδός, ὁ Χοσρόης εἴτε τὴν τοῦ αἰτησαμένου δαίμονος ἀξίωσιν ἐκπληρῶν καὶ τὴν ὑπόσχεσιν ἐμπεδῶν εἴτε τὴν τοῦ ἐρχομένου δύναμιν δεδιὼς διὰ τὸ φαῦλον αὐτοῦ τῶν ἔργων καὶ μυσαρὸν ἀποστείλας ὑποστρέψαι πρὸς τὴν ἀφ' ἧς ἐξῆλθε πόλιν τὴν τοιαύτην εἰκόνα ἐκέλευσε καὶ δῶρα προσθεὶς παρ' ἑαυτοῦ πρὸς τοὺς ταύτην ἐκπέμψαντας. 42 ἦν οὖν παρὰ τοῖς Ἐδεσηνοῖς ὁ πολύτιμος ὄλβος οὗτος, ὁ ἀκένωτος θησαυρός, ἡ εἰκὼν ἡ πρωτότυπός τε καὶ ἄγραφος, τιμωμένη ἀεὶ πρὸς αὐτῶν καὶ ἀντιφρουροῦσα αὐτούς. 43 ἐπεὶ δὲ πρὸς τὴν βασιλεύουσαν ταύτην τῶν πόλεων τὰ πανταχόθεν συνερρύηκεν ἀγαθώτατά τε καὶ κάλλιστα· ἦν δὲ ἄρα θεῖόν τε βούλημα καὶ τὴν ἱερὰν ταύτην εἰκόνα ἐνταῦθα μετὰ τῶν ἄλλων ἀποθησαυρισθῆναι καλῶν ὁ τῆς Ῥωμαίων κυριεύων ἀρχῆς Ῥωμανὸς σπούδασμα ποιεῖται δι' ἑαυτοῦ ταύτης κατευμοιρῆσαι καὶ καταπλουτῆσαι τὴν βασιλεύουσαν. 44 καὶ δὴ κατὰ διαφόρους καιροὺς ἀποστείλας πρὸς Ἔδεσαν ᾐτεῖτο ταύτην αὐτῷ μετὰ τῆς αὐτογράφου τοῦ κυρίου ἐκπεμφθῆναι ἐπιστολῆς καὶ ἀντιδιδόναι καθυπισχνεῖτο αὐτοῖς εἰς ἀντάλλαγμα Σαρακηνούς τε μέχρι διπλῆς ἑκατοντάδος τὸν ἀριθμὸν καὶ ἀργύρου ἐπισήμου χιλιάδας δύο πρὸς μυριάδι μιᾷ. οἱ δὲ τῆς Ἐδέσης μὴ λυσιτελεῖν αὐτοῖς ἔλεγον τὴν φύλακα καὶ φρουρὸν τῆς οἰκείας πόλεως ἀργυρίου καὶ θνητῶν ἀνθρώπων ἀλλάξασθαι. 45 ὡς δὲ ὁ μὲν ἐπέκειτο καὶ αὖθις αἰτῶν, οἱ δὲ πολλάκις τὴν δέησιν παρεκρούοντο, τέλος κατὰ τοῦ ἑξακισχι λιοστοῦ τετρακοσιοστοῦ πεντηκοστοῦ δευτέρου ἔτους τῆς τοῦ κόσμου γενέσεως (ξφ. 21 24) ὁ τῆς Ἐδέσης ἀπέστειλεν ἀμηρᾶς, ἀξιῶν ἐγγράφῳ ἀσφαλείᾳ διὰ σφραγῖδος χρυσῆς ἐχούσης τὸ βέβαιον τὸν βασιλέα κατεγγυήσασθαι τοῦ μὴ πολεμίως ἐπέρχεσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα κατὰ τῶν τεσσάρων τούτων πόλεων· φημὶ δὴ τοῦ Ῥοχάν, ὅπερ τὴν Ἔδεσαν ἡ βάρβαρος ὀνομάζει φωνή, τοῦ Χαράν, τοῦ Σαρότζι καὶ τῶν Σαμοσάτων, μηδὲ ληΐζεσθαι τοὺς τούτων ἀγροὺς ἢ τοὺς ἐν αὐτοῖς κατοικοῦντας ἀνδραποδίζεσθαι, ἀπολυθῆναι δὲ αὐτῷ καὶ τοὺς διακοσίους ἀπὸ τῶν ὁμοφύλων Σαρακηνοὺς μετὰ τῆς προϋπεσχημένης τοῦ ἀργυρίου ποσότητος καὶ ἀνταποδοῦναι αὐτὸν τὴν ἐπιζητουμένην εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ. 