Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Οὐκ ἄρα μόνος αὐτὸς ἀκατάληπτος ἦν ὁ συναΐδιος τῷ πατρὶ θεὸς λόγος, ἀλλὰ καὶ τὰ πλείω σχεδὸν ἢ καὶ πάντα τῶν ἔργων αὐτοῦ τῷ αὐτῷ τῆς ἀκαταληψίας γνόφῳ περικαλύπτεται· οὐ μόνον ὅσα τὸ πᾶν τοῦτο δημιουργῶν ὑπεστήσατο, ἀλλὰ καὶ ὅσα ἐν τῷ δι' οἰκονομίαν προσλήμματι τοῦ ἡμετέρου φυράματος ὁμιλήσας ἡμῖν κατὰ τὴν πρώτην καὶ μίαν ἐκείνην ἐνήργει τῆς αὐτοῦ θεότητος δύναμιν. καὶ χρὴ πάντως τὸν ἑαυτὸν μὴ ἀγνοοῦντα καὶ τὰ ὑπὲρ αὐτὸν μὴ εἰδέναι γινώσκοντα μὴ εἰς τὰ ἄμετρα καυχᾶσθαι μηδὲ κενεμβατεῖν ἀμαθῶς καὶ ἢ πάντα εἰδέναι φιλονεικεῖν ἢ μηδὲ εἶναι ἅπερ αὐτὸς οὐ κατείληφε.