Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
τοίνυν καὶ περὶ τοῦ ἐκτυπώματος τῆς θεανδρικῆς τούτου μορφῆς, ὃ ἀγράφως ἀνετυπώθη τῷ ὑπερφυεῖ τοῦ δρῶντος βουλήματι εἰς τὸ ὑποδεξάμενον ὕφασμα, καὶ τότε μὲν τῷ Αὐγάρῳ ἀπεστάλη πρὸς ἴασιν, νῦν δὲ ἐξ Ἐδέσης πρὸς τὴν βασιλεύουσαν ταύτην τῶν πόλεων οἰκονομίᾳ πάντως θεοῦ πρὸς σωτηρίαν αὐτῆς καὶ φυλακὴν μετενήνεκται, ὡς ἂν μηδενὸς τῶν καλῶν ἐνδεὴς δοκῇ, ἐν πᾶσιν ὀφείλουσα πάντων κρατεῖν, οἶμαι δεῖν τὸν εὐσεβῆ καὶ δίκαιον ἀκροατήν τε καὶ θεατὴν τὴν ἱστορίαν μὲν τῶν καθ' ἕκαστα ἀκριβῶς μαθεῖν ἀπαιτεῖν καὶ τῆς ἀρχαιολογίας ἐθέλειν ἀπαραποίητον τὴν γνῶσιν λαβεῖν, τὴν δὲ αἰτίαν τοῦ πῶς ἐξ ἰκμάδος ὑγρᾶς δίχα χρωμάτων καὶ τέχνης τῆς γραφικῆς ἐναπεμορφώθη τὸ τοῦ προσώπου εἶδος ἐν τῷ ἐκ λίνου ὑφάσματι καὶ πῶς τὸ ἐξ ὕλης οὕτως εὐφθάρτου τῷ χρόνῳ διαφθορὰν οὐκ ἐδέξατο καὶ ὅσα ἄλλα ὁ φυσικῶς δῆθεν ἐπιβάλλων τοῖς πράγμασι φιλεῖ πολυπραγμόνως διερευνᾶν τῷ ἀνεφίκτῳ τῆς τοῦ θεοῦ σοφίας παραχωρεῖν εἰδώς, ὡς εἴ τις πάντα φιλονεικήσει τῷ νῷ διαλαβεῖν ἀκριβῶς, εἰς τὴν παντελῆ ἀγνωσίαν ὠσθεὶς καὶ εἰς ἄβυσσον ἀκαταληψίας ἀποπεσὼν κινδυνεύσει περὶ τὰ καίρια ζημιωθεὶς τὰ μεγάλα, ἵνα μὴ δόξῃ τὰ μικρὰ συγχωρεῖν.