46 ὁ δὲ βασιλεὺς τῇ ἐφέσει τοῦ τοιούτου καλοῦ πρὸς πάντα ὑπείξας τὰ προβαλλόμενα καὶ δοὺς τὰ αἰτούμενα, Ἀβράμιον τὸν θεοφιλῆ τοῦ Σαμοσάτου ἐπίσκοπον ἐνταῦθα κατ' ἐκεῖνο καιροῦ ἐπιχωριάζοντα ἐπὶ τῇ ἀναλήψει τῆς θείας εἰκόνος καὶ τῆς ἐπιστολῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐξαπέστειλε. 47 σκοπῶν δὲ καὶ ὁ ἀποστείλας καὶ ὁ διακονούμενος μὴ κατασοφισθῇ περὶ τὴν ἀπόδοσιν καὶ ἀντὶ τῆς ἀγράφου καὶ ἀληθοῦς ἡ μεταγραφεῖσα τότε διὰ τὴν Περσικὴν περίστασιν τούτῳ ἐπιδοθῇ ἀμφοτέρας ταύτας μετὰ καὶ ἑτέρας τῆς ἐν τῇ τῶν Νεστοριανῶν ἐκκλησίᾳ τιμωμένης, πάλαι καὶ αὐτῆς, ὡς ἔοικεν, ἀπὸ τῆς πρωτοτύπου μεταληφθείσης, ἐπιζητήσας, πρὸς πίστωσιν ἔλαβεν· αἳ καὶ αὖθις ἀνταπεδόθησαν μόνης ἐγκρατηθείσης τῆς κυρίας καὶ ἀληθοῦς. ἀλλὰ τοῦτο μὲν ὕστερον. 48 τότε δὲ στάσις παρὰ τῶν ἐν Ἐδέσῃ πιστῶν διηγείρετο καὶ θόρυβος τὴν πόλιν κατεῖχε συχνός, μὴ μεθιέντων ἀφαιρεθῆναι τὰ τιμιώτατα τῶν παρ' αὐτοῖς καὶ τῆς ἐνεγκαμένης αὐτῶν φυλακτήρια, ἕως ὁ τῶν Σαρακηνῶν ἀφηγούμενος τοὺς μὲν πείσας, τοὺς δὲ βιασάμενος, τοὺς δὲ καὶ ἀπειλαῖς σφαγῆς δεδιξάμενος ἐπιδοθῆναι αὐτὴν κατεπράξατο. 49 βροντῶν δὲ καὶ ἀστραπῶν μεθ' ὑετοῦ λαβροτάτου κατά τινα τύχην ἢ πρόνοιαν αἰφνιδίως καταρραγεισῶν ἐν τῷ μέλλειν ἐξέρχεσθαι τῆς Ἐδέσης τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν τοῦ Χριστοῦ, πάλιν οἱ καὶ πρότερον ἀντεχόμενοι τούτων ἀνεκινοῦντο καὶ τὸ θεῖον ἐπισημαίνεσθαι τοῖς πραττομένοις διεβεβαίουν μὴ κατὰ θείαν βούλησιν γίνεσθαι τὴν ἐντεῦθεν τῶν ἁγιωτάτων τούτων μετάστασιν· ἀλλὰ τοῦ τῶν Σαρακηνῶν ἀρχηγοῦ, ὑφ' ᾧ τὸ πᾶν τῆς ἐξουσίας ἀνέκειτο, ἐμμένειν τοῖς ὡμολογημένοις κρίνοντος δεῖν καὶ ἐκπληροῦν τὴν ὑπόσχεσιν, ἐξῄει τῆς πόλεως τὸ τιμαλφέστατον ἀπεικόνισμα καὶ τὸ χριστόγραφον ἐπιστόλιον καὶ πρὸς τὰ ἐνταῦθα διεκομίζετο. 