Narratio de imagine Edessena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
διὸ καὶ ὁ τῆς Ἐδέσης τὸ τηνικαῦτα τοπάρχης Αὔγαρος τῷ τῆς Αἰγύπτου ἐξηγουμένῳ φίλος καὶ γνώριμος ἦν καὶ παρ' ἀλλήλους οἱ ἑκατέρων ἐφοίτων διάκονοι. ὅθεν καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ὁ κύριος ἡμῶν καὶ θεὸς τὸ πατρικὸν βούλημα πληρῶν τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προὐτίθετο καὶ διὰ τῶν ὑπερφυῶν καὶ παραδόξων θαυμάτων εἰς τὴν περὶ αὐτὸν πίστιν τοὺς ἀνθρώπους ἐπέστρεφε, συνέβη τῶν τοῦ Αὐγάρου ὑπηρετῶν τινα Ἀνανίαν ὀνομαζόμενον πρὸς τὴν Αἴγυπτον διὰ τῆς Παλαιστίνης ἰόντα, περιτυχεῖν καὶ θεάσασθαι πόρρωθεν τὸν Χριστὸν τὰ πλήθη τοῖς λόγοις τῆς πλάνης ἐξέλκοντα καὶ τὰ τῶν θαυμάτων ἐπιτελοῦντα παράδοξα.