Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἀνορθώσει πρὸς ἡμᾶς ἐκδη μήσαντος, ἦν κατὰ τὴν τοῦ προφήτου φωνὴν πλῆθος εἰρήνης ἐπὶ τῆς γῆς καὶ τὸ πολύαρχον διεσκέδαστο, ὥσπερ ὑπὸ μιᾶς ζώνης τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης διαζωσθείσης τῆς οἰκουμένης καὶ ὑφ' ἑνὶ ταττομένης σημάντορι, καὶ διὰ τοῦτο πᾶσαι πάντων καὶ πρὸς πάντας ἐπιμιξίαι ἐγίνοντο ἀδεῶς καὶ οὐ μεμερισμένως τὴν γῆν οἰκεῖν ἐδόκουν οἱ ἄνθρωποι, ἀλλ' ὡς ἑνὸς δεσπότου κτῆμα τυγχάνουσαν ὡς καὶ ἑνὸς τὴν πᾶσαν οὖσαν δημιουργοῦ, τῷ πρώτῳ τὸν αὐχένα δοῦλον ὑποκλίναντες πρὸς ἀλλήλους εἰρήνευον.