50 καὶ δὴ τὴν ὁδὸν διανύοντες οἱ ταῦτα ἐπιφερόμενοι τὸν Εὐφράτην κατέλαβον. καὶ πάλιν θόρυβος οὐδενὸς τῶν προτέρων ἐλάττων ἐγείρεται, ὡς εἰ μή τι σημεῖον θεόθεν δειχθῇ, οὐδ' ἂν εἴ τι γένηται, προΐσοιντο τὰ συνεκτικὰ τῆς ἀσφαλείας αὐτῶν. δίδοται τοίνυν σημεῖον αὐτοῖς ἀπίστοις οὖσι καὶ ἐκπειράζουσιν. ἡ γὰρ ναῦς, μεθ' ἧς τὸν Εὐφράτην περαιωθῆναι αὐτοῖς προὔκειτο, ἔτι πρὸς τὰ τῆς Συρίας ὁρμιζομένη μέρη, ὡς μόνον εἰσῆλθον ἐν αὐτῇ οἱ ἐπίσκοποι τὴν θείαν εἰκόνα καὶ τὴν ἐπιστολὴν ἐπικομιζόμενοι, ἔτι τοῦ σάλου τοὺς στασιώτας κατέχοντος, ἐξαίφνης χωρὶς ἐρετῶν χωρὶς τοῦ κυβερνῶντος ἢ ἕλκοντος πρὸς τὴν ἀντιπέρας κατῇρε γῆν μόνῳ τῷ θείῳ κυβερνωμένη βουλήματι, ὃ δὴ τοὺς προστυχόντας καὶ ἰδόντας ἅπαντας θάμβους ἐπλήρωσε καὶ ἐκπλήξεως καὶ ἑκόντας παραχωρῆσαι τὴν ἔκπεμψιν ἔπεισεν. 51 ἐντεῦθεν καταλαμβάνουσι τὰ Σαμόσατα οἱ τῶν φερομένων διάκονοι· ἦσαν δὲ ὁ τῶν Σαμοσάτων καὶ ὁ τῆς Ἐδέσης ἀρχιερεὺς καὶ ὁ τούτου πρωτοπρεσβύτερος καὶ ἕτεροί τινες τῶν εὐλαβεστέρων Χριστιανῶν, οἷς καὶ ὁ τοῦ ἀμηρᾶ ὑπηρέτης συνῆν, ὃς ἀπὸ Ῥώμης κατωνομάζετο. ἐνταῦθα ἐπί τινας ἡμέρας χρονοτριβήσαντες πολλῶν ἐκεῖσε θαυμάτων γεγονότων εἴχοντο τῆς ὁδοῦ. 52 καὶ πάλιν ἄπειρα θαύματα ἐτελεῖτο ἐν τῇ ὁδῷ ὑπὸ τῆς ἱερᾶς εἰκόνος καὶ τῆς ἐπιστολῆς τοῦ Χριστοῦ. τυφλοὶ γὰρ ἀπροόπτως ἀνέβλεπον καὶ χωλοὶ ἐδείκνυντο ἄρτιοι, κλινήρεις τε πολυχρόνιοι ἥλαντο καὶ οἱ ξηρὰς ἔχοντας τὰς χεῖρας ὑγιοῦντο καὶ συνελόντι φάναι πᾶσα νόσος καὶ μαλακία ἐδραπετεύετο καὶ ἐδόξαζον οἱ ἁγιαζόμενοι τὸν θεὸν καὶ ἀνύμνουν αὐτοῦ τὰ θαυμάσια. 53 ἤδη οὖν τὸ πολὺ τῆς ὁδοῦ διανύσαντες φθάνουσι καὶ εἰς τὴν τῆς ὑπεραγίας θεοτόκου μονήν, ἣ τὰ Εὐσεβίου κατονομάζεται ἐν τῷ τῶν Ὀπτιμάτων λεγομένῳ τυγχάνουσαν θέματι. ἐν τῷ ναῷ δὲ τοῦ τοιούτου φροντιστηρίου ἁγιοπρεπῶς ἡ τὴν τερατουργὸν εἰκόνα κρύπτουσα θήκη ἐναποτίθεται καὶ πολλοὶ προσελθόντες ἐξ εἰλικρινοῦς διαθέσεως ἀπὸ τῶν οἰκείων νόσων ἰάθησαν. ἔνθα καί τις προσῆλθεν ὑπὸ δαίμονος ἐνοχλούμενος, ᾧ καθάπερ ὀργάνῳ τὸ πονηρὸν ἀποχρώμενον πνεῦμα καὶ πολλὰ τῶν εἰς ἔπαινον ἡκόντων τῆς εἰκόνος καὶ τῆς ἐπιστολῆς δι' αὐτοῦ ἐκφωνοῦν, ἐπεὶ καὶ πάλαι·" οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραήλ", πρὸς τὸν κύριον ἔλεγον οἱ τῆς ὁμοίας μερίδος αὐτῷ· τέλος καὶ τάδε οἱονεὶ ἀπεφοίβαζεν·" ἀπόλαβε", λέγον" Κωνσταντινούπολις δόξαν καὶ χαρὰν καὶ σύ, Κωνσταντῖνε Πορφυρογέννητε, τὴν βασιλείαν σου". καὶ τούτων ῥηθέντων ἰάθη ὁ ἄνθρωπος καὶ ἀπελύθη παραχρῆμα τῆς τοῦ δαίμονος ἐπιθέσεως. 54 τούτων δὲ πολλοὶ καθεστήκασι μάρτυρες τῶν ῥημάτων. τοῦ γὰρ βασιλέως εἰς τιμὴν καὶ ὑπάντησιν τοῦ ποθουμένου τοὺς πρώτους σχεδὸν τῆς ἐν τέλει βουλῆς ἀποστείλαντος καὶ τούτοις τῶν ἐκ τῆς δορυφόρου τάξεως συνεξελθόντων πολλῶν συνέβη μαγίστρους καὶ πατρικίους μετὰ τῶν ἐκ τῶν ὑποβεβηκυιῶν τάξεως εἶναι τοὺς ἀκουστάς τε καὶ μάρτυρας. 55 καὶ ἐπεὶ τὰ ῥηθέντα τὴν ἔκβασιν θᾶττον ἐδέξαντο, ἀπορῆσαι ἄξιον πόθεν ἡ πρόγνωσις τῷ δαίμονι προσεγένετο. οὐ γὰρ ἔχειν πιστεύονται ταύτην οἴκοθεν τῆς θείας δόξης ἀπολισθήσαντες καὶ σκότος ἀντὶ φωτὸς χρηματίσαντες. ἢ δῆλον ὅτι καθάπερ τῷ Βαλαὰμ ἡ θεία δύναμις ἐχρῆτο διακόνῳ τοῦ τότε προαγορεύματος καὶ ἄλλοτε ἄλλοις οὐκ ἀξίοις πολλάκις τοῦ πράγματος κατ' οἰκονομίαν πάντως τινὰ σοφὴν καὶ εὐμήχανον, οὕτω καὶ νῦν ἡ ἐν τῷ θείῳ ἀπεικονίσματι δύναμις τῷ δαίμονι ἀπεχρήσατο καὶ δι' αὐτοῦ τὰ μετ' ὀλίγον ἐκβησόμενα προεδήλωσεν. ἀλλὰ τούτου μὲν οὕτως συμβάντος μεταξὺ μνησθῆναι ἴσως οὐκ ἄκαιρον· ἐπὶ δὲ τὰ ἐχόμενα τῆς διηγήσεως βαδιούμεθα. 56 τῇ πέμπτῃ ἐπὶ δεκάτῃ τοῦ Αὐγούστου μηνὸς συνήθως τῶν βασιλέων τὴν ἑορτὴν ἀγόντων τῆς μεταστάσεως τῆς ἀειπαρθένου καὶ θεομήτορος ἐν τῷ πανσέπτῳ ταύτης κατὰ Βλαχέρνας ναῷ, περὶ δείλης ὀψίας κατέλαβον ἐκεῖσε οἱ τῶν τιμίων τούτων διάκονοι καὶ ἀπετέθη ἐν τῷ ὑπερώῳ εὐκτηρίῳ τοῦ τοιούτου θείου ναοῦ ἡ ἔνδον ἔχουσα τὴν εἰκόνα καὶ τὴν ἐπιστολὴν κιβωτός. καὶ προσελθόντες οἱ βασιλεῖς ἔξωθεν ταύτην σεβασμίως ἠσπάσαντο προσκυνήσαντες, εἶτα μετὰ τιμῆς καὶ δορυφορίας καὶ λαμπάδων συχνῶν πρὸς τὴν βασίλειον τριήρην ταύτην διακομίσαντες σὺν αὐτῇ κατέλαβον τὰ βασίλεια καὶ ἐν τῷ ἐκεῖσε θείῳ ναῷ, ὃς Φάρος ὠνόμασται ἴσως διὰ τὸ οἷον ἱμάτιον λαμπρὸν κεκαλλωπίσθαι, αὐτὸν περιττῶς ταύτην ἀπέθεντο. 57 τῇ δὲ ἱκνουμένῃ τῶν ἡμερῶν, ἥτις ἑξκαιδεκάτη τοῦ μηνὸς ἦν, μετ' αἰδοῦς καὶ εὐλαβείας πάλιν τὸν ἀσπασμὸν καὶ τὴν προσκύνησιν ποιησάμενοι καὶ λαβόντες αὐτὴν ἐκεῖθεν οἵ τε ἱερεῖς καὶ οἱ νεάζοντες βασιλεῖς· ὁ γὰρ γέρων οἰκουρὸς δι' ἀσθένειαν κατελείπετο, μετὰ ψαλμῶν καὶ ὕμνων καὶ δαψιλοῦς τοῦ φωτὸς διὰ τῆς πρὸς θάλασσαν καθόδου εἰς τὴν βασίλειον τριήρην αὖθις ἐνθέμενοι, τῆς πόλεως ἐν χρῷ σχεδὸν τὴν εἰρεσίαν ποιούμενοι, ἵνα τρόπον τινὰ διαζώσῃ τὸ ἄστυ διὰ τῆς ἐν θαλάσσῃ πορείας αὐτῆς, ἐκτὸς τοῦ πρὸς δύσιν τείχους τῆς πόλεως προσωρμίσθησαν. 58 ἔνθα τῆς νεὼς ἐκβάντες πεζοποροῦντες οἵ τε βασιλεῖς καὶ πάντες οἱ τῆς γερουσίας βουλῆς καὶ ὁ τῶν ἱερῶν κατάρχων μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος τῇ προσηκούσῃ δορυφορίᾳ ὡς ἄλλην κιβωτόν, μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, τὸ τῶν ἁγιωτάτων καὶ τιμίων φρουρὸν σκεῦος παρέπεμπον καὶ τὰ ἐκτὸς τοῦ τείχους μέχρι τῆς Χρυσῆς διελθόντες Πύλης. 59 εἶτα ἐκεῖθεν ἐντὸς γεγονότες τοῦ ἄστεος μετὰ μετεώρων ψαλμῳδιῶν καὶ ὕμνων καὶ ᾠδῶν πνευματικῶν καὶ ἀπείρου λαμπάδων φωτὸς τὴν πάνδημον συγκροτοῦντες παραπομπὴν διὰ μέσης τῆς πόλεως τῆν πορείαν διήνυον, ἁγιασμοῦ μεταλαβεῖν καὶ κρείττονος σθένους τὴν πόλιν διὰ τοῦτο πιστεύοντες καὶ ἀβλαβῆ καὶ ἀπόρθητον εἰς τὸν αἰῶνα συντηρηθήσεσθαι. 60 τοῦ δὲ σχολάζοντος ὄχλου πρὸς τὴν θέαν συντρέχοντος καὶ ὥσπερ κύματα μακρὰ τοῦ δήμου πολλαχόθεν κινουμένου τε καὶ συρρέοντος ἄνθρωπός τις τὰς βάσεις παρειμένος καὶ ἀσθενὴς ἀπὸ χρόνου μακροῦ τοῖς οἰκείοις διακόνοις ἐπερειδόμενος διανέστη πρὸς τὸ τὴν θείαν εἰκόνα διερχομένην ἰδεῖν καὶ ἅμα τῇ θέᾳ παραδόξως ὑγιωθεὶς καὶ γνοὺς ἰσχυροποιηθέντα τῶν βάσεων αὐτοῦ τὰ σφυρὰ προσέδραμεν αὐτοποδὶ βαδίζων καὶ κατησπάζετο τὴν τῆς εἰκόνος σορὸν καὶ ἐμεγάλυνε τὸν θεὸν τὸ θαῦμα τὸ ἐπ' αὐτῷ διηγούμενος. ὃν οἱ συμπαρόντες ἅπαντες θεασάμενοι καὶ τῶν ῥημάτων αὐτοῦ ἐπακούσαντες δόξαν ἀνέπεμψαν τῷ ἐπὶ πάντων θεῷ τῷ ποιοῦντι ἀεὶ θαυμάσια καὶ ἐξαίσια. 61 τοσαύτη δὲ χύσις δακρύων ὑφ' ἡδονῆς καὶ πρεσβεία καὶ δέησις πρὸς θεὸν καὶ εὐχαριστία παρὰ πάσης τῆς πόλεως γέγονεν τῆς θείας εἰκόνος καὶ τῆς σεβασμίας ἐπιστολῆς διὰ μέσου διερχομένων τοῦ ἄστεος, ὅσην οὐκ ἔνι λόγῳ ἐνδείξασθαι, ὡς ἡττωμένου τοῦ λόγου τῆς ὄψεως. τὰ γὰρ ὑπερβολὴν ἔχοντα τῶν πραγμάτων ὁρᾶν ἐστι μᾶλλον ἢ ἀκούειν καλόν, ἐπεὶ κατόπιν ὁ λόγος τῶν πραγμάτων εἴωθεν ἔρχεσθαι. 62 τὴν πρὸ τοῦ Αὐγουστείου τοίνυν φθάσαντες ἀγορὰν οἱ τῆς πανηγύρεως ἔξαρχοι καὶ τῆς εὐθείας ὁδοῦ μικρὸν πρὸς τὰ λαιὰ παρεκνεύσαντες τὸ τῆς θείας Σοφίας θεοῦ ἐπώνυμον ἱερὸν καταλαμβάνουσι τέμενος καὶ τῶν ἀδύτων τοῦ ἱλαστηρίου ἐντὸς τὴν τιμίαν εἰκόνα καὶ τὴν ἐπιστολὴν ἀποτίθενται. 63 ἐνταῦθα δὲ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος προσκυνήσαντος καὶ τὰ εἰκότα τιμήσαντος ἐξῆλθον πάλιν ἐκεῖθεν μετὰ τοῦ φόρτου τοῦ ἱεροῦ οἱ τελοῦντες τὴν πρόοδον καὶ τὰ τῶν βασιλείων καταλαβόντες ἀνάκτορα ἐν τῷ κατ' ἐπωνυμίαν Τρικλίνῳ Χρυσῷ ἐπὶ τοῦ βασιλείου θρόνου, ἐν ᾧ περὶ τῶν μεγίστων χρηματίζειν εἰώθασι, τὴν θείαν εἰκόνα τέως ἱδρύουσιν ἁγιασθῆναι πάντως καὶ τὴν ἀνακτορικὴν καθέδραν καὶ δικαιοσύνης ὁμοῦ καὶ χρηστότητος ἐπιεικῶς μεταδοῦναι τοῖς ἐπὶ ταύτης ἐφεζομένοις οὐκ ἀπεικότως πιστεύσαντες. 64 ἐκτενοῦς δὲ συνήθως γεγονυίας δεήσεως ᾔρθη μετὰ τὴν ταύτης συμπλήρωσιν ἐντεῦθεν πάλιν ἡ θεία εἰκὼν καὶ ἐν τῷ προρηθέντι τοῦ Φάρου ναῷ ἐν τῷ δεξιῷ πρὸς ἀνατολὰς ἀνιερώθη καὶ ἀνετέθη μέρει εἰς δόξαν πιστῶν, εἰς φυλακὴν βασιλέων καὶ εἰς ἀσφάλειαν ὅλης τῆς πόλεως καὶ τῆς τῶν Χριστιανῶν καταστάσεως. 65 Ἀλλ' ὦ θεῖον ὁμοίωμα τοῦ ἀπαραλλάκτου πατρὸς ὁμοιώματος, ὦ χαρακτὴρ τοῦ χαρακτῆρος τῆς πατρικῆς ὑποστάσεως, ὦ σεπτὴ καὶ πάντιμε σφραγὶς τοῦ ἀρχετύπου κάλλους Χριστοῦ τοῦ θεοῦ ἡμῶνὡς γὰρ ἐμψύχῳ σοὶ πιστῶς διαλέγομαισῶζε καὶ φρούρει ἀεὶ τὸν εὐσεβῶς καὶ πρᾴως ἡμῶν βασιλεύοντα καὶ τὴν τῆς σῆς ἐπιδημίας ἀνάμνησιν λαμπρῶς ἑορτάζοντα, ὃν τῇ παρουσίᾳ σου ἐπὶ τὸν παππῷον καὶ πατρῷον θρόνον ἀνύψωσας· φύλαττε τὸν τούτου βλαστὸν εἰς διαδοχὴν τοῦ γένους καὶ τῶν σκήπτρων ἀνώλεθρον. βράβευε τῇ πολιτείᾳ εἰρηναίαν κατάστασιν. τὴν βασιλίδα ταύτην τῶν πόλεων ἀπολιόρκητον διατήρησον καὶ δὸς ἡμᾶς εὐαρεστοῦντας τῷ ἀρχετύπῳ σου Χριστῷ τῷ θεῷ ἡμῶν ἐν τῇ ἐπουρανίῳ εἰσδεχθῆναι βασιλείᾳ αὐτοῦ δοξολογοῦντας καὶ ἀνυμνοῦντας αὐτόν, ὅτι αὐτῷ πρέπει δόξα καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note